Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
642.1.1
ὡς αὐτίκα ἐφεξόμενος τῶν ἰδίων, ἤν γε καὶ ἐπιεικῶς ὁρμήσειε. τὰ δὲ κατὰ δύσιν καὶ λίαν ἐπολυώρει, ἐξανασπᾶν ἐφιέμενος τὸ οἷον κακὸν ἐγκόλπιον. ταύτῃ τοι καὶ Ἀτμὰν ἐπὶ πλεῖστον ταῖς ἐλπίσιν ἀπαιωρούμενος, οὐδὲν ἦν τῶν περὶ Νίκαιάν τε καὶ Πύ θια καὶ πάντα μέχρι καὶ θαλάσσης, ἅπερ οὐ κατέσχεν. 35. Οἱ δὲ τῆς ἐκκλησίας πρωτεύοντες, καὶ ὡς ἤδη προεί πομεν, ὑφορώμενοι, οἱ δὲ ἐν οὐδενὶ λογιζόμενοι, καὶ οἱ ἔχοντες οἰκονομίας ταύτας ἀποστερούμενοι καὶ αὐτῶν ὀφφικίων (ὅταν γάρ τις ἐν οὐδενὶ λογίζηται, κἂν ὀφφίκιον ἔχῃ, εἰς οὐδὲν αὐτῷ χρησιμεύει), ἀλλὰ καὶ τῶν προσόδων ἀποστερούμενοι, καὶ ὀνει διζόμενοι ἀμέλειαν, καὶ καθ' ἑορτὰς μεθ' ἱματίων ἀπαντᾶν προσταττόμενοι, ἐπιμέλειαν δὲ ζωῆς παρὰ τοῦ πατριαρχεύοντος οὐδὲ κατ' ὄναρ ἔχοντες, οὕτω γοῦν πάσχοντες τῷ βασιλεῖ προσανέφερον, καὶ μᾶλλον περὶ τῆς προσόδου αὐτῶν. ὁ δὲ βα σιλεὺς οἷον ἐπικαμφθείς, καὶ πατριάρχην μετακαλεσάμενος, εἰς κοινὴν τοῦτο σκέψιν θέμενος, ἐσκόπουν περὶ τούτου. ὁ δὲ πα τριάρχης τὴν τοῦ καιροῦ δυσκολίαν προεβάλλετο. τέλος συνε τάξατο δοῦναι ἑκάστῳ ἀνὰ ἓξ τῶν νομισμάτων, ἄλλῳ δὲ ἀνὰ ὀκτώ. ὁ δὲ βασιλεὺς οὐδὲν ἔλεγεν εἶναι· ὀλίγον γὰρ καὶ ταῦτα 643 βιωτικοῖς. ὅμως τούτου γεγονότος οὐδὲν οὐδεὶς ἐλάμβανεν. ἀλλὰ καὶ ἀπὸ μέσου νυκτὸς ἐγγὺς παρὰ τὴν ἐκκλησίαν ἀπαντᾶν ἠναγκάζοντο, καὶ διὰ μέσου τῆς ὑμνῳδίας ὁμιλῆσαι μηδένα μη δενί, μήτε εἰς ἀριστερὰ κλῖναι μήτε εἰς δεξιά, ἀλλὰ ἀκλινεῖς ἵστασθαι, καθὼς ὁ τῶν ἱερῶν κανόνων βεβαιοῖ λόγος. διὰ ταῦτα γοῦν ἀμελῶς εἶχον καὶ σπανίως ἀπήντων εἰς τὴν ἐκκλησίαν καὶ ὡς εἰπεῖν ἀπεσχίζοντο. ὁ δὲ πατριάρχης γραφὰς ἀποστέλλων αὐτοῖς μετεκαλεῖτο, καὶ μᾶλλον ἔλεγεν ἀναγνωσθῆναι ταύτας μέσον τῆς συνόδου τῶν ἡγουμένων (μετὰ τούτων γὰρ τὰς συνό δους ἐποίει) ὡς δῆθεν εὔλογα λέγων. ἀναγκαζόμενοι οὖν οἱ τῆς ἐκκλησίας πρωτεύοντες ἀποστέλλουσι γράμμα τῷ πατριάρχῃ ἔχον ἐπὶ λέξεως οὕτως." ἄνωθεν ἡ τοῦ θεοῦ ἐκκλησία, παναγιώτατε δέσποτα καὶ οἰκουμενικὲ πατριάρχα, οὐχ εὗρε θεσμοὺς καὶ τά ξεις, ταύτας ἐφύλαττε μέχρι σοῦ· καὶ οἱ κατὰ καιρὸν πατριαρ χεύσαντες καὶ εἷς ἕκαστος τῶν τοῦ κλήρου τῆς ἁγίας τοῦ θεοῦ μεγάλης ἐκκλησίας κατὰ τὸ στοιχοῦν τῆς ἀρετῆς καὶ τοῦ χρόνου βαθμὸν εὕρισκον. ἡμεῖς δὲ σμικρολογίαν καταγνωσθείημεν καὶ βαρυκάρδιοι ὀνειδισθείημεν, ὅτι ἀφέντες τὰ μείζω ζητεῖν ζητοῦ μεν τὰ ἐλάττω καὶ οὐδὲν εἰς ψυχὴν χρησιμεύοντα; οὐ ζητοῦμεν ἡμέτερα, δέσποτα, ἀλλὰ τὰ τοῦ θεοῦ καὶ τῆς ἐκκλησίας. αὕτη 644 ἡ τάξις τῆς ἐκκλησίας καὶ τοῦ κλήρου, ἣν ἡμεῖς εἰς τὸ ἀκριβὲς εἰδότες, ταύτῃ ἐνεγηράσαμεν. καὶ καθ' ἑκάστην ἄλλοι καὶ ἄλ λοι προσήρχοντο καὶ προσεδέχοντο, οὐ μάταιοι ὄντες καὶ φαῦλοι, ὅτι ἓξ νομισμάτων κατ' ἐνιαυτὸν δουλεύειν ἀπέστησαν, οὐ μὰ τοὺς ἱεροὺς θεσμούς, οὓς οἱ πατέρες παρέδοσαν· ἀλλὰ τῇ χάρι τος φυλαττόμενοι δυνάμει πάντες ἐκεῖνοι καὶ πατριάρχαι καὶ ἀρ χιερεῖς ἦσαν, καὶ διδάσκαλοι κοινοὶ καὶ φωστῆρες τοῖς ἐκκλησια στικοῖς ἐμπρέποντες ἀξιώμασι, τίμιοι καὶ βασιλεῦσι καὶ ἄρχου σιν, ἔχοντες ἐλευθερίαν προηγουμένως, ὡς δὴ αὐτῶν γινομένων τῶν τῆς ἐκκλησίας ἁπάντων. καὶ οἱ κατὰ καιροὺς τῆς ἐκκλησίας προστατοῦντες τοὺς τοῦ κλήρου μέλη αὐτῶν ἐλογίζοντο. νῦν δέ, ἀλλὰ τί; ἀλλ' ἔχει τις προβάλλεσθαι τὴν τοῦ καιροῦ δυσκολίαν, ὡς καὶ πολλάκις ἡ ἁγιωσύνη σου. ἀλλὰ μετὰ πάντων τῶν Ῥω μαίων καὶ ἡμεῖς, καὶ ὡς ἕκαστος ἔτυχεν ἔχων οὕτω καὶ ἡμεῖς· ἀλλὰ μόνοι ἡμεῖς δυστυχοῦμεν. καὶ οὐχ ὅτι ἀπορεῖ ἡ ἐκκλησία· ἀλλὰ καὶ εὐπορεῖ, ὅσον οἴδαμεν. ἀλλ' ὅτι ἀπαιτούμενοι κατὰ κυριακὰς καὶ ἑορτὰς ἀπαντᾶν μεθ' ἱματισμῶν ἡμεῖς καὶ καθ' ἑκάστην σχολάζομεν καὶ οὐχ ἁμαρτάνομεν εἰς τοῦτο. ἀλλ' ὅμως καὶ εἰς τοῦτο ἀπολογούμεθα. οἴδαμεν γὰρ τοὺς μεγίστους ἄν δρας ἐκείνους τοὺς πρὸ ἡμῶν, ὧν καὶ τοὺς τόπους ἡμεῖς ἐφθά σαμεν, ὅτι οἴκοι ναοὺς ἔχοντες καὶ ἱερεῖς τὰ τῆς ἀκολουθίας αὐ τῶν