Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
463.1.1
τειν αἱρεῖσθε. εἰ δ' οὖν ἀλλὰ καιρὸς τὸ τοῦ θείου Δαυῒδ ἐξει πεῖν πρὸς τὸν θεὸν ποτνιώμενον" 3κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι· ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται· ἄστραψον ἀστραπήν, καὶ φωτιεῖς αὐτούς," 3 ὡς ἂν μικρὸν παραμείψαιμι τὸ ψαλτῴδημα. θεοῦ γὰρ μόνου τὸ τὰς ὑμετέρας συνειδήσεις φω τίσαι, ἀνθρώπων θεῷ μὲν βιοῦν προελομένων, θεοῦ δὲ πόρρω κινδυνευόντων καθίστασθαι, οὐκ ἄλλης αἰτίας χάριν ἢ τοῦ τῆς ἐκκλησίας ὀρθοδοξούσης καὶ καλῶς ὡς εἰκὸς ἐχούσης ἀπρὶξ ἀπο σχίζεσθαι. εἰ δὲ ταύτης σχίζεσθε καθολικῆς γε οὔσης, εἴπατε πάντως ᾗ τινὶ δὴ καὶ ἑνοῦσθε. μὴ ἔχοντας δὲ λέγειν τὴν κεφα λήν, ὑμᾶς ἁρμολογεῖσθαι κατὰ θεὸν πῶς εἰπεῖν εὔλογον; μηδ' ἀρίζηλον τὸν σκοπὸν δεικνύντας πῶς οὐ δίκαιον πλάνης ἀποί σεσθαι ἔγκλημα; εἴθε δὲ τοῦτ' ἦν καὶ μόνον, καὶ ἴσως τὰ καθ' ὑμᾶς εἰς δίκαιον ἔλεον περιίστατο. νῦν δὲ ἀλλὰ δεδοικέναι ἀνάγκη μή πως (ἀλλ' οὐκ ἐμὸς ὁ λόγος, οὐδ' ἡ κρίσις κατ' ἄνθρωπον, πολλῷ δὲ μᾶλλον τοῦ πνεύματος, ἐπεὶ καὶ ὅσα ἅγιοι φθέγγονται, πνεύματι θεοῦ κινούμενοι φθέγγονται) μή πως γοῦν θεοῦ λατρευ ταὶ καὶ τῶν ἀσφαλεστάτων δοκοῦντες τῷ τε τῆς ἐκκλησίας σχί ζεσθαι καὶ τῶν ποιμένων κατολιγωρεῖν λαθόντες τῷ ἀντικειμένῳ 464 λατρεύητε πνεύματι, καὶ κατὰ τοῦτο μισοῖσθ' ἂν δικαίως. ἦ γάρ; οὐ λέγει ταυτὶ ἀριδήλως ὁ πρὸς τῇ μαθητείᾳ τοῦ τῷ Χρι στῷ ἠγαπημένου καὶ μαρτυρίῳ τετιμημένος, ὁ θεοφόρος οἶμαι καὶ τὰ θεῖα σοφὸς Ἰγνάτιος; ἢ βούλεσθε, καὶ ἀναγινωσκομένου τοῦ λόγου ἀκούοιτε. ἵνα τί γοῦν ἄνθρωποι θεῷ μὲν καθιερω μένοι ἀρετῇ δὲ προσέχοντες, καὶ προσέτι οἱονεί τινα σύμβολά τι νες τῶν τοῦ Χριστοῦ παθημάτων ἐν τῇ σαρκὶ περιφέροντες, τοσοῦτον κίνδυνον ἀναρρίπτετε; δυοῖν γὰρ ἀνάγκη μόνον θάτε ρον αὔταρκες τοιούτου κινδύνου ὑμᾶς ἐξαιρεῖσθαι, ἢ τὸ δεῖξαι ᾗ δή τινι ἐκκλησίᾳ προσεσχηκότες ἐπ' αἰτίαις εὐλόγοις καὶ κανονι κῶς ἡμῶν σχίζεσθε, ἢ τὸ πᾶσαν εἰακότας σμικρολογίαν τῇ ἡμε τέρᾳ ταύτῃ δὴ καὶ καθολικῇ ἑνοῦσθαι βούλεσθε. εἰ δὲ τὸ δεύ τερον οὐχ αἱρεῖσθε, τὸ πρότερον δείξατε. καὶ εἰ μὴ ἐκκλησίαν ἔχετε δεῖξαι, ἀλλ' ἢ ἀρχιερέα τέως εἴπατε, παρ' οὗ δὴ καὶ συνοχὴν ἑαυτοῖς, ὡς μὴ διαρρυῆτε μὴ δεσμὸν ἔχοντες, ἐπικατα σκευάζειν διισχυρίζεσθε. γέγονέ ποτε τοῦτο, καὶ ἤδη θαρροῦν 465 τες δείξατε. εἰ δὲ τὸν μέγαν προβάλλεσθε Μάξιμον, ὡς πολ λάκις λεγόντων πυνθάνομαι, ὅτι κἀκεῖνος αἱρέσει τῶν ἐκκλησιῶν προκατειλημμένων κατ' αὐτὸν ὑπὲρ τῆς ἀληθείας κινδυνεύων ἀπισχυρίζετο, ἀλλὰ πρῶτον μὲν οὐ πάντες οὐδὲ τότε προκατε λήφθησαν, ἀλλὰ πρῶτος καὶ πρὸ πάντων ὁ τῆς Αἰλίας θεῖος ποιμὴν ὁ Σωφρόνιος καὶ λίαν ἐκείνῳ συνηγωνίζετο· εἰ δ' οὖν, ἀλλὰ καὶ τοῖς ἐν Ῥώμῃ τέως ἐπήνθει τὸ εὐσεβές, καὶ οὔπω τῇ ἐκκλησίᾳ παρεισεφθάρη Ὁνώριος· πρὸς οὓς μὲν εἶχε δικαίως ἀνα φέρειν τὴν γνώμην ὁ τῆς ἀληθείας ὁμολογητής, καὶ μὴ ὡς δῆ θεν σχισματικὸς δοκῶν καθολικῆς ἐκκλησίας εὐθύνεσθαι. εἶτα ἀλλ' οὐδὲ διαφορὰ ὡς ἐκεῖ δογμάτων ἐνταῦθα, οὐδέ τί τις ἔχει αἰτιᾶσθαι δικαίως τοῦ σχίσματος ἱκανόν, ὅτι θάτερον ἴσως μέ ρος φρονεῖ παρὰ θάτερον. καὶ γὰρ καὶ τὸ δοκοῦν ἐκεῖνο, τὸ χθιζά τε καὶ πρωϊζὰ πραχθέν, οὔπω καλῶς ῥιζωθὲν ἀνέσπασται, ταῖς ἡμετέραις εἴπω, σὺν θεῷ εἰρήσεται, προθυμίαις. καὶ ὁ πράξας ἐκεῖνα, κἂν πατὴρ ἦν κἂν εὐεργέτης κἂν τῶν φιλτάτων, κἂν ὅ τί τις εἴποι εἴτε συγγενείας εἴτ' εὐεργεσίας ὄνομα, οὐδε 466 μιᾶς, ὅσον τὸ ἐφ' ἡμῖν εἶχεν, ὁσίας μνήμης, καὶ ἧς καὶ ὁ τυ χὼν Χριστιανὸς ἔτυχε, παραπήλαυσεν, ἀνήρ τε καὶ ἄναξ φοβε ρὸς μὲν ἐχθροῖς, πολλὰ δ' ὑπὲρ ὑπηκόων πονήσας τε καὶ πα θών, καὶ διαφερόντως ἐμοὶ τέως ἄξιος ἐς ἅπαν εὐνοίας, ὅσον καὶ ἑαυτοῦ πολλάκις καὶ ἐς πολλοὺς λέγων προυτίμα καὶ τὴν κατὰ σύγκρισιν ἧτταν ὁμολογῶν οὐκ ᾐσχύνετο. ἀλλ' ὅμως τοῦτ' ἔδοξε καὶ τοῦτο γεγόνει· δεινὴ γὰρ ἡ ἐντολὴ καὶ ἡ τοῦ μὴ ἄξιον εἶναί τε καὶ λογίζεσθαι Χριστοῦ ἀπειλὴ τὸν γονεῖς ὑπὲρ αὐτὸν ἀγαπή σαντα. ἀλλ' ἡ μήτηρ, καὶ τί γε εἴποι τις ἄλλο ἢ μήτηρ; καὶ μήτηρ τοιαύτη καὶ οὕτως πρὸς ἡμᾶς ἔχουσα, ἀλλ' οὐδ' αὐτή γε πρὶν τῆς μεθ' ἡμῶν βασιλικῆς μνήμης ἐπ' ἐκκλησίας ἔτυχε, πρὶν γράμμασι καὶ ἀσφαλείαις οἰκειοχείροις τὴν τῶν πρὶν πραχθέντων, εἴπω δὲ καὶ τὴν τοῦ ἀνδρός, ἀθέτησιν ἐμπεδῶσαι. ἐξήκοι δ' ὁ λόγος καὶ εἰς τὴν ἐμὴν προτέραν σύζυγον, ἥτις ἐπὶ τοσοῦτον τοῖς τότε πραττομένοις ἀπήχθετο ὥστε καὶ τῷ πρωτοσεβαστῷ τότε Νοστόγγῳ θερμῶς ἐπαρᾶσθαι κατ' ἀνατολὴν τῶν πραχθέντων χάριν τοὺς σχιζομένους τὰ πάνδεινα δρῶντι, καὶ ἕρμαιον ἡγεῖσθαι καὶ πρὸς αὐτῆς ὅ τι συμβαίνοι παρ' οὑτινοσοῦν ἐκείνῳ δεινὸν τοιαῦτα καὶ οὕτω πράττοντι. ἀλλ' ὅμως ἐπεὶ μεταξὺ τελουμέ 467 νων ἐκείνων ἐκείνη τέθνηκε, καὶ οὔπω τρόποις μετανοίας τὸ τῆς κοινωνίας ἐκαθήρατο, ὡς μηδὲ τῆς ὁσίας τυχοῦσα καὶ ὧν ἔδει τότε, τῶν ἐς νέωτα μνημοσύνων ἐπὶ τῆς ἐμῆς αὐταρχίας ἀπέ τυχε, καὶ ὁ ἐπ' ἐκκλησίας τόμος ὁ εἰς εὐφημίαν τῶν ὀρθοδόξως βιωσάντων καὶ μνήμην ὁσίαν κατ' ἔτος ἐπ' ὀκρίβαντος ἀναγι νωσκόμενος ἄλλων μὲν δεσποινῶν ὀνόματα φέρει, καὶ τῶν μὴ κατ' ἐκείνην ἴσως τὰς ἀρετάς, αὐτὴν δὲ μόνην ἐς ἅπαν ἠγνόησε, ζῶντος ἐμοῦ καὶ ταῦτα καὶ ἄρχοντος, ἥλιε. πλὴν εἰ χρὴ λέγειν τἀληθές, ἐμοὶ καὶ τοῦτο ἐκ περιουσίας πέπρακται, καὶ οὔπω τις οἷος οὗτος ὑπομνήσας ἔφθασε, καὶ τὸ ταύτης μνημόσυνον ἀπεκόπτετο. οὕτως ἐγὼ περὶ ταῦτα. καὶ ὑμεῖς ταῦθ' ὁρῶν τες, πόλλ' ἄττα κύκλῳ περιβαλλόμενοι καὶ ἐς τόδε σχίζεσθε, ἀφορισμὸν τοῦ πατριάρχου Ἀρσενίου κατὰ τοῦ μετ' αὐτὸν ποι μεναρχήσαντος Ἰωσὴφ προβάλλεσθε, καὶ διαθήκας ἐκείνου προ τείνετε, καὶ τὸ δοκοῦν εἰς ὑποψίαν δικαίαν τοῦ ὡς δῆθεν πλά σματος, ὡς ἂν φρονῶν οἰηθείη τις, τὴν τῆς ὑπογραφῆς δηλαδὴ 468 παραχάραξιν, εἰς τὸν τοῦ ὑπογράφοντος πόνον δακτύλου (ἠσθέ νει γὰρ ἐξ ἄνθρακος δῆλον) ἀνάγετε. τί δαί; ἔχετέ που καὶ ἐπί τι δικαίως ἀνάγειν καὶ τὸ μοχθηρὸν τῆς γνώμης καὶ τὸ ἐντεῦθεν ὑποτρέχον φαῦλον τῆς προαιρέσεως; ὃ δὴ ἐκείνῳ τοιαῦτα λέ γοντες ἐκ τοῦ εἰκότως προσάπτετε. ὁ τυχὼν μεταλλάττων πᾶσιν ὡς ἔπος εἰπεῖν συγχωρεῖ· καὶ πατριάρχης θνήσκων, ἀντὶ τοῦ συνήθως λύειν, δεσμεῖν καὶ μάλιστα εἵλετο, καὶ ταῦτα τὸν ὑπὲρ τῆς ἐκκλησίας ἱστάμενον; ἐγὼ μὲν οὖν καὶ υἱϊκὴν ἐκείνῳ φέρω τιμήν, κἀν πολλοῖς οἶδα ἐκεῖνα λαβὼν παρ' ἐκείνου ἃ δὴ καὶ ὀφειλὴν εὐγνωμοσύνης παρ' ἐμοῦ πρὸς ἐκεῖνον δικαίαν ἀνταπαι τεῖ, καὶ τὸ μεῖζον, ὅτι καὶ ἐς βασιλείαν αὐτὴν ἐμὲ προυτίμα τοῦ μου πατρός, ἐκείνου γ' ἄρχοντος ἅμα μὲν αὐτὸς τὴν ποιμαντικὴν αἱρούμενος παραιτεῖσθαι, ἐπικρίνων οὕτω τὴν θεραπείαν ἀξίαν τοῦ εἰς τὸν Ἰωάννην πλημμελήματος, ἅμα δ' ἀξιῶν καὶ τὸν πα τέρα τὴν βασιλείαν ἐκτίθεσθαι, ὅτι, λέγων, τὰ πρὸς Ἰωάννην καὶ ἀμφοῖν παρηνόμηται, αὐτῷ μὲν καθυφέντι τῆς πολυωρίας 469 καὶ οἷον προδόντι, ἐκείνῳ δὲ τὰ εἰς βασιλείαν παραλογισαμένῳ, ὡς οὐκ ἐξὸν ἁμαρτόντας ἄρχειν ἢ αὐτὸν πνευματικῶς ἢ ἐκεῖνον αὐτὴν δὴ τὴν κοσμικὴν ἀρχὴν καὶ βασίλειον· ἔχειν δ' εἰς ταύτην αὐτάρκη τὸν ἐξ αὐτοῦ, λέγων ἐμέ. ὃ δὴ καὶ ποίαν ὑπερβολὴν ἀγάπης οὐχ ὑποφαίνει; καλεῖν εἰς ἀρχὴν ἔννομον τὸν μηκέτι εἰ δότα τελέως τὸν ἄνθρωπον; οὕτως ἐμοὶ πρὸς ἐκεῖνον τὰ τῆς εὐ γνωμοσύνης ὀφείλεται, καὶ πόνος ἄλλως