Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
Τῷ μὲν οὖν βασιλεῖ ἡ μήτηρ ἐνόσει δεινῶς καὶ πρὸς ἀναπνοαῖς ἦν ταῖς ἐσχάταις· καὶ ἡ δευτέρα τῆς δευτέρας τῶν νη 378 στειῶν ἑβδομάδος νεκρὰν τὴν ἄνασσαν εἶδε, γυναῖκα πολλαῖς κατακώχιμον χάρισι. συντέθαπτο δέ οἱ καὶ ἐνδεῶν πλῆθος ἄπει ρον, οἷς καθ' ἡμέραν ἐπήρκει. καί οἱ τὰ τῆς ὁσίας πρὸς τὸ μεγαλειότερον ἐξασκούμενα πρὸς ἑαυτὰ ἐφεῖλκε τὸν ἄνακτα. καὶ τὰ μὲν τῶν κινουμένων ἠπράκτει τέως· ὁ δὲ τὴν ἐκφορὰν μεγα λοπρεπῶς ἐξαρτυόμενος τῇ δεσποίνῃ, αὐτὸς καὶ μεγιστᾶνες καὶ κλῆρος ἅπας καὶ μοναχοί, καὶ ὅσον ἦν τὸ τῆς πολιτείας, συνελ θόντες ὑπὸ πολλῷ μὲν καὶ δαψιλεῖ τῷ φωτὶ καί γε ποικίλαις ταῖς μελῳδίαις, ἀντηχούντων τῶν γοερῶν θρηνητηρίων τοῖς ᾄσμασι, πολλῇ δὲ τῇ δορυφορίᾳ καὶ τῇ λαμπρότητι, ὡς τὴν πόλιν ἅπα σαν γέμειν ὁμοῦ μὲν θυμιαμάτων ὁμοῦ δὲ παιάνων τε καὶ στε ναγμάτων, ἐν καιρῷ νιφάδων τε καὶ βορβόρου ἐξέφερον τὸν νεκρόν, οὐδ' αὐτοῦ βασιλέως τὰ ἐς τιμὴν ἐλλείποντος, ἀλλὰ σοροῦ μὲν ἐκείνης ἡμμένου, διὰ βορβόρου δὲ πλείστου καὶ ὀλι σθηροῦ βαίνοντος, μέχρι καὶ τὴν Λείψη καταλαβόντες μονὴν ἐφ' ἡμέραις ὡς εἰκὸς ἐτέλουν τὰ τῆς ὁσίας, ἀναγκαίαν ἀσχολίαν ἐπὶ ταύτῃ καὶ βασιλέως ἔχοντος.
4.1.2
Οὐ μὴν δὲ καὶ Ἀλανοῖς ἑτέρωθεν, ἔτι δὲ καὶ τοῖς ἐξ ὑπογύου Χριστιανοῖς Τουρκοπούλοις, οἳ δὴ καὶ οὐ πολλῷ πρό τερον χρόνῳ ἐκ τῶν βορείων βασιλεῖ προσεφοίτησαν, οὐδ' αὐ τοῖς ἀλώβητον διετηρεῖτο τὸ ἔνσπονδον, ἀλλὰ μίαν μὲν εἶχον τὴν γνώμην ἀποστατοῦντες, ἑκάτεροι δὲ τὰ ὀχυρώτατα κατασχόντες, οὐδὲν ὅπερ οὐ καταθέοντες ἐξηφάνιζον. καὶ οἱ μὲν Τουρκόπου λοι ἄλλῃ πῃ ὠχύρουν τὰς μετοικίας, ὁπόθεν ὡς ἐξ ὁρμητηρίου ἐκθέοντες δεινὰ Ῥωμαίους εἰργάζοντο· Ἀλανοῖς δὲ Κουτζίμπαξις, καθὼς ἐρρέθη τὰ πρότερα, ἐπιστὰς ἄλλως ἢ ὡς ἐπ' ἀγαθῷ Ῥωμαίων, ᾗ καὶ ἀπέσταλτο, δόξαν παρεῖχεν ποιεῖν. ἦρξε γάρ οἱ τοῦ ἐπὶ τῷ δοκεῖν Ἀλανοῖς ἐκθύμως ἀποστραφῆναι τὰ βασι λέως καὶ δὴ καὶ πιστεύεσθαι ἡ τοῦ Τουκτάϊ πρὸς βασιλέα καὶ περὶ αὐτοῦ ζήτησις, καὶ ἐπεὶ συνάμ' ἐζητοῦντο αὐτός τε καὶ Ἀλανοὶ ὡς