ἐξετέλουν, ἐσχόλαζον δὲ καὶ εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ, ὡς 645 εἶχεν ἕκαστος δυνάμεώς τε καὶ προαιρέσεως. αἱ δὲ ὑπηρεσίαι ἐκείνων αἱ τῶν ὀφφικίων ἐκείνων ἦσαν ἐνέργειαι, τοῦ μὲν ὡς οἰ κονόμου, τοῦ δὲ ὡς σακελλαρίου, τοῦ δ' ὡς χαρτοφύλακος, καὶ σκευοφύλακος ἄλλου, καὶ καθεξῆς τῶν λοιπῶν. ξένον οὖν εἰ ἐκείνων ἀφαιρεθέντες τὰ μὴ προσήκοντα ἀπαιτούμεθα. τέως δὲ καὶ συχναὶ γραφαὶ τῆς ἁγιωσύνης σου εἰς τοῦτο ἀναγκάζουσιν ἡμᾶς εἰς ὅπερ οἱ πατέρες ἡμῶν νηπιόθεν ἡμᾶς ἐδίδαξαν καὶ οἱ παιδαγωγήσαντες. εἶτα δὲ καὶ πολυετὴς οὗτος χρόνος, καθ' ὃν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ προσεδρεύομεν καὶ σχολάζομεν μεθ' ἱερῶν ἐνδυμάτων. ταῦτα ζητησάσης τῆς ἁγιωσύνης σου πράττομεν, οὐ τόσον δι' ἐντολὴν πατρικὴν ὅσον καὶ ἡμῖν αὐτοῖς περιποιούμε νοι τὴν τιμήν. ἀληθὲς δὲ ὑπ' ὀλίγον ἠμελήσαμεν. καὶ ἡ αἰτία οὐκ ἀφ' ἡμῶν. ἐπειδὴ ἐπέστη ἡ ἁγιωσύνη σου, ὥσπερ ἂν μὴ εἶχεν ἡ ἐκκλησία κλῆρον, οὕτως ἤρξω πρὸς ἡμᾶς διατίθεσθαι, μὴ φροντίζων ἡμῶν τὸ σύνολον, μήτε μείζονος μήτε ἐλάττονος. καὶ πρὸς τοιαύτην ἀκυβερνησίαν τὰ πολλὰ τῆς προσεδρείας κατη μελήσαμεν, ὅτι οὐκ ὀφφίκιον ἐνηργεῖτο, οὐδὲ ἄλλο τι, ἢ πρόσο δος ἢ τιμὴ ἢ ζωή, ἐκεῖθεν ἐφαίνετο. διὰ τοῦτο προσεδράμομεν εἰς τὸν κοινὸν εὐεργέτην ἡμῶν τὸν βασιλέα τὸν ἅγιον. καὶ ὁπό θεν ἐνεποδίσθη ἡ ἀπεκεῖθεν εὐεργεσία ὁ θεὸς οἶδεν. ὅμως διε 646 τάξω διδόναι τὸ ἥμισυ τῆς ῥόγας. καὶ ὁ βασιλεὺς ὀλίγον εἶναι διέκρινεν. ἀλλὰ τί κἂν τοῦτο γίνεται; ἢ ἐν λόγῳ τινί ἐσμεν ἢ ἐν τιμῇ; ὁπόσην δὲ κακοπάθειαν ἔχομεν, ὁ θεὸς μαρτυρήσει καὶ οἱ ἐλεοῦντες ἡμᾶς. εἶτα τί ἔδοξε τῇ ἁγιωσύνῃ σου ἡμᾶς ἐπισκέψασθαι, καὶ τοῦτο μετὰ πικρίας; ὀνειδιζόμεθα γὰρ ὡς καιροσκοποῦντες Μαρτίους καὶ Σεπτεμβρίους. καὶ ἐπὶ τούτοις ἡ θρυλλουμένη δόσις τὰ ἓξ ὑπέρπυρα ἢ καὶ ὀκτώ. αἲ αἴ, δέσπο τα, τί πρὸς ταῦτα διανοεῖται ἡ ἁγιωσύνη σου; θαῦμα μὰ τὴν ἀλήθειαν, ὅπερ εἰς ἡμᾶς διαπράττει. ὅτε