Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1.1
Τότε δ' οὖν ὑποποιούμενοι μὲν ἀρχιερεῖς, ὑποποιού μενοι δὲ παντοίως καὶ τὸν Ἀλεξανδρείας πατριάρχην Ἀθανάσιον, ἄνδρα πολλοῦ τινὸς ἄξιον, θρόνους τε προτιθεῖσι δύο, ὃν μὲν κενὸν εἰς τιμὴν καὶ σχῆμα τοῦ πατριάρχου Κωνσταντινουπόλεως, ὃν δὲ τὸν Ἀλεξανδρείας προκαθεζόμενον ἔχοντα. καί γ' ἑαυτοὺς καθιστῶσιν εἰς δικαίῳ τοῦ πατριάρχου ἤδη νοσοῦντος τοποτη ροῦντας, σύνοδόν τε συγκροτοῦσιν ἀρχιερέων, παρόντος μὲν ἐκεῖσε καὶ τοῦ μεγάλου λογοθέτου, παρόντος δὲ καὶ Γεωργίου τοῦ Κυπρίου καὶ τοῦ ῥήτορος Ὁλοβώλου, ἄρτι ἐκ τῆς τοῦ με γάλου Ἀγροῦ μονῆς ἐπιδεδημηκότος τῇ Κωνσταντίνου, καί γε τοῦ μοναχοῦ Θεοδοσίου Σαπωνοπούλου, ὃν ἐν πρωτονοταρίοις ἔχοντος τοῦ κρατοῦντος ὁ μοναχὸς διεδέξατο βίος, καὶ ἄλλων πλείστων προκαθημένων. καὶ τὰ τῶν γραφέντων εὐθύνειν ἠβού λοντο, οὐκ εἰρηνικῇ σκέψει μᾶλλον, τὸ μὲν ἀσφαλὲς ἐγκρίνοντες τὸ δ' ἀπεμφαῖνον εὐθύνοντες· ἀλλ' ὅτι τὰ σκάνδαλα ᾔρετο, κἂν 26 καλῶς οἱ γράφοντες εἶχον τῆς δόξης, οὐχ ὅπως ἔκρινον ἐξετάζειν, ἀλλὰ μόνον ὅτι καὶ δόγματα ἐλαλήθησαν καὶ γραφαὶ ἀνεπτύχθη σαν καὶ λόγοι πατέρων εἰς ἀκοὴν ὠτίου ἐτέθησαν, μεγίστην ταῦτα παραβασίαν ἡγούμενοι, τοὺς μηδ' ὅ τι καὶ αἵρεσις εἴη γι νώσκοντας ὡς τὰ μέγιστα παραβάντας ἔκρινον, καὶ μηδὲν ὀρθοῦ ὅλως παρεκκλῖναι διατεινομένους λιβέλλους ἐζήτουν πίστεως. εἰ δ' ἔγρυξέ τις περὶ δογμάτων γράψας, οὐ τὸ γραφέν, τὸν γρά ψαντα δ' αἰτιώμενοι καταδίκαις ὑπῆγον ἐσχάταις. καὶ προηγου μένως αὐτὸς δὴ ὁ τῶν λογοθετῶν μέγας, ὁ καὶ πῦρ πνέων ὑπὲρ δογμάτων, ὡς ἐῴκει, παρεῖχε τὸ σύγγραμμα καίεσθαι, οὐχ ὅτι ἔσφαλταί οἱ, καθὰ δὴ καὶ αὐτὸς ἔνορκος ἐπὶ τῇ συνόδῳ διωμο λόγει, αὐτόθεν λογογραφοῦντι περὶ δογμάτων, ἀλλ' ὅτι γρά φειν ἐπῄει καὶ συντάττειν πατέρων ῥητὰ χρήσιμά πως δοκοῦντά οἱ πρὸς τὰ τότε τελούμενα, ταῦτα καὶ πολλῶν πρότερον καὶ με γάλων αὐτοῖς δὴ συγχρησαμένων ἐφ' ὁμοίαις ταῖς ὑποθέσεσιν· 27 ἀλλ' ὅμως ἐπείπερ οὐκ ἐν καιρῷ εἰρήνης ἐλέχθησαν, ἀλλ' ὅτε δεινόν τι κῦμα καὶ τετριγὸς κατεστρόβει τὴν ἐκκλησίαν ἐκ τῆς τῶν πολλῶν ἀνεγέρσεως, ἅμα δὲ καὶ τῷ δοκεῖν περιεῖναί οἱ τῆς εὐσεβείας, οὐχ ὡς ῥητὰ πατέρων ἐδίδου τὰ συνταχθέντα πυρί, ἀλλ' ὡς ἴδιον σύγγραμμα. καθεξῆς δ' ἐπὶ τούτῳ καὶ τὸ τοῦ παλαιοῦ μεγάλου λογοθέτου σύγγραμμα, ὁμοίως κἀκεῖνο ἔχον, καὶ ἄλλοις οἷς γράφειν ἐπῄει καὶ μόνον μεμνῆσθαι δογμάτων ἐπά γοντες μῶμον, πυρὶ παρεδίδουν τοὺς τόμους. Ἐντεῦθεν οὐδὲ τὸν πατριαρχεύσαντα Ἰωάννην αἰτιῶν ἠφίουν, ἀλλὰ καὶ μᾶλλον ἐκεῖνον αἰτίαις ὑπῆγον αἱρέσεως, ὅτι καὶ ἐπὶ τοῖς πατέρων ταῖς ἀληθείαις ῥητοῖς λιχνευσάμενος ἀντι λαβὰς διδόναι τοῖς αἰτιωμένοις ὡς εἰκὸς ἐκινδύνευε, καὶ παρὰ τὸ εἰκὸς ταῖς ἐννοίαις τῶν ῥητῶν ἐμβαθύνων ἐπὶ τοῖς ὑπὲρ νοῦν ἀν θρωπίναις διανοίαις παρατολμᾶν· τὰ γὰρ περὶ θεοῦ σιωπῇ μᾶλ λον ἔχειν τε καὶ τιμᾶν ἢ λόγοις συνιστᾶν καὶ δεικνύειν πέφυκεν. (9) ἐκεῖνος τοίνυν τὸ ἐκ πατρὸς δι' υἱοῦ τὸ πνεῦμα παρὰ τῶν πατέρων λεγόμενον ἐκπορεύεσθαι ἐπὶ τῇ θεολογίᾳ τοῦ πνεύματος, μὴ τοῦτο μόνον λαμβάνων ὅτι πρόσθεσις καὶ παρὰ τοῖς ἡμετέροις πατράσι τετόλμηται ἐπ' αὐτῇ δὴ ταύτῃ τῇ ἀνεννοήτῳ ἐκ πατρὸς ἐκπορεύσει τοῦ πνεύματος, ἐφ' ᾧ γε τὴν προσθήκην τῶν Ἰτα λῶν ἰᾶσθαι μετρίως ἴσως, εἴπερ ἐβούλετο, ἀλλὰ καὶ διδοὺς ἐξε 28 τάσεσι καὶ τὰ ὑπὲρ νοῦν ἐρευνῶν ἀνθρωπίνοις νοήμασιν ἔλαθεν οὐκ οἰσταῖς αἰτίαις περιβαλὼν ἑαυτόν. οὐ χεῖρον δ' εἰπεῖν καὶ διασαφῆσαι τό γε ξυμβεβηκός, καὶ τίσι περιπαρεὶς τῶν γραφῶν οὐ καλαῖς ταῖς αἰτίαις ξυνείχετο, κἂν μόνος ἐκεῖνος, μηδενὸς ἄλλου συμπράττειν τολμῶντος, θεολογίας ἄπειρον πέλαγος μι κρῷ τινὶ ἀκατίῳ, ἀνθρωπίνῳ νοΐ, παραμετρεῖν ἐτόλμα πειρᾶ σθαι, τῷ ὑπὲρ τῆς εἰρήνης ζήλῳ ὥσπερ τινὶ φώσσωνι, ὡς ἐκεῖ νος ᾤετο, κουφιζόμενος, πιστεύων τοῖς ὀψιγόνοις, ὡς ἔλεγε, κἂν οἱ παρόντες οὐκ ἀπεδέχοντο τὸ ἐγχείρημα. ἐκεῖνος τοίνυν τὰς τῶν ἁγίων γραφὰς ἐπιμελέστερον διερχόμενος, τὸ μὲν ἐκ πα τρὸς δι' υἱοῦ προχεῖσθαι ἐκλάμπειν χορηγεῖσθαι προϊέναι τὸ πνεῦμα τὸ ἅγιον πολλῶν καὶ πολλάκις λεγόντων ἐμάνθανε, τὸ δὲ καὶ ἐκπορεύεσθαι πρώτως μὲν παρὰ τῷ μεγάλῳ Μαξίμῳ ῥη θὲν εὕρισκε, δευτέρως δὲ καὶ παρὰ τῷ θεολογικωτάτῳ Δαμασκηνῷ, ἐφ' οἷς καὶ τὸν μέγαν Ταράσιον σὺν ἑβδόμῃ πάσῃ συνό δῳ, ἐπὶ ὁμολογίᾳ τῆς πίστεως πρὸς τοὺς ἀνατολικοὺς πατριάρ χας, ἀριδήλως κατενόει θεολογοῦντας. εὑρὼν γοῦν τὸν τοῦ Μαρωνείας Νικήταν καὶ χαρτοφύλακα, ὕστερον δὲ καὶ Θεσσα λονίκης πρόεδρον, καὶ ἐπὶ τούτῳ καὶ τὸν Βλεμμίδην Νικηφόρον γραφαῖς συγχρησαμένους εἰς τὴν ὑπὲρ τῶν Ἰταλῶν ὡς δῆθεν ἀπολογίαν, καὶ Φώτιον αὐτὸν λέγοντα ὡς καὶ Ἀμβρόσιός τε καὶ Αὐγουστῖνος καὶ τρίτος Ἱερώνυμος οὕτω μετὰ προσθήκης ἐθεο 29 λόγουν περὶ τοῦ πνεύματος, ἀλλ' ὡς Ῥωμαῖοι πάντως καὶ οὐχ ὡς Γραικοὶ ἔγραφόν τε καὶ ἔλεγον τὴν προσθήκην, τῆς μὲν λύ σεως τούτου καὶ λίαν ὡς ἀσθενοῦς κατεγίνωσκεν, ὥσπερ ἂν ἦν ἱκανὸν τὸν αὐτὸν καὶ ἕνα πατέρα νῦν μὲν ὡς Γραικὸν μεγαλύνειν νῦν δ' ὡς Ῥωμαῖον αἱρέσεως γράφεσθαι, Ἱερώνυμον δὲ καὶ Αὐγουστῖνον τὸν μὲν ὑπὸ Δαμάσῳ παιδευθέντα καὶ σύγχρονον Βα σιλείου τοῦ πάνυ καὶ μέγαν ἐγνώριζεν, Αὐγουστῖνον δὲ τὸν Ἱπ πῶνος καὶ ἐπὶ τῆς ἕκτης συνόδου μακαρίας μνήμης ἠξιωμένον καὶ εὐφημούμενον, τὸν δὲ τρίτον Ἀμβρόσιον καὶ παρ' ἡμῖν ἐπὶ τῆς ἐκκλησίας μεγαλυνόμενον. τὸ γοῦν τὸν Φώτιον οὕτω λέγειν περὶ ἐκείνων καὶ ἀποφαίνεσθαι οὐκ ἔκρινε συνετὸν καὶ ἄλλως δίκαιόν τε καὶ ἰσχυρόν, ἐκείνων δὲ ταῖς βίβλοις προσσχὼν καί τι παθὼν ἀνθρώπινον, φιλοτιμησάμενος, εἴ γε καὶ αὐτὸς σφίσι τῆς γνώ μης συνάροιτο, εἰ καὶ οὐδεὶς ἄλλος προσαπεδέχετο τὸ ἐγχείρημα, βάξιν παρηρτημένην ἐντεῦθεν οὐκ ἐπαινετὴν δεδιώς, μέτεισί τε φιλοπονώτερον τὰς γραφὰς καὶ τὰ παρεγγεγραμμένα τοῖς λόγοις ἐκείνων ῥησείδια ἐξ ὅλων λόγων τῶν ἁγίων συνέλεγε. καὶ νῦν μὲν εὕρισκεν Ἀθανάσιον λέγοντα" ἦν δὲ ἀδύνατον ἐν τῇ τῆς τρίαδος τάξει τὸ πνεῦμα γινώσκεσθαι μὴ προοδικῶς ὂν ἐκ θεοῦ δι' υἱοῦ, ἀλλὰ ποιητικῶς, ὡς λέγουσι", νῦν δὲ τὸν μέγαν Βα σίλειον" ἀξιώματι μὲν δευτερεύειν τοῦ υἱοῦ τὸ πνεῦμα παραδί 30 δωσιν ἴσως ὁ τῆς ἀληθείας λόγος." τὴν δὲ κατασκευὴν τῆς προ τάσεως, ἐν πολλαῖς μὲν τῶν βίβλων κειμένην καὶ ταύτην, ἐν δέ γ' ἐνίαις παρῃρημένην εὕρισκεν. ἑτέρωθι τὸν Νύσσης Γρηγό ριον οὕτω πως διαιροῦντα τὰς περὶ θεοῦ δόξας ὡς τὸ μὲν αἴτιον πιστεύειν τὸ δὲ ἐκ τοῦ αἰτίου, καὶ ἐξ αἰτίας ὄντος πάλιν ἄλλην διαφορὰν ἐννοοῦμεν· τὸ μὲν γὰρ προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου. καὶ αὖθις ἐν τῷ τέλει τοῦ τῶν Ἀντιρρητικῶν πρώτου" δευτερεύει μὲν ὁ υἱὸς τοῦ πατρὸς αἰτίου, δευτερεύει δὲ καὶ τὸ πνεῦμα τοῦ υἱοῦ κατὰ τὸν τῆς αἰ τίας λόγον." ἀλλαχοῦ δὲ τὸν μέγαν Κύριλλον λέγοντα" τὸ ἐκ ἀμφοῖν οὐσιωδῶς ὑπάρχον, τουτέστιν ἐκ πατρὸς δι' υἱοῦ", καὶ αὖθις στόμα μὲν τοῦ πατρὸς λέγοντα τὸν υἱόν, θεολογοῦντα δὲ περὶ τοῦ πνεύματος" καθάπερ διὰ στόματος τὴν ἰδίαν ἡμῖν ὑποσημαῖνον ὕπαρξιν." Ἐπιφάνιον δὲ καὶ ἐν πολλοῖς καὶ πολλά κις τὰ αὐτὰ λέγοντα κατελάμβανεν. ἔδοξεν οὖν ἐκείνῳ ταῦτά τε καὶ πλείω συνάγειν καὶ λογογραφεῖν τὴν τῶν πατέρων θεολογίαν, ὡς ᾤετο. καὶ τὸ ἀτηρὸν μὲν τῆς κατηγορίας τῶν Ἰταλῶν, ὃ δὴ καὶ τοῖς κοινωνοῦσι διὰ τῆς ἀναφορᾶς τοῦ ὀνόματος προσετρί βετο, ἐξιᾶσθαι τέως κατὰ τὸ δυνατὸν καὶ θεραπεύειν ἠβούλετο· δεδιὼς δ' αὖθις καὶ τὰς κατηγορίας τῆς τόλμης, ταῖς ἀληθείαις ὅρκους προανετάττετο τοὺς φρικώδεις ἦ μὴν μὴ ὡς δῆθεν κατα 31 γινώσκειν τῶν ἡμετέρων ἢ ἐγκαλεῖν ἐλλείψεως, κἀκείνοις προσκεῖ σθαι ὡς κρειττόνως λέγουσιν, ἤ τι τοιοῦτον καὶ ἐννοεῖν γρά φοντα, ἀλλ' ἵνα τέως καὶ μόνον τὸ ἔγκλημα θεραπεύοιτο, οὐ τῶν Ἰταλῶν, οὔμενουν (ἐκείνοις γάρ, κἂν ἐπὶ πᾶσιν ἀφιῶνται τῶν ἐγκλημάτων, ἀλλ' οὖν τῷ τολμῆσαι προσθεῖναι τῷ συμ βόλῳ τὴν λέξιν ἔγκλημα κεῖσθαι τὸ μέγιστον), ἀλλὰ τῶν κοινω νούντων ἐκείνοις εἰρήνης τρόπον καὶ παλαιᾶς καταστάσεως ἕνεκα. ἀντεπεξῆγε δὲ καὶ τὴν ἐπὶ τοῦ μονογενοῦς ἐκ εἰς τὴν διὰ κατὰ τὴν τῶν προθέσεων ἀντιπαραχώρησιν, ὅπου ἂν καὶ ἐν τοῖς περὶ τοῦ υἱοῦ τόποις εὑρίσκηται. οὕτω γάρ φησι διδάσκειν καὶ τὴν ἱερὰν ὁπλοθήκην, βίβλον οὖσαν ἐγκρινομένην ταῖς γνησίαις τῆς ἐκκλη σίας. τοῦτο δ' ἐποίει τὴν τῶν Ἰταλῶν προσθήκην τοῖς ἡμετέ ροις βουλόμενος ἐξισοῦν. καὶ τέλος ἡ κορωνὶς τῆς τόλμης, ὅτι εὑρίσκων μὲν καὶ τὸν θεολογικώτατον Δαμασκηνὸν ἐν τρεισκαιδε κάτῳ τῶν θεολογικῶν αὐτοῦ κεφαλαίων λέγοντα" καὶ διὰ λόγου προβολεὺς ἐκφαντορικοῦ πνεύματος," ἐκλαμβανόμενος δὲ τὸ προβολεὺς εἰς τὸ αἴτιος (μηδὲ γὰρ εἶναι τὴν λέξιν ἐπ' ἄλλου ση μαινομένου λαμβάνεσθαι) καὶ διὰ λόγου αἴτιον τὸν πατέρα λέ 32 γων τοῦ πνεύματος, χώραν αἰτίας δεδώκει καὶ οὐ παροπτέας, οὐδέ γε μὴν τῆς τυχούσης, συνδοξάζειν αἴτιον τὸν υἱὸν ἐπὶ τῇ ἐκ πατρὸς αἰτίᾳ τοῦ πνεύματος. καίτοι γε τὰ μέτριά γε τοῖς λό γοις αὐτοῦ προσαρχόμενος, ὅτε τις καὶ ἀντεπῆγεν αὐτῷ τὴν αἰ τίαν, ὡς πολλῶν ἐπὶ θεοῦ λεγομένων καὶ δὴ καὶ κακίας ἐπιφερόν των ἔμφασιν τὰ μὲν λεγόμενα ὡς ἁγίων ῥήματα προσιέμεθα, τὸ δ' ὑπεμφαῖνον οὐ προσδεχόμεθα," λέγετέ" φησιν," ὦ οὗτοι, θεὸς τέλειος ὁ πατήρ, καὶ θεὸς τέλειος ὁ υἱός, καὶ θεὸς τέλειος ὁ παράκλητος. ἆρ' οὖν διὰ τὸ τρεῖς θεοὺς ὑπεμφαίνεσθαι κα ταρρυπαροῦμεν τὴν θεολογίαν;" τέως εἰς ἀποφυγὴν τοῦ ἐγκλή ματος καὶ τρισὶ κεφαλαίοις τὸν ἐπὶ τῇ τῆς ὀρθοδοξίας ἡμέρᾳ ἀνα γινωσκόμενον ὅρον ἐπ' ἐκκλησίας ἐπηύξανε προστιθείς, ποιούμε νος ὑπ' ἀνάθεμα τρίτον τὸν ἤτοι δοξάζοντα ἢ αἴτιον ἢ μετὰ τοῦ πατρὸς συναίτιον τὸν υἱὸν τοῦ πνεύματος, ἢ συγκοινωνεῖν ἐν γνώσει καταδεχόμενον τοῖς οὕτω λέγουσι καὶ δοξάζουσι. ταῦτα ἔλεγε, ταῦτ' ἔγραφεν." εἰ δ' ἀνήκει τι", φησί," τῇ διὰ εἰς 33 τὸν τῆς αἰτίας λόγον, τοῦτο τόλμημα μὲν λέγειν ἢ ἐννοεῖν, εἰ δέ τις τολμῴη, τὸ ἐκ τοῦ λόγου μὲν ἐρεῖ ἐμφαινόμενον, αἰτίαν δὲ πάντως ἀποίσεται τοῦ τολμήματος." Ταῦτα κατὰ τὸν Βέκκον ταῖς ἀληθείαις, καὶ πλέον οὐδέν. διὸ δὴ καὶ ἡμεῖς ἐξεπίτηδες τὰ τῆς ἱστορίας κατὰ λεπτὸν ἐπλατύ ναμεν, ἵν' ᾖ δῆλον ὅπως καὶ ἐφ' οἵαις αἰτίαις ὅσον οὐκ ἤδη ἡ ἐκκλησία πᾶσα τοῦ κακοῦ παραπολαύειν ἤμελλε. σῶφρον ἦν οὖν κατ' ἐμὴν γνώμην μηδὲν περὶ τούτων κινεῖσθαι. ἀλλ' ὅμως τέως καὶ οἱ ἐκεῖνον ἐποτρύνοντες αἴτιοι· βουλόμενος γὰρ τοῖς αἰτιω μένοις ἀπολογεῖσθαι καὶ ἔγκλημα φεύγειν αἱρέσεως ἔλαθεν αἱρέσει δόξας δικαίως περιπαρείς. Ἐκεῖνοι μὲν οὖν ἓν εἶχον κατὰ σκοπόν, τὸ καθυποκλῖναι τὸν Ἰωάννην τῷ Ἰωσήφ, καὶ παρ' ἐκείνου πείθειν ζητεῖν συγγνώμην οἷς ὅτι ζῶντος ἐκείνου ἐπιβῆναι τοῦ θρόνου τολμήσειε, καὶ τὰ τῆς εἰρήνης μὴ καταδεχομένου, ὡς καὶ ὑποχωρεῖν διὰ ταύ την, ἐκεῖνος μὴ ὅτι γε μόνον τὴν πατριαρχείαν καταδέχοιτο, ἀλλὰ καὶ γραφαῖς πειρῷτο δεικνύναι τὴν πρᾶξιν ἀνεπιτίμητον. ὅθεν καὶ ὁσημέραι σύνοδον μὲν ἐντελῆ καθίστων, (10) κρότοις δὲ συχνοῖς τῶν τῆς ἐκκλησίας κωδώνων ξύγκλυδας ξυμφοροῦντες καὶ πλήθη, εἴ πού τις ὡς ἠσέβησαν πείθοι, παρακινησείοντα τὰς 34 ὁρμὰς καθ' ὧν ἄρα τοῦ ὀρθοῦ παρακινησάντων σφᾶς ὑποπτεύ σειαν, καὶ μάλα θερμῶς ἠξίουν τὸν Ἰωάννην καταπέμπεσθαι κριθησόμενον. συχνῶν γοῦν διαμηνυμάτων πρὸς ἐκεῖνον γινο μένων ἐφ' ᾧ παραγίνοιτο λόγον δώσων τῶν γεγραμμένων, καὶ μάλ' ἐκείνων ἐπιδεικνυμένων τοῖς πλήθεσιν, ἐκεῖνος τὸ ἄλογον τῆς ὁρμῆς τῶν πολλῶν δεδιὼς ἐπὶ πολύ τε ὤκνει καὶ ἀνεβάλλετο τὴν ὡς ἐκείνους ἄφιξιν· δήλην γὰρ εἶναι τὴν παρακινδύνευσιν, εἰ πλῆθος ἀσεβῆσαι πεισθείη, ὥστε μὴ μένειν ἐπὶ τοῦ καθεστη κότος τρόπου ἀλλ' ὅλαις ὁρμαῖς ἐπὶ τὸν αἴτιον τρέπεσθαι. ἀλλ' ὁ μέγας λογοθέτης ἐμβριθέστερον τὴν τοῦ πλήθους παρακίνησιν καταστείλας, ὡς εἰς αὐτὸν βασιλέα τοῦ ἐπ' ἐκεῖνον ἀτακτήσον τος δόξοντος ἁμαρτεῖν, καί οἱ δηλώσας τὴν εὐτρέπισιν ἀσφαλῆ, οὕτω πείθει παραγενέσθαι. καὶ δὴ τὸν ἔσχατον τόπον ἐλθόντι δόντες ἐκεῖθεν ἀπολογεῖσθαι καθήμενον κατηνάγκαζον. ἐκεῖνος δὲ πάντα μᾶλλον εἰδὼς ἀπολογίας καιρὸν ἢ ἐκεῖνον, τὴν τοῦ γρά φειν αἰτίαν ἐπὶ καιροῖς ἐτίθει, οὓς οὐκ εἶναι τότε διωμολόγει, 35 καὶ πράγμασι ζητοῦσι καὶ ταῦτα, ἄλλως ἢ ὡς τὸ παρὸν ἔχουσιν, ὧν μετακινηθέντων ἀνάγκην εἶναι καὶ τὰ γραφόμενα προσαργεῖν. αἰτίας γὰρ εἶναι τὰς ἀναγκαίας, δι' ἃς καὶ γεγράφεσαν, μηδενὸς αὐτόθεν ὁρμήσαντος. τὸ γοῦν κινεῖν λόγους τῶν πραγμάτων ἀπόντων ἐφ' οἷς ἐλέχθησαν, ὥσπερ τοῖς ἐρωτῶσιν ἔχειν τὸ παρα καίριον, οὕτω τοῖς ἀπολογουμένοις τὸ μάταιον. ἀναγκαῖον δ' εἶ ναι καὶ μόνον τὴν σύνοδον ἀποφαίνεσθαι εἰ ὃν εἰς ἀρχιερωσύνην προσεκαλέσαντο μήτε μὴν εἰδότα μήτε μὴν ἀξιοῦντα, ἀργήσαντα τέως λυθέντων ἐκείνων καὶ τοῦ γνησίου ἀνακληθέντος ποιμένος, ἄξιόν ἐστι, καὶ αὐτοὶ κρίνουσι, τὴν τιμὴν καὶ ἔτι ἐκεῖνον κατέ χειν ἣν ἔσχεν ἀρχῆθεν ψηφιζομένων καὶ προσκαλούντων αὐτῶν. τὸ δ' ἦν ἄρα εἰπόντος ἐκείνου τοῖς πολλοῖς ἧλος κατὰ καρδίας, καὶ" ποῦ γε ἄρα" φασίν" ἀρχιερατεύσεις γνησίου τέως παρόν τος ἀρχιερέως, ἀνὴρ καὶ λίβελλον ἐπὶ πίστει δίκαιος ἐκτίθεσθαι καὶ πληροφορεῖν ἐξ ἀνάγκης τὸ ὀρθὸν τοῦ σεβάσματος;" οἱ μὲν οὖν οὕτω παρακρουσάμενοι τὴν ἀξίωσιν ἐμβριθῶς, εὐμενῶς ἄλ λως λαβόντες αὐτόν, ἄγουσι παρὰ τὸν Ἰωσὴφ καὶ μετανοίᾳ ἐξι 36 λεοῦσθαι ὡς δῆθεν δυσμεναίνοντα πείθουσιν, εἶτα καὶ λίβελλον ἐκτιθέντες εἰς ὁμολογίαν μὲν τοῦ ὀρθοῦ ἀποβολὴν δὲ τῶν εἴ τι καὶ παρεξελέχθη, καὶ αὐτῆς δὴ τέλος τῆς ἱερωσύνης παραίτησιν, ὑπογράφειν διδοῦσι, καὶ οὕτω τὰ εἰκότα φιλοφρονησάμενοι ἀπο πέμπουσιν. ὅπερ μαθὼν ὕστερον Ἰωσὴφ τὴν ἐπὶ τῇ παραιτήσει βίαν ὀρθοσεβοῦντος ὡς οὐ κανονικὴν ἄδικον ἔκρινεν. (11) ὀλί γον τὸ μεταξύ, καὶ βασιλέα πείθουσιν εἰς Προῦσαν περιορίζειν ᾧ τέως καὶ διελύοντο. ἀλλ' ὁ βασιλεὺς τάξας αὐτῷ καὶ τὸ σιτηρέ σιον αὔταρκες, ἐκεῖνον μὲν τοῖς ἀπάξουσιν ἐπὶ Προύσης ἐκδίδω σιν, αὐτοῖς δ' ἐχρῆτο τῶν ἄλλων ἐνευκαιρήσας, εἴ τι ἄρα προ τείνειαν, καί γε ἡδέως μὲν ἤκουε μεσιτευόντων, πολλὰ δ' ἐξε πλήρου τῶν ἀναγκαίων ὑπομιμνησκόντων. ἐβεβαίου δὲ καὶ τὰς γνώμας λεγόντων καὶ προθέσει καρδίας καὶ γράμμασιν, ὧν τὸ μεῖζον καὶ πρῶτον μὴ ἄν ποτ' εὐφήμου μνήμης, μὴ ψαλμῳδίας, μὴ ταφῆς ἀξιωθῆναι τὸν ἀποιχόμενον. Οἱ μὲν οὖν οὕτω ταῦτα, βασιλεὺς δ' οἰόμενος πραγμάτων ἀπαλλαγῆναι τὸ πᾶν κατορθοῦν ἐνόμιζε. τὸ δ' ἄρα ἦν ὄνειρος. (12) οἱ γὰρ Ἀρσενιᾶται ἀδείας κἀκεῖνοι λαβόμενοι πείθοντος 37 τοῦ καιροῦ, καὶ πανταχόθεν ὑπεξαναδύντες τῶν φωλεῶν, τοῦ βασιλέως ἀνιέντος ὡς κἀκείνους εἰς εἰρήνην ἄγειν ἐλπίζοντος, ὑπέ τρεχον τοὺς πολλούς, καὶ μᾶλλον θαρροῦντες ἐπ' Ἀνδρονίκῳ τῷ ἀπὸ Σάρδεων, ὃν ὅσον οὔπω ἤξαντα προσεδέχοντο, εἶναί τε τὸν Ἰωσὴφ ὑπ' ἀφορισμὸν ἐκ τοῦ πατριάρχου Ἀρσενίου διεβεβαίουν, καὶ τὴν ἐκείνου κοινωνίαν μὴ ὅτι γ' ἐκεῖνοι ὡς ἄγος ἐξέκλινον, ἀλλὰ καὶ πολλοὺς ἔπειθον φεύγειν, ὥστε καὶ ὁσημέραι πλείους ἐκείνοις προστίθεσθαι, κἀξ ὀλίγων τῶν πρώτων πολλοὺς γίνε σθαι. ἀλλ' ἐφ' ὅσον μὲν ὁ Ἰωσὴφ ἀρρώστως ἔχων τοῦ σώματος τῆς πατριαρχείας ἐπείληπτο, καιρὸν ἥκιστ' εἶχον ἐκεῖνοι πρὸς βα σιλέα· τὸ γὰρ σφῶν ἀκατάλλακτον οἱ τοῦ Ἰωσὴφ ἐκ πλείστου εἰ δότες, καὶ ὅτι αὐτοὶ μὲν πατριάρχην τὸν Ἰωσὴφ εἶχον, ἐκεῖνοι δὲ οὐδ' ἄξιον Χριστιανικῆς ὁμιλίας ἔκρινον, καὶ διὰ ταῦτα ἀδύ νατον τὴν ξύμβασιν κρίνοντες προκατελάμβανον βασιλέα, μαρ τυροῦντες σφίσι τὰ χείριστα, καὶ ὡς οὐδ' ἐπ' ἀγαθοῖς αὐτῷ βα σιλεύοντι ἐκεῖνοι τὴν ἐκκλησίαν σχίζουσι λέγοντες φροντίσιν οὐ ταῖς τυχούσαις ἐδίδουν. ἐπεὶ δ' ἐκραταιοῦτο τῷ πατριάρχῃ ἡ νόσος, καὶ ἤδη ἐς ἅπαν ἐκλελυμένος ἦν ὡς καὶ τὸν θάνατον ἀπεκ δέχεσθαι, καὶ διὰ ταῦτα παρῃτεῖτο τὴν προστασίαν, καὶ γράμμα 38 προύβαινε παραιτήσεως, ὑπορρέουσι μὲν οἱ τούτου, εἰς πλῆθος δὲ ξυστάντες ἐκεῖνοι, ὡς καὶ τὸν πάνυ θαρραλέον δεδιέναι καὶ τὴν ἐκείνων ὑποποίησιν ἀναγκαίαν ἡγεῖσθαι, λόγου μείζονος ἀξιοῦσθαι, νεύσαντος ἐπὶ τούτους τοῦ βασιλέως, καὶ πολλῷ τινὶ νικῶνται τὸ πλῆθος τοὺς τοῦ Ἰωσήφ. ἐξῆρχε μὲν οὖν ἐκείνων ἔνθεν μὲν ὁ Ταρχανειώτης Ἰωάννης καὶ τοῦ βασιλέως αὐτανέψιος (τῆς γὰρ Μάρθας τῶν τριῶν υἱέων ὕστερος ἦν), σὺν ᾧ δὴ καὶ αἱ ἀδελφαὶ τούτου, ἥ τε Θεοδοσία καὶ ἡ Νοστόγγισσα, ἐκεῖθεν δὲ ὁ προδηλωθεὶς Ὑάκινθος. εἶχον δὲ καὶ τὸν ποτὲ Σάρδεων προηγούμενον, ὃς δὴ καὶ πρὸς βασιλέα συχνὰς προσόδους ποιού μενοςὁ γὰρ Ἰωάννης καὶ προσγενὴς ὤν, ἀλλ' ὅμως ἐπ' ἀκρι βείᾳ μεγίστῃ κατορθῶν τὰ τοῦ ζήλου, ὡς ᾤετο, πλεῖστα τῶν περὶ τὸν Ὑάκινθον κατεγίνωσκε καὶ τὰ πολλὰ καὶ αὐτῶν ἀπεσχίζετο. διὰ ταῦτ' ἐκεῖνος τὰ τῆς παρρησίας σφίσι προωδοποίει, ὡς ἀσφαλὲς εἰς ὃ καὶ λέγοιεν ἕξουσιν.
