Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1.1
ΤΗΣ ΤΕΤΑΡΤΗΣ.
7.1.2
Ἐντεῦθεν καὶ αὖθις τῶν Ἀρσενιατῶν ἀπεπειρᾶτο ὁ βα 207 σιλεύς, εἰρηνεύσειν κἀκείνους ἐλπίζων ἐκ τῆς πρὸς πάντας εἰρή νης τοῦ πατριάρχου ἔν τισι γνώμης ἤθεσι μάχης ἁπάσης καὶ φι λονεικίας ὑπερτεροῦσιν. ὅθεν καὶ συνάγων ὡμίλει καὶ εἰρηνεύειν ἠξίου. εἶχε γὰρ καὶ τὸν αὐτοῦ θεῖον τὸν Ῥαοὺλ καὶ τυφλὸν Ἰσαάκιον συνάμα τῇ ἀδελφῇ πρωτοστρατορίσσῃ ἀποσπάσας τῆς ἐκείνων ξυμμορίας ἐν εἰρήνῃ παντοίᾳ, καὶ περιέθαλπε θερα πείαις ἁπάσαις, ὥστε καὶ τὸν ἐν εἱρκτῇ τὸ πάλαι τελευτήσαντα πρωτοστράτορα τὸν Παλαιολόγον Ἀνδρόνικον διὰ τὰ προγεγονότα τῆς ἐκκλησίας σκάνδαλα ἐτησίαις μνήμαις ἀξιοπρεπῶς τιμᾶν. κἀκείνων ἄλλως καὶ τὰ πάθη τιμῶν καὶ τὴν πολυετῆ κακουχίαν θαυμάζων ἠξίου μόλις καὶ εἰρηνεύειν· μηδὲ γὰρ εἶναι λοιπὸν τὸ ἀποχρῶν εἰς τόσων καὶ τοιούτων ἀνδρῶν σκάνδαλον. ἐπεὶ δὲ πολλὰ λέγων κενὴν ψάλλειν ἐῴκει καὶ διανεύειν τυφλοῖς, ἐκεῖνα καὶ πάλιν προβαλλομένων ἃ δὴ καὶ πρότερον προεβάλλοντο (εἶ χον δὲ πάλιν ἔκ τινος μικροψυχίας συμβάσης καὶ τὸν Ὑάκινθον ὅλως μεθ' ἑαυτῶν), τούτους κρατῶν ἀφίησι παραγγείλας ἡσυ χάζειν, τὸν δ' Ὑάκινθον αὖθις ἐγκλείει τῇ φυλακῇ. τὸν μέντοι Ταρχανειώτην τῆς φυλακῆς ἐξαγαγὼν εἰρηνικὸν εἶχεν ἄλλως, εἰ 208 καὶ μὴ ἐπ' ἐκκλησίαν συνήγετο, ἐφεὶς καὶ τῇ συζύγῳ δεσποίνῃ εὐμενῶς οἱ ἔχειν καὶ θεραπεύειν, ὡς αἱροῖτ' ἂν ἐκεῖνος, τὰ εἰκότα. 8. Τὰ μὲν οὖν τῆς ἐκκλησίας καὶ ἐς ἐκείνην τὴν ἡμέραν ἐς τόδε τέλους κατηντήκει, τὰ δὲ τῆς Ῥωμαΐδος ἐξησθενήκει τέ λεον. πλεονέκτημα γὰρ ἡμῖν ἐγένετο τοὺς παρόντας χρόνους μισθοῦ τοῖς μεσιτεύουσι καὶ λημμάτων τὰ πολλὰ πράττεσθαι. τοῦτο πολλοῖς μὲν τοῖς ἐς ἀρχὴν εὐδοκίμοις ἢ μὴ καταδεχομένοις καταβάλλειν (πολλῷ γὰρ οὐχ ἥκιστα τοῦτο, ὅσῳ καὶ ἀξιοῦσι λαμβάνειν) ἢ μὴ δυναμένοις ἴσως ἐκόλουε τὰς τιμάς, ἄλλοις δὲ παρρησίαν ἐδίδου διδοῦσιν, ὡς ἕξειν ἐλπίζουσι. δεύτερον ἐπὶ τούτοις καὶ τὸ ἐλλιπῶς τὰς ἀποτεταγμένας ἀποδίδοσθαι ῥόγας τοῖς ἐν ταῖς ἄκραις, ἡγεμόνων τὸ πλέον κακότητι, θελόντων τοῖς ἐντεῦθεν ὑπερημέρως πάντῃ διδομένοις στραγγεύεσθαι, ὡς κερδαίνοιεν. ταῦτα δὴ ἐπὶ ταὐτὸ συναχθέντα. τὸ γὰρ τοῦ βασιλεύοντος εὐσταθὲς καὶ τὸ πρὸς κρίσεις τε καὶ κολάσεις συμ παθητικόν τε καὶ ἥμερον μέγα τι τὸ κακὸν καὶ οὐκ οἰστὸν ὅλως τοῖς παθοῦσιν εἰργάζετο. τέως δ' ὡς εἶχεν ἡ τοῦ βασιλέως ὁρμή, 209 τῆς δυνάμεως ἐνούσης ἔτι τῶν νεύρων (τὰ δ' ἦσαν τὰ χρήματα) πέμπων τὰς τῆς ὁλομελείας κινήσεις τῆς Ῥωμαΐδος εὐρωστοτέρας ποιεῖν οὐκ ἀπώκνει. κατ' ὀλίγον δὲ τὸ δεινὸν ἐπαῦξον ἀνέστελλε πεμπομένων καὶ τῶν εἰς κεφαλὰς ἀξίων καὶ ὡς οἷόν τ' ἦν σφίσιν ἀντεχόντων, προσκειμένων καὶ τῶν ἐκ Κρήτης μαχίμων ταῖς το πικαῖς δυνάμεσιν, οὓς Κρήτηθεν προσχωρήσαντας βασιλεῖ ὡς μὴ καταδεχομένους τὴν ἐκ τῶν Ἰταλῶν ἐπικράτειαν, ἐπ' ἀνατο λῆς κατοικίσας καὶ ῥόγαις ἐτησίοις ἀποτεταγμέναις ἐξικανῶν ὡς πιστοῖς συμμάχοις ἐχρῆτο. ἦν δὲ συχνὸν τὸ τῆς συνδοσίας διὰ τὴν σπάνιν τῶν χρημάτων, ὡς ἔλεγον, ἀνέδην τελούμενον. τὸ δ' ἦν, ὡς ἐρρέθη τὰ πρότερα, τὸ τῆς ἐφ' ἑκάστου προνοίας δέκατον. πλὴν καὶ οὕτω σφῶν ἐκνευριζομένων ἡ ζημία τοῖς πα ροίκοις περιίστατο. καὶ ἐπεβαρύνοντο μὲν οἱ ταλαίπωροι, οὐκ ᾔδεσαν δὲ ὅπῃ καὶ ἐς τὸ παντελὲς ἔμελλον βαρυνθῆναι· ἦ γὰρ ἂν εἰ πάντως ᾔδεσαν ᾗπερ πάσχειν μετὰ μικρὸν ἔμελλον, καὶ πάντα τὸν βίον καταπρόοιντ' ἂν ἀπαιτούμενοι. 210 9. Τῶν γοῦν ἀκρῶν κακουμένων, ὡς μὴ μόνον τῶν κατὰ Μαίανδρον καὶ τὰ τῷ ζυγῷ ἐκείνῳ προσήκοντα ἀλλ' ἤδη καὶ τῶν ἐντὸς ἐξαφανιζομένων ἐξ ἐπιδρομῶν συχνῶν τῶν Περσῶν, ὁ τοῦ προρρηθέντος πρωτοβεστιαρίου τοῦ Ταρχανειώτου δεύτερος παῖς, ὁ Φιλανθρωπηνὸς ἐκ τοῦ πρὸς μητρὸς πάππου Ἀλέξιος, τοῦ προτέρου εἰς πρωτοσεβαστὸν τιμηθέντος πιγκέρνης τῷ βασιλεῖ τιμηθείς, τῶν περί τε τὴν Ἀσίαν τὴν μικρὰν καλουμένην, ἔτι δὲ Λυδίαν καὶ Κελβιανὸν μέχρι καὶ αὐτῆς δὴ τῆς θαλάσσης ἡγε μὼν ἀναδείκνυται, τοῦ πρωτοβεστιαρίτου ἔτι Λιβαδαρίου τῶν περὶ τὰ Νεόκαστρα καθηγεμονεύοντος. ὁ γοῦν πιγκέρνης ἐπὶ χρόνοις τὴν ἡγεμονίαν ἔχων, ἔχων δὲ καὶ τὸ Κρητικὸν καὶ τὰς κατ' ἀνατολὴν ἁπάσας δυνάμεις ἐπιφερόμενος, φύσεώς τε τάχει καὶ σπουδῇ στρατηγίᾳ πρεπούσῃ συναιρομένης καὶ τῆς παρὰ πολ λοῖς λεγομένης τύχης (λεγέσθω γὰρ καὶ τοῦτο, καθωμιλημένον τοῖς παλαιοῖς, καθ' ἣν Σκηπίωνές τε καὶ Κράσσοι καὶ Καίσαρες, ἔτι τε Θεμιστοκλεῖς καὶ Τιμόθεοι καὶ Κλέωνες ἠνδραγάθουν, καὶ τύχης ὡς καὶ θεῶν ἄλλων ἱερὰ ἀνιδρύοντο) τὰ κατ' ἀνατολὴν καθίστα τε καὶ προσησφαλίζετο, τὰ μὲν καὶ μάχαις καθ' ἃς ἐνίκα, τὰ πλεῖστα δὲ συνέσει καί γε φιλοδωρίᾳ πρός τε τοὺς ἐχθροὺς ἅμα καὶ πρὸς τοὺς φίλους, τοῖς μὲν ὑποκόπτων τὴν
7.1.3
Βασιλεὺς δὲ τὸν ἐπὶ τοῦ κανικλείου Χοῦμνον θέλων ἀγάλλειν ὡς πιστὸν ὑπηρέτην καὶ ἐφ' οἷς ὑπούργει τὸν δοκιμώ τατον, ἄλλως τε καὶ πολυταλάντους τὰς προῖκας τῇ θυγατρὶ ἑτοιμάσαντα, τῷ κατὰ Λαζοὺς παιδὶ Ἀλεξίῳ, οὗ δὴ καὶ ἀδελ φιδοῦ γε ὄντος ἀπὸ πατρῴων διαθηκῶν ἐπετρόπευεν, ἔτ' οὔσης ἐν Κωνσταντίνου καὶ τῆς μητρός, ξυναρμόζειν ἤθελε τὴν τοῦ Χούμνου· συμφέρειν γὰρ ᾤετο οὐχ ἧττον ἐκείνῳ ἢ τοῖς Ῥωμαίων πράγμασιν, ἐθεράπευε δὲ καὶ τὸν οἰκεῖον τῷ ἀπὸ τοῦ γένους κή δει τιμῶν ὡς καὶ αὐτὸν τοῖς εὐνουστάτοις ἐξεταζόμενον. ἐς τό σον δ' ἐφήρμοττε τὴν βουλὴν τῇ πράξει, ὥστε καὶ αὐτόθεν δε 288 σποτικοῖς παρασήμοις τὴν κόρην ἐκόσμει καὶ νύμφην ὠνόμαζε. προσαπεδέχετο δὲ καὶ ἡ μήτηρ ἀκούσασα τὸ συνάλλαγμα, καὶ τῇ βασιλικῇ ψήφῳ συγκάταινος