Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Georgius Pachymeresii 453 · pg-scrape-grcMore by Georgius Pachymeres
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
453.1.1
ῥηθὲν δὲ πάντως καὶ τὴν τοῦ θεοῦ πρόνοιαν ἀκριβώσει, καὶ δεῖγμα τῆς πρὸς ἡμᾶς κηδεμονίας τοῦ κρείττονος παραστῇ. νεανίας τις ἀνὰ τὴν Κωνσταντίνου κωφός τε καὶ ἐνεὸς ἐπὶ χρό νοις ἦν οὐκ ὀλίγοις, καὶ τὸ πάθος καὶ αὐτὸν τῶν πρὸς τὸ ζῆν ἀποροῦντα θητείαις ἐδίδου, δι' ὧν ἐπολυωρεῖτο τοῖς ἀναγκαίοις, κἂν μὴ μόνιμος ἦν τὴν ἐφ' ἑνὶ δεσπότῃ θητείαν, ἀλλὰ τοὺς δε σπότας ἀλλάττων. θητεύει γοῦν πρὸς τοῖς λοιποῖς καί τινι Πη γωνίτῃ τοὔνομα, τοῦ περιφανοῦς που νεὼ τῶν θεοκηρύκων ἔγ γιστα καταμένοντι. τούτῳ κατ' ὄναρ ἡ μάρτυς ἐφίσταται καὶ παρθένος, καὶ τὴν πρὸς τὸν νεὼν πάντως ἐκείνης σὺν κηρῷ τε καὶ θυμιάματι παραγγέλλει ἄφιξιν. ὁ δ' ἐγείρεται, καὶ σχή ματι μόνῳ προσῃτηκὼς τὰ ἀγγελθέντα, καὶ λαβὼν ξυνιέντων τῶν ἀκουόντων, προστρέχει τῷ ναῷ καὶ ἐφ' ἱκανῷ ποτνιᾶται, καὶ τῷ τῆς φωταγωγοῦ ἐλαίῳ χρισθείς, πεσὼν ὑπὸ πόδας κατὰ τὸ σύνηθες ἱκέτης τῇ μάρτυρι γίνεται. ἐπαναζευγνὺς δ' ἐκεῖθεν ἔδοξε τὸ οὖς ἐνοχλεῖσθαι. πολλάκις δὲ κνωμένου τῷ λιχανῷ ἐκ πίπτει ἐκεῖθεν αὐτίκα, ὡς ἐδόκει, ζωΰφιον ἔμπνουν τε καὶ ὑπό πτερον, ὃ δὴ καὶ ἀφωμένου ἐν θαύματι καὶ πρὸς ἄμυναν ἰόντος ἀφανὲς παραχρῆμα γίνεται. ἔδοξε δ' ὅμως ῥαΐσαι τὸ ἐμφωλεῦον ἄλλως, καὶ ἐν χρησταῖς ταῖς ἐλπίσιν ἦν. ἀλλ' ἐφίσταται τῇ οἰκίᾳ ὁμοίως ἔχων καὶ αὖθις τοῦ πάθους. οἱ μὲν ὡς τὸ πάλαι 454 τὸ πῦρ διένευον ὑπανάπτειν, φέροντες ἄλευρα, ὁ δ' ἐμπεσὼν ἐφύσα λιγέως. ἀλλ' οὔτε φλὸξ ὦρτο οὔτε πῦρ θεσπιδαὲς ἴαχε κατὰ ποίησιν, μόνος δ' ὑπετύφετο καπνός, καὶ εἰκαίως οὗτος ἐπόνει καὶ ἐδυσχέραινε. μετὰ πολλὴν δὲ πεῖραν τοῦ πυρὸς μηδὲν ὑπακούοντος, μετεβλήθη τὸ ἆσθμα εἰς λόγους καὶ φωνὴν ἐκρήσ σει· ἀρᾶται γὰρ τῇ ἑστίᾳ, ἀρᾶται μή ποτε ὑπανάψαι μηδὲ φλό γα τὸ σύνολον ποιῆσαι, μέγα βοῶν ἐκ βαρύτητος. ὃ δή, ὡς εἰκός, τοὺς ἐπὶ τῆς οἰκίας οὐκ ἔλαθεν. ὅμως δ' ἀκούσαντες ἐξεπλήττοντο, σφίσιν ἑαυτοῖς διαπιστοῦντες, καὶ δυοῖν ἡγούμε νοι θάτερον, ἢ τὸ πῦρ τὴν φωνὴν ἀνεῖναι ἢ μὴν τὸν τέως κω φὸν καὶ ὃν οὐκ ᾔδεσαν φωνήν ποτε προϊέμενον. ὡς δὲ πόρρωθεν φωνοῦντες ἀνέκρινον τίνος ἡ φωνὴ αὕτη καὶ τὰ λαλούμενα, ὁ κωφὸς ἀκούει, καὶ περὶ ἑαυτοῦ μαρτυρεῖ, ὡς αὐτὸς ἀκούσας ἀνακρινόντων, αὐτὸς ἦν καὶ ὁ τῷ πυρὶ ἰδίῳ ἐπαρασάμενος στό ματι. καὶ εὐθὺς ἐπιστάντες τὸ φρικτὸν ἐκεῖνο τέρας κατανοοῦ σιν, τὸν λόγον τε διεκδιδοῦσι, καὶ πᾶσιν ἀνάπυστον τὸ πραχθὲν γίνεται. εἶτα καὶ πρὸς βασιλέα φθάνει τὸ θαῦμα, καὶ φέρουσι παρ' αὐτὸν ὁρισθέν, παρόντος καὶ πατριάρχου, τόν ποτε κω φὸν καὶ ἐνεόν, ὃς δὴ καὶ ἐρωτώμενος ἀρχῆς ἀπ' ἄκρης τὸ πᾶν 455 ἐξαγγέλλει, αὐτὸς οἰκείῳ στόματι διηγούμενος. ταῦτα ἄρα καὶ μηδὲν κρίναντος δίκαιον τοῦ κρατοῦντος σιγῇ παρελθεῖν τὸ δρᾶ μα, πάννυχος ἐξ αὐτῆς παννυχὶς τῇ μάρτυρι διαγγέλλεται, μηδὲ αὐτοῦ βασιλέως ἐκεῖθεν λείποντος. μᾶλλον μὲν οὖν καὶ ἐπὶ πλέον οὗτος τὸ σέβας τῇ θαυματουργῷ θέλων φιλοτιμεῖσθαι, τοῖς μὲν ἄλλοις ἐφῆκε βαδίζειν ὡς βούλοιντο, αὐτὸς δὲ συνάμα συγκλήτῳ πάσῃ καὶ πατριάρχῃ ἀκρόνυχος πεζῇ βαδίζων πρὸς τὸν ναὸν τῇ μάρτυρι παραγίνεται. {Ζ.} Ἐπάνειμι δ' αὖθις ἐκεῖνα δώσων τῷ λόγῳ πρὸς ἃ δὴ καὶ αὐτὸς ἐπιεικῶς ἀπορεῖ ἡττώμενος τῷ μεγέθει τῶν γιγνομένων, ὥστ' εἰ ρημένον τοῦτο πολλοῖς περὶ ὧν ἕκαστος λέγειν προυτίθετο, ἐπ' ἐκείνοις μὲν τέχνης εἶναι τὸ ἐπιτήδευμα, καὶ εἰρωνεία τοῦ γρά φοντος ἀντικρούει, ἐπὶ τούτοις δὲ καὶ μόνοις ἐπὶ τοσοῦτον πι στεύεσθαι τὴν παραίτησιν, παρ' ὅσον καὶ πᾶς εἰδὼς μαρτυρήσει 456 τοῖς γραφομένοις, ὡς μηδὲ σιγῇ τὰ πλεῖστα παρενεγκών, καὶ τὸ τοῦ δαιμονίου