8.1.2
Ταῦτα ζητοῦντος ἐκείνου ὡς αὐτίκα καὶ τὴν παραίτη σιν δώσοντος, σκέψις ἦν μεγίστη, καὶ σχίσμα μέγα μεταξὺ τῶν ἀπ' ἐκείνου σχιζομένων ἐγένετο, τῶν μὲν μηδ' ἀνεχομένων ὁμο λογεῖν ἐκεῖνον ὀρθοσεβῆ, ὡς εἰ ὁμολογοῖεν, παρευθὺς ἐγκαθι στᾶν τῷ θρόνῳ καὶ ἄκοντας, καὶ τοῦ αἰτίου λυθέντος αὐτὸν 128 ἔχειν τὸ ἀπὸ τοῦδε καὶ ἐπιτιμᾶν ἀδικοῦσι καὶ τῆς ἀξίας ἐπιλαμ βάνεσθαι. ἦσαν δ' οὗτοι οἱ περί τε τὸν Ἐφέσου καὶ τὸν Κυζί κου, οἳ δὴ καὶ μᾶλλον δεῖν ἔλεγον κρίνεσθαι τὸν Γρηγόριον, καὶ σφᾶς τὸ ἀποβησόμενον δέχεσθαι, μηδ' ἐπειλύειν τὴν κάκην, μηδ' ἄλλα κεύθοντας ἄλλα βάζειν, οἰκονομοῦντας. τῶν δὲ τρόποις οἰκονομίας νευόντων ὁμολογεῖν εὐσεβῆ τὸν Γρηγόριον, ὡς μηδ' ἐκ τοῦ τόμου τόσον σκανδαλισθέντας ὅσον ἐκ τοῦ τοῦ μο ναχοῦ Μάρκου γράμματος, μόνον ἐκεῖνον ἕτοιμον εἶναι ἠξίουν παρέχειν τὸν τῆς παραιτήσεως λίβελλον. καὶ ἤθελον τοῦτο, εἰ οἷόν τ' ἦν, πληροφορεῖν καὶ γράμμασι τὸν Γρηγόριον. ὁ δὲ πέμψαντος τοῦ βασιλέως λόγοις ἐπληροφόρει θεοῦ ἐναντίον, ὡς ἔλεγε, μὴ φθάσαι τούτους ὁμολογεῖν ἐκείνῳ τὸ σέβας, κἀκεῖνον διδόναι τὸ τῆς παραιτήσεως ἔγγραφον. οἱ μὲν οὖν περὶ τὸν Ἐφέ σου οὐδ' ὅλως οὔτε τὸν λόγον ἐδέχοντο οὐδὲ τὸ πρᾶγμα εὔσχημον ἔκρινον· οἱ δὲ περὶ τὸν Φιλαδελφείας καὶ μάλα τὸν λόγον ἔνορ κον εἶχον ὡς ἐναντίον γίνεσθαι λεγόμενον τοῦ θεοῦ, κἂν μετα 129 βάλοι τὴν γνώμην ἐκεῖνος, αὐτοὺς ἔχειν τοὐντεῦθεν δύναμιν κα θαιρεῖν ὡς ἐπιορκίας ἁλόντα διεβεβαίουν. τῶν γοῦν περὶ τὸν Ἐφέσου τε καὶ Κυζίκου μηδ' ὅλως καταδεχομένων τὴν κοινωνίαν ἐκείνην, ἀλλὰ κρίνειν θελόντων ὃν εἰδέναι ἔλεγον ἁλισκόμενον, ὁ βασιλεὺς πρὸς ἐκείνους λέγων καὶ μὴ πείθων, ἐπεὶ ἑώρα ἀνα σοβουμένην τὴν θήραν ἐπὶ τῷ μηδὲν τὰς προφορὰς παύεσθαι, μιᾷ νυκτῶν συγκαλέσας καὶ περὶ τῶν προκειμένων οὐκ ὀλίγα διεξελθών, τέλος μὴ πειθομένοις ὀργίζεται, σκληρότητα σφίσιν ὀνειδίζων καὶ ἀνοικονομησίαν ὡς ἀναταράσσειν ἀεὶ τὴν ἐκκλησίαν ὀρεγομένοις καὶ ἀνεγείρειν κλύδωνας μήπω κατευνασθέντας τέλεον. κἀκείνους μὲν καὶ ἄμφω ἀπὸ προσώπου ποιεῖται, ἐπισκήψας σφίσι μετ' ἐμβριθείας ἐγκλεισθῆναί τε ταῖς καταμοναῖς καὶ ἀπροΐ τους μένειν, ἕως οὗ ἀποκαταστάντος πατριάρχου τῇ ἐκκλησίᾳ τὰ κατ' αὐτοὺς ἐξετασθήσονται, καὶ μᾶλλον τὰ κατὰ τὸν Ἐφέ σου, ἐπεί γε καὶ ἔφθασε γράψας Ἀσιανοῖς κατὰ Γρηγορίου τὰ χείριστα. καὶ τοὺς μὲν οὕτως ἀποπεμψάμενος ὁ κρατῶν, τοῖς σὺν ἐκείνοις μονωθεῖσιν ἐμβριθέστερον προσφερόμενος πειθηνίους τε παραυτίκα δείκνυσι καὶ συνενοῖ τοῖς λοιποῖς. οἳ δὴ καὶ κατὰ 130 τὸ μέγα παλάτιον συναχθέντες, παρόντος μὲν βασιλέως παρού σης δ' ἁπάσης συγκλήτου καὶ κλήρου καὶ μοναχῶν σχεδὸν ἁπάν των καὶ λαώδους οὐκ ὀλίγης μοίρας, συνόντων καὶ αὐτῶν δὴ τῶν κατὰ Γρηγορίου τὴν ἀρχὴν ὁρμησάντων, σταθεὶς ὁ Φιλαδελ φείας Θεόληπτος πολλῶν τῶν κατὰ Γρηγορίου στομάτων μία γλῶσσα γίνεται, καὶ ἀνακηρύττει παρόντα τὸν πατριάρχην ὀρ θόδοξον, ἅπαν δ' ἐκεῖνο σκάνδαλον καὶ πᾶσαν τὴν ἀπ' ἐκείνου ἀποστασίαν τῷ τοῦ Μάρκου γράμματι ἀνετίθει ὡς ἐκεῖθεν ἀνε γηγερμένων τῶν ταραχῶν, οὗ δὴ καὶ παρ' αὐτοῦ τοῦ πατριάρ χου ἀποβληθέντος ἐκείνους μηδένα ἔχειν τὸν δισταγμὸν ἐπ' αὐτῷ τοῦ μὴ ὀρθόδοξον ἔχειν διωμολόγει. ταῦτα λέξας τε καὶ πλα τύνας ἐπίτηδες τῶν ἄλλων ἑστώτων ἐν σιωπῇ καταπαύει τὸν λόγον. (9) ὁ δέ γε Γρηγόριος βασιλεῖ συνταξάμενος καὶ τοῖς συν ειλεγμένοις, καὶ τὰ εἰκότα δεξιωσάμενος, ἐκεῖθεν ἀπαίρει, καὶ ἐπὶ σχολῆς τῇ ὑστεραίᾳ συντάττει τὸν τῆς αὐτοῦ παραιτήσεως λίβελλον, ἔχοντα ἐπὶ λέξεως οὕτως." ἐμὲ προυβίβασαν εἰς τὸν θρόνον τὸν πατριαρχικὸν καὶ εἰς τὸ τῆς ὑψηλῆς ταύτης ἀρχιερω σύνης ἀξίωμα οὔτε αἱ ἐμαυτοῦ σπουδαὶ οὔτε τῶν ἐμῶν φίλων συνάρσεις, ἀλλ' ἀνῄειν ὡς οἶδε μόνος θεός. ἐπεὶ δὲ τοῦτο γέ γονε καὶ διετέλεσα ἔτος ἕκτον ἤδη καὶ πρὸς εἰς τόδε τὸ λειτούρ γημα, πάντα ἐποίουν καὶ ἔλεγον ὥστε καὶ τοὺς σκανδαλιζομένους καὶ τῆς ἐκκλησίας ἀποδιισταμένους εἰς εἰρήνην ἀγαγεῖν καὶ ἑνῶσαι 131 αὐτῇ. ἀλλὰ τὸ σπούδασμα τοῦτο εἰς τοὐναντίον ἢ ἐγὼ ἐβουλό μην προέβαινεν, ὥστε καὶ ἐβόων τινὲς ὡς οὐκ ἂν ἡ εὐκταία αὕτη εἰρήνη γένοιτο, εἰ μὴ ἐγὼ τὸ πατριαρχεῖον καταλιπὼν ἐκ τοῦ μέσου γενοίμην. οὐκ ἠνεσχόμην ἐπὶ χώρας μένειν, οὕτως ἐναν τίως ὁρῶν τὰ τῆς ἐκκλησίας ἔχοντα, ἀλλ' ἠγάπησα μᾶλλον σπεν δομένους τῇ ἐκκλησίᾳ καὶ ἀλλήλοις τοὺς σκανδαλιζομένους ὁρᾶν ἢ ἐμαυτῷ τὴν τοιαύτην κατέχειν ἀρχήν. ἔνθεν τοι καὶ διὰ τὴν αὐτῶν τούτων ἐν θεῷ εἰρήνην καὶ τὴν τῶν ψυχοβλαβῶν σκανδά λων ἀργίαν παραίτησιν ποιοῦμαι τοῦ θρόνου τοῦ πατριαρχικοῦ καὶ τῆς ἀρχῆς τῆς πατριαρχικῆς καὶ τοῦ ἀξιώματος, οὐ μέντοι γε καὶ τῆς ἱερωσύνης, ἐπεὶ ταύτην ἐλεοῦντός με τοῦ θεοῦ φυλά ξω ἐμαυτοῦ διὰ βίου παντός, ὅτι καὶ διὰ μόνην τῶν πολλῶν εἰ ρήνην καὶ πρὸς τὴν ἐκκλησίαν αὐτῶν ἕνωσιν ποιοῦμαι τὴν τοιαύ την παραίτησιν, οὐ μὴν ὅτι ἐμαυτῷ σύνοιδά τι πράξαντι ἀπεῖρ γον τῆς ἱερωσύνης ἐμέ. ἔνθεν τοι καὶ ἔξεστι τοῦ λοιποῦ σὺν εὐ δοκίᾳ θεοῦ ἄλλον ἐκλέξασθαι πατριάρχην καὶ εἰς τὸν θρόνον τὸν πατριαρχικὸν καὶ τὴν ἀρχιερωσύνην ταύτην ἀναβιβάσαι, ὃς ἂν καὶ ὑπὸ θεῷ συμμάχῳ καὶ βοηθῷ, ὅσα καὶ κανονικὸς πατριάρ χης καὶ γνήσιος ἀρχιερεύς, εἰς ἓν τὰ διεστῶτα τῆς ἐκκλησίας μέρη συνάγειν καὶ ἐπισυνάπτειν δυνήσεται. καὶ γένοιτο τοῦτο οἰκτιρ μοῖς τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δυ σωπουμένου ταῖς τῆς πανάγνου δεσποίνης ἡμῶν παρθένου καὶ θεομήτορος καὶ πάντων τῶν ἁγίων πρεσβείαις." ταῦτα γρά 132 ψας, οὐ μὴν δὲ καὶ ὑπογράψας οὐδ' ὁτιοῦν, δῆλος ἦν συνεστὼς ἑαυτῷ τὸν θρόνον καὶ εἰς καιρὸν τῆς τιμῆς ἑαυτῷ προμηθούμε νος τῷ μήθ' ὑπογράψαι (ἔδει γὰρ τὸ" ὁ χρηματίσας" γράψαι) μήτε μὴν αἰτίαν θεῖναι τῆς παραιτήσεως ἄλλην ἢ τῶν σχιζομέ νων εἰρήνην, ἧς μὴ προβάσης ἄντικρυς, ὡς ἐπίστευεν, αὐτὸν τὴν ἀρχιερωσύνην ἔχοντα αὐτὸν εἶναι καὶ αὖθις τὸν πατριάρχην ἐκ τοῦ ἀκολούθου ξυνέβαινεν· ὁ γὰρ ἐπὶ τῇ ἱερωσύνῃ ἀκαταιτία τος, ἐπὶ δὲ μόνῃ προφανεῖ αἰτίᾳ τὴν τιμὴν παραιτούμενος, δῆ λον ὡς τῆς αἰτίας μὴ προβάσης αὐτὸς ἂν εἴη καὶ πάλιν, θέλων μόνον, ὁ τὴν τιμὴν ἀναλαμβάνειν ἄξιος. οἱ μέντοι γε περὶ τὸν βασιλέα, καὶ μᾶλλον ὁ τὰ πάντα κυκῶν Θεόληπτος, μόνον ὅτι γράμμα παραιτήσεως παρὰ τοῦ Γρηγορίου ἐδέχοντο, χάριν εἶχον