Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Ὁ βασιλεὺς δ' ἐν Θεσσαλονίκῃ καθήμενος, τότε πρώ τως ἰδὼν ἐκείνην, ἔπεμπε μὲν πρὸς τὴν ἰδίαν αὐτανεψίαν τὴν Ἄνναν, αὐτῆς γε προσλιπαρούσης καὶ κινούσης τὴν ἀπὸ τοῦ βα σιλέως εὐμένειαν, ἔπεμπε δὲ καὶ πρὸς τοὺς σεβαστοκράτορας (ἔτι γὰρ ἐν τοῖς ζῶσιν ἦσαν) προσαπαιτῶν Δημητριάδα, ἣν φθάσας ὁ πρωτοβεστιάριος καὶ κατέχων ἀνῳκοδόμει καὶ βασιλεῖ καθίστα ὑπήκοον. ἧς καὶ πρότερον βασιλεὺς καθυφίει διὰ τὸ τῆς Θεοφανοῦς πρὸς θάτερον τῶν ἀδελφῶν κῆδος. ἐκείνου δὲ κωλυθέντος θανάτῳ τῆς νύμφης κατὰ τὴν Θεσσαλονίκην, ἀπῄ τει τότε πέμπων τὸ ἑαυτοῦ δίκαιον· Δημητριάδα γὰρ καὶ πρὸ τοῦ ἑαυτοῦ εἶναι, καὶ τότε δικαίως προσαπαιτεῖν. ταῦτα τοῦ βασιλέως διαπρεσβευομένου ἐκεῖνοι πρὸς τριβὰς ἐχώρουν τὰ συν ήθη ποιοῦντες, ὑπὸ δέος μὲν ὄντες, ὅτι βασιλεὺς ἐγγὺς ἐφει στήκει, ὅμως δὲ τοῦ συνήθους ἀλωπεκισμοῦ οὐδὲ τότε πάμπαν ἐπελάθοντο. ταῦτα δ' ἄρα ἐξαγώνια ἦσαν τῷ βασιλεῖ, ὅτι μηδ' αὐτῶν ἐξεληλάκει χάριν πρὸς δύσιν. προύργου δ' ἦν τὸ 285 τοῦ Σέρβου, καὶ πέμπων ἀνελάμβανέ τε τὰς κοινὰς συνθεσίας, καὶ κατηνάγκαζεν ἐγχειρίζειν μὲν Ῥωμαίοις καὶ Κοτανίτζην καὶ τὴν τέως εἰς γαμετὴν οὖσαν, ἀντιλαμβάνειν δ' εἰς γυναῖκα νόμι μον τὸν τοῦ βασιλέως θυγάτριον. (4) ἀλλ' ἐκεῖνος δεδιὼς ἴσως μή πως παραλογισθείη τὰς ὁμολογίας, καὶ δῷ μὲν οὐκ ἀντιλάβῃ δέ, ἢ καὶ αὐτὸς ἐμπέσοι γε εἰς ἀρκύστατα, ὑπὸ πιστοῖς ὁμήροις ἐζήτει τὰς πράξεις γίνεσθαι· οὕτω γὰρ καὶ ῥᾳδίως ποιεῖν τὰ συγ κείμενα, εἰ αὐτὸς ἀξίως προσλήψαιτο τοὺς ὁμήρους, ὑφ' οἷς συν ισχημένοις ἑτοίμως καὶ αὐτὸς ἀπαντᾶν. ἑνὸς γὰρ τοῦ τὴν παῖ δα τοῦ βασιλέως γυναῖκα σχεῖν τὰ πάντα προΐετο· εἰ δ' ἀστοχοίη τούτου ἔκ τινος ἀπάτης, ὡς ὑφωρᾶτο, ἐπὶ κεφαλαίῳ ζημιοῦ σθαι δικαίως ᾤετο. ὅθεν καὶ ὡς εἶχε κατησφαλίζετο, καὶ λαμ βάνειν ὁμήρους διὰ τοὺς αὐτοῦ, ἀντιδιδόναι δ' ὁμήρους διὰ τὴν τοῦ βασιλέως παῖδα ἠξίου τε καὶ ἀντηξιοῦτο, βασιλέως ἐπὶ τού τοις νεύσαντος. πέμπονται τοίνυν ἑκατέρωθεν ὅμηροι, καὶ κατὰ μέσον τὸν ποταμὸν Βαρδάριον ἀνταλλάττονται, τοῦ Σέρβου δόν τος μὲν καὶ Κοτανίτζην καὶ τὴν τοῦ Τερτερῆ, ἀντιλαβόντος δὲ τὴν τοῦ βασιλέως παῖδα, μεθ' ὅτι πλείστης τῆς σπατάλης τε καὶ δορυφορίας πεμφθεῖσαν. καὶ δὴ καὶ παρὰ τοῦ Ἀχριδῶν Μακαρίου τελεσθεισῶν τῶν συνήθων ἱερολογιῶν τὰς τιμὰς προσηκούσας ἐδέχετο, ὅτι καὶ αὐτὸς ὁ κράλης μεῖζον ἢ κατὰ 286 σύζυγον τὴν τοῦ βασιλέως καθυπεδέχετο. οὐ γὰρ ὡς εἶχεν ἔφιπ πος ἠνείχετο ὑποδέχεσθαι, ἀλλ' ὑποπτώσεως