Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
37.1.1
Τοῦ δέ γε πειρατικοῦ κατὰ θάλασσαν πλεονάσαντος, ἐπεὶ τὸ ναυτικὸν παντελῶς ἀπήρτητο, ἔτι δὲ καὶ τοῦ Σκυθικοῦ ὁρμᾶν ἠγγελμένου, (ὁ γὰρ Τερτερῆς οὐχ οἷός τ' ἦν, οὐχ ὅπως ἄλλοις, οὐδὲ ἑαυτῷ προσαρήγειν) πέμψας ὁ βασιλεὺς τοὺς μὲν πρὸς θαλάσσῃ κατῳκηκότας, ἕτοιμον θήραν προκειμένους τοῖς πειραταῖς, ἐνδοτέρω γῆς ἀναστέλλειν προσέταττεν ὡς ἐντεῦθεν ὑπεκδραμουμένους τὸ χαλεπόν, τοὺς δὲ τὴν μεσογαῖον Θρᾴκης τε 106 καὶ Μακεδονίας κατῳκημένους, ἐπεὶ καταδραμουμένους ᾔδει τοὺς ἐξελαύνοντας ἢν μή τις κωλύοι, ὃ δὴ καὶ ἀδύνατον τηνικάδε κατεφαίνετο, τοῖς ἐκεῖσε φρουρίοις, οὐ πολὺ τὸ ἀσφαλὲς ἔχου σιν, ἐναπέκλειε. τὸ δέ γε Βλαχικόν, ὃ δὴ σχεδὸν ἀπὸ τῶν ἐξω τέρω τῆς πόλεως ἐς Βιζύην καὶ πόρρω εἰς πλῆθος ἀριθμοῦ κρεῖτ τον ποσούμενον παρατέτατο, ἔθνος δυσχωρίαις χαῖρον καὶ βοσκή μασι προσανέχον, οὐ μὴν δὲ ἀλλὰ καὶ μάχαις εἰθισμένον ἀν δρῶν, ὑποπτευθὲν εἰς αὐτομολίαν ὡς τοῖς ἐξεληλακόσι καὶ αὐτὸ προσπεσούμενον, μετοικίζειν ἐπ' ἀνατολῆς ἔγνω κατὰ τὴν τῆς Βυζαντίδος ἀντιπεραίαν, πλὴν καὶ ταπεινοῦν ζημίαις, μή πως ἄρα καὶ ὑπερηφανοῖεν πλήθει τε καὶ δυνάμει θαρροῦντες. καὶ ἔνθεν μὲν ἐζημιοῦντο τὰ μέγιστα, ἔνθεν δὲ μετῳκίζοντο ἀνοικτί, οὐχ ἧττον ζημίας ἀλλὰ καὶ μᾶλλον τὴν μετοίκησιν λογιζόμενοι. ζῶα γὰρ ἐκεῖνα καὶ κτῆσις πᾶσα τὰ μὲν εὔωνα προύκειντο τοῖς πολλοῖς, τὰ δὲ καὶ τὸν τόπον ἀλλάξαντα καιρῷ χειμῶνος καὶ 107 τότε παντελῶς διεφθείροντο. κτῆσις δὲ τούτων ἡ μὲν διηρπά ζετο, ἡ δέ γε καὶ περιοῦσα κακῶς παραπώλλυτο, ὥστε μὴ οἵους τ' εἶναι ἐγχρονίζειν ἐκεῖ, ἀλλὰ τοῦ κακοῦ παραδραμόντος αὐτοὺς καὶ αὖθις τὴν ἰδίαν ἀπολαμβάνειν, συχνῶν χρυσίων καταβολαῖς ἐξωνησαμένους τὴν κατοικίαν. τότε δὲ δείσας καὶ περὶ τῷ τοῦ βασιλέως σώματι ὁ κρατῶν, μὴ ἐξελθόντες οἱ Σκύθαι καὶ τὸν τό πον καταδραμόντες σὺν πολλοῖς ἄλλοις καὶ τοῦτο