Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1.1
Τότε καὶ Βενετικοὶ ἐκ τοῦ παρασχεδὸν πρὸς βασιλέα διεπρεσβεύοντο, καὶ τὴν μετὰ Ῥωμαίων εἰρήνην ἐζήτουν ἀνα νεοῦν. ἤθελε μέντοι καὶ βασιλεὺς αὐτοὺς δέχεσθαι, ἀλλ' ὅμως μεταξὺ ἀμφοῖν βουλομένοιν προσίσταντο τὰ ἐνέχυρα ἅπερ φθά σας βασιλεὺς ἐκ Βενετικῶν τῆς πυρπολήσεως ἕνεκα προσαφῄρει, ἃ ἐκεῖνοι μὲν ἀπῄτουν καὶ οὕτως ἤθελον δέχεσθαι, βασιλεὺς δὲ περιεώρα καὶ ὡς δικαίων τῶν ἀφαιρεθέντων ἀντείχετο. Βενετι 287 κοῖς δ' ἦν ὀρεγομένοις τῆς μετὰ βασιλέως εἰρήνης καὶ πλεῖστον ἀφεῖναι τῶν ἐνεχύρων, εἰ βασιλεὺς καὶ οὕτως σπένδεσθαι κατα νεύοι. ἤδη δὲ καὶ βασιλεὺς ἀγαθοθελῶς ὑπεκλίνετο κἂν ἐκεῖσε, καὶ τὴν εἰρήνην οὕτω καθίστων, εἰ μήγε βουλή τινων τῶν ἀμφ' αὐτὸν μεσολαβήσασα (καὶ γὰρ τὸ κακῶς ἔχειν ξυμπεσεῖν τῶν πραγμάτων ἐκείνοις ὑπέτεινε τούτοις ἐλπίδα μείζω τοῦ καὶ οὕτω μηδὲν λαβόντας τῶν ἐνεχύρων τὰς σπονδὰς ἀγαπᾶν) τὴν τῆς εἰ ρήνης πρόβασιν διεκώλυε. καὶ οἱ μὲν ἐντεῦθεν μὴ οὕτω κατα δεξάμενοι ποιεῖν τὰς σπονδὰς ἄπρακτοι καθυπέστρεφον.
6.1.2
Ἐν τοσούτῳ δὲ καὶ οἱ κατὰ τὴν μεγαλόπολιν Γεννουῗ ται πέραν τὰς οἰκήσεις ποιούμενοι, καὶ αὖθις σχόντες, πρὸς τὸ μεγαλειότερον ἐποικοδομησάμενοι, ὥστε καὶ πλείστην ὑπὲρ τὴν προτέραν περιβαλέσθαι γῆν ἧς ἐπελάβοντο, καὶ ἀσφαλῶς κύκλῳ περιταφρεύσαντες, δέχονται παρὰ τῶν οἰκείων διὰ ταχυδρόμων μηνύματα ὡς πολὺς ἐξαρτύεται στόλος ἅμα ἦρι προσβαλεῖν τῇ πόλει, ἐφ' ᾧ παραφυλακτέην σφίσι τὴν προσβολήν, εἰς κίνδυ νον καὶ αὐτοῖς κειμένοις ὡς τῆς μερίδος τοῦ βασιλέως οὖσιν, ἐξ ἐμφανῶν ὑποτοπημάτων, ὡς ἐκείνοις ἐδόκει βουλευομένοις. ταῦτ' εὐθέως ἐκεῖνοι τῷ βασιλεῖ προσανέφερον, προσθέντες ὡς καὶ αὐτοὶ οὓς ὑπεδέξατο ξενικούς, καὶ σὺν αὐτοῖς οἱ ἐπιγεγονότες, μιᾶς καὶ τῆς αὐτῆς ἐκείνοις εἰσὶ βουλῆς, καὶ κατασκόπων, οὐ συμμάχων τρόπον ἐπέχουσι· τοῖς γὰρ ἐκ Σικελίας κρυφηδὸν καὶ 490 αὐτοὺς συμπράττειν, καὶ μήνυτρα δέχεσθαι καὶ λαμβάνειν, ὡς ἐπὶ καιροῦ ἐκείνοις καὶ αὐτοὺς συμμαχουμένους. δῆλον δὲ καὶ ἐκ τοῦ ἄλλους ἀπαντᾶν ἑτοιμάζεσθαι καὶ αὖθις ἑτέρους, φίλων δεικνύντας καὶ τρόπον καὶ ὄνομα. τὸν γὰρ τοῦ ῥηγὸς Θευδερί χου νόθον αὐτάδελφον μαθεῖν ἔλεγον καὶ αὐτὸν συνάμα δώδεκα ἐκπλεῦσαι ναυσί, καὶ ὅσον οὔπω τοῖς τῇδε προσβαλεῖν τρόπον τὸν τοιοῦτον, μέχρις ἂν ἡ ὁλότης φανείη καὶ ἓν πάντες γένοιντο. ὅμως γε μέντοι καὶ συνεβούλευον, εἰ βασιλεὺς θέλει συμπράττειν, ἀπεντεῦθεν τὸν πρὸς ἐκείνους πόλεμον δέχεσθαι, ἀπὸ τούτων κατὰ θύρας ἀρξαμένους ὡς προχείρων ὄντων. ἔχειν γὰρ αὐτοὺς ἐξαρτύειν πεντήκοντα ναῦς. ἐζήτουν δὲ καὶ βασιλέα τὰς ἴσας, ἢ μὴν τὰ ἐς πλήρωμα τούτων χρήματα. κἂν μὴ νῦν ἔχοι διδό ναι, αὐτοὺς τέως καταβαλόντας αὐτὰ ἐπὶ καιροῦ παρὰ βασιλέως ἀνταπολαμβάνειν. μηδὲ γὰρ εἶναι αὐτοὺς ἀλλοδαποὺς ἢ Ῥω μαίους τοὐντεῦθεν. καὶ πόνον εἶναι σφίσι τὸ μὴ φθάσαι προσα μῦναι Ῥωμαίοις πάσχουσι κατ' ἀνατολήν, ἐξ ὧν καὶ αὐτοὶ τὰς 491 ἐμπορείας πλουσίας εἶχον. οὐ μὴν ἀλλὰ καὶ τοῦ λοιποῦ συμμα χεῖν ἐθέλειν καὶ τοὺς ἐπιόντας ἀμύνεσθαι. ἔχειν δὲ καὶ ἐκ τοῦ ῥᾷστα ἀποστείλαντας τὰς τοῦ μεγάλου δουκὸς ὡς πολεμίους κα τασχεῖν ναῦς, καὶ οὕτω προσαρξαμένους τὰ λοιπὰ ξυμπληροῦν ἐκεῖ, προσυπαντῶντας καὶ στόλῳ παντί, ἢν φανείη, καὶ μὴ ἐῶν τας προσχωρεῖν προσωτέρω. ταῦτα βασιλεὺς ἀκούων διηπίστει. τοῖς πλείστοις τῶν λεγομένων, καὶ ταῦτα ἅμα μὲν φθόνον ἅμα δὲ καὶ κακίαν συμπράττειν τὴν ἀπὸ τῶν Γεννουϊτῶν ὑπετόπαζε. καὶ ἡ ἀρχῆθεν σφῶν πρὸς τὸν μέγαν δοῦκα δυσμένεια καὶ ὁ πρὸς αὐτὸν πόλεμος πιστὴν παρεῖχε τὴν ὑποψίαν. οὐκ οἶδα δὲ καὶ εἰ τὸ κῆδος τὸ πρὸς αὐτὸν καὶ αἱ τῶν ὅρκων ἐμπεδώσεις τὴν βα σιλικὴν κατεμάλασσον γνώμην, καὶ οὐ τοῖς κατ' ἐκείνων λέγουσι συνεφέρετο. ὅμως ἐκείνοις μὲν εὐχαριστήσας τὰ μέγιστα ὡς ὑπὲρ τῶν Ῥωμαίων πονεῖν δοκοῦσι σιγᾶν ἐκέλευεν, αὐτὸς δ' ὑπισχνεῖτο βουλεύεσθαι περὶ τούτων καὶ τὸ δόξαν συνοῖσον ποιεῖν.
6.1.3
Οἱ δὲ Ἀμογάβαροι, ὡς πολλάκις ἤδη προείπομεν, ἐκ θέοντες πανταχοῦ καὶ τὰ δεινὰ Ῥωμαίους τιθέμενοι περικαθί ζουσι φρούριον περὶ τὸν Σιγὸν ποταμόν, Μάδυτον ἐγχωρίως λε γόμενον. ὀχυρὸν δὲ ὄν, ὡς εἰκός, οὐ δυνατὸν ἦν αὐτοῖς κρα τηθῆναι. πολιορκήσεις δὲ καθ' ἑκάστην ποιοῦντες καὶ μηχανάς, τὰ πάντα μάταια διεφαίνοντο. ἐπεὶ δὲ μὴ ἀνυστὰ τοῖς Ἰταλοῖς ἦν, λιμῷ τὸ φρούριον ἔγνωσαν πολιορκεῖν. χρόνου τοιγαροῦν τριβομένου ὁ λιμὸς ἐντὸς κραταιῶς ἐπήρχετο, ὥστε καὶ τῶν ἀπη γορευμένων τοὺς ἐποίκους ἅψασθαι λόγος. τέλος γοῦν ἀπορίᾳ συσχεθέντες ἐφ' ὁμολογίαις τοῦ μή τινας ἤδη φονευθῆναι, ἄλ λως δὲ ὡς ἐκείνοις ἀρεστὸν χρήσασθαι, τὸ φρούριον ἤδη παρέ χουσιν. εἰσελθόντες οὖν ἅπαντας ἐξοίκισαν, ἄλλους ἀλλαχοῦ διασπείραντες. αὐτοὶ δὲ ὡς ὁρμητηρίῳ τούτῳ χρώμενοι ἐξέθεον πανταχοῦ τῆς Θρᾴκης, τὰ πάνδεινα ἐργαζόμενοι.