Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Georgius Pachymeresii 607 · pg-scrape-grcMore by Georgius Pachymeres
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
607.1.1
πρέσβεων ἐς πόλιν παραγγειλάντων, καὶ ἀγγελλόντων ὡς καί τι νες τῶν Περσῶν διαπερῷεν ὑπὲρ τετρακοσίους (καὶ τοῦτο γὰρ ἐβρενθύετο Ῥομοφόρτος, ὡς εἴη τὰ δυνατά οἱ ὁπόσους θέλοι διαπερᾶν τοὺς κατὰ Θρᾴκην αἰγιαλοὺς κατέχοντι ὡς ἂν μηδὲν μηδ' ὅλως παρὰ τῶν τοῦ βασιλέως νηῶν κωλυθησομένων), παρ αυτίκα μοῖρά τις καὶ μάλιστα τῶν Περσῶν εἰς τὰ τοῦ Γάνου στενὰ εἰσβαλόντες αὐτοβοεὶ τὸν αὐχένα κατέσχον, καὶ πολλὴν λείαν ἐξ Εὐδημοπλατάνου ληϊσάμενοι, τοὺς πολλοὺς φονεύσαντες, ἀρτύναντες ἑαυτοὺς ἐντεῦθεν καὶ τὸ ἀσφαλὲς σχόντες ἐκ τοῦ φρουρίου τοῖς λοιποῖς ἐνεργέστερον ἐπεχείρουν. ἐκεῖθεν καὶ ἕως Ῥαιδεστοῦ, τὰ πρὸς τὰ ὧδε κατά τε πλάτος Βιζύης καὶ πρόσω, ἅπαντα τὸν τοσοῦτον τόπον ἀνθρώπων παντελῶς ἐρημώσαντες τοῖς ἐκείνων καρποῖς ἐνετρύφων· πελάγει γὰρ ληΐων κυματίζοντι προστυγχάνοντες, ἐξ αἰχμαλώτων τοὺς ἀμητῆρας ἐπιστήσαντες, μυρίον διεφόρουν πλοῦτον, ἁμάξαις καὶ ζώοις διακονούμενοι. βασιλεῖ μὲν οὖν ἐδόκει καὶ βουλευταῖς ἐκ πολλοῦ πέμπειν διὰ ταῦτα καὶ κατακαίειν τὰ ἄνω καὶ πόρρω που Σηλυβρίας· ἔτι δὲ πολλῶν αἰτιῶν χάριν ὤκνουν καὶ ἀνεβάλλοντο τὴν ἐγχείρησιν. ἐς τοῦτο δ' ἀπεκρίθη τότ' οἶμαι καὶ ὄψις ὀνείρου φανεῖσά τινι τῶν 608 ἐκ τῆς τάξεως τοῦ παλατίου χρόνοις τρισὶ πρότερον ἢ ταῦτα γε νέσθαι· Πέρσαι γὰρ ὀχούμενοι καμήλοις καθ' ἑῷον αἰγιαλὸν ἀπὸ Σκουταρίου καὶ τὸ ἐπέκεινα ἵστασθαι τὸ ὄναρ ἐδείκνυ, ἐξαίφνης δὲ κατ' αἰθέρα τὰς καμήλους πετομένας καὶ τοὺς ἐπιβάτας φε ρούσας πρὸς τὴν ἀντίπεραν γίγνεσθαι. καὶ ταῦτ' ἐπράττετο μη νὸς Ἀνθεστηριῶνος, ὅτε βασιλεὺς Μιχαὴλ ταῖς σφῶν ἀτασθα λίαις προσκόπτων, ὀλίγους περὶ αὐτὸν ἔχων τοὺς συναναβάντας ἀπὸ δύσεως ἐκ προσπαίου, πέμπων πρὸς τὸν πατέρα ἐκχωρεῖ σθαί οἱ τὴν πρὸς ἐκείνους ἀφίππευσιν, εἰ μὴ ἄλλως καὶ αὐτόθεν θέλοι ξυμμαχεῖν, ἐζητεῖτο· τὴν γὰρ χώραν ἤδη προνενομεῦσθαι, καὶ ἄρδην φανερὰν εἶναι ἀπολουμένην, ἢν μή τις ὑπέρσχῃ. ἀλλ' ἡ περὶ ἐκεῖνον ὀλιγοχειρία ἐμποδὼν ἦν, καὶ μέλλησις προμηθὴς σπουδῆς ἐπικινδύνου τὸ τηνικάδε κρεῖττον ἐδόκει. Ἄλλο δέ τι μᾶλλον ἐπραγματεύετο. (22) ὡς γὰρ ὁ Πέρ σης Ἰσαὰκ (τοῦτο γὰρ ἦν ὄνομα), ὃν καὶ τὰ πρότερον ἱστο ροῦμεν τοῖς Ἰταλοῖς κατὰ δύσιν συνόντα πέμπειν παρὰ τὴν ἐκεί νων πρὸς βασιλέα αἴσθησιν, καὶ σπονδὰς πρὸς αὐτὸν συντίθε σθαι θέλειν κατά τι γαμικὸν κῆδος τὸ ἐπὶ τῷ τοῦ Μελὴκ θυγα τρίῳ, καὶ φωραθέντα μετ' εἰρήνης καὶ αὖθις ἀντιπεραιωθῆναι πρὸς Ἰταλῶν συνάμα καὶ τῷ ἰδίῳ λαῷ, ὡς γοῦν καὶ αὖθις 609 πέμπων ἀντολίηθεν οὗτος κατήπειγε τὰς σπονδάς, ὑπισχνούμε νος πολλὰ μὲν καὶ ἄλλα τοῖς Ῥωμαίων συνοίσοντα πράγμασιν, οὐ μὴν δὲ ἀλλὰ καὶ τοὺς ἐχθροὺς καὶ πρώην ἀποστατήσαντας Τουρκοπούλους ἐκ μηνυμάτων τῶν πρὸς ἐκείνους προσάξεσθαι, ἢν μόνον γυναῖκες ἐκείνων ἐπισταῖεν καὶ τέκνα τὰ παρὰ τῶν Ἀλα νῶν πρὸς πόλιν ἀποσταλέντα, βασιλεὺς ἐξ ἅπαντος θέλων τὰς τῶν Ἰταλῶν δυνάμεις ἀρρωστοτέρας ἐγκαθιστᾶν δέχεται τὴν πρεσβείαν, καὶ φιλανθρώπους τὰς ἀποκρίσεις διδοὺς πῶς ἂν κατὰ τρόπον ταῦτα καταστήσειε διεσκέπτετο. οὐδὲ ἡμῖν ἴσως χεῖρον προαναλαβεῖν καὶ δηλῶσαι περὶ τοῦ κορίου, τίνος μὲν Μελὴκ θυγάτριον, ὅπως δὲ κατὰ πόλιν ἐν τοῖς Ῥωμαίων ἤθεσι προσέκυρσε διαιτᾶσθαι. Ἀζατίνης μὲν οὖν σουλτὰν ἐκεῖνος περὶ οὗ ἐν τοῖς προτέροις λόγοις ἐλέγομεν, ἔτι τῆς Περσίδος καθε στώσης, ἐπεὶ ἐκποδὼν ἦν αὐτῷ ὁ πατὴρ Ἰαφατίνης, οὗ δὴ καὶ Πέρσαι κατήκουον, εἰς διαφορὰς μεγίστας πρὸς τὸν ἴδιον ἀδελ φὸν Ῥουκρατίνην καθίστατο· διημφισβήτει γὰρ τῆς ἀρχῆς ἐκεῖ νος καὶ διετέλει μαχόμενος, ὡς καὶ εἰς Τοχάρους ἀποκλῖναι ἤδη τοῖς Περσῶν ἐπιχειροῦντας πράγμασι, καὶ τὰς ἀρκούσας δυνά μεις ἐκεῖθεν λαβὼν τὰ δυνατὰ τἀδελφῷ ἐπεισφρεῖν. καταταχού μενος δ' ὑπ' ἐκείνων Ἀζατίνης ἔγνω κατὰ σπονδὰς προσχωρεῖν 610 τῷ προβεβασιλευκότι τῷ Λάσκαρι. ὁ δ' ἐκεῖνον καὶ ὑποδέχεται προσενεχθεὶς φιλανθρώπως καὶ τιμᾷ τοῖς προσήκουσιν, οὐ μὴν δὲ ὥστε καὶ παρακατέχειν δεῖν ἔκρινεν, ἀγωνιῶν περὶ τῆς σφετέ ρας, μή πως ταῖς πρὸς τὸν Ῥουκρατίνην συμμαχίαις οἱ τέως ἀλ λοτρίως τοῖς Πέρσαις ἔχοντες Τόχαροι κατοικειωθέντες ἐγκρατεῖς μὲν αὐτῶν γένωνται, τοῖς Ῥωμαίων δὲ πράγμασι προσβάλλειν ἔχοιεν ἐξ ἐγγίονος. ταύτῃ τοι καὶ τὴν περὶ αὐτὸν συγκαθίσας βουλὴν ἐπήγγελε βουλεύεσθαι περὶ τῶν προκειμένων, ἑνὸς ἀπι σχομένους καὶ μόνου, τοῦ τὸν Ἀζατίνην παρακατέχεσθαι· τὴν γὰρ βουλὴν εἶναι ταύτην ἀπίστου μὲν πρὸς βασιλέα, ἐπὶ πονήρῳ δὲ καὶ τῶν Ῥωμαϊκῶν πραγμάτων βουλεύειν προαιρουμένου, ὅμοιον ἄρα ποιοῦντος καὶ λέγοντος ὥσπερ εἴ τις τὸν θριγγὸν κα ταλύειν ἐβούλευε τῶν ὀχυρωμάτων καὶ θέλων ταῦτα διατηρεῖν. ὡς γοῦν οὕτως ἀπείρητο βασιλεῖ μὴ παρὰ Ῥωμαίοις τὸν Ἀζατίνην 611 κατέχεσθαι, καὶ ἡ βουλὴ συνεφώνει, ἐπανέζευξε μὲν αὐτίκα καὶ αὖθις ὁ προσχωρήσας, οὐ μὴν δὲ καὶ βασιλικῆς ἀπήλαυσε βοη θείας ὥστε περιγενέσθαι τοῦ ἀδελφοῦ. ὡς δὲ καὶ αὖθις ἐκεῖνος ἐνεργέστερον ἐπολέμει καὶ οὐκ ἦν παραμένειν τὸν ὑστεροῦντα, ἐπεὶ καὶ ἐκποδὼν ἤκουε τὸν Λάσκαριν γεγενῆσθαι καὶ ἐπὶ τῶν ὅλων καταστῆναι τὸν Παλαιολόγον, ἐχέγγυον ἔχων ἐκεῖνος τὴν πρὸς τὸν βασιλεύσαντα συνήθειαν προσχωρεῖ καὶ αὖθις ἐκείνῳ τευξόμενος συμμαχίας. ἀλλὰ πολὺ τῶν ἐλπίδων ἐψεύσθη· ὁ γὰρ βασιλεὺς τοῦ πρὸς Τοχάρους κήδους δεύτερα πάντα τὰ τοῦ σουλτὰν τιθέμενος, τὸν μὲν Τοχάρων ἄρχοντα Χαλαοῦ, τὸ ἐκ σπερμάτων σκοτίων θυγάτριον τὴν Μαρίαν πέμπων, κηδεύει, εἰ καὶ τούτου ἐν τοσούτῳ ἐξ ἀνθρώπου γεγονότος ὁ Ἀπαγάς, ἀδελφὸς ὢν ἐκείνου ἐπὶ τῆς ἀρχῆς τεταγμένος, τὴν Μαρίαν ἠγά γετο. τὸ δὲ σουλτὰν κατὰ πόλιν ἔχων