Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Georgius Pachymeresii 447 · pg-scrape-grcMore by Georgius Pachymeres
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
447.1.1
τῶν ἰδίων σκευῶν, ὅσα χρυσοῦ καὶ ἀργύρου ἦσαν ἐξειργασμένα, συνοτρυνούσης εἰς τοῦτο καὶ τῆς Αὐγούστης Μαρίας (τὰ γὰρ πλεῖστα ἐκ τῶν αὐτῆς ἦσαν προικώων, ὧν οἴκοθεν ἐπεφέρετο) πέμπει πρὸς πόλιν, εἰς νόμισμα ταῦτα κοπῆναι προστάσσων. ὃ δὴ γεγονὸς τὴν ταχίστην, καὶ στρατὸν εἰς χιλιοστύας ἐξετοι μασάμενος, ἐπὶ τῆς Ἀνδριανοῦ σὺν πολλῷ τῷ θάρρει σφίσι συν εξορμᾷ. καὶ τὴν Αὐγούσταν ἐκεῖ καταλιπών, πρότερον τὴν θεοτόκον ποτνιασάμενος, κατὰ τὸν ἔξω ζυγόν, ὃν καὶ Ῥωμανίαν λέγουσιν, εἰκοστῇ τρίτῃ Ποσειδεῶνος ἀρεϊκῶς εἰσβάλλει, καὶ τὰ ἀπὸ Ῥεαχούβεως καὶ ἐς Στίλβνον μέχρι καὶ Κόψεως, τὴν πα λαιὰν παροιμίαν ἀνανεούμενος, λείαν Μυσῶν ἀπεργάζεται, καὶ τὸν Ἐλτιμηρῆν ἀποκλείει. αὖθις δὲ τὰ ὅμοια δράσας καὶ ἐφ' ἡμέραις τὴν τῶν ἐναντίων καταδραμὼν πρὸς Ὀρεστιάδα ἐπανα ζεύγνυσι. ταῦτ' ἀκουσθέντα ἐκ τῶν πρὸς τὴν Αὐγούσταν Μα ρίαν τοῦ ἀδελφοῦ τοῦ βασιλέως Θεοδώρου γραμμάτων, ἡ ὁμω νυμία τῆς Ῥεαχούβεως θόρυβον ἐμποιεῖ βασιλεῖ. τὸν γὰρ Στίλ βνον εἰδὼς ἐκ φημῶν καὶ τὴν Κόψιν, ἐπεὶ καὶ περὶ τῆς Ῥεαχού βεως ἐρωτῶν ἐγγὺς τῶν ὁρίων Τερνόβου ταύτην ἤκουε κεῖσθαι ἐκ μεσημβρίας, ἡμερησίαν ὁδὸν διέχουσαν, χλεύην ὅλως ὑπελάμ βανε τὰ γραφόμενα, καὶ οὔτε συμβαλεῖν εἶχεν εἰς ἓν τὰ πόρρω 448 διεστῶτα, καὶ τόλμαν ὄντως εἰκαίαν, εἰ τοῦτ' ἐπράχθη, καὶ κίνδυνον ἀναγκαῖον τοῖς εἰσελθοῦσιν ὡς τὸ εἰκὸς ὑπελάμβανεν. ἦν δὲ ἄρα, ὃ καὶ ἐκ τοῦ παρασχεδὸν ἠκούετο, ἑτέρα τις ὁμωνυ μουμένη Ῥεάχουβις, ἣν καὶ ὑποκοριζόμενοι ἄνθρωποι Ῥεαχοβίτζαν ἐκάλουν. καὶ οὕτω θόρυβος μὲν ἐπέπαυτο, τὸ δ' ἀσφα λὲς τῶν γραμμάτων κατελαμβάνετο. οὔπω δὲ καὶ Ποσειδεὼν ἐπληροῦτο, καὶ ἐντελεῖς φῆμαι, μήνυτρα καθαρὰ ἐκ τῶν ὑστέ ρων ἐπαναζεύξαντος, λίαν διεβεβαίουν ὡς οἱ Βούλγαροι ἔκαμον.

Intertext edge

Open linked passage

Note