σχήματι, αἰδοῖ τῷ πρὸς βασιλέα, ἀποβὰς τοῦ ἵππου προσερχομένην, ὡς δεσπό συνον δῆθεν καὶ οὐχ ὡς σύζυγον, φιλοφρονούμενος ὑπεδέχετο. (5) τότε καὶ βασιλεὺς κατὰ τὴν πόλιν Θεσσαλονίκην, ἐκεῖνον μεγαλοπρεπῶς ἐθεράπευεν καὶ δώροις καὶ τιμαῖς ἐφ' ἡμέραις ἤγαλλε, καὶ τοὺς αὐτοῦ μεγιστᾶνας βασιλικῶς ἐδωρεῖτο τοῖς μεί ζοσιν. εἶτ' αὖθις καὶ ἀποπέμπει πολυταλάντους ἐκχέας τὰς δόσεις, παρακεκινημένου τἀδελφοῦ Στεφάνου (ὑπενόει γὰρ κἀ κεῖνος ἤδη τὴν ἰδίαν παρακινδύνευσιν ὡς αὐτίκα τἀδελφοῦ μεῖζον ἢ πρότερον κατὰ τὸ εἰκὸς φρονήσαντος, καὶ διὰ τοῦτο ἔσπευδε προκαθιστᾶν ὡς εἶχε τὰ καθ' ἑαυτὸν) πέμπων συμμαχικὸν βα σιλεύς, ὡς οἷόν τ' ἦν, ὑπέθραυε τὰς ὁρμὰς τῷ Στεφάνῳ.
3.1.2
Ξυνηνέχθη δὲ καί τι ἐπὶ τῷ σφῶν ἐς μάλιστα ἀγαθῷ, ὃ καὶ αὐτίκα ὡς λέξων ἔρχομαι. οἱ μὲν οὖν μετ' αὐτῶν Πέρσαι μερῖται τῶν σκύλων ἐκείνοις γενόμενοι τῆς ἴσης ἠτέμβοντο καὶ παρὰ δύο ἓν λαμβάνειν ἐδικαιοῦντο, τὰς ἐπ' ἴσων ἐν πᾶσι μερί δας τὰ συγκείμενα ἔχοντες. Ἰταλοὶ δὲ ἱππεῖς σφᾶς αὐτοὺς παρὰ 573 πεζοὺς ἐκείνους τοὺς πλείστους συνέκρινον, καὶ ἄλλ' ἄττα δι καιολογούμενοι, δεινὰ ποιούντων ἐκείνων εἰ τῶν ἴσων στεροῖντο, ἠμέλουν ἐς ἄγαν. ὅθεν καί τισιν ἐκείνων ἀντιπερᾶν ἐδόκει, καὶ τῶν τινὶ Ῥωμαίων προστυχόντες ἐν ῥηταῖς ὁμολογίαις καὶ ὅρκοις συνεφώνουν αὐτοὶ μὲν διδόναι ἄξιον τὸ πορθμεῖον, ἐκεῖνος δὲ ἀκακουργήτως διαπερᾶν. ἀλλ' ἐκ τοῦ αἰφνηδὸν περαιουμένοις ὁ Ἀνδρέας Μουρίσκος ἐφίσταται, καὶ μέσον τοῦ πορθμοῦ προστυ χὼν τοὺς μὲν Ῥωμαίους περιποιεῖται, Πέρσας δὲ ὡς ἂν μὴ ὢν αὐτὸς ἐπώμοτος ἔργον μαχαίρας ποιεῖται. τοῦτο γνωσθὲν Πέρ σαις τῆς ἐπὶ τὰ οἰκεῖα ἤθη ἀφίξεως καὶ λίαν ἀνείργει, καὶ οὕτως ἐσαῦθις πρὸς Ἰταλοὺς κλίναντες σὺν αὐτοῖς τὰς Θρᾳκικὰς κατα τρέχουσι χώρας. ἀλλ' ὁ μὲν Μουρίσκος βασιλεῖ παραγεγονώς, ἅμα δὲ καὶ τῶν τριήρεων τῆς ἐπὶ τῷ πορθμῷ ἀσχολίας ἀπαλλα γεισῶν, ἐκεῖνος μὲν τὴν τοῦ ἀμηραλῆ ἀξίαν παρὰ τοῦ κρατοῦν τος λαμβάνει· Ἰταλοὶ δὲ καὶ Πέρσαι, ἐπεὶ οὐδεμία τῶν βασι λικῶν τριήρεων ἐκεῖσέ πῃ προσεκώχευε, τὰ πιστὰ ἐπὶ τῷ φρου ρίῳ τῷ τῆς Καλλίου σχόντες, ὀλίγους τινὰς κατὰ φυλακὴν ἀφέν τες ὅλαις ὁρμαῖς τὰ προστυγχάνοντα ἐξεληΐζοντο, ἄνδρας κτεί νοντες, τὰς δ' ἐν ἡλικίᾳ γυναῖκας καὶ παῖδας ἀνοικτὶ ἐξανδραπο 574 διζόμενοι καὶ χρήματα μυρία συλλέγοντες, ζώων αὐτῶν καὶ τῶν εὐώνων πραγμάτων παρορωμένων. λήϊα δὲ καὶ θημονίαι μυ ρίαι, τὰ μὲν παρηβηκυίαις ἔφριττον ταῖς ἀθέραις, αἱ δὲ ἀτη μελημέναι κείμεναι καθωρῶντο.

Intertext edge

Open linked passage

Note