ἦν, καὶ τοὺς γάμους ἐλθοῦσα ἑτοι μάζειν ἤθελε τῷ παιδί. ἀλλ' ἐκεῖνος ἢ πειθόμενος καὶ τοὺς γά μους ἀπαξιῶν, ἢ μὴν καὶ ἄλλως ἐπελθὸν αὐτῷ, φθάσας ἔκ τι νος τῶν ἐπ' ἐξουσίας Ἰβήρων τὴν συνοικήσουσαν ἄγεται. ὃ δὴ καὶ μαθὼν βασιλεὺς πολὺς ἦν τοὺς νόμους προτείνων καὶ τὸ τῆς ἐπιτροπείας δίκαιον προβαλλόμενος· ὡς γὰρ πατρὸς ἐπ' ἐκείνῳ τάξιν ἐπέχων, ἅμα μὲν καὶ τῶν διαθηκῶν ἅμα δὲ καὶ τοῦ σὺν τῇ βασιλείᾳ ἀπὸ τοῦ γένους δικαίου χάριν, ἠβούλετο διιστάναι τὴν συζυγίαν. οὐ μὴν δὲ καὶ δεσποτικῶς ἐξ ἐπιτάγματος ἄλλως ἤθελε πράττειν, ἀλλ' οὐχ ἧττον καὶ γνώμῃ καὶ ψήφῳ τῆς ἐκκλη σίας. ὅθεν καὶ πέμπων πρός τε πατριάρχην καὶ τὴν περὶ αὐτὸν σύνοδον, τὸ ἅμα μὲν βασιλέως καὶ πατρὸς ἅμα δὲ καὶ ἐπιτρόπου ἐπὶ τῷ νέῳ προτείνων δίκαιον, ἄκυρον ἀπὸ νόμων ἐπείρα δει κνύειν τὸ συνοικέσιον, καὶ διαλύειν ἠξίου ὡς παρὰ βουλὴν τὴν αὐτοῦ συνεστώς. τῶν γοῦν λόγων συνοδικῶς κινουμένων, τινὲς μὲν τῶν ἀρχιερέων νόμων ἀκριβείας ἡμμένοι δῆθεν τῇ τοῦ βασι λέως θελήσει ἔγνωσαν ἐνδιδόναι, ὁ δέ γε πατριάρχης καὶ μετ' 289 αὐτοῦ οἱ πλείους ἀπρὶξ ἀντέτεινον· καὶ γὰρ καὶ κατὰ γαστρὸς ἔχειν τὴν ἐξ Ἰβήρων ἐξ Ἀλεξίου, ὡς ἤκουον, κατηγγέλλετο. ἡ μέντοι γε μήτηρ ἐκείνου ἐπανακάμπτειν ὀρεγομένη ἐλπίδας τοῖς τοῦ κανικλείου ὑπέτεινεν, ὡς ἥκουσα καταπράξεται μᾶλλον τὴν λύσιν τοῦ συναλλάγματος ἢ μηνύουσα· αὐτῷ γὰρ προσώπῳ καὶ μὴ γραφαῖς ἔχειν ἀναπείθειν τὸν παῖδα, καὶ οὕτω ποιεῖν τῷ βα σιλεῖ πειθήνιον ὡς οὐκ ἄλλως ἐνὸν ἀπειθεῖν. τῷ τοι καὶ βασι λέως ἀφέντος πλῷ χρησαμένη πρὸς τἀκεῖ γίνεται. ὅπως οὖν ἐπανήκουσα πρὸς τὰ ὑπεσχημένα διετέθη, εἰδεῖεν ἂν οἱ ἐκεῖσε· τὸ δὲ πρᾶγμα ἔδειξε τὴν ἐπὶ τῷ λύειν ἰοῦσαν τἀναντία προαιρουμέ νην, εἰ καὶ τὸ πᾶν τῆς ἀπειθείας ἐπὶ τῷ παιδὶ τέθειτο. ἀπε γνωκὼς οὖν ἐκεῖθεν ὁ βασιλεύς, ἐπεὶ οὐδ' ἐκ τῆς