Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
56.1.1
ρῶς δ' ὑπερηφάνει καὶ ὑπερεώρα τῶν πραττομένων. ἀμέλει τοι καὶ πέμψας, τοῦ βασιλέως μὴ εἰδότος, παρῃτεῖτο κατὰ Συρίαν καὶ ἄλλῳ παρεχώρει τοῦ θρόνου· ἔτι γὰρ ἐσώζετο μὲν Τρίπολις, ἐσώζετο δὲ ἡ κατὰ Συρίαν Πτολεμαΐς, περιῆν δὲ Βηρυτὸς καὶ Σιδὼν καὶ Τύρος καὶ τὰ παράλια, τῆς Ἰταλικῆς ἀρχῆς κραταιοτέρας οὔσης τῶν Αἰθιόπων. οἱ δὲ τῆς ἐκκλησίας ἐκείνης δεξά μενοι τὴν παραίτησιν, κοινῇ ψήφῳ τὸν Ἁγιοσυμεωνίτην καθι στῶσιν Ἀρσένιον, ἄνδρα τὸ σύμπαν ἁγιοπρεπῆ καὶ σεβάσμιον, ὃν δὴ καὶ τέως μὲν οἱ ἐνταῦθα δεξάμενοι ἐπὶ τῶν ἱερῶν ἐκοινώ νουν ἐκείνῳ τῆς μνήμης διπτύχων, ὕστερον δὲ αἰτίαν σχόντα ἐκ φήμης ἡκούσης ὡς οὕτω συμβὰν τῷ ῥηγὶ τῆς Ἀρμενίας τῆς ἐπὶ τῇ ἐκκλησίᾳ ἐκοινώνησε στάσεως, μηδὲν ἀναμείναντες συνεξετά ζειν τὸ γεγονὸς εὐχερῶς ἐξαιροῦσι τοὔνομα. ἐκείνου δὲ μηδ' ἐς βραχὺ περιγενομένου (ἴσως γὰρ ἂν καὶ ἀπήντα πρὸς τὴν κατη γορίαν, εἰ περιῆν) οἱ ἀρχιερεῖς ἀμφιγνωμονήσαντες, οἱ μὲν κατὰ Κιλικίαν τὸν Πομπηϊουπόλεως Διονύσιον, οἱ δὲ ἀμφὶ Συρίαν τὸν Τύρου Κύριλλον καθιστῶσι· καὶ τοῦ Διονυσίου κραδαινομέ νου φθάνει προκριθεὶς ὑπὲρ ἐκεῖνον ὁ Κύριλλος. τὸν γοῦν Ἀλε ξανδρείας ἐνταῦθα παρόντα οὔτ' ὠδύνα τὸ μὴ τοῖς ἄλλοις συμ μνημονεύεσθαι (τὰ γὰρ τοῖς πολλοῖς συμβεβηκότα τὸ καθ' αὑ τὸν λυπηρὸν ἀπέκρυπτεν) οὔτε μὴν τὸ ἀξιοῦσθαι μετέχειν σφίσι 57 τῆς μνήμης ἔθαλπε· τὰ γὰρ παρὰ τὸ πρέπον πραχθέντα, οἷς κοινωνεῖν ἦν γεγονότα, συγκάταινον περιΐστατο.