Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
636.1.1
ριον, ὡς μετ' ἀγάπης οἰκεῖν καὶ εἰς ὑποταγὴν τοῦ βασιλέως λο γίζεσθαι, μαχομένους ἐκεῖθεν Πέρσαις, καὶ βασιλεῖ τριακοσίους τῶν ἀρίστων πολεμάρχων συγκροτοῦντας, ὅπου ἄρα καὶ προστα χθεῖεν. (31) οὐ μὴν δὲ καὶ βασιλεὺς ταῦτα τούτοις ἐπείθετο, ἀλλὰ προσετοιμάσας καὶ αὖθις τὰς νῆας ἐπὶ Ῥόδου πέμπει τὰ δυνατὰ προσαρήγων Ῥοδίοις. Τοῦ δ' αὐτοῦ μηνὸς Βοηδρομιῶνος κατὰ τὴν καινὴν κυ ριακὴν καὶ ὁ φυλακίτης Μελιτηνιώτης θνήσκει, τῇ ἐξ ἀρχῆς ἐπιμένων γνώμῃ ὥσπερ καὶ ὁ Βέκκος, μηδὲν πλέον πρὸς βασι λέως ἀξιώσας ἢ τὸ ἐπί τινι τῶν περὶ τὴν πόλιν ἀοικήτων νήσων ἀπαχθὲν τὸ ἴδιον σκῆνος ταφῆναι. ὃ καὶ γέγονε. καὶ εἰς τὴν Πλάτην ἐκκομίζεται καὶ εἰκαίως θάπτεται. μόνος δὲ τῇ φυλακῇ ὁ Μετοχίτης ἐγκαταλέλειπτο, μηδὲν καὶ αὐτὸς ἐνδιδοὺς ἔτι ὧν ἐξ ἀρχῆς ἐξείχετο.