λαβόντες, ἢν μή τις πολλοῦ ἐξωνοῖτο, ὡς αὐτοῖς δόξοι βασιλικὸν σῶμα πω λοῦσιν, αἰσχύνωσι καὶ λυμήνωνται, πέμψας τῆς μὲν περὶ ἐκεῖνο φυλακῆς τοὺς ἐκεῖ ἀνίει, ὧν πρῶτος ἦν ὁ ἐκτομίας Ἠονοπολίτης καὶ μέγας δρουγγάριος, ὃς καὶ τὸν ἱερομόναχον Ἀθανάσιον κατὰ τὰ τοῦ Γάνου ὄρη ἐνδιατρίβοντα, πρότερον τῷ πορφυρογεννήτῳ συσταθέντα, παρ' οὗ γε καὶ πλεῖστα εὐηργέτητο, τῷ βασιλεῖ συνιστᾷ. τὸ δέ γε σῶμα προστάσσει φέροντας τῇ κατὰ Σηλυ βρίαν τοῦ σωτῆρος μονῇ ἐν αὐτῷ τῷ ναῷ αὐτῇ λάρνακι κατα θεῖναι. καὶ τὸ μὲν οὕτως ἀνακομισθὲν τοῦ Βουλγαροκτόνου βα 108 σιλέως ἑτέρωθεν, ὃν ἐκ τοῦ Ἑβδόμου παρημελημένον μεταγαγὼν ἐκεῖνος ἐκεῖσε πάλαι κατέθετο, τίθεται καὶ αὐτός. ὁ μέντοι γε βασιλεὺς τὰ περὶ τοῦ Ἀθανασίου μαθών, ὅσα δὴ καὶ ἀρετῇ χαί ρων, καὶ μᾶλλον πείθοντος τοῦ καιροῦ, τὴν τοῦ μεγάλου οἱ λο γαριαστοῦ παλαιὰν προσνείμας μονὴν παρ' ἑαυτῷ εἶχεν ὁσάκις ἤθελεν. εἰ γὰρ καὶ προσυνέστη τῷ πορφυρογεννήτῳ καὶ παρ' ἐ κείνου μεγαλοπρεπῶς ἐθεραπεύετο, ἀλλὰ καὶ βασιλεῖ προσαχθεὶς ὕστερον οὐδὲν ἧττον τῆς παρ' αὐτοῦ εὐμενείας ἐτύγχανεν. {Β.} Τὰ μὲν κατὰ τὸν Βέκκον οὕτω τετέλεστο, μελίσσης δὲ τρό πον ἐνεικὼς τὸ κέντρον ἀπήλλαττε. σφίσι μέντοι φροντὶς ἦν οὐ μικρὰ ὅπως κατ' ὀρθόδοξον νοῦν τὸ τοῦ Δαμασκόθεν πατρὸς ῥητὸν ξυμβιβάσειαν, ὡς μήτε κατὰ Βέκκον ἐξηγουμένους φρονεῖν μήτ' ἔξω πάλιν τῶν ὑπονοουμένων φέρεσθαι. τὸ γὰρ κατὰ τὸν Μοσχάμπαρ καὶ αὐτοὺς λέγειν ὡς νόθον δὴ τὸ ῥητὸν καὶ ὡς ἔν τισι τῶν βίβλων οὐ φέρεται τὸ κεφάλαιον, οὐ ξυνετὸν ἐδόκει· 109 προσίστατο γὰρ ἡ τῆς ἱερᾶς ὁπλοθήκης βίβλος, φέρουσα καὶ τοῦτο μετὰ τῶν ἄλλων ἀνάγραπτον καί γε τὸν γεννήτορα μαρτυ ροῦσα, πλὴν οὐκ ἔχουσα πλέον εἰς θεραπείαν ἢ τὸ προφέρειν ἐν ταύτῃ τὸν Κομνηνὸν Μανουὴλ βασιλέα ὡς οὐκ ἐξ υἱοῦ ἀλλὰ διὰ λόγου τε καὶ υἱοῦ ὁ θεολογῶν ἀπεφήνατο. εἶχε δέ τι καὶ ἄλλο εἰς τὴν κατὰ τῶν ἀμφὶ τὸν Βέκκον συνηγορίαν τοῖς