Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1.1
Ὁ δὲ βασιλεὺς πρέποντα γάμον τῷ παιδὶ παρεσκεύαζε. καὶ τὸν μὲν ἱερομόναχον Σοφονίαν, ἄνδρα σοφόν τε καὶ συνετόν, ἀποπέμπει πρὸς Πουλίαν τὸ κινούμενον κῆδος διαπρεσβεύσεσθαι. ὡς δ' ἐν τῷ μεταξὺ ἀπελθὼν περιήργει (ἐδέησε γὰρ καὶ εἰς πά παν ἐκεῖνον γενέσθαι, κἂν οὐχὶ πρὸς ἐκεῖνον γράμμασιν ἱκανοῦτο τοῖς ἐκ βασιλέως, οἷς ἔδει ἁγιώτατον γράφειν τὸν πάπαν καὶ κρῖμα τὸ μέγιστον γίνεσθαι, ὡς τοῖς ἀσφαλέσι τὴν πίστιν ἐδόκει), πολλοὶ δ' ἦσαν οἱ προσλιπαροῦντες ἄλλοθεν, ἔνθεν μὲν ἐκ τοῦ ἐν τῇ Κύπρῳ ῥηγὸς ἔνθεν δὲ καὶ ἐξ Ἀρμενίων, τὰ ἐν χερσὶ τῶν προσδοκωμένων ποιούμενος περὶ πλείονος, καὶ ἄλλως τὴν ἀπὸ 203 τοῦ πάπα τῆς Ῥώμης ὑπειδόμενος ὑπερηφανίαν, τῆς φροντίδος ἐκείνης ἀπαλλαγεὶς ἔγνω ἐπὶ θατέρῳ τῶν ἀξιούντων τὰ τοῦ κή δους συστήσασθαι. καὶ δὴ πρῶτον μὲν τὸν Ἀλεξανδρείας Ἀθανάσιον, ἐκ Ῥόδου καὶ αὖθις τῇ Κωνσταντίνου ἐπανελθόντα μετὰ τὴν ἐκβολὴν Ἀθανασίουἥπτετο γὰρ τἀκεῖθεν δεινὰ καὶ αὐτοῦ· τὸ δ' αἴτιον ἡ τῆς Λαύρας τοῦ ἀρχιστρατήγου μονή, καὶ ἄλλη ἡ τοῦ μεγάλου Ἀγροῦ, τῇ ἐκκλησίᾳ Ἀλεξανδρείας δοθεῖσαι παρὰ βασιλέως Μιχαὴλ εἰς χάριν Ἀθανασίῳ, ἀσφαλέσιν ἐμπεδώσεσι χρυσοβούλλοις. ὃ δὴ καὶ τὰ πολλὰ ὠδύνα ἐσύστερον τὸν πατριαρ χοῦντα Ἀθανάσιον, καὶ τὴν τοῦ μεγάλου Ἀγροῦ προσαφῃρεῖτο. ἐπὶ δὲ τῇ τῆς Λαύρας ζητῶν τὸ μνημόσυνον ἑαυτοῦ, ἐπεὶ ἐς ταὐτὸν τὼ ὀνόματε συνετρεχέτην καὶ Ἀθανάσιος ἐμνημονεύετο, τοὺς μοναχοὺς κατηνάγκαζεν ἀσφαλίζεσθαι ἐφ' ᾧπερ, ὅτε λέ γοιτο καὶ ἀκούοιτο τοὔνομα, φέρειν αὐτοὺς ἐπὶ νοῦν τὸ αὐτοῦ καὶ μὴ τοῦ Ἀλεξανδρείας, πλάτος νοὸς ἀκαθέκτου συστέλλειν ἐθέλων διὰ τὴν αὐτοῦ ὄρεξιν. καὶ διὰ ταῦτα ἀπάρας εἰς Ῥόδον τὸ βιοῦν μετ' εἰρήνης διῆγε. τότε τοίνυν τοῦτον ἐπανελθόντα, καὶ καιρὸν ὅσον διαγαγόντα ἐν τῇ τοῦ Εὐεργέτου μονῇ, ὁ βασιλεὺς αἰδοῦς ἄξιον οἷς ἂν ἐπισταίη κρίνων τὸν ἄνδρα, πρεσβείαν στέλ 204 λεται