καιρὸς δόσεως, ἡ ἀνάγκη τῶν πραγμάτων, ἡ βία καὶ τὸ δυσχερὲς τοῦ καιροῦ. καμνέτωσαν, ταλαιπωρείτωσαν· κοινὴ γὰρ ἡ δυσχέρεια. ὅτε δὲ καιρὸς δουλείας, ἀπαιτεῖς ἡμᾶς οὕτως δουλείαν ὥσπερ εἰ εἴχομεν ἱκανῶς τῶν οἰκονομιῶν ἡμῶν. ὅταν δὲ ἀπαντήσωμεν εἰς τὸν ναὸν τοῦ θεοῦ, πρῶτον ἀμειδὲς ἦθος καὶ ἀπροσήγορον λαμβάνο μεν. τέως δὲ εὐχὴ ἀνεθῆναι τῶν δυσχερῶν καὶ τὸν ἅγιον βασι λέα ἡμῶν. καὶ τότε ἀναδραμούμεθα πρὸς τὸ θεῖον κράτος αὐ τοῦ, καὶ ὅπερ ἂν νεύσῃ ἡ ἁγία ψυχὴ τῆς βασιλείας αὐτοῦ, τοῦτο καὶ γενήσεται· εἰ δὲ καὶ οὕτως ὁρίσῃ δουλεύειν ἡμᾶς, οἱ κατα δεξάμενοι προσκυνήσουσιν. ἡμεῖς δὲ πλέον οὐκ ἔχομεν λέγειν πρὸς τὴν σὴν ἁγιότητα, εἰ μὴ ὅτι ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καὶ 647 ἐγεννήθημεν καὶ ἐτράφημεν καὶ ἐγηράσαμεν, καὶ ἐν τῇ ἐκκλησίᾳ πά λιν μενοῦμεν καὶ κατὰ τὸ δυνατὸν ἡμῖν δουλεύσομεν. ἡ δὲ σὴ ἁγιω σύνη οἶδεν ὅ τι ποιεῖ, ὅτι καὶ ἐὰν καί τι ἐναπολειφθὲν ᾖ τῶν ἡμετέ ρων οἰκονομιῶν ἀπὸ τῶν ἐχθρῶν, καὶ αὐτὸ περισυνάγει ὁ τῶν σῶν δικαίων ἔφορος. καὶ τοῦτο καλόν; πλὴν δὲ τοῦτο μόνον παρακα λοῦμεν, ὅτι ἐπεὶ τὰς σὰς γραφὰς τὰς πρὸς ἡμᾶς συνοδικῶς προσ τάττεις ἀναγινώσκεσθαι, καὶ οἱ ἀδελφοὶ ἡμῶν οἱ ἡγούμενοι ἐπι ψηφίζονται ἡμῖν τὰ ἀρεστὰ τῇ ἁγιωσύνῃ σου, ἵνα ἀναγνωσθῇ καὶ αὕτη ἡ γραφὴ ἡμῶν, καὶ ὅ τι ἂν διακρίνωσιν ὡς Χριστια νοί. καὶ ἄλλο πιέζει ἡμᾶς δεινότερον, τὸ ἐπὶ τοσούτοις χρόνοις ἀπροβιβάστους διαμένειν ἡμᾶς. ἔδοξε τοῦτο ὑμῖν, καὶ ἔστω. ὅπου ἡ ζημία πίπτει, ὁ συνετὸς οἶδεν. τὸ δὲ καὶ τῶν προσόδων τῶν ὀφφικίων ἡμῶν στερεῖσθαι καὶ ἀπὸ λιμοῦ ἀποθνήσκειν, ποῖος κανὼν τῆς ἐκκλησίας ἢ ποία τῶν πατέρων πρᾶξις ἢ ποῖα δικαιώ ματα δίδωσιν; ὅμως ἔστω καὶ τοῦτο. πλὴν ἵνα μὴ αὐτοφόνται γενώμεθα, τὰς τῶν Χριστιανῶν περιθρεξόμεθα θύρας καὶ ἀπαι τήσομεν, καὶ μολοβροί, οἴμοι, οἱ τῆς ἐκκλησίας τρόφιμοι ἐκ τῶν Χριστιανῶν θυρῶν τραφησόμεθα, πλατεῖ τῷ στόματι ἐκ τραγῳδοῦντες, ὡς εἰκός, τὰ ἡμέτερα. παρακαλοῦμεν