ἤδη Ῥωμαίοις ἁλωμένην περιεβουκόλει ἀλλαχόθεν αὐτῷ τὰς ἐλπίδας. ὁ δὲ μὴ ἀγνοῶν τὰ βουλεύματα, καιροῦ δραξάμενος, ὡς ἐλέγομεν ἐν τοῖς προτέ ροις, Αἴνοθεν φεύγει, καὶ ξὺν Τοχάροις τοῖς κατὰ δύσιν, ἅμα δὲ καὶ τῷ τῶν Βουλγάρων ἄρχοντι Κωνσταντίνῳ, τὴν φυγαδείαν διατίθεται ἀνὰ τὰ τοῦ Εὐξείνου βόρεια. πολλοῖς δὲ χρόνοις ὕστε ρον, ἐκποδὼν γεγονότος ἐκείνου, ὁ ἐξ ἐκείνου Μελὴκ τὸν Εὔξει νον διαπεραιωθεὶς πρὸς Καστάμονα γίνεται. καὶ ἤδη Τοχάροις 612 ὑποκλιθεὶς τὴν πατρικὴν αὐτοῦ καὶ παππῴαν λῆξιν ἐπανασώσα σθαί οἱ διεπειρᾶτο. ἀλλ' Ἀμούριος ἐμποδὼν ἐγίνετο, καὶ μα χόμενος οὐκ ἀνίει, μέχρις οὗ κατισχυθεὶς ἅμα γυναικὶ ὁ τοιοῦτος παραγεγονὼς πρὸς τὴν κατὰ Πόντον Ἡράκλειαν βασιλεῖ προσχω ρεῖν ἔγνω. καὶ παραγεγονὼς κατὰ πόλιν, ὅπως τοὐντεῦθεν ἐκ δημοῦντος τοῦ βασιλέως τότε πρὸς Νύμφαιον, αὐτὸς ἀφεὶς τὴν σύζυγον κατὰ πόλιν, ὑφ' ὁδηγοῖς τοῖς τοῦ βασιλέως τὴν πρὸς ἐκεῖνον διήρχετο φέρουσαν, καὶ ὅπως ἐξ Ἀτραμυτίου λαβὼν τὰς βουλὰς ἀπέδρα, καὶ ὅπως τὰ καθ' αὑτὸν διῴκησεν, ἐρρέθη τὰ πρότερα. ὕστερον δὲ καὶ ἡ σύζυγος ὑποστρέφει, ἐκείνου μὲν ἀξιοῦντος, βασιλέως δ' ἐφιέντος. τὸ δὲ κόριον ὡς ὅμηρον κατα λείπεται. ἤδη μὲν οὖν τὸ τοιοῦτον ἐτέθραπτο κατὰ πόλιν ἐπὶ συχνοῖς τοῖς χρόνοις ὑπὸ βασιλικῷ σιτηρεσίῳ, καθὼς ἄρα καὶ ὁ Μελὴκ Κωνσταντῖνος, τῶν τοῦ σουλτάνου υἱῶν ἅτερος, καὶ αὐ τὸς παρὰ Ῥωμαίοις ἐγκαταλέλειπτο, ὃς δὴ καὶ βαπτισθεὶς ἐκθύ μως προσετετήκει τοῖς Ῥωμαϊκοῖς ἤθεσιν. αὐτὸ δὲ τὸ τοῦ Μελὴκ ἐκείνου θυγάτριον μαθὼν Ἰσαάκ, Μελὴκ φημιζόμενος καὶ αὐτός, πρὸς γάμον καὶ αὖθις ᾔτει. ἐζήτει δὲ καὶ τὸν θεῖον ταύτης Με λὴκ προβληθῆναι πρὸς βασιλέως σουλτάν, κἀκεῖσε καὶ αὐτὸν πεμφθῆναι, καὶ οὕτως υἱοποιηθέντα καὶ αὐτὸν Ἰσαὰκ βασιλεῖ τὰ 613 πρὸς Ῥωμαίων κατὰ τὸ δυνατὸν ἐνεργεῖν. ταύτῃ τοι καὶ βασι λεὺς ἐνασμενίσας τῇ κοινοπραγίᾳ τοῦ Πέρσου, τὸ μὲν σουλτὰν ἐγκαθιστᾶν τὸν Μελὴκ καὶ θεῖον τῆς κόρης οὐκ ἐδοκίμαζε τέως, τὸ γύναιον δέ, καὶ μεγάλην ἐξετοιμασάμενος προῖκα, σὺν αὐτῷ διαποντίους εἰς Πηγὰς πέμπει, ἵνα δὴ καὶ ἐπήγγελε καθημένους τὰ συμφωνούμενα καθιστάνειν σὺν τῷ καὶ τῆς πόλεως Πηγῶν τὸν Μελὴκ ἡγεῖσθαι. πλὴν δ' ἀλλὰ καὶ συχνὰ τῶν ἀκατίων ἐκεῖσέ πῃ παρεσκευάζετο, διαπερᾶν, εἰ θέλοιεν, Πέρσας. ὅτε δὴ καὶ περικαθημένων σὺν Πέρσαις τῶν Ἰταλῶν τὸν τοῦ Ῥαιδεστοῦ πύργον, διανοουμένων ἐξελεῖν καί οἱ χρωμένους ὁρμητηρίῳ τοῖς περὶ τὴν Θρᾴκην πράγμασιν ἐφεδρεύειν, βασιλεὺς πέμψας τριήρεις δύο ἐπειρᾶτο μετάγειν ἐκεῖθεν τὴν ἄχρηστον ἡλικίαν, ὡς διαμενούντων καὶ μόνων τῶν ἐνεργῶν κατὰ πόλεμον. καὶ δὴ ἐπιστᾶσι τοῖς βασιλέως ἐμποδὼν ἔστησαν Πέρσαι κατὰ στόμα διακινδυνεύοντες· εἶτα μαθόντες τὴν περὶ αὐτοὺς τοῦ βασιλέως προμήθειαν καθυφῆκαν τέως καὶ ἑκόντες φυγομαχοῦσιν ἐῴκεισαν. καταταχήσαντες δ' ἐν τοσούτῳ οἱ τῶν τριήρεων πολλοὺς τῶν ἀχρήστων ἐκεῖθεν κατάγουσι, καὶ οὕτω διαφορήσαντες εὐρωστο 614 τέρους τοὺς περικλείστους κατέστησαν, ὥστε καὶ ἐξιόντας ἐκ πο δὸς διώκειν τοὺς ἐπιόντας. οἳ καὶ δυσχρηστούμενοι ἐπὶ τούτοις τὰ μέχρι Σηλυβρίας καὶ ἐπίταδε κατατρέχουσι, καὶ κακῶς διετί θουν οἷς ἄρα καὶ ὑστεροῦν συνέβαινε φρουρίοις ἐγκατακλείεσθαι. 23. Τούτοις δὲ γενομένοις ὁ πατριαρχεύων Ἀθανάσιος ἐπιδαψιλευόμενος οἷον τὰ τῆς πρὸς θεὸν ἐξοσιώσεως, δὶς μὲν καὶ τρὶς τῆς ἑβδομάδος τὰς λιτὰς ἐποιεῖτο, βαρυτέρας δὲ τὰς προσ τιμήσεις τοῖς κατά τι προσκόπτουσι διετίθει. οὐ μὴν δὲ ἀλλὰ καὶ ἐς πλέον εὐσεβείας ἥκειν δοκῶν, στήλην μὲν ἐκείνην πατριαρ χῶν τῶν τριῶν Γερμανῶν, τὴν ἐπὶ δεξιᾷ εἰσιοῦσι τῶν ὡραίων πυλῶν ἱσταμένην, διὰ τὸν ὕστερον τὸν ἐξ Ὀρεστιάδος μετατε θέντα, ὅτι τῇ πρὸς τοὺς Ἰταλοὺς εἰρήνῃ αὐτὸς ἐκεῖνος πρεσβεύ σας συνήργησε, κατασπᾷ, στήλην δὲ βασίλειον ἐκ χρυσονήματος διεσκευασμένην κατ' ὀξὺν πέπλον, ἣν ἐκεῖνος βασιλεῖ Μιχαὴλ πατριαρχεύων ἀνήρτα τῶν πρὸς τῇ δύσει μέσον ἐρυθρῶν κιόνων, κατά τέ τι κλεϊσμὸν τοῦ νέον ἐκεῖνον Κωνσταντῖνον φανῆναι 615 Ῥωμαίοις εἰς τὸ τοῦ πανευκλεοῦς Κωνσταντίνου σχῆμα μεταλλά ξας ἵστη. καὶ ἅπερ τῶν προτέρων τιμῆς ἡμερῶν τοῦ πατριαρ χοῦντος κατὰ σχῆμα διετηρήθησαν, ὕστερον μεταγνόντων οἷον κατά τιν' ὀλιγωρίαν μετηλλάττοντο, ὥσπερ ὀστράκου μεταπε σόντος. ἐκεῖνος δὲ καὶ θεῖα εἰς τὰ πάντα δικαιώματα μιγνύων, τοῖς πολλοῖς ἀνέδην ἐπέχρα, αὐτοπροσκοπίτης ἐγγὺς φαινόμενος, καὶ πᾶς πρὸς τὸν κρατοῦντα λόγος ἐξ εὐλαβείας ἠπράκτει, καὶ εἱρκταὶ καὶ καταγνώσεις τοὺς κατά τι προσκόπτοντας διεδέχοντο. τὰ δὲ τῆς κοινῆς ἐκκλησίας εἰς ὀλίγον γε περιίσταντο, ἐξορισθέν τος μὲν τοῦ Ἀλεξανδρείας, ἀλλοτριουμένου δὲ καὶ τοῦ τῆς Θεο πόλεως διὰ τὴν τῶν Ὁδηγῶν μονήν, ἤν που δὴ καὶ καταθῆναί τις ἠλπίζετο, τοῦ δ' Ἱεροσολύμων Ἀθανασίου ἐκποδὼν κἀκείνου γενομένου διὰ τὰς ἐκεῖθεν κατ' αὐτοῦ φήμας, ἃς δὴ Βρουλᾶς τις ἐκ Ῥωμαίων, καὶ Καισαρείας τῆς Φιλίππου ἐπίσκοπος, βα σιλεῖ καὶ αὐτῷ προσελθὼν πατριάρχῃ καὶ ἀνενέγκας, πεμφθεὶς συνάμα καὶ τοῖς ἐκ βασιλέως πρέσβεσι κατελέγχειν ἠπείγετο· οἳ καὶ ἐπιστάντες Ἱεροσολύμοις τὸν μὲν πατριάρχην ἐξωθοῦσι, τὸν 616 δὲ Βρουλᾶν παρὰ τὴν τοῦ βασιλέως θέλησιν (τὸν γὰρ βασιλέα ζῆλος μόνος κατήπειγε ἐξετάζεσθαι τὰ ἐγκλήματα) ἐπὶ τοῦ τῆς Αἰλίας θρόνου, φέροντα καὶ ταῦτα μύσος ἀφορισμοῦ, ὡς ἐλέ γετο, φέροντες ἐνθρονίζουσι. καὶ λοιπὸν ἀπηρτημένου κἀκείνου ὄντος, μόνος ὁ πατριαρχεύων συνάμα τῷ προσκομίζοντι, ἀπηρ τημένου τοῦ Ἀλεξανδρείας καὶ τοῦ Θεοπόλεως ἤδη, ἐν τοῖς ἱεροῖς διπτύχοις ἐμνημονεύετο. ἀρχιερεῖς δὲ οἱ μὲν ἀπεδήμουν, καὶ τοὺς ἐπιδημοῦντας ἀποδημεῖν κατηνάγκαζε. τοὺς δὲ τοῦ κλήρου τιμίους, οὓς δεινῶς ὑφεώρα, τοὺς δὲ προσαφαιρούμενος καὶ τὰ σιτηρέσια ἀπρακτεῖν ἐποίει. ἦν δὲ καὶ τοῖς κατά τι προσκόπτου σιν εἰς αὐτὸν ἡ ἐκ βασιλέως ἀποστροφὴ ἀπαραίτητος, θέλοντος ἐκεῖνον εὐλαβείας τρόποις ἐξ ἅπαντος συνιστᾶν. καὶ πολλοί τινες εἱρκταῖς ἐδίδοντο ὡς μήτε τινὰ παράκλησιν ἔχειν μήτε μὴν ἐκ τοῦ τυχόντος ἐλευθεροῦσθαι, ὡς καί τινας ἀποδράντας τῶν μονα χῶν, ἐπεὶ οὐκ ἦν σφίσιν ὅπου ἄρα καὶ προσφύγοιεν, προσφυγεῖν τοῖς κατὰ τὴν περαίαν φρερίοις. τὸ προτεινόμενον τοῖς εὐθύ νουσιν ἡ κακουχία, ἵνα γοῦν ἀλλ' οὕτως σωθεῖεν. καὶ τοῦτο 617 ἦν ἄντικρυς τὸ τοῦ Διοδώρου πατρός, τὸ κακοποιεῖν τινὰς βα θέως, ὅταν δικαίωμα θεῖον μίξωσιν. ἀλλὰ γὰρ παράδοξόν ἐστιν οὐκ εἰ γέγονέ τι τῆς συνηθείας ἔξω, ἀλλ' εἰ μὴ πᾶν ἐστὶ τὸ γι γνόμενον ἐν ἐλπίσι πρὶν ἢ καὶ γενέσθαι. ἡ μὲν οὖν περὶ τὸν πα τριαρχοῦντα τοῦ βασιλέως αἰδώς, καὶ τὸ συγκεχωρηκὸς ἐφ' ἅπα σιν ἐκ πληροφορίας οὔτι μικρᾶς, ὡς ἐδόκει, ὡς καὶ στολαῖς ἀγάλλειν ταῖς λαμπροτάταις συνάμα πλείστοις τοῖς εἰς τὸν ναὸν ἀναθήμασιν, ἐς ὅτι πλείστης φιλοθεΐας εἶναι ταῦτα καὶ φιλοκα λίας τοῦ βασιλέως πιστεύεσθαι, καὶ ὑπακούειν ἑτοίμως ἐς ὅ τι δὴ καὶ διαμηνύσειε, καὶ ἀπαντᾶν συχνάκις ἐν ἑορταῖς ἐξάλλους καὶ πολυταλάντους τὰς στολὰς φέροντα, ἠρεμεῖν ἐκεῖνον οὐκ εἴα, ἀλλ' ὁσημέραι ὑπανοιγνὺς δικαστήρια τὰς κρίσεις ηὐθέτει, ὡς καὶ τύπους ἀρχαίους μεταλλάττειν κατὰ τὸ δόξαν συμφέρον καὶ 618 εὐλαβές, καὶ ἄλλους μὲν καθιστᾶν ἐν ἄλλοις, μοναχοὺς δὲ μο 618 νοφαγίαν κατ' ἐννάτας δι' ἔτους ἀσκεῖν, δίχα μέντοι σαββάτου καὶ κυριακῆς. ὅθεν δὴ καὶ τρία ἐκ τοῦ ἀκολούθου τὰ μείζω ταῦτα πλημμελεῖσθαι ξυνέβαινε, πρὸς τῷ καὶ πατέρων τύπους ἀρχαίους ἀλλάσσεσθαι, οἶμαι, τοῖς ἀμελεστέροις, λαθροφαγίαν ἀπληστίαν τε καὶ ὑπὲρ τὸ δέον τοῖς ἑστιωμένοις δείλης ὀψίας, καὶ τρίτον τὸ παραθεωρεῖσθαι τὰς θυσίας τὰς μυστικὰς τοῖς ὀψὲ σιτουμέ νοις. ἀγλευκὴς δὲ τοῖς πᾶσιν ἐδόκει καὶ ἄχαρις, τὸ περὶ τοὺς νόμους ἐπιεικὲς μηδ' ὄναρ εἰδώς.

Intertext edge

Open linked passage

Note