μήνιμα πᾶς τις ἀναφανδὸν αἰτιᾶται τῶν συμφο ρῶν καὶ τὸ τῶν πραγμάτων ἀμήχανον. οὔπω γάρ τις ἔφθη ἑτέρῳ διεξιών, καὶ ὁ ἀκούων πικρὰ τῶν πραγμάτων καταστενάζων τὸ τῆς θείας ὀργῆς ἄφυκτον θαρρούντως ἀνωμολόγησε καὶ αὐτὴν πᾶσαν ἀπέγνω πρὸς τὴν τῶν τελουμένων ἀντιπαλάμησιν, καὶ ἰλιγγιῶν πρὸς τοὺς λόγους ἔδειξεν ἀκοὴν χωρεῖν ὅλως ὡς οὐκ ἔχου σαν τὰ πολλῷ πλέον μὴ δυνάμενα λέγεσθαι. πλὴν δ' ἀλλὰ καὶ περὶ τούτων ὅπως ἔσχε διαληπτέον, τὸ τῆς ἱστορίας λεῖπον ὑφαίνοντες. 1. Καζάνης μὲν οὖν ὁ τῶν ἀνατολικῶν Κάνις Τοχάρων, ἐφ' ἓξ ἄρξας ἔτη καὶ πλεῖστα μνήμης κατεργασάμενος ἄξια, πεντεκαιτριακοστὸν χρόνον τὸν τῆς ζωῆς τελέσας ἁρπάζεται. συνέφθιτο δὲ καὶ ἡ ὑπ' αὐτῷ τῶν ὅλων ἐλπίς, καὶ τὰ δεινὰ ηὔξανε πανταχοῦ, καὶ μᾶλλον ἐπὶ Φιλαδελφείας, ἐπιτιθεμένων τῶν Καρμανῶν. ἐκεῖνος γάρ, ἵνα μικρόν τι τῷ λόγῳ προσδια 457 τρίψω, ἐπὶ τὴν ἀρχὴν παρελθὼν πρὸς Κῦρον ἐκεῖνον καὶ Δα ρεῖον ἑώρα, καὶ τοῖς πραχθεῖσιν ἐκείνοις πάλαι λεγομένοις εἰς ἡδίω τρυφὴν ἐχρᾶτο ἢ τοῖς τῆς ἀρχῆς σεμνώμασιν ἐξηγάλλετο. μᾶλλον μὲν οὖν καὶ τὸν τοῦ Δαρείου νικητὴν Ἀλέξανδρον ἐπὶ λογισμῶν ἔστρεφε, καὶ ὑπὲρ πᾶν ἄλλο τὰς ἐκείνου πράξεις ὑπερ ηγάπα. δι' ὧν καὶ αὐτὸς τῶν ἴσων τυχεῖν ἐφίετο, καὶ κλέος ἐπόθει λαβεῖν τοῖς ὁπουδήποτ' ἐπ' ἴσης ἀνδραγαθήμασιν. ὅθεν καὶ πολλοῖς μὲν ὠγκοῦτο τοῖς παρασπίζουσιν, Ἴβηρσι δὲ καὶ μᾶλλον ἐπὶ πολέμοις ἐχρᾶτο, πλεῖστον μὲν τὸ γενναῖον καὶ ἐκ τοῦ γένους ἔχουσι, πολλῷ δὲ πλέον καὶ ἐκ τοῦ τῶν Χριστιανῶν καθαροῦ καὶ ἀμωμήτου σεβάσματος. παρ' ἣν αἰτίαν καὶ σταυ ρὸν μαθὼν τὸ τῶν Χριστιανῶν τρόπαιον ὄν, οὐράγει σφίσι πα ρασπίζουσι κατὰ πόλεμον, καὶ πόλλ' ἄττα δεινὰ τὸν τῶν Ἀρά βων σουλτὰν εἰργάζετο, ὥστε καὶ αὐτοῖς τοῖς ἱεροῖς προσβαλεῖν Σολύμοις καὶ ἐγγὺς τοῦ παραστήσασθαι γεγονέναι, καὶ μᾶλλον διὰ τὸ ζωηφόρον μνῆμα τοῖς