Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
80.1.1
φόβος ἐκεῖθεν δ' ἀπορία τοὺς θεωμένους διεμεριζέτην, οὐκ ἔχον τας ὅ τι καὶ πράξοιεν. ὁ γοῦν φόβος τὰς σφῶν γνώμας συνέ στελλε πρὸς μίαν καὶ τὴν αὐτὴν ἄγων βουλήν, τὸ τὸν ἱερέα, κἂν ὅ τι καὶ πάθοι, προσήσεσθαι τὸ φαινόμενον. τοῦ δὲ μηδ' ὅλως προσιτὸν ἐκεῖνο νομίζοντος μηδ' ἄκροις ὡς εἰπεῖν χείλεσι τὸ παράπαν, ἡ ἀπορία παρατολμήσασα ἐσχεδίαζε μηχανὴν πολὺ μὲν τῶν ἀξίων ἀποδέουσαν, ἀναγκαίαν δ' ἄλλως ὑπὲρ πᾶν ἕτερον ὃ δὴ καὶ ἐννοήσειέ τις πώποτε. θεῷ μὲν οὖν ἄρα τῶν τιμίων καὶ ἱερῶν ἐκείνων μέλειν εἰκός, καὶ ἔμελε πάντως, ἐκεῖνον δὲ τότε ὁ τοῖς τοιούτοις ἀφιερώμενος τόπος ἐκ παλαιοῦ, ὃς δὴ καὶ ἱπνὸς ἅγιος λέγεται, ὁσίως ἐπιρριφέντα ὁσίως δέχεται. ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον.