Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
376.1.1
πέμπων προσελθεῖν ἠξίου (ἅμα δέ γε καὶ ὁ καιρὸς ἐκάλει· τὰ γὰρ τῆς τεσσαρακοστῆς ἐφειστήκει εἰσόδια καὶ τυροφαγίας ἦσαν ἡμέραι), ὅλαις προθυμίαις
376.2.1
Ἰωάννην γίνεται. καὶ δὴ ἐπι στάντα, παρευρεθέντων καὶ ἀρχιερέων ἐκεῖ, ἡ δυσωπία σφάλ λει τὸν ἄνακτα. ἡ δ' ἦν, πρόσεισι μὲν Ἰωάννῃ, καὶ εὐλαβείας ἡττᾶται τῆς πρὸς αὐτόν, καὶ ἕτοιμον ἑαυτὸν παρέχει, εἰ ἐκεῖνος εὐλογεῖν βούλοιτο. ὁ δὲ" ἀλλὰ θεὸς εὐλογήσαι σε καὶ οὐκ ἐγὼ" ἔφη. τέως δὲ καὶ εἰ πατριάρχην αὐτὸν λογίζοιτο ἐρωτᾷ. καὶ ὃς εἴτε τὴν εὐλογίαν λαμβάνειν θέλων, εἴτε μὴν καὶ διὰ τὸν και ρὸν δυσωπούμενος, ὡς μὴ λυπήσειεν ἀρνησάμενος, εἴτε καὶ τρίτον τὴν ἀπ' ἐκείνου πρὸς ὅ τι πράττοι ὑποποιούμενος εὔνοιαν, τὸ ἱλαρὸν καθιστὰς (ἀρχιερέων γάρ, οὐ βασιλέως εἶναι τὴν ἐπὶ τούτοις ἀπόφασιν) ὁμολογεῖ πατριάρχην ἡγεῖσθαι τὸν Ἰωάννην. καὶ ὃς ἐν δεσμοῖς εὐθὺς ἐπισχὼν τὸν λέοντα," καὶ εἰ πατριάρχης ἐγώ" φησίν," ὅτι καὶ οὔπω τελέως τὰ τῆς ἐμῆς παραιτήσεως οὐκ ἐδοκιμάσθησαν, ἀλλὰ καὶ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ καὶ ἐν πολ λαῖς μοναῖς μνημονεύομαι, ὑπ' ἀφορισμὸν τὸν ἀπὸ τῆς ἁγίας 377 τριάδος ἄγω τὸν βουληθησόμενον πατριάρχην τὸν κύριν Ἀθανά σιον καθιστᾶν." ταῦτ' εἶπε, καὶ προφανῶς κατεγίνωσκεν, ὥσπερ ἐκείνου σκαιότητα, οὕτως ἀπάτην καὶ εὐκολίαν τοῦ ἄνακτος, οἷς ὅτι τῶν προτέρων ἀμνημονήσας καὶ τοῖς δευτέροις ἐσαῦθις ἐπι χειροίη. βασιλεὺς δὲ τοῦτο μὲν αἰδεσθεὶς τὴν φενάκην, καὶ ταῦτα τὴν ἐξ ἁπλότητος, τοῦτο δὲ καὶ τὰς ὑπὲρ τοῦ διαφευ ξεῖσθαι τὴν χλεύην προνοίας οἰκονομῶν, ἐκεῖνον μὲν οὐδὲν εἰπὼν ἀποστρέφεται, τοῖς δ' ἀρχιερεῦσι τοῖς τῇδε ὡς συμπράττειν ὑπο πτευθεῖσι καὶ λίαν ἐπεῖχε καὶ προσωργίζετο. ἦσαν δὲ ἐκ προ κλήσεως τότε παρευρεθέντες τῷ πατριάρχῃ ὅ τε Ἀγκύρας Βαβύ λας, ὁ Κρήτης Νικηφόρος καὶ ὁ Βιτζίνης Λουκᾶς. ὅμως δὲ τὴν φήμην θέλων ἐπανορθοῦν, μήπως δόξοι καὶ ἀδιαστάλτως ἀφορισθείς, συγκαλέσας καὶ αὖθις τῇ ὑστεραίᾳ οὓς συγκαλεῖν εἴθιστο, ἐπεγκαλεῖ μὲν τὴν ἀπάτην, ἀπογυμνοῖ δὲ τὸ δρᾶμα, ὑποχαλᾷ δὲ καὶ τῆς ἐπὶ τῷ Ἀθανασίῳ προθυμίας, εἰ κἀκεῖνος ἀκούσας Σαπφείρας καὶ Ἀνανίου τρόπον τῷ Ἰωάννῃ προσέτριβε, δόντι θεῷ τὴν ἱερωσύνην, ὡς αὐτὸς παραιτούμενος ἔγραφε, καὶ πάλιν ἀναλαμβάνοντι.