ὑπὲρ ἐκείνου τοιαῦτα προβαλλομένων ἀκούοντι. παύσασθε τοιγαροῦν ἐκεῖνα περὶ ἐκείνου θρυλλοῦντες, τὰ μήτε πραχθῆναι μήτε τιμὴν λεγόμενα περισώζειν τῷ εἰργασμένῳ δυνάμενα. ὑμεῖς δὲ ἀλλὰ καὶ τὴν ὑμετέραν ἱερωσύνην ἐν μέρει τίθετε τῶν ἀνεπιλήπτων, καὶ οἵαν συνιστᾶν ἀξιοῦτε, ἀδύνατον καθιστᾶτε. φέρε γάρ, πρὸς αὐ τῆς τῆς περὶ τὰ ἱερὰ ἀσφαλείας, εἴτε τῆς ὄντως εἴτε καὶ ᾗ προσεσχήκατε, εἰ παρ' ὑμῖν τὰ τῆς ἐκκλησίας γένωνται πράγμα 470 τα, ἀρχιερέων, ἐπεὶ τοὺς ἡμετέρους τούτους ἀπήρτησθε, ἡ καθ' ὑμᾶς αὕτη καὶ προσδοκωμένη ἱεραρχία συσταίη; καὶ τίς ἐπὶ το σοῦτον τῶν προτέρων ἄθικτος διεβίω, δυνατὸς ὢν ἐξ ἀξίας χει ροτονεῖν ἱερέας; οὓς γὰρ οἴδαμεν, κοινωνικοὺς οἴδαμεν πάντας. καὶ τριῶν καιρῶν ἐπὶ τοῖς ξυμβεβηκόσιν ὄντων, πρώτου μὲν καθ' ὃν τὰ κατὰ τὸν Ἰωάννην εἴτ' οὖν τὴν βασιλείαν προέβη, δευτέρου δ' αὖθις καθ' ὃν τὰ τῶν Ἰταλῶν καὶ τοῦ πάπα ἐπεισ εκώμασαν, καὶ τρίτου τοῦ ἡμετέρου τούτου δὴ καὶ ὑστάτου καθ' ὃν τὰ πραχθέντα, ὡς ἦν τε καὶ ἔδοξεν, ἀπηυθύνθησαν, οἱ μὲν τοῦ προτέρου ῥέκται ἐκποδὼν ἐπιεικῶς πάλαι, οἱ δὲ τοῦ δευτέρου οἱ μὲν ἐξ ἀνθρώπων ᾤχοντο, οἱ δὲ καὶ τῆς ἐπιτιμίας καθαιρεθέντες, οὕτω δοκοῦν καὶ ὑμῖν πάντως, μένουσιν οὕτω καὶ ἔτι. τοὺς δὲ τῆς τρίτης ταυτησὶ καταστάσεως εἰ μὲν δέ 471 χεσθε, λόγος ἡμῖν ἔστι γε πρὸς ὑμᾶς, εἰ δ' οὐ δέχεσθε, φορτι κοὶ πάντως ὡς τὰς ἀρχὰς τῆς ἱερωσύνης ἀναιρεῖν πάμπαν ἐσπου δακότες. εἰ δ' οὖν, ἀλλὰ δείξατε ὃν ἀπὸ παλαιᾶς χειροτονίας ἐν ἀσφαλείᾳ διαβιοῦντα παντοίᾳ πεφυλαγμένον ἔχετε. οἶδα προ βαλλομένους τὸν τῶν Μαρμαριτζίων ἐπίσκοπον πρώην, εἰ καὶ νῦν τετελεύτηκε· περὶ οὗγε καὶ ἐρωτήσας πόλλ' ἄττα ἐπιλήψιμα ἔχοντα κατεμάνθανον. οἴδατε δὲ καὶ ὑμεῖς πάντως ἀκούσαντες παρ' ἐμοῦ τότε, ὅτε καὶ ταῖς ἐπὶ τοιούτῳ καιρῷ παρατηρήσεσιν οὐ προσέχειν δίκαιον ἰσχυρίζεσθε καὶ ἔγωγε, οἶμαι, δοκιμάζων ἠμέλουν, ἕρμαιον ἔχων ὅτι γε ἄρα καὶ δοκιμάζοιτε. καὶ τάχα ἂν ὑμῖν προσετέθην, τοῦ Ἰωάννου ἤδη τὴν ἱεραρχίαν παραιτου μένου, καθὼς καὶ ὑμῖν ἐπεχείρουν προσέχειν, ὡς ἴστε, εἰ μή μέ τις λογισμὸς ἥκιστ' ἄξιος παρορᾶσθαι πρὸς ἑαυτὸν ἐπισπασάμε νος ἀπῆγέ με τοῦ σκοποῦ. τὸ γὰρ ξυμπεσὸν εὐθὺς ἐπὶ τῷ τότε μὲν ἀργοῦντι νῦν δὲ ποιμεναρχοῦντι, ἄξιον ὂν θαυμάσαι, ἀνα 472 λαμβάνειν ἐποίει τοὺς λογισμούς, μή πως θεῷ δοκοῦν αὐτὸν καὶ πάλιν ἱεραρχεῖν, ἀμετακινήτων μενόντων τῶν τῆς ἐκκλησίας πραγμάτων, ἃ ἀνάγκη ταράττεσθαι, εἰ ἄλλως γένοιτο, παριδὼν ταῦτα ἕλωμαί τε ὑμᾶς καὶ ἁμαρτάνω, πρὸς τῷ μηδ' εὐοδωθῆναι τὸ πρᾶγμα κατὰ σκοπὸν ὃν ἐτρέχομεν. ὅθεν καὶ πρὸς ταῦτα παλινδρομῶ, καὶ ὃν ὁρᾶτε, ὡς δῆθεν θείαν ψῆφον πληρῶν, ἐπὶ τῆς ἱερᾶς ἀξίας ἀνάγω πάλιν, ἄνδρα λιτὸν τὰ πάντα καὶ ἄσκευον καὶ ἀρετῆς ἐπιεικῶς φίλον. τὸ μέντοι γε δοκοῦν σκλη ρὸν καὶ μὴ ἐς ἅπαν ἐπικλινές τε καὶ συγκεχωρηκὸς ἦν καιρὸς ὅτε κἀμοὶ (μαρτυρήσω γὰρ τἀληθὲς) παρ' ὑμᾶς πάντας οὐδὲν ἐδόκει προσῆκον ἄλλως ποιμένι, καὶ ταῦτα πνευματικῷ, καὶ οὐδ' ὥς γε ἐπαγωγὸν τῶν πολλῶν καὶ εἰρηνικόν, καὶ τοσοῦτον ὅτι καὶ τοῦ μοναχοῦ Μηνᾶ τὰ ἀπ' αὐτοῦ πρὸς ἐμὲ λέγοντος δυσχερῶς εἶχον πιστεύειν, εἰ τοιοῦτος ὢν οἷος ἔδειξε τότε, ἀγλευκής τε καὶ ἄτεγ κτος, τοιούτων ἂν κριθείη θείων ἐννοιῶν ἄξιος· καὶ πιστεύειν ἀπώκνουν τοῖς λεγομένοις, οἷς ὀργὴν θεοῦ ἐπικειμένην τοῖς ἡμε τέροις εἰδέναι παρίστα. ἀλλ' ὅμως ὁ οὕτως ἔχων περὶ τούτου ἐγὼ τόσον ἑάλωκα τῆς πρὸς αὐτὸν διαθέσεως, ὡς ἄλλο τι λογί 473 ζεσθαι νῦν συμβὰν ἐπ' ἐμοὶ εἰς τὸ καταλαμβάνειν ὡς δυνατὸν κρίματα θεῖα ἢ ὅτε παρ' ἄλλοις ἐμάνθανον, ὥστε καὶ αὐτὸ τὸ πολλοῖς δοκοῦν ἐλάττωμα τοῦ ἀνδρὸς