ἐκκλησίας ἀναμφίβολος ἡ τοῦ γάμου λύσις τὸ σύνολον ἐλογίζετο, τὴν μὲν κόρην καθάπαξ εἰς δεσποτείαν τιμήσας εἰς τοῦτ' ἐτήρει καὶ αὖ θις, ἐλπίδας δ' ἐδίδου συζευγνύειν ταύτην δεσπότῃ γε ὄντι τῷ υἱῷ Ἰωάννῃ· πρὸς γὰρ τοῖς ἄλλοις καὶ τὸ εἰς προῖκα πολὺ ἦν καὶ οὐ πόρρω πάνυ τοῦ πρέπειν καὶ βασιλέων υἱοὺς ἐπάγεσθαι. καὶ ὁ μὲν βασιλεὺς ἐν πολλοῖς ἐδήλου τὴν τοῦ κανικλείου προση σόμενος ἐφ' υἱεῖ νύμφην, ἡ δέ γε μήτηρ καὶ δέσποινα ἐκ μεγάλου 290 τοῦ φρονήματος ἀπεπροσποιεῖτο καὶ ἀνεβάλλετο, οὐδ' ἴκταρ ἄξιον κρίνουσα τὸ συνάλλαγμα. καὶ διὰ τοῦτο καὶ βασιλεῖ πολλή τις ἦν ἡ ἐχεμυθία περὶ τῶν τοιούτων, καί που καὶ εὐμεθόδως πολλάκις παρεγύμνου τὸ βούλημα, τὸ μέντοι γε πρὸς τὴν πριγ κίπισσαν Ἀχαΐας ἤδη κεχηρωμένην ἀνδρὸς κῆδος ἀξιώτερον ἔκρι νε, καὶ παρὰ μόνον τὸ τῆς γυναικὸς ἔξωρον, αὐτοῦ γε νεανίσκου ὄντος καὶ τὸν ἔφηβον παραλλάττοντος, ἤδη ἤθελε συναλλάττειν.
7.1.4
Ἡμέρα μὲν οὖν παρασκευὴ ἦν, πρώτην δὲ μετ' εἰ κάδα ὁ κατ' Ἀθηναίους Μαιμακτηριὼν μὴν ἦγε, καὶ ὁ βασιλεὺς τὸ γράμμα ἐδέχετο. ὃ δὴ καὶ εἰς προῦπτον μὲν καὶ πασίδηλον 383 οὐκ ἐδείκνυ. τέως συλλέξας ἀρχιερεῖς καὶ κληρικοὺς τὴν λύσιν ἐδήλου τοῦ ἀφορισμοῦ, παρεμφαίνων καί τισιν ἐξ αὐτῶν τὸ γράμμα. καὶ τῷ ἐντεῦθεν, ἐπεὶ οὐκ ἦν ἄλλο ἐφέξον, ὡς ἐδό κει, τὴν πρᾶξιν, πολλῶν ὑπονοουμένων καὶ ἄλλων κατὰ τὸ λεληθός, ὅμως ὡς δῆθεν περιαιρεθείσης τοῖς ἀρχιερεῦσι τῆς ἐκεῖ θεν προφάσεως, σαββάτου τοῦ ἐπιόντος καὶ κυριακῆς ἐπὶ τούτῳ ἐν τῷ θείῳ δὴ πάλιν τῶν ἁγίων ἀποστόλων καὶ περιωνύμῳ ναῷ προσέταττε συνάγεσθαι πάντας, καὶ μηδὲν κύκλῳ περιβαλλομέ νους ὁμονοίας τρίβους ποιεῖν καὶ τούτων ἅπτεσθαι, ὡς οὐ τριβὰς τοῦ καιροῦ χωροῦντος. γέγονε τοῦτο κατὰ τὴν πρόσταξιν, καὶ τῷ τόπῳ συναγόμενοι ἀπεῖχον πολλῷ τὰς γνώμας καὶ ὁμονοεῖν οὐκ ἐδύναντο. ἐπεὶ οὖν πέμπων ὁ βασιλεὺς ὅ τι λέγοιεν ἐπυνθά νετο, εἰκοστῇ τρίτῃ μηνὸς τοῦ αὐτοῦ, περὶ τὸ τῆς μεσημβρίας μεσαίτατον, ἐπιβὰς ἵππου τὸν θεῖον καταλαμβάνει τῶν ἀποστό λων ναόν. καὶ τὰ πολλὰ συγγεγονὼς σφίσιν, ἐπεὶ οὐκ ἦν τὸ παράπαν ὁμονοεῖν, λαβὼν ἐκεῖνος τοὺς δεχομένους τὸν Ἀθανά σιον, ἀφεὶς τοὺς μὴ δεχομένους, εὐθὺ τῆς μονῆς ἐκείνου γίνεται, καὶ ὡς οἷόν τ' ἦν ἐκεῖνον ἀρχιερατικῶς ἐπισκευασάμενοι, πεζῇ 384 καὶ βάδην ὑπ' ἀέρι πῦρ πνέοντι καὶ καιρικῷ πνίγει, ἅμα κληρι κῶν τοῖς παρατυχοῦσι καὶ τῷ λαῷ ὅσος συνείλεκτο, τὴν ἐκκλη σίαν καταλαμβάνουσι, καὶ πάλιν ἐπίσκοπος, ὥσπερ ἐκ μαγγάνου τινὸς τῆς ἐπὶ τῷ σεισμῷ δοξάσης προγνώσεως εἰς τὸ μέσον ῥιφείς, ἀναφαίνεται ὁ μηδ' οἷός τε εἶναι τὴν ἱερὰν ἀρχὴν ἀναλα βεῖν προαιρούμενος. καὶ ὁ μὲν τυχὼν οὗπερ χάριν καὶ τὰ πολλὰ ἐκεῖνα τῶν καθ' ἡμέραν βουλῶν ἐξυφαίνοντο, σπουδαιοτριβῶν ἐς τέλος τά οἱ προσήκοντα καὶ ὑπὲρ δύναμιν οὐκ ἀνίει· οἱ δέ γε τῶν ἀρχιερέων ἡμίσεις, σὺν οἷς καὶ τῶν ἐν μοναχοῖς δοκούντων τινὲς καὶ τῶν κληρικῶν ἔνιοι, καρτερῶς διέγνωσαν σχίζεσθαι. τῆς δ' ἐπιγενομένης ἡμέρας ὁ πατριάρχης Ἰωάννης τὰ καθ' αὑ τὸν πρὸς τὸ ἀδηλότερον μετασκευασάμενος ἐφ' ᾧ τῆς πόλεως ἐξελθεῖν, μηδ' αὐτῷ βασιλεῖ συνταξάμενος, ἅμα τοῖς αὐτοῦ ἀπαίρει τῶν τῇδε καὶ πρὸς Σωζόπολιν γίνεται. τῷ δ' ἦν ἑκάστης διαλαλεῖν ἐμφανῶς ὡς διωχθείη τῆς ἐκκλησίας καὶ ὡς τὸ καὶ τὸ πάθοι, καὶ πάντων κατὰ κόσμου δυσχερῶν τὴν αὐτοῦ ἀπουσίαν ἐπαιτιᾶσθαι, καὶ τοῖς κληρικοῖς ἐξονειδίζεσθαι ὡς αἰτίοις, εἴ πού τι καὶ ξυμβὰν ἔτυχε, καὶ ἐπὶ λιτανείαις κοιναῖς θαρρεῖν ἐν τεῦθεν διορθοῦν τὰ σφαλέντα ὡς δῆθεν καὶ ἀπ' ἀμελείας καὶ τρυφῆς ξυμβάντα, ὡς καί τινα διορθοῦν δῆθεν πειρᾶσθαι πρὸς 385 τὸ δοκοῦν αὐτῷ εὐλαβέστερον, ἃ δὴ τὸ πρότερον κατ' ἀρχαῖον τύπον εἴα γίνεσθαι.