δι' αὐτοῦ πρὸς τοὺς ῥῆγας, τὸ δὲ πλέον πρὸς τὸν Ἀρμέ νιον, ὡς ἂν ἐκεῖθεν νύμφην ἀγάγῃ τῷ βασιλεῖ. ἐπεὶ γοῦν ὁ ἀποστελλόμενος συγκατέθετο καὶ πάντα μεγαλοπρεπῶς ἡτοιμά σθησαν, τὰ πρῶτα μὲν ἐξ οὐρίας ἔπλει ὁ πατριάρχης ἐπὶ τριή ρεως ἀσφαλοῦς, συνεπαγόμενος καὶ τὸν μοναχὸν ἐκτομίαν Νεό φυτον· ὡς δὲ περί που τὴν Φώκαιαν ἦσαν, πειραταῖς περι πίπτουσιν, οἳ καὶ περισχόντες αὐτοὺς φόρτον ἐκεῖνον διεφόρουν καὶ τούτους παρακατέχειν, ὡς ἀποδοῖντο, ἠβούλοντο. ἀλλ' ἐξαίφνης φαίνεταί τις φορτὶς πλήρης ἀγωγίμων κατὰ τὸ πέλαγος, ἧς δὴ καὶ φανείσης μακρόθεν περὶ τὸ ἐκεῖθεν κέρδος οἱ πειραταὶ λιχνευσάμενοι ἀφιᾶσι μὲν πρὸς τῷ λιμένι ἅμα αὐτῇ τριήρει τοὺς περὶ τὸν πατριάρχην, ἀφιᾶσι δὲ καὶ τὸν περιττὸν φόρτον ἐκεῖ νον, καὶ ὡς προσμενούντων ἐλπίσαντες (τὸ γὰρ τοῦ πατριάρχου σχῆμα σφᾶς ἔπειθε μὴ τὸν ἀγεννῆ δρασμὸν ἐννοεῖν) ἀπτέρῳ τάχει καὶ προθυμίᾳ ἐπὶ τὴν φανεῖσαν ὥρμων. τῶν δ' ἀπ' ὀφθαλμῶν γεγονότων, εὐθὺς κακὸν ἐλπισμὸν περὶ ἑαυτῶν οἱ περὶ τὸν πα τριάρχην ἔχοντες, εἰ ἐπισταῖεν καὶ αὖθις, δρασμὸν ἐννοοῦσι. καὶ δὴ τῆς νηὸς ἀποβάντες ὡς εἶχον μόναις στολαῖς καὶ βλαύταις, ᾗ ποδῶν εἶχον, φεύγουσιν ἀνὰ κράτος, πάτον μὲν ἀνθρώπων ἀλεεί νοντες, ἀτρίπτοις δὲ δυσχωρίαις, τὸ μὲν καὶ θελήσει τὸ δὲ καὶ τῷ μὴ εἰδέναι ὅλως τῶν τόπων, μόλις μετὰ τὴν πολλὴν τῶν πο 205 δῶν ἐπὶ θάμνοις καὶ πέτραις πρόσκρουσιν ἐπί τι φρούριον δια σώζονται. ὕστερον δὲ καταλαβόντες οἱ πειραταὶ ἔγνωσαν ὅλως σεσοφισμένοι παρ' ἑαυτῶν, ἢ μᾶλλον τῆς προνοίας, ὡς ἄν τις εἰκάσειε· τέως δὲ λαβόντες καὶ ναῦν καὶ φορτία ἐχώρουν. ὁ δὲ βασιλεὺς τὰ περὶ τούτων μαθών, καὶ ὡς εἰκὸς προσαλγή σας, ἄλλους εὐτρεπίσας ἐκπέμπει· οἱ δ' ἦσαν ὅ τε ἐπὶ τῶν δεήσεων Γλυκὺς Ἰωάννης καὶ ὁ τῶν ἀγελῶν λογοθέτης ὁ Με τοχίτης Θεόδωρος. οἳ δὴ προσσχόντες πρῶτον τῇ Κύπρῳ, καὶ τῷ ῥηγὶ προσμίξαντες, εἶχον μὲν ἐκεῖνον αὐτίκα ἐφ' οἷς ἐζήτουν πειθήνιον, ἓν δὲ καὶ μόνον ἐκεῖνος προσιστάμενον ἐγνωκὼς τῇ πράξει ἔθελε κἀκεῖνος ἐξημεροῦν· τὸ δ' ἦν τὸ ὑπὸ βουλῇ καὶ θελήσει τῆς κατὰ Ῥώμην ἐκκλησίας τὸ συνάλλαγμα διαπράτ τεσθαι. ταῦτα δ' ἦσαν χρόνου καὶ τριβῆς δεόμενα. ἀλλὰ προστεταγμένον αὐτοῖς καὶ παρὰ τοὺς τῆς Ἀρμενίας ἄρχοντας ἀπαντᾶν, ἐκείνων πρῶτον προσλιπαρούντων περὶ δυοῖν ἀδελ φαῖν, ἐφ' ᾧπερ ὡς βούλονται χρήσαιντο (μηδὲ γὰρ ἔχειν ποτέραν προτιμᾶν εἰς τὴν τῷ βασιλεῖ πρέπουσαν κήδευσιν, ὡς προτιμω μένης μιᾶς καὶ θατέραν ἕπεσθαι), ἐκεῖσε γοῦν γεγονότες οἱ πεμ φθέντες καὶ ἀμφοτέρας ἄγουσι, τὴν μὲν τῷ βασιλεῖ οἱ συνοική σουσαν, τὴν δ' ἄξιον εὑρήσουσαν τὸν νυμφίον. ὡς δὲ πλῷ χρωμένων κίνδυνος ἐφίσταται τῇ προτέρᾳ χαλεπῆς ἐνσκηψάσης 206 νόσου, προσίσχουσί τε τῇ Ῥόδῳ, καὶ ὅσα ἦν νόμος τελέσαντες ἐπ' αὐτῇ κατὰ συνήθειαν ὀρθοδόξου πίστεως, τέλος ἐξομοσαμέ νην τἀκείνων χρίουσι μύρῳ καὶ ἁγιάζουσι. κἀντεῦθεν τῆς νόσου ῥαϊσάσης ἀπάραντες Ῥόδου τῇ Κωνσταντίνου προσίσχουσι. καὶ παρὰ τὸ τοῦ Κέρατος τέλος πρὸς τῷ Κοσμιδίῳ προσσχόντων, οὐδὲν ἦν εἰς φιλοτιμίαν ὅπερ οὐκ ἔπραττεν ὁ κρατῶν εἰς τὴν τῆς δεσποίνης ὑπάντησιν. καὶ τέλος ὑπὸ λαμπρᾷ καὶ πολυτελεῖ τῇ πομπῇ εἰσαχθείσης, λαμπρῶς καὶ περιφανῶς ἐπὶ τῇ προτέρᾳ Μαρίᾳ καὶ τοὺς γάμους ηὐτρέπιζε. (6) καὶ εἶδε τὴν λαμπρὰν ἐκείνην καὶ βασίλειον τελετὴν ἡμέρα ἑξκαιδεκάτη Ἑκατομβαιῶνος μηνός. τὴν δέ γε ὑστέραν Θεοφανώ, καὶ αὐτὴν τῷ θείῳ μύρῳ χρισθεῖσαν καί γε τιμηθεῖσαν τῷ τῆς μάμμης τοῦ νέου βασιλέως καὶ δεσποίνης ὀνόματι (Θεοδώρα γὰρ ἐκ Θεοφανοῦς μετεκλήθη), μετὰ καιρὸν τῷ τοῦ δυτικοῦ σεβαστοκράτορος Ἰωάννου παιδὶ σε βαστοκράτορι καὶ αὐτῷ ὄντι (καὶ ὁ ἀδελφὸς γὰρ οὕτως ἐξ ἀξιώ ματος ἐφημίζετο, τοῦ Μιχαὴλ κατὰ πόλιν ἐγκεκλεισμένου) ἑτοι μάζουσι μὲν πέμπειν ὡς νύμφην, καὶ ὑπὸ πισταῖς ὁμολογίαις μετὰ προικὸς πολυταλάντου οἴκοθεν ἔπεμπον· ἀλλ' ἐν τῷ με ταξὺ τελευτήσασαν ἡ Θεσσαλονίκη δέχεται.
5.1.2
Ἀλλ' ἐπέστησαν αἱ πασχάλιοι, καὶ δόξαν δεσποίνῃ ἐπὶ Θεσσαλονίκης ἀποδημεῖν, ἐν φροντίσι καὶ διὰ ταῦτα ταῖς ἀναγκαίαις ὁ κρατῶν γίνεται. καὶ πρῶτα μὲν τῷ υἱῷ Ἰωάννῃ 379 καὶ δεσπότῃ τελεῖ τοὺς γάμους, καὶ τῇ ἐπὶ τοῦ κανικλείου θυ γατρὶ τοῦ Χούμνου, ἀνδρὸς σοφοῦ τε καὶ εὐνοϊκοῦ τῷ κρατοῦντι διαφερόντως δόξαντος, πρὸ καιροῦ μνηστῇ τῷ Ἰωάννῃ ἐξ ἱερο λογίας οὔσῃ, βασίλισσα δεσπότην εἰς ταὐτὸν τὸν υἱὸν ἄγει καὶ διὰ γάμων· ἐδόκει γὰρ ξυνεκδημεῖν τῇ δεσποίνῃ κἀκεῖνον. καὶ διὰ τοῦτο ἔνθεν μὲν τὸ ἐπὶ Αὐγούστῃ πένθος, ἐκεῖθεν δὲ διὰ τὸν υἱὸν καὶ οἱ γάμοι ἐσχεδιάζοντο. ὡς δ' ἐπ' ἐξόδοις ἡ δέσποινα ἦν (ἤπειγε γὰρ αὐτὴν ἡ ἐπὶ θυγατρὶ στοργή, ὡς ἐλθοῦσαν ἴδοι καὶ περιπτύξαιτο), ἐφ' ἡμέραις καὶ ὁ κρατῶν συνεξέρχεται, καὶ κατὰ τρόπον ἐξετοιμασάμενος τὰ ἐξιτήρια ὑποστρέφει. 6. Καὶ τότε τῶν πολλῶν ἀνεθεὶς φροντίδων ὁμόσε χωρεῖ ταῖς τῆς ἐκκλησίας καὶ αὖθις μερίμναις. καὶ πάλιν συνάξεις, καὶ πάλιν σύνοδοι καὶ συνδιασκέψεις καὶ λόγοι καὶ συζητήσεις, προηγουμένως περὶ τοῦ ἐκφωνηθέντος παρ' Ἰωάννου ἀφορισμοῦ, εἰ δίκαιον εἶχεν ἀφορίζειν ἐκεῖνος. καὶ τοῖς μὲν ἐδόκει· μέχρι γὰρ καὶ τότε αὐτὸν ἐπὶ τῶν ἐκκλησιῶν μνημονύεσθαι, ἰσχυρὸν δ' εἶναι καὶ ἄλλως τὸ ἐπιτίμιον, πατριάρχην ἐκεῖνον βασιλέως 380 ὁμολογήσαντος. καὶ οἱ μὲν οὕτως, οἱ δέ, οἳ δὴ καὶ πρὶν ἐκεί νῳ διὰ τὸν ὅρκον προσίσταντο, ὁμόλογα ἑαυτοῖς δρᾶν ἐθέλοντες μήτ' ἔχειν ἐκεῖνον πατριάρχην καὶ πρότερον ἢ ὅτ' ἀφώριζε, μήτε τὸν ἀφορισμὸν ἰσχύειν διισχυρίζοντο, ὥστε καὶ ἐν μιᾷ τῶν συνά ξεων βασιλέα μανθάνειν αἱρούμενον οἵ τινες τῆσδε τῆς γνώμης