προτέρημα μᾶλλον ἔκρινον. τί γάρ, ἔλεγον, εἰ καὶ θεὸς φιλάνθρωπος ὢν τὰ πλεῖστα δικαίως κολάζει, ὡς καθαρτικῆς ἴσως οὔσης καὶ τῆς κολάσεως; ὃ δὴ καὶ φιλανθρωπίας μᾶλλον εἴποι τις μέρος οὐ τὸ τυχόν. καὶ ὅτι μὲν αὐτεξούσιος ἄνθρωπος πάντως ἔχει χρᾶσθαι τῇ προαιρέσει καὶ πράττειν τὰ κατὰ γνώμην, πλὴν καὶ νόμος δέδοται, ὁ μὲν φυσικὸς ὁ δὲ γραπτός, καὶ δικαστὴς προκάθηται κρίνων, ἵν' ὃ μὴ ἀφ' ἑαυτοῦ τις ἕξει τῇ συνειδήσει σωφρονιζόμενος καὶ ὡς ἀναγκαίῳ χαλινῷ καταγχόμενος, τοῦτο παρὰ τῆς ἔξωθεν ἐξου σίας παιδευθεὶς μάθοι, καὶ ὁ μετελθὼν τὸ πλημμέλημα ταῖς ἀληθείαις εὐεργέτης δόξοι καὶ τιμωρῶν. ἐν δέ γε τῷ ἱερῷ εὐαγ γελίῳ καὶ οἱ ἐν ὁδοῖς καὶ πλατείαις καὶ ῥύμαις κείμενοι εἰς τοὺς γάμους τοῦ βασιλέως εἰσελθεῖν ἀναγκάζονται, ὡς ἀναγκαίως ἐπι κείμενον ὂν τὸ τῆς ἀνάγκης, εἰ βούλοιτό τις σώζεσθαι. τί τοί νυν τὸ ὑμῖν ἱκανὸν δοκοῦν εἰς τὸ σχίζεσθαι; τί τε ὃ ἐκκλιτέον 474 ὑμῖν ὡς μὴ καλῶς ἔχον ἥγηται, ὥστε καὶ ἄλλοις παρέχειν σκάν δαλον, καὶ τὸν ἕνα καὶ ἄσχιστον χιτῶνα τῆς ἐκκλησίας πειρᾶσθαι σχίζειν, καὶ ἀμελεῖν ὡς μή τινος κακοῦ γενομένου; εἰ δ' οὖν, ἀλλ' ἰδοὺ πατριάρχης καὶ ἱεράρχαι, ἰδοὺ κλῆρος καὶ σύγκλητος καὶ λαὸς καὶ μοναχῶν οἱ λογάδες· καὶ ὅσον ὑμῖν εἰς ἀπολογίαν παρίσταται, εἴπατε, καὶ πρῶτον τῶν ἄλλων, ὁποῖοι καὶ τίνες ἐν ἱεράρχαις πρὸς οὓς ἀναφέρειν ἔχετε τὰ ὑμέτερα, ὥστε τούτων ἀποβουκοληθέντων ἐκείνους δικαίως ἐγκρίνεσθαι. οὐδὲ γὰρ εἰς ἀπέραντον σχισθήσεσθε, οὐδὲ δίκαιον, οὐδέ γ' ἑτέραν οἰκου μένην ζητήσομεν, ἐξ ἧς ἐνέγκωμεν ἱεράρχας τοὺς τῆς ἡμετέρας ἀρχῆθεν ἐκκλησίας ὡς τὸ εἰκὸς καταστήσοντας. οὐδ' εὔλογον περὶ τῶν ὄντων ἐρωτᾶν τοὺς μὴ ὄντας, ἀλλ' ἡμεῖς καθ' αὑτοὺς τὰς διαφορὰς δοκιμάσομεν. ἡμεῖς κρινοῦμεν καὶ ἐν μέρει ἀντι κριθησόμεθα, καὶ μετὰ θεοῦ καὶ τῶν πατέρων ζητοῦντες οὐκ ἂν ἁμάρτοιμεν, σὺν θεῷ δ' εἰρήσεται, τοῦ κοινοῦ συνοίσοντος. τὰ μὲν παρ' ἐμαυτοῦ ταῦτα· ὑμεῖς δέ, εἰ καὶ συνεκλήθητε πάν τες, ἀλλ' οὐ λέγειν πάντες ἁπλῶς ἐπιτρέπεσθε. ἔξεστι δὲ τῷ 475 ἀξιωτέρῳ τῶν ἄλλων ὑπὲρ ἁπάντων καὶ λέγειν, καὶ οὕτω περιαι ρεθείσεις τῆς ταραχῆς κατὰ τρόπον γίνεσθαι τὴν διάλεξιν." Ταῦτα τοῦ βασιλέως εἰπόντος οἱ τῶν λοιπῶν προηγούμε νοι, καὶ μάλιστα οἱ τυφλοί," ἡμεῖς" εἶπον," ὦ βασιλεῦ, ἓν ζητοῦμεν, τὴν κατὰ τρόπον τῆς ἐκκλησίας κατάστασιν. τὸ μὲν γὰρ κακῶς ἔχειν αὐτὴν καὶ αὐτοὶ μαρτυρεῖτε καὶ πᾶσιν ἔγνωσται. καὶ ὅτι παραβέβασται μὲν τὰ κατὰ τὸν πατριάρχην Ἀρσένιον, ἀδίκως, ὢ δίκη, καθαιρεθέντα, παραβέβασται δὲ καὶ τὰ ἐς τάξιν αὐτὴν καὶ σχεδὸν δογμάτων ἀκρίβειαν, κοινωνούντων οἷς οὐ κοινωνεῖν ἄξιον, ταῦτα κἂν ἡμεῖς μὴ λέγομεν, ὑμῖν ὡμολόγη ται. τὸ μὲν οὖν τὰ κατὰ τὴν ἐκκλησίαν παρατραπῆναι εὔδηλον ἐντεῦθεν καὶ φανερόν, τὸ δὲ τῆς τῶν σφαλέντων διορθώσεως, εἰ μηδὲν παρορᾶν ἔστιν, ἀλλὰ ζητεῖν ὅπως καὶ ἐπὶ τίσι πέπρα κται, τοῦθ' ἡμῖν, εἰ κελεύεις, ζητητέον· οὕτω γὰρ ἂν ὁπουδή ποτε τοῦ θεμέθλου φανέντος καὶ τὸ ἐποικοδόμημα γνωρισθήσε ται." καὶ δὴ ἀρξαμένων λέγειν τὰ προσεχέστερα, ταῦτα δὴ τὰ ἀπὸ τοῦ Γρηγορίου καὶ καθεξῆς, ὁ βασιλεὺς ἀνεῖχε τούτους καὶ πρὸς τὰ ἀρχαιότερα μετεβίβαζε, καὶ τὸν τοῦ ἀφορισμοῦ θρύλ λον ἀπήλεγχε μάταιον, μὴ ὅτι γε τὸν κατὰ τοῦ Ἰωσήφ, ὃν ἐς 476 ἅπαν ἐθρύλλουν, ἀλλὰ καὶ τὸν κατ' αὐτοῦ βασιλέως. πῶς γὰρ ἀσφαλὲς εἶναι ἔχειν ἂν ὑπ' ἀφορισμόν, οὗ λειτουργῶν ἐκεῖνος ἐμέμνητο; πῶς δὲ καὶ ἄλυτον εἶναι καὶ χρῄζειν τοῦ λύσοντος, ὃν ὁ δεσμῶν ἐκεῖνος ἐμπράκτως ἔλυεν; ὥστε καὶ εἰ μὴ ἦν τὸ ἐπιγε γονός, ἔλεγε τὸ κατὰ τὸν πάπαν, οὐκ ἂν πάντως οἱ τὴν ἐπ' ἐκ κλησίας εὔφημον μνήμην κεκώλυτο. ταῦτα λέγων ἐδείκνυ καί τινας ἐξ αὐτῶν κοινωνοῦντας τῷ Ἰωσήφ, καὶ οὐ σχισθέντας ἄλ λως εἰ μὴ μεθὸ τὰ κατὰ τὸν πάπαν πέπρακται. ἐτρίβοντο τοί νυν οἱ λόγοι ἕως ὀψὲ τῶν νυκτῶν. ἦν δὲ τοῖς μοναχοῖς ὁ σκο πός, καὶ πολλοὺς ἔνθεν κἀκεῖθεν ἡ ὁρμὴ ὑπέκνιζε καὶ ἐθρύλ λουν, τοὺς περὶ τὸν πατριαρχοῦντα ἐξουθενεῖν, χρωμένους τοῖς αὐτῶν λήμμασιν ὅτι τε τὰ κατὰ τὸν πατριάρχην Ἀρσένιον σφίσιν αὐτοῖς παραβέβασται, καὶ ὅτι ἡ ἐκκλησία ἄγους αἱρέσεως κεκοι νώκηκε. τοιούτων ὄντων τῶν φανερῶν λημμάτων, αὐτοὺς ἐπά γειν τὸ ἀναγκαῖον σύμμετρον. τὸ δ' ἦν μὴ καθῃρημένους ἐκεί νων τελέως παρ' ὧν ἦν ἄξιον, τῶν ἀθίκτων τέως τοιούτων μει 477 νάντων εἰς τέλος, μηδ' ἱερᾶσθαι ἀξίους εἶναι, καὶ ταῦτ' ἐπὶ πολλοῖς καὶ αὐτοὺς παραβάντας, ὡς καὶ πολλὰ καὶ παρὰ τὸ εἰ κὸς πράξαντας, κανονικοὺς θεσμοὺς ὑπερβάντας, καὶ κακίᾳ μᾶλλον καὶ ἀμαθίᾳ ἢ ἀγάπῃ καὶ ἀσφαλείᾳ ἐνειργασμένους. ἔλε γον δὲ ὡς οὐδ' ἐριστὰ σφίσι πρὸς βασιλέα τὸ σύμπαν, δεσπότην γε ὄντα, φυλαττομένοις καὶ ἄλλως προσκρούειν τῷ κράτει, παρ' ἣν αἰτίαν καὶ τὸ ἡττᾶσθαι ξυμβαίνοι, κἂν τὰ ἐννομώτατα λέ γοιεν. ἀλλὰ κριτοῦ αὖ δεῖ τοῖς λεγομένοις, κριτοῦ. ὡς γοῦν τὸ δικαιότατον λέγειν, οὐδεὶς ἄλλος πρὸς ταῦτα βασιλέως ἂν εἴη κριτὴς ἀξιώτερος, ἐφ' οὗ καὶ ἀμφοῖν μάρτυρος λαλητέον καὶ κατὰ τοὺς κειμένους νόμους τὰς ἀμφισβητήσεις διαλυτέον, αὐ τοῦ γε θεοῦ ἐφορῶντος καὶ τῶν αὐτοῦ βραβευόντων νόμων. ταῦτα τοῖς μοναχοῖς λέγουσιν ὑποσπᾶν σκοπὸς ἦν, ἤν τις ἀκούοι λεγόντων, τὰ τῆς θρυλλουμένης ἀρχῆθεν καταστάσεως θέμεθλα. ἀλλὰ κενὴν ἐψάλαττον, τὸ τοῦ λόγου, καὶ οὐδὲν ἤνυτον. διὰ 478 ταῦτα καὶ θροῦς ἐκ τῶν κατόπιν καθημένων ἠγείρετο. οἳ δὴ καὶ ἀτάκτως συνεπαρθέντες τῷ θρύλλῳ βοαῖς ἀντήχουν, καὶ βλά σφημ' ἄττα κατὰ τοῦ πατριαρχοῦντος (ὥς γε ἄδηλον εἶναι ἐν τό σῳ πλήθει καὶ ταράχῳ τὸν τὰ τολμηρὰ λέγοντα) ἀνέδην ἐξέρρητ τον, εὐχίτην ἀποκαλοῦντες καὶ τούτων ἔτι δεινότερα. βασιλεὺς δ' ἀκούσας, καὶ ὡς εἰκὸς ἐπὶ τῇ τόσῃ θρασύτητι διαταραχθείς, ἐκείνους μὲν ἐξελᾶν αὐτίκα προστάττει, τοῖς δὲ πρωταγωνιστοῦσι καὶ λίαν ἐπεῖχε καὶ ἐξωργίζετο, ἐν δεινῷ ποιούμενος εἰ αὐτὸς μὲν καὶ βασιλικῆς ὑφεικὼς ἐξουσίας καὶ ὄγκου μείζονος μετ' εἰρήνης σφίσι προσφέρεται, καὶ πάντας ἐδέξατο τὴν ἀρχὴν εἰσελθόντας, μὴ προστάξας ἀπαντᾶν πάντας, καὶ τόπους τέως παρέσχεν οἷς μὴ ἀπαντᾶν ἀπείρητο ὡς ὄντος δῆθεν ἐν πλήθει καὶ τοῦ ἀτακτή σοντος, αὐτοὶ δὲ τὸ καθ' αὑτοὺς ὑποστελλόμενοι πρὸς τοιαύτας ἀτάκτους ὁρμὰς καὶ φωνὰς ὑφῆκαν ἄλλοις λέγειν τὰ αἴσχιστα. οἷς καὶ ποία τόλμης ὑπερβολὴ ὑπολελεῖφθαι δόξειν, ἀπαυθαδι ζομένοις πρὸς βασιλέα ὡς ἐγκαθίζοι τοῖον καὶ τοῖον λέχριον ἑαυ τοῦ δεξιόφιν ζητῶν εἰρήνην; καὶ ταῦτα πλὴν ἀλλὰ συγκαθίζειν 479 ἐκεῖνος ἔλεγεν ἑαυτῷ τὸν μετὰ τῶν μισούντων τὴν εἰρήνην ὄντα εἰρηνικὸν καὶ τὸν ἄξιον αὖθις καὶ θρόνου καὶ προστασίας πνευ ματικῆς. ταῦτα λέγων, καὶ πλείονα τούτοις ἐξονειδίζων, ὡς πολλὰ λέγειν καὶ αὐτὸς ἔχων καὶ ἀπελέγχειν ὡς οὐκ ἀσφαλῶς ἔχοντα ἐφ' οἷς αὐτοὶ σεμνύνονται, ὅμως αἰδοῖ τῶν προτέρων καὶ τῷ τῆς εἰρήνης ἐφίεσθαι ἄρρητα πάντ' ἀφίησι, καὶ σεμνοποιού μενος αὐτοῖς καὶ αὐτὸς συντίθεται. καθίζει καὶ πάλιν τούτους ἐξ ἐπιτάγματος, καὶ τὰ τοῦ πατριαρχοῦντος συνείρει ἐγκώμια, τὰ χθὲς καὶ πρὸς τρίτης συμβάντα κατὰ λεπτὸν διηγούμενος. τέως τοὺς λόγους κύκλῳ περιβαλλόμενος καὶ ἕως ὀψὲ τῶν νυκτῶν παρατείνων, ὡς κωφοῖς τὸ παράπαν ἐδόκει διαλεγόμενος καὶ ἐῴκει τῷ τυφλοῖς διανεύοντι. ὅθεν καὶ ἀπολύει τούτους, πλὴν μετ' εἰρήνης, ἀξίωσιν ἀπενέγκας καὶ δεσποτικὴν παρακέλευσιν