7.1.5
Ὁ μέντοι γε μέγας δοὺξ ἀπογνοὺς τῶν τοσούτων χρη μάτων ὧν παρὰ βασιλέως λαμβάνειν ἤλπιζεν (εἰς γὰρ τριακοσίων 492 νομισμάτων χιλιοστύας τὸ πᾶν ἐποσοῦτο τῆς ἀπαιτήσεως) ἐπ' ὀ λίγοις ἵστα τὰς δόσεις, τὸν θροῦν καταστέλλειν τῶν Ἰταλῶν ὑπι σχνούμενος, ναὶ μὴν καί τινας ἐξ αὐτῶν ἱκανωθέντας μισθοῖς τῆς πρὸς βασιλέα Μιχαὴλ ἅψασθαι συμμαχήσοντας. εἰ δ' οὖν, ἀλλ' αὐτὸν μὲν καὶ αὖθις ἀντιπερᾶν κατ' ἀνατολήν, τὸν μέντοι γε Μπυριγέριον Τέντζαν, ὡς καὶ αὐτὸν ἄξιον ὂν προσδέχεσθαι ὑπὸ μεγίστοις τοῖς ἐλπισμοῖς προσχωρήσαντα, συμπεῖσαι παραγενέ σθαι μόνον ὑπ' ἀσφαλείᾳ τῇ προσηκούσῃ, καὶ τοῖς ἀπ' αὐτοῦ χρυσοβούλλοις σχόντα τοῦ θάρρους τὸ ἱκανόν. ἕτοιμον δ' εἶναι τοῦτον καὶ μισθοφορίαις ἱκανωθέντα τῷ ἰδίῳ συνάμα λαῷ τὴν πρὸς τὸν νέον βασιλέα πορευθῆναι σφοδρῶς ἰσχυρίζετο. ταῦτα λέγων καὶ πλείονα αἱρεῖ τὴν γνώμην αὐτίκα τοῦ βασιλέως. καὶ ἅμα πρὸς μὲν τὸν Μπυριγέριον πίστεις χρυσοβούλλειοι σχεδιά ζονται, αὐτὸς δὲ τὰ πολλὰ μὲν καὶ ἀφ' ἑαυτοῦ τῷ μεγάλῳ δουκὶ προσνείμας, τὰ πλεῖστα δὲ καὶ ἐκ τῶν τὸν σῖτον συναγόντων κε λεύσας ἀναλαβεῖν, μετὰ πάσης εὐμενείας ἐκπέμπει. (8) τὸ δὲ τοῦ ἐπισυναγομένου σιτοκρίθου τοῖόνδ' ἦν. τὰ μὲν γὰρ τῆς ἀνατολῆς καὶ λίαν ἐξηπορήθη, ὡς μηδὲν ἔχειν ἐντεῦθεν τὴν βα σιλείαν, μᾶλλον μὲν οὖν καὶ ἀνάγκην καταστῆναι ὑπὲρ ἐκείνης 493 ἐκκενοῦν χρήματα. ἡ δὲ τῶν Μακεδόνων καὶ δύσις πᾶσα καὶ λίαν εὐφόρησεν, εἰ καὶ μὴ εὔωνοι οἱ καρποὶ ἐξ αὐτῶν ἀλώνων ἦσαν, ἀλλ' ὡς ἐν καιρῷ μεγίστου λιμοῦ ὁ σῖτος διεπιπράσκετο, τῶν κατ' ἀνατολὴν πρὸς δύσιν μετενηνεγμένων. ταῦτ' ἄρα καὶ βασιλεὺς πόρους ἐπινοῶν, τοῦτο μὲν τῶν πρὸς τοὺς Ἰταλοὺς μι σθωμάτων ὑπερηφάνων ὄντων, τοῦτο δὲ καὶ τῶν ἐπὶ χρείαις ἄλ λαις δαπανημάτων, τὸ ἀφ' ἑκάστου γεωργοῦ ὀλίγιστον εἰς μεῖζον ἅμα συμποσοῦν