καὶ τίνες θατέρας καὶ πόσοι, ἐρωτᾶν ἕκαστον, καὶ τοὺς τῆς αὐτῆς καὶ μιᾶς γνώμης εἰς μέρος ἑκατέρους καθίζειν. ἐκείνοις μὲν οὖν μετὰ τὰς πολλὰς ἐκείνας συνάξεις, συναγομένοις καὶ καθ' αὑτοὺς ἐπὶ τῷ περιωνύμῳ τῶν ἁγίων ἀποστόλων ναῷ, ἐκέλευε διασκέπτεσθαι ὡς ἄν γε καὶ συνελθόντες ἐπὶ τῷ Ἀθανα σίῳ τὸ δοκοῦν πράξαιεν· δοκιμάζειν γὰρ καὶ μᾶλλον ἐκεῖνον, εἴτε καὶ βούλοιτο τέως. αὐτὸς δὲ συχνάκις ὑπήρχετο διὰ μηνυμάτων τὸν Ἰωάννην. ὁ μέντοι γε Ἰωάννης τοῦτο μὲν καὶ ταῖς τοῦ βασιλέως ἱκετείαις θηλυνθεὶς τέως, ὑβριοπαθῶν δὲ τὸ πλέον ἐπὶ τοῖς ἀρχιερεῦσιν, ὡς αὐτὸς μὲν συναίροιτο σφίσι τῆς γνώμης καὶ τὸν ἀφορισμὸν ἱσταίη ὡς ἔρυμα, ἐκείνοις δὲ ἐξ ἐθελοκάκου γνώ μης προδιδοῦσι τὸ ἔρυμα ἀτιμοῦν καὶ αὐτὸν ἐπίοι, καταπροϊσα 381 μένοις ἅμα μὲν τὴν αὐτοῦ τιμὴν ἅμα δὲ καὶ τὴν ἑαυτῶν ἀσφά λειαν, βασιλεῖ διὰ ταῦτα κατανεύει καὶ τὸ αἴτημα ἐκπληροῖ, ἐγ γράφως ἐξαποστείλας τάδε." Δέσποτά μου ἅγιε βασιλεῦ, καὶ ὑμεῖς θεία καὶ ἱερὰ σύνοδος, ἥ τε σύγκλητος, καὶ ὁ παρεστὼς καὶ ἀκούων τοῦ κυ ρίου λαός, ὅσοι τε ἐν κλήρῳ καταλέγεσθε, οἱ μοναχικῷ διαπρέ ποντες σχήματι, καὶ ὁ λοιπὸς ὄχλος. ἐγὼ παρ' ὀρθοδόξων γο νέων γεννηθεὶς καὶ εὐσεβείᾳ τραφεὶς πρῶτον μὲν τῆς ἱερατικῆς ἠξιώθην τιμῆς, εἶτα καὶ τὰ μοναχῶν τελεσθείς, κρίμασιν οἷς οἶδε θεός, εἰς τὸν θρόνον ἀνήχθην τὸν πατριαρχικόν, εὐδοκίᾳ μὲν θεοῦ πρῶτον, ἔπειτα δὲ βουλῇ καὶ θελήσει καὶ γνώμῃ ἐξε τασμοῦ πάντων ὑμῶν τῶν προεχόντων ἐν ἀξιώμασι. καὶ ὡς διέπρεψα εὐσεβῶς καὶ ὀρθῶς, οἶδε μόνος θεός· καυχᾶσθαι γάρ μοι οὐ συμφέρει κατὰ τὸν θεῖον ἀπόστολον. συνέβησαν οὖν ἐν τῷ μεταξὺ σκάνδαλα, ὅσα καὶ ὑμεῖς οἴδατε, καὶ διὰ τὸ μὴ παραβλαβῆναι ψυχήν τινος Χριστιανοῦ καὶ διὰ τὸ ἐν εἰρήνῃ καὶ καταστάσει εἶναι τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ὑπεχώρησα και ρὸν τοῦ θρόνου καὶ ἐν τῷ κελλίῳ μου περικλεισθεὶς ἐκαθήμην. ἀμφιβάλλοντι δὲ καὶ δεομένῳ θεοῦ περὶ τούτων ἐμφάνειά τις θεία ἐπέστη μοι λέγουσα" 3εἰ φιλεῖς με, Πέτρε, ποίμαινε τὰ πρόβατά μου." 3 πάλιν οὖν διὰ τοῦτο ἀνῆλθον εἰς τὸν θρόνον. ἐπεὶ δὲ καὶ αὖθις ἐκινοῦντο μειζόνως τὰ σκάνδαλα καὶ ἡ ἐκκλησία διὰ 382 τοῦτο ὑβρίζετο, πάλιν τῆς καθέδρας ἐξέστην τῆς πατριαρχικῆς διὰ τὴν εἰρήνην αὐτήν. ἐπεὶ δὲ καὶ αὖθις ἐγένετο ὅσον γινώσκετε, καὶ ἀφορισμὸς ἐξεφωνήθη μοι κατὰ τοῦ ἀναβιβάσοντος ἐπὶ τὸν πατριαρχικὸν θρόνον τὸν κύριν Ἀθανάσιον διὰ τὸ δοκεῖν τὴν αὐτοῦ ἀνάβασιν βαρεῖαν πᾶσι καὶ ἐπαχθῆ, ὑμεῖς δὲ ἀρτίως οὐ δέχεσθε τοῦτον δηλαδὴ τὸν ἀφορισμὸν ὡς μὴ ἐκφωνηθέντα κα νονικῶς, ὡς λέγετε, ἰδοὺ καὶ αὐτὸς ὅσον τὸ τοῦ ἀφορισμοῦ ἀπολύω, καὶ παντάπασι λελυμένον ἔχω αὐτόν, οὐ μέντοι τὴν ἀνάβασιν αὐτοῦ εὐδοκῶ. πῶς γὰρ ἂν αὐτὸν καὶ δέξομαι ὡς ἀρ χιερέα, ἄνθρωπον κατηγορηθέντα καὶ ὑβρισθέντα καὶ χείρονα ἢ ἐγὼ μικροῦ δεῖν καὶ εἰς αὐτὴν τὴν εὐσέβειαν αὐτοῦ, ἄλλως τε καὶ παραιτησάμενον ἐκκλησιαστικῶς καὶ κανονικῶς; ταῦτα λέγω πᾶσι καὶ διαμαρτύρομαι. εἴ τι δὲ συμβῇ μετὰ ταῦτα, ὑμεῖς ὄψεσθε· τὸ γὰρ ἡμέτερον ἅπαν δεδήλωκα. ὁ δὲ θεὸς τῆς εἰρή νης, ὁ τὸ ἴδιον αἷμα δοὺς ὑπὲρ τῆς ἁγίας αὐτοῦ ἐκκλησίας, αὐ τὸς ταύτης ποιήσοι τὸ συμφέρον καὶ εἰρηναῖον καὶ ἀστασίαστον." ἡ ὑπογραφὴ" ὁ ἀββᾶς Ἰωάννης."
5.1.3
Ἐν τούτῳ καὶ φάμουσος τόμος πλήρης χλεύης ῥιπτεῖ ται. καὶ οὐ γὰρ ἄλλως τῷ τολμῶντι ῥίπτειν ὑπείληπτο εἰς χεῖρας δεδόσθαι τὸν τόμον τῷ βασιλεῖ, ἢν μὴ ἐν αὐτοῖς τοῦ τῶν ἀνακτό ρων ἄλλο τις λαθὼν ἐκτεθείη ἐπὶ τὸν αὐτὸν θρόνον οὗ εἰώθει κα θέζεσθαι βασιλεύς, τοῦ ἀμφικεφάλου ὑπεντεθειμένου οἱ, πολλὴν τοῦ λαθεῖν πρόνοιαν ποιησαμένου τοῦ θεῖναι τολμήσαντος. ὡς δὲ ὁ τοῦ κοιτῶνος προκαθήμενος ὁ Χατζίκης εἰωθὼς ἐκ τοῦ ἐπὶ πλεῖστον εἰσῄει τὰ τῆς καθέδρας διευθετεῖν, φιλοκαλῶν συνή 577 θως τὸν δίφρον προστετυχήκει τῷ τόμῳ, δόξαν οἱ πρὸς βασι λέως αὐτὸν τεθῆναι ἅτ' ἀπόρρητά τινα περιέχοντα, μηδὲν πολυ πραγμονήσας, μὴ ἀναγνούς, ὡς εἶχεν ἐξ αὐτῆς, οὕτως ἐγχειρί ζει τῷ βασιλεῖ. καὶ δὴ ἔδοξε μὲν ἐκ τοῦ παραυτίκα ἀγνῶτ' ἐγ χειρίζων ξένον τι καὶ φροντίδος ἄξιον ἐργαζόμενος, εἰ ὃν βασι λεὺς οὐκ ᾔδει τεθέντα, ὡς θέντι οἱ παρέχοι. τέως δὲ λαβὼν βασιλεὺς καὶ τὴν ἀρχὴν διελθών, τὸ πᾶν τῆς γραφῆς ὡς ἐκ κρα σπέδου τὸ ὕφασμα κατενόει, κἀντεῦθεν μεταξὺ τοῦ θέλειν γνῶ ναι καὶ μὴ ὡς τὸ εἰκὸς γιγνόμενος δεινὰ ἐποίει καὶ ἐν ἀμηχάνῳ ἦν. εἰ γὰρ πάντες ἄνθρωποι τοῦ εἰδέναι φύσει ὀρέγονται, ὡς καὶ ἡ τῶν αἰσθήσεων ἀγάπησις μαρτυρεῖ, τὸ περὶ ἑαυτοῦ, βασιλέα καὶ ταῦτα ὄντα, εἰδέναι, ᾧ ἔνι μὲν καὶ κολακείας ἐνεδρευούσης παρὰ μηδενὸς ἀκούειν τὰ δοκοῦντα ξύμφορα, ἤν οἱ παρὰ γνώμης εἶεν, ἔνι δὲ καὶ κράτος ἰσχύος ἐξ ἀξιώματος τὸ θελητὸν ἐς ἅπαν ἐξο μαλίζειν, μηδενὸς ἀντιξοοῦντος διὰ τὴν ἐκ συνηθείας ὑποστολὴν τοῦ μὴ δοκεῖν βασιλεῖ προσκρούειν, πῶς οὐ μανθάνειν κἀκεῖνον τὸ πρᾶγμα γλίχεσθαι παρεσκεύαζεν τὸν τοιαῦτα τολμῶντα; ἀλλὰ ταῦτα μὲν ἐν παρατηρήσει ἐτίθει ἀνίχνευτον τὸν δεδρακότα. 578

Intertext edge

Open linked passage

Note