μᾶλλον, τὸν μὲν λαὸν οὐδὲν ἐπιταράττειν ἐχόμενα τρίβου τιθέν τας σκάνδαλα, αὐτοὺς δὲ καθ' αὑτοὺς μένοντας ἡσυχάζειν, καὶ μὴ ὀρέξει ματαίᾳ ἀλλὰ πνευματικῇ διακρίσει, ἐπεσκεμμένους καὶ παραπεφυλαχότας τὰ πράγματα, ψέγειν τε οὓς δεῖ ψέγειν ὀρθῶς καὶ ἐπαινεῖν αὖθις τὰ ἐπαίνων ἄξια. εἰ δ' οὖν, ἀλλ' ἠπείλει 480 τούτοις τὰ δυσφορώτατα, καὶ ὡς σφεῖς αὐτοὶ τοῦ κακῶς καὶ δι καίως κρίνουσιν. ἐντεῦθεν εἰς τὴν τοῦ Μωσελὲ μονὴν ἐπανιόν τες ἐν εἰρήνῃ διῆγον. ὕστερον δὲ τοῦ δεσπότου Ἰωάννου τὴν τῆς πόλεως ἀρχὴν ἐπανῃρημένου ἐπ' ὀλίγον τὰ κατ' αὐτοὺς ἐταρά χθησαν, ὅτε καί τινος μοναχοῦ Κουβουκλεισίου τὸν νεκρόν, ὃν αὐτοὶ ὡς ἀδιάφθορον ἐπὶ χρόνοις μείναντα ἐν ὁσίοις εἶχον καὶ ὡς ἁγίῳ προσεῖχον, εἰς τὴν τῆς Περιβλέπτου μονὴν ἐνέγκαντες οἷς ἦν προστεταγμένον ἔθαψαν. αὐτοῖς δὲ φυλακὰς ἐφιστᾶσι τοῦ μηδένα σφίσι παραβάλλειν ἀνέδην καὶ παρασυνάγεσθαι τῆς κα θολικῆς ἐκκλησίας ἀπεσχισμένους. ἀλλὰ τὰ μὲν κατὰ τούτους τόνδ' ἔσχε τὸν τρόπον. 3. Ὁ μέντοι γε μέγας δοὺξ τὰ πλεῖστα περὶ Μαγνησίαν πονέσας καὶ περικαθήμενός τε τὴν πόλιν καὶ τῷ Ἀτταλειώτῃ ἀν τιφερόμενος καὶ πολλοὺς ἀποβαλών, ἐπεὶ οὐκ ἦν ἀνυστὰ τἀκεῖ, οὐδ' ἴκταρ, τὸ τοῦ λόγου, βάλλοντι, μετὰ τὴν ἐν ταῖς πόλεσι πλείστην ἀλαστορίαν, καθ' ἣν ἐξηργυρολόγει μετ' ἀπηνείας χρή ματα, ὑποστρέψας αὖθις κατὰ Μιτυλήνην γίνεται, τοὺς μὲν ἐπὶ τῶν νηῶν ἄγων, τοὺς δὲ πεζῇ κελεύσας ἐπὶ τῆς Καλλίου βα δίζειν. καὶ ἡ αἰτία ὅτι βασιλεὺς γράφων ἐκέλευε τῆς κατὰ Μα γνησίαν μὲν πολιορκίας ἀποσχέσθαι, ἐξ αὐτῶν δὲ παραλαβόντα 481 τοὺς κρείττους τὴν ἐπὶ τὸν Αἷμον ἰέναι, ὅπου καὶ βασιλεὺς Μι χαὴλ ἐστρατοπεδευμένος κατὰ τὴν Ἀνδριανοῦ ἔνθεν μὲν ἐπεῖχεν Ἐλτιμηρῇ, ἐκεῖθεν δὲ Ὀσφεντίσθλαβον τῆς ὁρμῆς τῶν ὅρων ἀνεῖργεν ὡς εἶχεν. ὡς γοῦν πολλάκις βασιλέως γράφοντός τε καὶ ἀποστέλλοντος ὁ μεταξὺ καιρὸς κατετρίβετο (τὸ δ' αἴτιον ὅτι καὶ πάλιν μισθοφορίας ἐζήτουν πολυταλάντους, οὐ μόνον ὧν ἔμελλον ἐκδουλεύειν βασιλεῖ Μιχαὴλ συγγεγονότες κατὰ τὰ ἐπεσταλμένα, ἀλλὰ καὶ ὧν πρὶν ἔπραττον δῆθεν, οὐ ταῖς πρά ξεσιν ἀλλὰ μόνῳ δὴ τῷ καιρῷ, κἂν ὁποῖ' ἄττ' ἐποίουν, κἂν ἐν ἀνακωχαῖς καὶ ἀργίαις ἦσαν, παραμετρούμενοι τοὺς μισθοὺς καὶ εἰς ἑκατοστύας χιλιάδων τὰ ζητούμενα συμποσούμενοι), μό λις ἀφέντες Μιτυλήνην τοῖς κατὰ Μάδυτον αἰγιαλοῖς προσίσχου σιν. ἅμα δὲ καὶ οἱ πεζῇ διιόντες τοὺς δρόμους ἱστᾶσι κατὰ τὴν Λάμψακον, κἀκεῖ τὸ σύμπαν ἐνδυναστεύσαντες πασσυδίην δια περαιοῦνται καὶ πᾶσαν τὴν ἀντιπεραίαν ἐπέχουσιν. ἃ δ' εὐθὺς ἐξειργάζοντο, καίτοι γε παρὰ τῶν ἐκεῖ ἐπ' ἐξουσιῶν τεταγμένων βασιλέως κελεύοντος ἱκανῶν πρὸς ὑποδοχὴν ἐξαρτυθέντων, οὐκ ἔστι λόγῳ διεξελθεῖν καὶ ἱκανῶς τὰ δεινὰ παραστῆσαι. εὖ γὰρ 482 καὶ Πλάτων ἐν Νόμοις τὸ μισθοφορικὸν διεσκαριφήσατο," τού των οἱ πλεῖστοι" λέγων" γίνονται θρασεῖς καὶ ἄδικοι καὶ ὑβρι σταὶ καὶ ἀφρονέστατοι σχεδὸν ἁπάντων, ἐκτὸς δή τινων μάλα ὀλίγων," τελέαν μὲν καὶ ἐξ ἁπασῶν τῶν γενικῶν ἀρετῶν ἕξιν τῷ ἐν στάσεσι δυναμένῳ πολίτῃ προσμαρτυρῶν, μόνην δὲ τὴν τε τάρτην τούτων, ἣν δή τις φαίη ἀνδρείαν, ἀπονέμων τοῖς μι σθοφόροις, ἐθέλουσιν ἀποθνήσκειν μόνον ἐν τῷ πολέμῳ, οὐκ ἀρετῆς ἀλλὰ μισθοῦ χάριν, καὶ διὰ ταῦτ' ἐκ τοῦ ῥᾷστα συχναῖς ἐνεχομένοις ἀτασθαλίαις, θρασυνομένοις μὲν ὡς ἀδίκοις κατὰ δικαιοσύνης, θρασυνομένοις δὲ ὡς ὑβρισταῖς κατὰ σωφροσύνης, καὶ τὸ πᾶν ἀφρονεστάτοις οὖσι διὰ τὴν ἀπόπτωσιν τῆς φρονή σεως. ταῦτα δὴ ξυμβεβήκει κἀκείνοις, καὶ ταῦτά γε Ἰταλοῖς οὖσι καὶ εἰς ὀκτὼ χιλιοστύας ποσουμένοις. μὴ μόνον δὲ σῖτον καὶ κριθὴν ἐξεφόρουν, καὶ ζῶα κατέσφαττον, καὶ χρήματα καὶ ἵππους τῶν ἐντυγχανόντων ἐξήρπαζον, καὶ σφαγὴ ἦν τῶν ἐναν τιουμένων τὸ πρόστιμον, ἀλλὰ καὶ τὰς τῶν ἐποίκων κατασχόν τες οἰκίας ταῖς γυναιξὶν ἐπεμαίνοντο, ἢν μή τις φθάσας ἀπεδί δρασκε πόρρω που, τὴν μὲν ἰδίαν ὕπαρξιν καταλείπων, μόνοις δὲ τοῖς οἰκείοις τὴν σωτηρίαν περιποιῶν. ταῦτα καὶ τοῖς περὶ τὸν βασιλέα Μιχαὴλ ἀνάπυστα γεγονότα ἀποκλᾶν συνέβαινε τὰς ὁρ 483 μὰς σφίσι τὴν θρυλλουμένην ἀλαστορίαν, καὶ μελέτης πολεμι κῆς ἐρραθύμουν. μᾶλλον μὲν οὖν καὶ βασιλεῖ προσαναφέροντες εἰς περιποίησιν τῶν οἰκείων ὑποστρέφειν ἐδέοντο, καὶ πολεμεῖν ἐκείνοις, εἰ φανεῖεν, ἠπείλουν, οὐ συμμάχων τρόπον ἀλλὰ πο λεμίων ἐνδεικνυμένοις. βασιλεὺς δὲ κατέστελλε τὰς ὁρμὰς καὶ ὡς εἰκὸς παρεμυθεῖτο. πλὴν καὶ πρὸς τὸν πατέρα καὶ βασιλέα γράφων ἀπέλεγε πάμπαν τὴν πρὸς αὐτὸν τῶν Κατελάνων διάβα σιν, ὡς μαχουμένων αὐτίκα σφίσι Ῥωμαίων καὶ εἰς ἐμφυλίους καθεστηξόντων μάχας. ἐδήλου δὲ καὶ ὡς αὐτὸς διὰ τὴν σφῶν βίαν καὶ ἐπισύστασιν, ὡς αὐτίκα ἑτοίμων ὄντων ἀναχωρεῖν κἂν αὐτὸς μὴ προστάσσῃ, διὰ χρυσοβουλλείων ὅρκων ἔδωκε τὰ πιστὰ ἦ μὴν ἐπὶ ῥητῷ τινὶ χρόνῳ δουλεύσαντας ὑποστρέφειν, οὐ μὴν δὲ ἀλλ' οὐδ' αὐτοὺς Ἰταλοὺς παραδέξασθαι, παντὶ δὲ τρόπῳ διακωλῦσαι τὴν σφῶν εἰς αὐτὸν διάβασιν. βασιλεὺς δὲ δεχόμε νος μὲν καὶ τὰ τοῦ βασιλέως μηνύματα, ὅμως γε μέντοι καὶ ἔτι ἐπὶ τῷ μεγάλῳ δουκὶ ἐλπιδοκοπούμενος ὡς ἐπ' ἀγαθῷ Ῥωμαίων δημαγωγήσοντι, ἔφθασε μὲν προαποστείλας καὶ τὴν ἰδίαν αὐτα δέλφην καὶ τὴν αὐτῆς θυγατέρα, τὴν καὶ γαμετὴν τοῦ μεγάλου δουκός, ὥστε καὶ προϋπαντᾶν ἀποβαίνοντι τῶν νεῶν. πληρο 484 φορούμενος δέ γε καὶ ἐπ' ἐκείνῃ, ὡς καταστέλλειν ἔχοι τὰ πολλὰ τῶν ἀτασθάλων ἔργων ἐκ τῆς πρὸς τὸν γαμβρὸν ἐντυχίας, τὸν καιρὸν ἠργολάβει τέως καὶ τὸ πρακτέον διεβουλεύετο. κἄν πού τι καὶ τῶν ἀπειρημένων ἠκούετο γίνεσθαι, κἂν αὐτὰ παρήρπα ζον τὰ δημόσια, κἂν τὴν χώραν ἐξέτρεχον, ἐν καιρῷ ἀρότου καὶ ταῦτα, ὅτε καὶ πᾶς ἐς νέωτα θερισμὸς καὶ τὸ τραφῆναι ἅμα μὲν ξένους ἅμα δ' ἐποίκους τῆς ἀνατολῆς καχεκτούσης ἠλπίζετο, αὐτοὶ δὲ καὶ τῶν ἀροτήρων βοῶν οὐκ ἀπέσχοντο, ἀνέδην καὶ αὐ τοὺς θύοντες, ὅμως τῆς ἐπ' αὐτοῖς ἀγανακτήσεως καθυφίει. καὶ συχνοὺς ἀποστέλλων (οὐδὲ γὰρ ἠρέσκετο τῶν πάντων διαπε ραιωθέντων) περὶ χιλίους ἐγκρίνειν διεκελεύετο, καὶ τὴν ταχίστην ἀπαντᾶν παρὰ Μιχαὴλ βασιλέα, πέμπων καὶ ἱκανὰ πρὸς μίσθωσιν. τοὺς δ' ἄλλους ἀντιπερᾶν ἐφιέναι καὶ ἐπ' ἀνατολῆς διατρίβειν, ἐπεὶ μηδὲ τὴν ἀρχὴν τόσων δεῖσθαι, μηδ' ἔχειν τρέφειν τὴν βασιλείαν τοσούτους, εἰ καὶ πρὸς καιρὸν ἐλθόντας παρακληθεὶς ἐδέξατο. 4. Ἐν τοσούτῳ δὲ καί τις τῶν Κατελάνων καὶ αὐτός, Μπυριγέριος τοὔνομα, συνάμ' ἐννέα μακραῖς ναυσὶ τῷ τῆς Μα 485 δύτου προσίσχει λιμένι, ὃν βασιλεὺς μὲν οὐ κέκληκεν, αὐτὸς δ' ἐκεῖνος ὁ μέγας δοὺξ τὸ μὲν τοῖς καθ' αὑτὸν ἀκουσθεῖσι πα ρώτρυνε, τὸ δὲ καὶ γράμμασι καθ' ὑπόσχεσιν μεγίστων καὶ περι φανῶν δωρημάτων ἐκ βασιλέως. διὰ ταῦτα μόνον ἐκεῖνος ἐπέ στη. καὶ ὁ μέγας δοὺξ σὺν ὀλίγοις παρὰ βασιλέα γίνεται, οὗ καὶ μεγαλοπρεπῶς εἰσδεχθέντος, μηνὸς Ἐλαφηβολιῶνος λήγον τος, τὰ πρῶτα μὲν οἱ περὶ μισθῶν ἐκινοῦντο λόγοι, καὶ τρια κοσίας χιλιοστύας νομισμάτων συνεκορύφουν τὰς εἰς ἀπαίτησιν, ὕστερον δὲ καὶ τὸν ἐπιδημήσαντα τέως αὐτὸς συνίστα, καὶ ὡς γεννάδας εἴη καὶ εὐγενής, καὶ ὡς δίκαιον ὑπὲρ ἄλλους τῆς βασι λικῆς εὐμενείας καταπολαύειν· μεγάλα γὰρ ἐλπίσαντα καὶ παρὰ μέγαν ἀφιγμένον οὐκ εἰκὸς εὑρεῖν τῶν ἐλπισμῶν ἥττονα. ἔχειν δὲ καὶ αὐτὸν εὐνοϊκῶς τοῖς τοῦ βασιλέως, ὡς συμπράττειν ὅλῃ καὶ χειρὶ καὶ γνώμῃ, ἕνα τῶν βασιλέως