ἔγνω, καὶ ἀποστείλας ἀφ' ἑνὸς ἑκάστου τῶν γεωργούντων ὑπὲρ συγκομιδῆς ζευγίτιδος σίτου μὲν μοδίους ἓξ κριθῆς δὲ μοδίους τέσσαρας τοπικοὺς προστάσσει πράττειν. ἐκ τούτων γοῦν καὶ τῷ μεγάλῳ δουκὶ κελεύσας δίδοσθαι ἀργύρου τε καὶ χρυσίου ἀπεμπολούντων, καὶ ἀνακωχὴν τῶν ἐκείνου σχών, τὰ περὶ τοῦ Μπυριγερίου διεβουλεύετο, ὡς αὐτίκα κἀκεῖνον προσ ηκόντως καὶ ὡς ἐκεῖνος ἠλπίκει ὑποδεξόμενος. διὰ ταῦτα καὶ τῶν κατὰ δύσιν προνοιῶν ἥπτετο, καὶ τὸ τρίτον ἐκ τούτων ἀφῄρει· τὰ γὰρ τῶν μισθῶν τῶν κατὰ τὰ ἀνάκτορα ἐκδουλευόντων καὶ πρὸ χρόνων διεκόπη πάλαι. ἀλλὰ καὶ τὸ νόμισμα διὰ τὴν χρείαν ἐκιβδηλεύετο. πρότερον μὲν γὰρ ἐπὶ Ἰωάννου τοῦ Δούκα τὸ δί 494 μοιρον τοῦ ταλάντου τῶν νομισμάτων χρυσὸς ἦν ἄπεφθος, ὃ δὴ καὶ ὁ ἐξ ἐκείνου διετήρει· ὕστερον δὲ ἐπὶ Μιχαὴλ τῆς πόλεως ἁλούσης, διὰ τὰς τότε κατ' ἀνάγκην δόσεις, καὶ μᾶλλον πρὸς Ἰταλούς, μετεγεγράφατο μὲν τὰ τῶν παλαιῶν σημείων, τῆς πό λεως χαραττομένης ὄπισθεν, καθυφίετο δὲ καὶ παρὰ κεράτιον τὸ ἐκ χρυσοῦ νομιζόμενον, ὡς πεντεκαίδεκα πρὸς τὰ εἰκοσιτέσσαρα γίνεσθαι. μεταλλάξαντος δ' ἐκείνου πρότερον μὲν εἰς δεκατέσ σαρα περιέστη πρὸς δέκα, νῦν δὲ ἀλλὰ καὶ ἐφ' ἡμισείας τὸ ἄπε φθον καταμίγνυται, παρ' ἣν αἰτίαν καὶ δυσπόριστα μὲν ἐκ τοῦ καιροῦ τὰ χρειώδη, δύσωνα δ' αὖθις καὶ ταῦτα, ἤν πού τι καὶ φανείη, ἐγίνοντο, καὶ αἰχμαλωσία καὶ λιμὸς ἦν.
7.1.6
Ὁ δὲ Μπυριγέριος, ὡς ἤδη προείπομεν, Γεννουΐταις κρατηθεὶς καὶ εἰς Τραπεζοῦντα ἀναχθεὶς ὡς αἰχμάλωτος, ἔπειτα πάλιν καταχθεὶς μετ' αὐτῶν, καὶ δύο μῆνας προσμεινάντων τριήρεων δύο μισθοφορίαις τοῦ βασιλέως ἐπὶ τὸ στενὸν Καλλιου πόλεως, τελεσθείσης δὲ τῆς τῶν δύο μηνῶν προθεσμίας ἀπάγε ται μετ' αὐτῶν πρὸς τὴν Γέννουαν. τῶν δὲ Κατελάνων πρότε ρον τριήρεων πρεσβευσάντων περὶ τούτου, οὐδὲν ἤνυσαν. 579