ἡσυχά ζοντες. καὶ μὴ ἐκ τῶν σῶν γραφῶν παροτρυνώμεθα, καὶ ταῦτ' ἀδικούμενοι. τέως δὲ δουλεύειν μὲν μέλλομεν κατὰ δύναμιν, 648 τὸν δὲ μισθὸν ἡμῶν θαρροῦμεν ὡς, εἰ θεὸς θέλοι, οὐκ ἀπολέ σομεν, κἂν κάλαμον συντετριμμένον κατεάγειν οὐκ ἀποκνεῖς καὶ τοῦ καιροῦ δριμύτερος γίνεσθαι. ἐχρῆν δὲ οὐχ οὕτω τοῦ ἀγα θοῦ καὶ φιλανθρώπου πιστευόμενον πνεύματος. ταῦτα ἡμεῖς βια σθέντες εἴπομεν, πλὴν ὡς Ῥωμαῖοι καὶ ἐν Χριστῷ ἀπελεύθεροι, οὐ καταδουλούμενοι τὴν ἐλευθερίαν. καίτοι γε Σευήρου καὶ Ἀντωνίνου ἀσεβῶν βασιλέων ἀντιγραφαὶ καλῶς ἔχουσαι καὶ ἐπὶ τοῖς εὐσεβέσι κατέχονται, ὡς μὴ ἀναγκάζεσθαι παρὰ δύναμιν τοὺς δούλους κἂν ὁπωσδήποτε. εἶτα τὰ δικαιώματα τοῦ θεοῦ ὡς ἐπ' ἐκκλησίας ἱσταμένους ὅλους ἐστηλωμένους εἶναι θεῷ δεῖ, μηδὲν πρὸς ἀλλήλους, κἂν ἀναγκαία παρεμπέσοι χρεία, τὸ οἱονοῦν ὁμιλοῦντας, καὶ τοῦτο ἔπρεπε καὶ ἡμῖν γίνεσθαι, δέσποτα; εἰ κατὰ μοναχοὺς καὶ ἡμεῖς, ὡς ἐκεῖνοι ἐκκλησιαζώμεθα, ὥστε μὴ καλῶς ἐπιφώσκειν τὴν ἡμέραν καὶ ἀπολύειν, μηδέ τινας τῶν ἔξω προσαπαντᾶν. νῦν δὲ ἐκ μεσονυκτίου ἐς μέσην ἡμέραν ἱστάμεθα, καὶ λαὸς καὶ πλῆθος καὶ κώδωνες, καὶ οὐκ ἔστι τὸ ἐνεργούμενον πᾶν προσευχή, ἀλλ' ἔστι καὶ καλλιφωνία καὶ ἀναγνώσματα καὶ καθέδρα καὶ ἄνεσις διὰ μέσου, καθ' ἃ ἄλλους μὲν ἔξεστι καὶ λέγειν καὶ πράττειν τὸ παριστάμενον ὡς ἀναγκαῖον. οὐδὲ γὰρ καὶ ἡμεῖς ἄλλους τοὺς οἰκονόμους ἔχομεν, ὡς ἐντεῦθεν ἀπολυομένους τραπέζαις ἑτοίμαις ἐφίστασθαι, ἀλλὰ τυχὸν ἐκ διαλειμμάτων κατὰ 649 τὸ εἰκὸς φροντίσομεν. μὴ οὖν κατὰ τὴν ὑψηλὴν ταύτην δὴ καὶ μεγίστην καὶ τοὺς χθαμαλοὺς ἡμᾶς καὶ βιωτικοὺς ἔχειν θέλε, καὶ εἰς κατάγνωσιν ἀμελείας τίθει τὰ τῆς ἀνάγκης. ἀτονήσομεν γάρ, πίστευσον. καὶ ἐὰν μέλλωμεν ἐντεῦθεν κατακρίνεσθαι, πλέον μὴ ζητείτω ἡ ἁγιωσύνη σου εἰς ἑτοίμην κατάγνωσιν. καλὸν τάξις, καλὸν προσευχή, καλὸν εὐλάβεια, καλὸν τῶν ἀγαθῶν ἕκαστον. ἀλλὰ τί ταῦτα τοῖς κυμαγωγουμένοις ἡμῖν διὰ τὴν ψῦξιν τῆς ἀγάπης, ὡς ὁ κύριος ἔφησεν; ἔστ' ἂν τὸ σκάφος σώζηται, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην σπεύδειν πρὸς σωτηρίαν τοῦ κλυδωνιζομένου, ὅταν δ' ἡ θάλασσα ὑπὸ τῶν κυμάτων καὶ συμφορῶν περιγένηται, μάταιος ἡ σπουδή. ὅπως δὲ κατηντήσαμεν νῦν, καὶ τὰ ἡμέτερα καλύβια μαρτυρήσουσιν. ταῦτα γοῦν προσαναφέρειν μέλλομεν τῷ ἁγίῳ ἡμῶν δεσπότῃ καὶ βασιλεῖ. καὶ εἰ μὲν διακρινεῖ ἡ ἁγία αὐτοῦ βασιλεία πάσχειν ἡμᾶς τοιαῦτα, ἴσως ὑποστησόμεθα καὶ μὴ θέλοντες· τοῖς γὰρ ζωῆς καὶ τιμῆς ἀναξίοις οὐκ ἀποθύμιος οὐδὲ ὁ θάνατος. εἰ δέ τι καὶ φιλανθρωπευθείημεν χάρις μὲν θεῷ, χάρις δὲ καὶ τῇ αὐτοῦ βασιλείᾳ. κεφάλαιον τῶν λόγων. ἢ ὡς κληρονόμους δυσωπήθητε, καὶ 650 φροντίδα θέσθ' ὅπως καὶ εἰς τὸ λοιπὸν στρατολογοίμεθα ταύτην δὲ τὴν πνευματικὴν στρατείαν, εἰ ὀρέγεσθε, πλὴν κατὰ τὸ ἐνδεχόμενον τῆς δυνάμεως, καὶ μὴ ἀναγκαστῶς οὕτω καὶ μετ' ἐπιταγμάτων μειζόνων· πολλῷ γὰρ ἐλλεῖπον πρὸς τὰς ἐπιταγὰς καὶ τὸ δοθησόμενον οἴδαμεν. ἢ ὡς κατασαπεῖσιν ἤδη τῇ τοιαύτῃ στρατείᾳ καὶ ἀποτάκτοις τὸ γράμμα δότε τὸ τῆς ἀφέσεως. κἄν τι τότε καὶ διδῶτε πρὸς σιτισμόν, μὴ ὡς μισθὸς λογιζέσθω, ὡς προσαπαιτεῖσθαι μεγάλας καὶ τὰς δουλείας, οὐ κατὰ χρείαν τόσον, ὡς οἰόμεθα, ἢ κατ' ἐπήρειαν, ἀλλ' ὡς προϋπηργμένων πόνων τε καὶ καμάτων πολυχρονίων ἀντέκτισις. πάντως δέ γε καὶ τὸ ἀπόλεμον γῆρας ἐν τοῖς τιμίοις διὰ τὰ φθάσαντα." 36. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον εἰς δεῖξιν μετρίαν τῶν καταλαβουσῶν τοὺς τῆς ἐκκλησίας παραλυπήσεων. ἡμῖν δὲ πόνος ἄλλως εἰς τέλος τοὺς καταλύσαντες τῆς ἱστορίας λόγους. πλὴν ἀλλ' εὐχόμεθα πάλιν καὶ τὰ βελτίονα. καὶ εἰ θεὸς βραβεύει, οὐκ ἂν τὴν χεῖρα ἐφέξομεν τοῦ μὴ προθύμως τὰ τῆς ἐπα 651 νακλήσεως καθόσον εὐποροῦμεν συντάττεσθαι. δεινὸν γὰρ εἰ συμφορὰς μὲν ὑπέστημεν γράφειν ταύτας κοινάς, δεινὰς δὲ καὶ τῷ κόσμῳ, δεινὰς δὲ καὶ ἡμῖν, ἀποναρκοίημεν δὲ εἰ θεὸς διδοίη τὰ καλά, καὶ ταῦτα τοῦ βασιλέως ἀπὸ τῆς εἰς θεὸν μεγίστης ἐλπίδος καὶ πίστεως προσδοκῶντος τὰ βελτίονα, μηδὲ αὐτοῦ τὸ παράπαν ἐπινυστάζοντος, ἀλλ' ὡς δυνατὸν ἀντιμαχομένου πρὸς τὰ παγχάλεπα. νῦν δὲ ἐπιεικῶς φημίζονται καὶ τὰ βελτίω, καὶ ἔνθεν μὲν ὡς ἐγγὺς τρισμύριοι Τόχαροι πεμφθέντες παρὰ τοῦ Χαρμπαντᾶ μεγάλην, καὶ ὡς οὐκ ἤλπισέ τις ἀναστολὴν ἐργάζεσθαι ἄρχονται τῶν Περσῶν, ὥστε καὶ ὅσα φρούρια Ῥωμαίων ἑαλώκεσαν πρότερον, ἀνὰ δὲ τὰ ὀχυρὰ τοῦ Ὀλύμπου παραβυσθῆναι. ἐκ δύσεως δὲ Ἀμογάβαροι ἀφέντες ἃ κατεῖχον, τὸν ποταμὸν περῶσι Μαρίτζαν, ἐς ὃ τἀκεῖ διελθόντες ἀπαλλαγεῖεν, ὡς ἄν τε καὶ δύναιντο, καὶ ὡς μὲν οἴκαδε, ὡς δὲ ἔλεγον, ἐφ' ᾧ προσβάλλοιεν Ἄθῳ, εἰ τέως αὐτοῖς ἀναιμωτὶ τὰς ἐν τῷ μεταξὺ κλεισωρείας διελθεῖν γένοιτο. ἀλλὰ ταῦτα μὲν τὰ τῆς φήμης· 652 ἐκεῖνοι δὲ ἀπάραντες ἀπὸ τῆς Αἴνου, Ῥομοφόρτος σὺν τοῖς Τούρκοις, Μπυριγέριος σὺν Φαρέντᾳ Τζιμῇ καὶ Γίδας, ἔχθραν δὲ πρὸς ἀλλήλους ἔχοντες, ἀλλ' οὕτω μὲν ἀπελθόντες κατήντησαν εἰς Κασάνδρειαν, κἀκεῖ πρὸς ἀλλήλους διετεχνάζοντο. ὁ γὰρ Ῥομοφόρτος σὺν τοῖς περὶ αὐτὸν Τούρκοις ἐχθραίνων ἦν Μπυριγέριον, Φαρέντα Τζιμῆν καὶ Γίδαν, κἀκεῖνοι σύμπαντες τούτῳ. ὁ δὲ Ῥομοφόρτος συνεὶς τὴν ἐπιβουλὴν ἐνέδραις τὴν μάχην ἐπίστευσεν, καὶ πόλεμον προσαράξας κατὰ κράτος νικᾷ, ὡς πεσεῖν μὲν Μπυριγέριον, τὸν δέ γε Φαρέντα ἀκλεῶς ἁλῶναι, εἶτ' αὖθις ἀπολυθῆναι παρὰ τοῦ Ῥομοφόρτου. ὁ δὲ Φαρέντα Τζιμῆς ἀπογνοὺς τοῖς ὅλοις, ὥσπερ τις πλανήτης καὶ αἰχμάλωτος αὐτομολεῖ τῷ δομεστίκῳ πρὸς Ξάνθειαν· ὃ καὶ μόλις γνωσθὲν περισώζεται. οἱ μέντοι γε παρὰ τοὺς ἐν τῷ πολέμῳ πεσόντας προσέπεσον Ῥομοφόρτῳ, καὶ οὕτω πρὸς Θετταλίαν ἀπῇρεν. ἀλλὰ ταῦτα μέν, ὅπῃ θεῷ φίλον, ἀγέσθω. ἄγοιτο δὲ κατ' ἐλπίδας χρηστάς, καὶ ὡς ἡ τοῦ κρατοῦντος ἔχει πεποίθησις. ἡ μέντοι γε συνόλη ἱστορία τῶν δεκατριῶν λόγων περιέχει χρόνους δέοντος μόνου πεντήκοντα, καθ' ὃν καιρὸν καὶ ὁ βασιλεὺς Ἀνδρόνικος τὸν αὐτὸν τῆς ἡλικίας παρίππευε χρόνον.