μεγιστάνων ὡς εἰκὸς κα ταστάντα. εἰ δέ γε καὶ μανθάνειν τἀληθὲς βούλοιτο, αὐτὸν εἶναι μᾶλλον αὐτοῦ καὶ ἐπὶ τῷ τοῦ μεγάλου δουκὸς ἀξιώματι ἀξιώτερον, ἅτε πολλῷ μέτρῳ τὸ γένος ὑπερῃρμένον. τὰ μὲν 486 τοίνυν περὶ αὐτοῦ βασιλεὺς ἐν δευτέρῳ εἶχεν, ἐρωτήσας μόνον 486 καὶ μαθὼν ὅπως καὶ αὐτὸς μὴ προσκληθεὶς παραγένοιτο, ὡς κατὰ φήμην δῆθεν τῆς βασιλικῆς εὐμενείας καὶ ὧν αὐτὸς προσχω ρήσας εὗρε· τὰ δὲ τῶν ἀπαιτουμένων μισθωμάτων αὐτὸν καὶ λίαν ὠδύνα. (5) ὅθεν καὶ μιᾷ τῶν ἡμερῶν, πρόσωπον ἐμφα νίσας βαρύτητος τῷ μεγάλῳ δουκὶ ὡς τόσα ὑπὲρ τῶν αὐτοῦ ἀπαι τοῦντι, εἰσὶ δ' οἳ λέγουσιν ὅτι κἂν αὐτὸς ὑπέθετο οὕτω τὸν βασιλέα περὶ αὐτὸν φανῆναι, ἵν' ἅμα μὲν αὐτὸς ἐπὶ τοσοῦτον δόξοι ποιῶν ὑπὲρ τούτων ἐφ' ὅσον καὶ βασιλικὴν εὐμένειαν καὶ τὸ τῶν φίλων συμφέρον ἀρνούμενος ἦν. βασιλεὺς δ' αὖθις αὐ τοῖς προτείνας κατὰ πρόσωπον τὰς δικαιολογίας, παραστήσας ὅτι πλείστους ἐκείνους, καὶ τοὺς τῆς συγκλήτου ἑτέρωθεν, μα κρὰν καὶ διωλύγιον κατέτεινε τὴν δημηγορίαν, λέγων πρὸς Κατε λάνους, ἐς τὰ πολλὰ ἐξεπίτηδες καὶ τοῦ μεγάλου δουκὸς προσα πτόμενος. μηδὲ γὰρ τόσους τὴν ἀρχὴν μήτ' ἐκείνοις δηλῶσαι γράφοντα μήτ' αὐτὸν κατανεῦσαι δέξασθαι, ἀλλὰ μέχρι καὶ χι λίων μὲν πεζῶν ἱπποτῶν δὲ πεντακοσίων καὶ τοῦτον τὸν οὐλαμὸν τοῦ στρατεύματος συμποσοῦν, καὶ αὐτὸν ἀκούοντα κατανεύειν δέχεσθαι (τεκμήριον δ' εἶναι τῶν εἰρημένων καὶ τὰ πρὸς ἐκεῖνον 487 χρυσόβουλλα), οὐ μὴν δὲ τόσον περιαθροῖσαι πλῆθος καὶ ἐνεγ κεῖν. ἐπεὶ δ' ἐνέγκοι, πείθει δέχεσθαι πρὸς καιρὸν ἐφ' ὡρισμέ νοις φιλοτιμήμασι. καὶ διὰ ταῦτα αὐτὸν θʹ ὑπακοῦσαι ἁπαξα πλῶς πάντας ἀγάλλειν τοῖς δώροις καὶ τοῖς μισθοῖς. πλὴν ταυτὸν μὲν πρὸς ἐκεῖνον διδόναι τοὺς ἀποδέσμους τῶν χρημάτων ἀπολυπραγμονήτως δικαιοῦν, ὡς ἐκείνους καὶ τὴν ἀρχὴν ἄγοντα, ἐκεῖνον δὲ διανεμεῖν ᾧ τινὶ θέλοι καὶ ὥς γε βούλοιτο. ἀλλ' οὐδ' ἄλλον παρ' αὐτὸν τάττειν τὸν ἐκείνους ἄξοντα, τὸν δὲ τὴν ἀρχὴν ἀγόμενον. καὶ τὸ αἴτιον, φησίν, ἵνα τῷ συνήθει καὶ φίλῳ δουλούμενοι ἐνεργοὶ μετ' εὐταξίας ἀγόμενοι εἶεν. ἀλλ' ὡς τόσων καὶ τόσων χρημάτων ἐκενώθησαν θησαυροί, τί τὸ γεγονὸς παρ' ἐκείνων, βουλόμενος ἐντρέπειν ἠρώτα, καὶ τίς ἐπὶ τούτοις ἀντέκτισις, διαχειμασάντων μὲν κατὰ Κύζικον καὶ μὴ ὅτι γε μη δὲν τῶν ὀνηΐστων πραξάντων, ἀλλὰ καὶ τῶν λίαν λυμαντικῶν; τὰ δ' ἐφ' ἑκάστῃ πόλει καὶ χώρᾳ πραχθέντα μετέπειτα τοὺς πα θόντας αὐτοὺς Στέντορος δίκην οἵους τ' εἶναι δηλοῦν. τὸ δὲ καὶ Μαγνησίαν πολιορκεῖν καὶ τοῖς ἰδίοις αὐτοῦ περιιστᾶν κίνδυ 488 νον καὶ ἐπὶ τοσοῦτον χρόνον τὸν τῶν Ῥωμαίων κατατρίβειν λαόν, πῶς ἂν ἡμῖν ἢ αὐτὸς ἢ ἐκεῖνοι εὐλόγως ἀπολογίσαιντο, ἔλεγεν. ἓν εἶχεν ἐκείνοις προσμαρτυρεῖν, καὶ οὐκ ἀπεκρύπτετο, τὸ τῇ Φιλαδελφείᾳ ἐκ πολιορκίας κινδυνευούσῃ τὰ μέγιστα ἐπ' ὀλίγον ὠθῆσαι τὸν κίνδυνον. τί δαί; ἀλλὰ καὶ τοῦτο καὶ μόνον τῶν τοσούτων εἶναι μισθῶν ἀντάξιον, μᾶλλον μὲν οὖν καὶ τὴν ἐπὶ τοῖς λοιποῖς ἀλαστορίαν καὶ τὸ ἐπὶ ταύτῃ ἀφαιρεῖσθαι κατόρ θωμα. νῦν δὲ ἀλλὰ καὶ αὖθις ἐκλεξαμένων χρῄζειν τοσῶνδε καὶ μὴ τῶν πάντων, ὡς μὴ οἵας τ' οὔσης τῆς Ῥωμαΐδος τοὺς πάν τας ξενοτροφεῖν. ἀποχρώντως δὲ καὶ ἃ κερτομηθεὶς διακενῆς ἐξήντλησε. τοῦτο γνῶναι θέλειν παρὰ τῶν ἀκουόντων τότε καὶ τοὺς ἄλλους, οἳ δὴ καὶ οὐ παρῆσαν· τοῦτο γνῶναι καὶ τὸν τού των ἐξάρχοντα, ὡς μήθ' ὑμεῖς, φησίν, ἀπαιτοῖτε τὰ ὑπὲρ δύ ναμιν, μήτ' ἐκεῖνος ἐνοχλοίη τρύζων ὑπὲρ ὑμῶν. ταῦτα μὲν καὶ τὰ τούτοις πλείω βασιλεὺς ἔλεξεν· ἐκεῖνοι δὲ μηδὲν ἔχοντες 489 ἀντιλέγειν, μόνον κορύζης πλησθέντες Ἰταλικῆς, ὡς δῆθεν πα ραλογισθέντες, ἐπεῖχον τῷ ἄγοντι.