Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Georgius Pachymeres PG 143-144
Chronicon ii
ii 595.1.1
Choose a text More by Georgius Pachymeres
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
595.1.1
προύβη τὸ μελετώμενον, εἰ μή γέ τις ἐξ ἐκείνων σταθεὶς τὴν βου λὴν ἔλυε· μηδὲ γὰρ εἰς συνοῖσον τῷ γένει τούτων γενέσθαι τὴν πρᾶξιν, ἀλλ' ἀνάγκην εἶναι μεγάλου τινὸς τῶν κατ' Ἀλεξάνδρειαν καὶ ἱκανὴν συγγένειαν ἔχοντος ζητηθῆναι τὸν φόνον τούτου ἀπὸ τῶν ἐκεῖ καταιρόντων τῆς αὐτῶν φύτλης, οἳ δὴ κατὰ χρείαν ἐμ πορείας τοῖς κατ' Αἴγυπτον τόποις ἐφίστασθαι μέλλοιεν. ταῦτ' εἰπὼν ἔδοξε πιθανός, καὶ τὸ χείριστον ἐκεῖνο σκέμμα ὡς ἀράχνης ἱστὸς διελύετο. διωρίαν οὖν ἡμερῶν τῷ πατριάρχῃ διδοῦσι τῆς χώρας ἐξελθεῖν, μεθ' ἃς εἰ ἐπιμείνοι, δέχεσθαι τὸν κίνδυνον ἐδικαίουν. ὡς δ' οὐδὲν ὑφίστατο οὐδὲ τὴν ἐγγύην ἐδίδου, εἰς δέκα πάσας τὰς ἡμέρας περιιστῶσι καὶ ἀπολύουσιν. ἀλλ' οὕτως ἀλύουσι τούτοις, ἐπεὶ πρὸς ταῖς Θήβαις ἦσαν, μαθὼν ὁ τοῦ τό που ἄρχων καὶ μέγας οὕτως φημιζόμενος κύριος κακὸν ἀπάντημα γίνεται· κατασχὼν γὰρ εἱρκταῖς παραδίδωσι ταῖς ἀφαλεστάταις, καὶ τιμῆς δισχιλίων νομισμάτων ἠβούλετο ἀποδόσθαι. ὕστερον δὲ μετὰ καιρὸν χρησίμου φανέντος τοῦ πατριάρχου τῷ κατέχοντι νοσηλευομένῳ, ἐλευθερία τοῖς κατακλείστοις δίδοται. καὶ περὶ τὸν Ἁλμυρὸν δεχθέντες ἐκεῖ που καὶ κατεσκήνουν, εὐμενῶς τῶν τοῦ τόπου κυρίων αὐτοὺς ὑποδεξαμένων. ἡμῖν δ' ἐφεξῆς ἑκτέον τῆς ἱστορίας. 596

Intertext edge

Open linked passage

Note