Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
392.1.1
χαλεπώτατον. ὅμως πέμπει μὲν αὐτίκα καὶ ἰατρούς, πέμπει δὲ καὶ τῶν οἰκείων τὰ κράτιστα. τὸ πλέον δὲ ἢ μᾶλλον, εἰπεῖν τἀληθές, τὸ ὅλον, ἐθάρρει τῷ ἐκ θεοῦ καὶ τῆς πανυμνήτου ἐλέει, οἷος αὐτὸς ἐπὶ τοῖς τοιούτοις ἐῴκει, ὥστε καὶ ἀραρότως ἐπ' αὐτῇ πεποιθέναι καὶ τὰ εὐχαριστήρια ταύτης ἐπαγγέλλειν ψάλλεσθαι, κἂν αὐτὴ ἐφιστῷτο ἡ ἀναστάσιμος. τότε γοῦν καὶ ἐπὶ πλέον ἐποτνιᾶτο, καὶ τῷ ἐκ τῆς φωταγωγοῦ ἐλαίῳ, πέμπων καὶ μοναχὸν ἐκ τῆς μονῆς, φιλοτίμως ἐδωρεῖτο τὸν κείμενον. ἦν δὲ ἄρα ὁ μοναχὸς ἀποβὰς τῆς νεὸς ἀνάνηψις τῷ κειμένῳ, καὶ περὶ αὐτοῦ μήπω φανέντος ὁ ἤδη νεκρὸς ἐπυνθάνετο ἐξ ὀνείρων αὐτίκα χρηστῶν, καθ' οὓς εὐσταλής τις γυνὴ ἧλον τοῦ πονοῦν τος μέρους ἀποσπᾶν ἐῴκει," ἴδετε" λέγων, εἰ μοναχὸς ἐπ' αἰ γιαλοῦ ἀποβὰς ἵσταται φέρων καὶ δῶρα τῆς θεομήτορος." οἱ δ' ἐπιστάντες εὐθέως τὸ ἀκουόμενον καθεώρων, καὶ ἡ ἐπιδημία τοῦ μοναχοῦ σὺν ἁγίῳ ἐλαίῳ ἐπανάκλησις ἦν τῷ νοσοῦντι, ἐν ὅτι πλείστῳ τῷ θειασμῷ γενομένη μετὰ θαύματος.