ἀντιλέγουσι συναιρόμενον, καὶ ὅπλον ἄντικρυς ἰσχυρόν, ὃ συναπολέσθαι ἀνάγ κη ἦν ὀβελισθέντος τοῦ κεφαλαίου. φησὶ γὰρ ἐκεῖσε ὁ ἅγιος" ἐκ τοῦ υἱοῦ δὲ τὸ πνεῦμα οὐ λέγομεν," ὃ καὶ ἄμφηκες ξίφος ἐδόκει τοῦτο μὲν Ἰταλοῖς τοῦτο δὲ καὶ τοῖς ἐκείνοις συνηγοροῦσι τῷ μεταμείβειν τὴν πρόθεσιν. εἰ γὰρ ἅπαξ τὸ ἐκ τοῦ υἱοῦ ἀπη γόρευται, ἀποκέκλεισται πάντως καὶ ἡ διὰ τῆς ἀντιπεριχωρήσεως τῶν προθέσεων θεραπεία τοῖς Ἰταλοῖς. τὸ γὰρ τοῦ μεγάλου Μαξίμου, ὅπερ ἐκεῖνος πρὸς Μαρῖνόν φησιν ὡς δῆθεν συμμίξας τοῖς Ἰταλοῖς καὶ μαθὼν ἐξ ἐκείνων τὸν νοῦν τῆς προσθήκης, τὸ" ἐξ ὧν οὐκ αἰτίαν τὸν μονογενῆ σφᾶς ἀπέδειξαν τοῦ πνεύματος λέγοντας, ἀλλ' ἵνα τὸ δι' αὐτοῦ προϊέναι δηλώσωσι καὶ ταύτῃ τὸ συναφὲς καὶ ἀπαράλλακτον τῆς οὐσίας παραστήσωσιν," ὅπου καὶ δυσὶ κεφαλαίοις ἐκείνων ἐπιλαβέσθαι τοὺς τῆς ἀνατολῆς πρὸς 110 Μαρῖνον παρίστησι, τὸ γοῦν τοιοῦτον ῥητὸν ἀντιπεριχώρησιν τοὺς προθέσεων φέρον οὐδ' ὅλως ἐδέχοντο, ὡς μὴ τῆς ἐπιστο λῆς ἐξ ὁλοκλήρου εὑρισκομένης ἐν βίβλοις, ἀλλά τι μέρος ἐκείνης περὶ τῶν δύο κεφαλαίων διαλαμβάνον ἐφ' οἷς οἱ τῆς ἀνατολῆς τῶν δυτικῶν ἐπελάβοντο, ἑνὸς μὲν καὶ πρώτου τοῦ μὴ τὴν ἁμαρ τωλὸν σάρκα ἀναλαβεῖν τὸν τοῦ θεοῦ λόγον τε καὶ υἱόν, ἀλλὰ τὴν πρὸ τῆς παρακοῆς τοῦ Ἀδὰμ ἀναμάρτητον, δευτέρου δέ γε ὡς αἰτίαν τῷ μονογενεῖ προσαπτόντων ἐπὶ τῇ ἐκπορεύσει τοῦ πνεύματος· ὧν τὸ μὲν ἓν καὶ πρῶτον συνόλως ἠρνήσαντο, τὸ δέ γε δεύτερον, τοῦτο δὴ τὸ προκείμενον, ἐθεράπευον, ὡς εἰ καὶ λέγοιεν ἐκ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα, οὐκ αἴτιον πάντως φρονοῦσι τὸν μονογενῆ, ἀλλ' ἵνα τὸ συναφὲς καὶ ἀπαράλλακτον τῆς οὐσίας παραστήσωσι. τὴν γοῦν τοιαύτην ἀντιπεριχώρησιν τῆς προθέσεως, ἐπεὶ οὐκ ἐνεκρίνετο τοῖς γνησίοις τοῦ θείου Μα ξίμου τὸ τῆς ἐπιστολῆς ἐκείνης τεμάχιον, ἀπαράδεκτον ἔγνωσαν ἔχειν. μόνῳ δ' ἐχρῶντο τῷ τοῦ Δαμασκόθεν πατρός, τῷ" ἐκ τοῦ υἱοῦ δὲ οὐ λέγομεν," ὃ δὴ συνεξαιρεῖσθαι τῷ κεφαλαίῳ καὶ σφόδρ' ἐκινδύνευε. διὰ τοῦτο καὶ δεχόμενοι τὸ κεφάλαιον καὶ ὡς ἁγίου τὴν λέξιν ἔχοντες τὴν θεραπείαν ἐζήτουν κατὰ τὸ ὀρθὸν τοῦ δόγματος, καὶ τόμον γράφειν ᾑροῦντο καὶ λογογραφεῖν τὴν 111 εὐσέβειαν. σοφῷ γοῦν δοκοῦντι τῷ πατριάρχῃ, καὶ ὑπὲρ πολ λοὺς ταῖς ἀληθείαις ὄντι, τὴν τοῦ τόμου γραφὴν ἐπέτρεπον στή λην καὶ εὐσεβείας ἔσεσθαι νομιζομένην καὶ τῆς τῶν παρεγκλινάν των δῆθεν κακίας τοῖς ὀψιγόνοις. καὶ δὴ τὴν πρᾶξιν ὑποστὰς ὁ πατριαρχεύων γενναῖον τόμον συντίθησι, τοσοῖσδε κεφαλαίοις ἅμα μὲν ἐπειλημμένος τῶν λεγόντων ἅμα δὲ καὶ τούτους οὕτως ἔχοντας ἀποβαλλόμενος. τοῦτον ἐπ' ἐκκλησίας πρότερον ἀνεγί νωσκον, καὶ ἐπ' ὀκρίβαντος ἀναβάς τις καθ' ἕκαστόν τε κεφά λαιον τὴν ἀποβολὴν ἐδήλου μεγαλοφώνως κατ' ὄνομα τῶν οὕτω λεγόντων καὶ δοξαζόντων, μετέπειτα δὲ αὐτὸς βασιλεὺς διὰ κιν ναβάρεως καθυπέγραφε, εἶτα δὲ πατριάρχης καὶ ἐφεξῆς οἱ ἀρ χιερεῖς. ἐπὶ δὲ τοὺς τῆς ἐκκλησίας ἐλθόντες, ἐπεὶ κἀκείνους ὑπο σημαίνεσθαι τὸν τόμον ἠβούλοντο, καὶ μᾶλλον ἐκείνους ὡς ὑπο πτευομένους, ὡς ἔλεγον, εὐθὺς ἀνενδότους εὕρισκον καὶ ὡς εἶχον ἐνισταμένους. πλὴν γὰρ ὀλίγων, καὶ τούτων ὅσοι τυχὸν καὶ σχι ζόμενοι πρότερον θερμοὶ συλλήπτορες ἦσαν τῶν ὕστερον, οἱ λοι ποὶ πάντες οὔτε θωπείαις καθυπήγοντο οὔτ' ἀπειλαῖς ὑπεκλί νοντο, ἀλλ' ἰσχυρὸν ἦν σφίσιν εἰς ἀπολογίαν τὰ χθὲς τελεσθέντα. 112 εἰ γὰρ μηδὲν ἑκουσίως οὐδ' ἀρεσκείαις πάσαις ἀλλ' ἀπειλαῖς καὶ κολάσεσιν ὑπογράψαντες τοσοῦτον ἐπειράθησαν τῶν δεινῶν, ἐκεί νων κρινόντων, καί γε πειρῶνται, καὶ ταῦτα μηδ' ἐπὶ δόγμασιν ὑπογράψαντες, τίνες γένοιντ' ἂν αὖθις, εἴγε δόξοι τισὶ (πολλοὶ δ' οἱ λοχῶντες) καὶ τὸν τόμον καταιτιάσαιντο; καὶ εἰ ταῦτα γένοιτο, τίς ἂν ἐξελέσθαι ἡμᾶς, φασί, δυνατὸς τῆς ἐκείνων κρί σεως; ταῦτα τοῖς τῆς ἐκκλησίας λέγουσι πολλοὶ μέν τινες ἦσαν ἐκεῖνοι γινόμενοι τὴν