Ἴβηρσι χαριζόμενος. ὁμοίως κα κῶς καὶ τὴν Αἴγυπτον ἔδρα, εἰ μή γ' ἐκείνῳ τὸ ἐν τῷ..... τό 458 πων ἀμμῶδες καὶ ἄνυδρον εἰς πολλὰ προσίστατο. καὶ ἐῶ τὰς αὐτουργίας αὐτοῦ ἐν ὅσαις ἀσμένως ἄρχων ὢν καὶ τῶν ὑπερτά των ἐβαναυσίζετο, οὐ κατὰ χρείαν μᾶλλον ἀλλὰ κατά τινα τῶν ὑφ' αὑτὸν παίδευσιν. ἐφεστρίδας μύωπας καὶ ῥυτῆρας ἵππων καὶ πέδιλα καὶ μαχαίρας καὶ ἡμιτύμβια καὶ πᾶν ἄλλο βαναύσου τέχνης ἐξεργαζόμενος, καὶ τὰς ἀνακωχὰς τῶν πολέμων ἀσχολίας τῶν τοιούτων ποιούμενος. ἀλλ' οἷα ἐφρόνει βάρβαρος ὤν, τὸ παράδοξον. ἡγεῖτο γὰρ εἶναι μίμημα θεοῦ τὸν καλῶς ἄρχοντα καὶ ὁσίως· καὶ ὥσπερ οὐκ ἔστιν ἐκείνῳ περὶ Ῥωμαίου καὶ Σκύ θου, Σαυρομάτου καὶ Ἕλληνος, ἔτι δὲ δικαίου καὶ μή, ἀκρι βολογεῖσθαι περὶ τὰς δόσεις, κοινῶς εὐεργετοῦντι καὶ ὑετοὺς καὶ ὥρας καὶ ἥλιον, οὕτως ᾤετο δεῖν διακεῖσθαι καὶ τὸν δικαίως ἄρ χοντα σὺν ὅλοις τοῖς ὑπ' αὐτὸν τὰς δωρεὰς διοικούμενον. ἔκοψε δ' ἐξ ἀπέφθου χρυσοῦ καὶ Καζάνειον νόμισμα, καὶ πᾶσαν εὐ νομίαν ἐνομοθέτησεν. ἔμελε δ' αὐτῷ καὶ δικαιοσύνης ἐπὶ πᾶ σιν, ὥστε μὴ ταύτης ἄλλο τι λογίζεσθαι προτιμότερον. οὗτος 459 αὐτανέψιον ἔχων Τουκταΐν, ᾧ δὴ προσῆκεν ἐκ γένους καὶ ἡ ἀρ χή, ἐπεὶ πρὸς θανάτῳ ἦν καὶ οὐ τοῖς ἰδίοις τρόποις τοὺς ἐκείνου συμβαίνοντας ὑπετόπαζε, παριδὼν αὐτὸν ἔφεδρον εἰς ἀρχὴν ἐκ τοῦ ἀναγκαίου ὄντα, πέμψας μετακαλεῖται τὸν αὐτοῦ ἀδελφὸν περί που τὰ τῆς Ἰνδίας μέρη σὺν ἰδίῳ στρατεύματι διατρίβοντα, ᾧ δὴ Χαρμπαντᾶς τοὔνομα· ὀρεοκόμον εἴπῃ τις ἂν ἐκεῖνον, οὕτω συμβὰν ἐπὶ τῇ γεννήσει, φανέντος εὐθὺς τοιούτου, ὡς εἴθιστο σφίσι γεννωμένοις ποιεῖν κατά τι νόμιμον. καὶ τοῦτον εἰς ἀρχὴν καταστήσας ἐπὶ τρισὶν ἔτεσι τὰ αὐτοῦ συνθήματά τε καὶ νόμιμα ἀπαρεγχείρητα μένειν ἐντολὰς ἐδίδου τὸ ἐπίταδε, εἶτα ἄρα καὶ δόξειε γίνεσθαι παρηγγύα. τοῦτ' ἀνάπυστον γεγονός, ἐπεὶ καὶ κατὰ τὰς ἄκρας αἱ γραφαὶ διεδόθησαν καὶ ὁ κατὰ τὸν Εὔξεινον ἄρχων Χουτλουχάϊμ ἤκουε τὸ συμπεσόν, διαδέχεται τὴν φήμην ὁ Σολυμάμπαξ Πέρσης, ὃς καὶ γαμβρὸς ἦν ἐπὶ θυγατρὶ τοῦ Κουτζίμπαξι. καὶ οὕτω διαμηνυθέντος τοῦ συμβάντος τῷ βασιλεῖ, ὁ τοῦ Καζάνου θάνατος τοῖς ἐκείνου πρέσβεσι κατὰ πό 460 λεις δῆλος γίνεται, καὶ τὸ πένθος σφίσιν αἴρεται μέγα. ὅμως δὲ καὶ παρακαλοῦνται βασιλέως πέμψαντος. πλὴν ἀλλ' Ἀμού ριος καὶ οὕτως καθυπεστέλλετο, οὐκ οἶδα εἴτε τὸν ἀπὸ τοῦ Χαρμπαντᾶ φόβον (τὰς γὰρ τοῦ ἀδελφοῦ συνθεσίας ἐκεῖνος τη ρεῖν ἤθελεν) ἔτι ὡς εἰκὸς ὑφορώμενος, εἴτε τὴν ἀπὸ βασιλέως εὐμένειαν προσποιούμενος, καὶ πέμψας ᾔτει βασιλέα τὸ τῶν πο ταμῶν μεσόγαιον ἀνὰ Σάγγαριν, Μεσονήσιον ἐτύμως ὠνομασμέ νον, ἐφ' ᾧπερ τοῖς ἰδίοις οἰκηθησόμενον τοῖς ἐντὸς οἰκοῦσιν εἰς φυλακὴν κέοιτο. ἀλλὰ τῶν τοιούτων τέως ἀνηρτημένων, τινὲς τῶν ἐκείνου κατ' οὐλαμοὺς διεκθέοντες κακὸν ἀπάντημα Ῥω μαίοις εἰς τρυγητὸν ἐξιοῦσι τῶν ἀτημελημένων κτημάτων ἐγί νοντο. ἦσαν γὰρ ἐντεῦθεν τὰ πρόστιμα τῶν ἑαλωκότων φωρῶν ἄντικρυς πρόστιμα, εἰ γῆν ἣν διὰ σπάθης ἐκτήσαντο ἐκεῖνοι πα τοῖεν καὶ τὰ σφίσιν ἐκ πολέμου περιγεγονότα καρπίζοιντο. διά τοι ταῦτα καὶ μαχητὰς μισθούμενοι ἄνθρωποι ἀποτολμῶντες τὰ θαλάσσης ἐγγὺς ἐπιχειροῦντες δρέπεσθαι, οὗ μὲν ηὐστόχουν καὶ ἀπεκέρδαινον, τὰ πλεῖστα δ' ἐσφάλλοντο καὶ ἐσφάττοντο. Καὶ ταῦτα μὲν ἐκτὸς τῆς Κωνσταντίνου ἐπράττοντο, ἐντὸς 461 δὲ τοῦτο μὲν ἡ πρὸς τὸν πατριαρχοῦντα τῶν πολλῶν ὑπονόησις, τοῦτο δὲ καὶ ἡ τῶν δυναμένων ἀπληστία, καπηλευόντων καὶ σῖ τον καὶ ὤνια· καὶ γὰρ τὰ πλεῖστα καὶ κεχυδαίωντο αἰσχροκερ δείας ἡττώμενοι, καὶ πάντα χρημάτων καταπροϊέμενοι πάντα μαλακῶς διετίθουν, καὶ τὰ τῆς πολιτείας δεινῶς ἐκυμαίνοντο. ἀλλ' ἡ μὲν καπηλεία καὶ λίαν ὠδύνα, ὡς φαίνεσθαι, τὸν πα τριάρχην δημοχαριστοῦντα τὰ πλεῖστα