ἀρχῆθεν τῇ τῶν Τοχάρων ἀρχῇ προσήκοντες, αὐτοῦ γε καὶ μᾶλλον σὺν ἑτέροις ἄρχουσι παρὰ βασιλέως πρὸς ἐκεῖνον 575 πρεσβεύοντος. ταῦτ' Ἀλανοὶ ὡς πρὸς αὐτῶν ἐκ τοῦ τύχης καὶ αὐτομάτου γεγονέναι δόξαν καὶ λίαν ἀποδεξάμενοι, ὑποποιοῦν ται παντοίως τὸν πρεσβευτήν. καὶ ὁ τέως ἐξημερώσων σφᾶς βασιλεῖ ὅλος, ὡς δόξαι, ἐκείνων γίνεται, καὶ ἐς τοσοῦτον οἰ κειοῦται σφίσιν ὥστε καὶ ἄλλην τὴν τοῦ πρωτεύοντος ἐκείνων Κυρσίτη ἀδελφὴν ἀγαγέσθαι ἐς σύζυγον. ἡ...... Ἀλανοὶ τὰς τῆς Νεάδος σκοπιὰς καταλαβόντες τόπον διαρκῶς ὀχυροῦσι ταῖς κατὰ σφᾶς ἁρμαμάξαις, αἷς δὴ καὶ διεκομίζοντο. γύναια δὲ καὶ παιδάρια καὶ πᾶσαν ἄλλην περιουσίαν ἐκεῖ συγκλείσαντες, ἐντεῦθεν αὐτοὶ ὡς ἐπὶ βεβαίῳ τῆς ἱδρύσεως ἐξορμώμενοι τὰ πάν δεινα διετίθουν Ῥωμαίους, μόνον δὲ φειδωλοὶ περὶ τὰς σφαγὰς ἦσαν. καὶ ταῦτ' ἠκούετο εἰργασμένος Κουτζίμπαξις, εἰ καὶ ὁ κρατῶν ἐπ' ἐκείνῳ ἔτι πληροφορούμενος οὐδ' ὅλως τὰ τῆς φήμης παραδεκτέα ἡγεῖτο· καὶ γὰρ κἀκεῖνος περιεβουκόλει τὰς ἐλπίδας τῷ βασιλεῖ, ὡς οὐκ ἐπὶ πονήρῳ Ῥωμαίων ταῦτα πράττοι, ἐξ ὧν ἠκούετο πρός τινας τῶν τοῦ βασιλέως ἀπολογούμενος. ἑτέ ρωθεν δὲ κατ' ἀνατολὴν καὶ ὁ Ἀτταλειώτης ἀποστατῶν ἐκηρύσ σετο, καὶ γράμματα ἀφικνούμενα τὴν ἀποστασίαν ἐδήλουν. ταῦτα μὲν οὐ λίαν, ὡς ἐῴκει, ὠδύνα τὸν βασιλέα, τὰ δὲ κατὰ 576 δύσιν διὰ φροντίδος ποιούμενος οὐκ ἀνίει, καὶ μάλισθ' ὅτι καὶ τοῦ στρατιωτικοῦ τοῦ περὶ τὸν βασιλέα Μιχαὴλ διασκεδασθέντος, καὶ διὰ ταῦτα μηδὲν ἔχων ἐκεῖνος πράττειν, τὸν πατέρα καὶ βα σιλέα πέμπων ἐξώτρυνεν, εἰ δυνατά οἱ εἴη, αὐτὸν ἐκστρατεύειν ἐκεῖνον καὶ κατὰ δύσιν περί που Ῥαιδεστὸν καὶ πρόσω στρατο πεδεύεσθαι. ὁρμὴ δ' ἦν πρὸς τοῦτο, ὁπόθεν δέ οἱ δυνάμεις συγκροτηθήσονται σκοπουμένῳ (οὐδὲ γὰρ ἐκ τοῦ κοινοῦ ταμιείου ταύτας γενέσθαι ἐπιτελεῖς διὰ τὴν τῶν χρημάτων ἀπορίαν, ὡς ἔλεγον, δυνατὰ ἦν) ἡ ἐκ τῆς πολιτείας ἐκαραδοκεῖτο ἐθελουσία συγκρότησις. ὅθεν καὶ συνεκρότουν οἱ πλείους, καὶ συνελέγοντο χρήματα. ἀλλ' οὐκ ἦν πρὸς τοιαύτας χρείας ἀρκούντων τὸ συν αγόμενον, καὶ ἠμελεῖτο τὸ ξύμπαν.