διαφορὰν ἀντεπάγοντες τῶν πραγμάτων καὶ πρὸς τὴν ὑπογραφὴν ἐρεθίζοντες· ὡς δ' οὐκ ἔπειθον συχνὰς προσβολὰς ποιούμενοι, εἰς ὑποψίαν ἐμβάλλοντες ὧν οὐκ ᾔδεισάν ποτ' ἐκεῖνοι, τοῦ κοινοῦ συνεδρίου ἀπήλων καὶ ὡς ἐχθροὺς ἔκρι νον. οἱ δὲ τὴν μετ' ἐκείνων ὁμιλίαν, τοιαῦτα ζητούντων τε καὶ λεγόντων, ἐρημίαν οἰόμενοι, τὴν δ' ἐρημίαν τὴν ἀπ' ἐκείνων οἷον ἀσφάλειαν, περιήρχοντο πλανῆτες, ἐστερημένοι μὲν τιμῆς ἐστερημένοι δὲ προσόδου πάσης, καὶ τὸ εἰκαῖον τῆς διατριβῆς 113 τῆς καθ' αὐτοῦ τάξεως ἀνθαιρούμενοι. ὡς δὲ καὶ αὖθις προσ εκαλοῦντο καὶ ἀνεκρίνοντο καὶ πάλιν αὖθις, καί γε μῶμον σφίσι καὶ τὸ τοῖς προτέροις προσκεῖσθαι δοκεῖν κἀκεῖ τὸν νοῦν ἔχειν ἐπῆγον ὡς ἔγκλημα μέγιστον, οἱ μὲν οὐδ' οὕτως ἤθελον ὑποκλί νεσθαι, ὑπόνοιαν ἀνυπόστατον προτιμῶντες προφανοῦς ὀρρω δίας, μὴ ἀκριβῶς εἰδότες ὅ τι καὶ ὑπογράψοιεν. ἦν γὰρ ἐν τῷ τόμῳ πρὸς τοῖς ἄλλοις καὶ ἡ τοῦ ῥητοῦ τοῦ θείου Δαμασκηνοῦ ἐξήγησις οὕτως ἔχουσα" εἰ δὲ καὶ παρὰ τῷ θεολογικωτάτῳ Δα μασκηνῷ τὸ διὰ λόγου εὕρηται προβολεύς, οὐ τὴν εἰς τὸ εἶναι καθαρῶς τοῦ πνεύματος πρόοδον ἡ λέξις δηλοῦν βούλεται, ἀλλὰ τὴν εἰς ἀΐδιον ἔκφανσιν." τοῦτο δ' ὅ τι σημαίνοι, οὐκ ἔχειν εἰδέναι ἔφασκον, καὶ τὴν διαφορὰν ἐζήτουν μαθεῖν τῆς τ' εἰς τὸ εἶναι προόδου καὶ ἀϊδίου ἐκφάνσεως, ἵνα τὴν μὲν τῶν λέξεων ἀποβάλλωνται τὴν δ' ἐνστερνίσωνται· εἶναι γὰρ αὐτοῖς δοκούσας τὰς λέξεις ταυτοδυνάμους, τήν τε εἰς τὸ εἶναι πρόοδον καὶ τὴν εἰς ἀΐδιον ἔκφανσιν. καὶ οἱ μὲν ταῦτα λέγοντες εἰς τέλος ἀνθί 114 σταντο· ἔνιοι δ' ἀσφάλειαν παρ' ἐκείνων ζητήσαντες ἔγγραφον, ἦ μὴν ἀσφαλῶς ἔχειν τῆς θεολογίας τὴν λέξιν, καὶ αὐτοὺς ἐκεί νους, εἰ μὴ παρ' ἀνθρώποις, ἀλλά γε παρὰ θεῷ κρίνοντι τὸν λόγον ὑπέχειν, οὐ πατριάρχην μόνον ἀλλὰ καὶ ἀρχιερεῖς τοὺς εἰς διδασκάλων τεταγμένους ἀξίαν, ταῦτα ζητήσαντες καὶ λαβόντες ὑπέγραφον.

Intertext edge

Open linked passage

Note