καὶ κατὰ τῶν δυναμένων ὑπὲρ αὐτῶν, ὡς ἐδόκει, τοῦτον ἱστάμενον, ὥστε γράμμασι πρὸς τὸν κρατοῦντα παρρησιάζεσθαι, καὶ ὅρκοις ἰσχυρίζεσθαι ἦ μήν, ἢν μή γ' ἡ καπηλεία τοῦ σίτου ἐῷτο, ἀραῖς περιβαλεῖν ἐκ κοινοῦ συνεδρίου τοὺς καπηλεύοντας, καὶ τοῦ λοιποῦ ἐκ μέ σου γίνεσθαι. καὶ ταῦτ' ἐπώμνυ, καὶ οὐδὲν ἤνυστο παράπαν, ὡς μέρος καὶ ταῦτα τῶν κατ' αὐτοῦ γίνεσθαι, ὅτι ἐπὶ ματαίῳ τὸν ἐξ οὐρανοῦ καταβάντα ἐπώμνυ τὸ καὶ τὸ ποιεῖν, εἰ μὴ ταῦτα γένοιτο, βούλεσθαι. (2) τοὺς δέ γε σχιζομένους ἐνάτῃ μετ' 462 εἰκάδα Γαμηλιῶνος ὁ κρατῶν συνῆγεν. ἐξῆγε δὲ καὶ τῆς φυλα κῆς τὸν Ταρχανειώτην Ἰωάννην, ὃν ἐν ἀνέσει τὸ πρότερον ἔχων, ἐπεὶ καὶ αὐτὸς τῷ πατριαρχοῦντι προσέκρουε, συνεκλείετο. τότε δ' ἐκβαλὼν μέρος τοῦ συλλόγου καὶ αὐτὸν εἶχε. καὶ εἰς πάντας προκαθίσας ἐδημηγόρει, καθημένων καὶ τῶν τυφλῶν μοναχῶν, πρὸς οὓς καὶ μᾶλλον ὡς ἀξιωτέρους τῶν ἄλλων δοκοῦντας, ἔχων παρὰ θάτερα μὲν πατριάρχην παρ' ἑκάτερα δὲ ἀρχιερεῖς τε καὶ κληρικούς, συμπαρούσης καὶ πάσης συγκλήτου καὶ μοναχῶν, μάλα γενναῖον καὶ πεφροντισμένον λόγον διεξιών." ἐγὼ λογίζο μαι καὶ ὑμᾶς εἰδέναι καὶ πάντας ἀνθρώπους ὡς οὐδὲν ἐμοὶ τῶν πάντων ἥδιον τοῦ τὴν ἐκκλησίαν τοῦ θεοῦ, πάσης περιαιρεθεί σης σκανδάλου προφάσεως, εἰρηνεύειν, ἐφ' ᾧ καὶ σπουδή μοι πᾶσα παρέστη ἤδη αὐτοκρατήσαντι, πάσης ἀσχολίας ἄλλης κα θυπερτέρα, ὑπεριδόντι μὲν καὶ τρυφὴν βασίλειον ὑπεριδόντι δὲ καὶ θεσμὰ φύσεως, ὥστε καὶ τῶν φιλτάτων προτιμηθῆναι τὴν ὑμετέραν ξυμπάντων εἰς ἓν συνδρομὴν καὶ ὁμόνοιαν. καὶ ὅσον ἦν εἰκός, ὡς ἔδοξε, καταπέπρακται, καὶ τῶν εἰς σκάνδαλον εὔ λογον ἱκανῶν οὐδὲν περιλέλειπται, οἶμαι. τὸ δὲ καθ' ὑμᾶς θαυμάζειν με πολλάκις ἐπῄει, τίσι λογισμοῖς ὀχυρούμενοι τῆς ἐκκλησίας διίστασθε καὶ πρὸς φέγγος οἷον ἀληθινὸν σκαρδαμύτ

Intertext edge

Open linked passage

Note