Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
75.1.1
γάρ τινες ἰδόντες οὐδὲν ἄλλο ὑπενόουν τότε ἢ ὅτι ὁρισθὲν πρὸς βασιλέως δι' ἀπορρήτων αὐτὸς οἰκονομοίη τὰ προσταττόμενα καὶ τοὺς ὁρισθέντας ἐκφέρει νυκτὸς ὅπου ἂν καὶ προστάσσοιτο. ἐκεῖ νοι δὲ τὰς φυλακὰς ὑποδραμοῦντες ἐπιβαίνουσι τῆς νηός. καὶ ἦν αὐτοῖς ὡς καὶ πᾶσι γνωσθέντος ὁ νοῦς ἐν ἐλπίσιν ἀναμφιβό λοις, ὡς οὐδὲν ἐμποδὼν ἐσεῖται δυοῖν ἢ καὶ τριῶν ἡμερῶν τῇ Εὐρίπῳ προσσχεῖν καὶ τῶν τῆς φυγῆς ἀνεθῆναι φόβων, τῆς ἀδελ φῆς κυριευούσης τῆς νήσου. ἀλλ' ἡ παλίμπους περιίστατο δίκη, καὶ τὰ τῶν φονευθέντων αἵματα δεσμὸς ἦν τὴν πρόσω πορείαν κωλύων ἄρρηκτός τε καὶ ἄλυτος. ἀντιπνεῖ γὰρ ἐξαίφνης πνεῦμα βίαιον νότου, ὡς καὶ τὰς ἐλλιμενιζούσας ἐξοκέλλειν ἐκ βίας, καὶ ἄνεμος ἐμποδὼν ἔστη παρανομήσασιν. οὐ γὰρ μίαν ἢ καὶ δευ τέραν ἡμέραν ἠπλόει ἐκ βιαίων νότων τὸ πέλαγος, ἀλλ' ἐφ' ἡμέ ραις, μέχρις ἂν ἐκεῖνοι κατὰ τὴν Ῥαιδεστὸν ἐξοκείλαντες ὑπὸ χεῖρα γένοιντο τοῖς τυχοῦσι. Καὶ ταῦτα μὲν μετὰ χρόνους πέπρακται, τῆς δ' ἀκολου θίας διδούσης τοῦ λόγου ἐνταῦθα προανατέτακται. ἡμῖν δὲ ἰτέον πρὸς τὰ ἑξῆς. ἔμπης δὲ προσθετέον καὶ τοῦτο σφίσιν· ἐπικοινωνεῖ γὰρ τοῖς προανατεταγμένοις. ὀγδόου γὰρ ἐκ τούτου 76 χρόνου διανυσθέντος, καὶ τῶν οἰκείων αὐτοῦ δὲ ζητούντων τῷ πρεσβεύεσθαι παρὰ βασιλέα καὶ καθυπισχνεῖσθαι τὰ μεγάλα, εἰ μόνον ἀνεῖτο τῶν φυλακῶν καὶ πρὸς αὐτοὺς γένοιτο, ὁ μὲν κρα τῶν ἀνήρτα τὰ περὶ τούτου, καὶ λόγοις οἰκονομίας οὔτε πάμπαν ἀνήνατο οὔτε μὴν κατένευεν ἐς τὸ παντελές. τὰς γοῦν τοιαύτας ἀναβολὰς μανθάνων ἐκεῖνος βουλὴν βουλεύεται κακίστην μᾶλλον ἢ συνετήν. ἐγγειτονῶν γὰρ τῶν ἀνακτόρων ἐγκεκλεισμένος ὅπου δὴ καὶ βασιλεὺς ᾤκει, ἔγνω πῦρ ἐνιέναι τοῖς οἴκοις, ὡς δή τι γενναῖον ποιούμενος τὸ εἰς τοιοῦτον ἀναρρίπτειν κίνδυνον. καὶ δὴ νυκτὸς ἀωρὶ κάγκανα ξύλα ἑτοιμασάμενος, ὡς δῆθεν θερμαί νοιτο (χειμῶνος γὰρ ἐπράττετο ταῦτα, περί που Σκιρροφοριῶ νος τὰ μέσα, ὅς ἐστιν ὁ Δεκέβριος), τὰς θύρας τῆς εἱρκτῆς ἀσφαλισάμενος ἔνδοθεν πῦρ ἐνίησιν, ὃ δὴ καὶ τῆς ὥρας κατατα χῆσαν ἐξῆπτε καὶ τοῖς ἐκτὸς δῆλον ἦν. φθάνει δὲ καὶ τὸν βασιλέα ἀγρυπνοῦντα ἔτι τὸ γεγονός. καὶ ὃς τοὺς ἀμυνουμένους οὐκ ἐκεῖνον ἀλλὰ τὸ πῦρ εἰς κατάσβεσιν ἀπέπεμπε. καί τις τῶν ἄλ λων ἐκτομίας Κάρβας λεγόμενος προφθάσας ταῖς θύραις προσή 77 ραττεν ὡς ἀνοίξων· ὡς δ' οὐκ ἦν ἀνοίγειν ἠσφαλισμένας, ἀξί ναις τὰς θύρας αὐτοῖς μοχλοῖς καὶ βαλανάγραις ἐξετίνασσον. οὔπω δὲ καλῶς ὁ ἐκτομίας ἔφθη οὐδοῦ ἐπιβεβαώς, κἀκεῖνος ἔν δοθεν τῇ μαχαίρᾳ προσυπαντᾷ, καὶ τοῖς σπλάγχνοις ταύτην ἐμ βάλλει καὶ αὖθις ἄλλην καὶ τρίτην ἐπὶ ταύταις, καὶ νεκρὸς ὁ πληγεὶς αὐτίκα. καὶ εὐθὺς πολλοὶ μὲν ἐσερύησαν, τὸ δὲ πελεκυ φόρον τάγμα βασίλειον, ἀγαιόμενοι τῷ συμβάντι, πελέκεσιν ἐκεῖνον ἀνηλεῶς κατακτείνουσι, καὶ τὸν οὕτως ὑπὸ τρυφῇ τρα φέντα ἔξω που ἐκβεβλημένον κατὰ τὴν ἀργυρᾶν λεγομένην εἰκαίως πως καὶ ὡς ἔτυχε θάπτουσιν. ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον, εἰς δεῖγμα τῶν ἀνθρωπίνων πραγμάτων, καὶ ὅτι σκιαῖς μᾶλλον ἢ τούτοις πιστεύειν ἄμεινον.

Intertext edge

Open linked passage

Note