ἐκείνῳ ὡς ἤδη τὸ πᾶν λαβόντες, καὶ τοὺς ἄλλους ἔπειθον μὴ πολυπραγμονεῖν, μὴ ζητεῖν πλέον, μὴ τὴν ὑπογραφὴν ἀπαιτεῖν, ἀρκεῖσθαι δὲ καὶ μόνῳ τῷ γράμματι οἰκειοχείρῳ γε ὄντι, καί γ' ἀπαλλαχθέντας οὕτως ἐκέλευον ἀγαπᾶν. Γρηγόριος δὲ καὶ τοῖς ἐκ μακροῦ δυσμεναίνουσιν ἑαυτῷ πέμπων συγχώρησιν διηλλάττε 133 το· καὶ τοῖς μὲν ἄλλοις καὶ δῶρα προσαπέστελλεν, ὅσους ἄρα τῶν κληρικῶν ἐκ σκανδάλου τοῦ τότε διισταμένους ἀφῃρεῖτο τὰ σιτηρέσια, (10) τῷ δέ γε Ἡρακλείας Γερμανῷ καὶ τῷ Πρού σης Νεοφύτῳ, οὓς δὴ καὶ καθεῖλεν ἐπ' αἰτίαις, τὸν μὲν Γερμα νόν, ὅτι σκανδαλισθεὶς ἐπ' ἐκείνῳ, τοὺς λογισμοὺς τὴν ἀρχὴν ἐκείνου δεξάμενος καὶ τελέσας εἰς μοναχοὺς καὶ πατρὸς ἐπ' ἐκείνῳ τάξιν ἐπέχων, τὰς ἐξαγορείας παρελογίζετο, τοῦ ἐξομολογουμέ νου μὴ ὁμολογήσαντος ὡς ἐκοινώνει τοῖς προτέροις οὐχ ὅπως εὐ χῶν καὶ ψαλμῳδιῶν, ὡς ἔλεγεν, ἀλλὰ καὶ ἁγίου κλάσματος ἄρ του, μαθὼν παρ' ἄλλων ἐσύστερον, ἀρχιερεὺς πατριάρχην ἐγ γράφως ἀφώριζε, Νεόφυτον δὲ ὡς συνυπογράψαντα καὶ ὁμογνω μονήσαντά οἱ, ἐκείνοις τότε ὑπερηφανῶν ὡς ἀμαθέσιν, ἐνευ μενιζόμενος ὕστερον, πέμπων ἐλάμβανε τὴν συγχώρησιν καὶ ἀν τισυνεχώρει. καί γε τῷ τοῖς Ἀριστινῆς μονυδρίῳ, ἐχόμενά που κειμένῳ τῆς τοῦ ἁγίου Ἀνδρέου τοῦ ἐν τῇ κρίσει μονῆς (ἐκεῖ γὰρ πρωτοβεστιάρισσα Ῥαούλαινα συνῆγεν, ἐξ ἑαυτῆς περιθάλπουσα τὰ μεγάλα) φέρων ἑαυτὸν δίδωσι.
8.1.3
Τέως δ' ἐπεὶ καὶ ὑποστροφῆς ἔδει τούτοις τὰ περὶ τὸν κράλην διευθετήσασι καὶ τὰ δυτικὰ ὡς οἷόν τε καταστήσασιν, ἐπαγόμενοι μὲν καὶ τὴν τοῦ Τερτερῆ, ἐπαγόμενοι δὲ καὶ τὸν Κο τανίτζην ἐν τηρήσεσι προσηκούσαις, ἔξω που τῆς πόλεως κα τεσκήνουν. καὶ ἡ κυρία τῆς ὑπαντῆς ἐνειστήκει· ἡ δ' ἦν ἡ μη νὸς Μουνυχιῶνος εἰκοστὴ δευτέρα. ἡ μὲν πόλις πᾶσα καθάπερ τι ῥεῦμα ποτάμιον ἀπὸ διαφόρων πηγῶν τῶν ἰδίων οἰκιῶν εἰς ἓν συνελθοῦσα ἔξω πυλῶν τῶν τοῦ Χαρσίου ἐχέετο, καὶ φιλοτιμό τερον πρὸς τὴν τῶν βασιλέων ὑποδοχὴν ηὐτρεπίζετο, ἐν δυσὶ χρόνοις ἐγγὺς ἐκδημούντων ἤδη. καὶ ὁ δῆμος ἅπας διημερεύ σας ἐπὶ πολύ, ὅσος τε Ῥωμαϊκὸς καὶ ὅσος ἄλλος ἐξ ἄλλων γενῶν τε 291 καὶ γλωσσῶν, καὶ μᾶλλον Ἰταλικός, σὺν τῷ περιφανεῖ μέρει τῆς πόλεως καὶ κλήρῳ παντὶ καὶ ἀρχιερεῦσι, μετέωρος ἵστατο ὅσον οὔπω τοὺς βασιλεῖς φιλοτίμως ὑποδεξόμενος. συμβὰν δέ τι τότε, οὐκ οἶδ' εἰ καὶ ἄλλο πρὸς τούτῳ (τὸ δ' ἦν ὅτι πλήθους ὄντος ἀπείρου συμποδισθείς τις ἐμπίπτει τῇ τάφρῳ καὶ ἐν χρῷ τοῦ κινδύνου γίνεται), ἀκουσθὲν τοιγαροῦν τοῦτο, οἶμαι, ἢ καὶ ἄλλως συμβὰν βασιλέα πείθει ἐξαπιναίως ἀποπέμψαι ἐκ μη νυμάτων τὸν λαὸν ἅπαντα, δεξάμενον μὲν τὴν αὐτῶν φιλοφρο σύνην ἤδη καὶ εὔνοιαν, πλὴν διασκεδασθέντων τῶν ὅλων ἤθελεν εἰσελαύνειν. οὗ δὴ καὶ γεγονότος, ὡς καὶ ἐπὶ ταῖς πύλαις δυσ χερῶς διεκπαίειν τὸ ἄπειρον πλῆθος ἐκεῖνο, ὀψὲ τῆς ἡμέρας οἱ βασιλεῖς σὺν τοῖς ἀμφ' αὐτοὺς τὴν πόλιν εἰσίασιν. Ἐπεὶ δὲ πάντα τἀκεῖ τῷ βασιλεῖ κατὰ νοῦν προκεχωρήκει, καὶ μόνον τὸ τοῦ πατριάρχου διὰ φροντίδος ἦν, ὑπὸ γωνίᾳ κα θημένου τῇ τῆς Παμμακαρίστου μονῇ, διὰ ταῦτα πέμπων πολ λάκις ἠξίου μικροψυχίας πάσης ἀφέμενον ἀπαίρειν ἐκεῖθεν καὶ πρὸς τὸ πατριαρχεῖον μετασκηνοῦν. ἀλλ' οὐκ ἔπειθεν ἀξιῶν πολλάκις. ἐδίδοτο δέ τις καὶ ἔννοια τοῦ ἀλύειν χάριν τῶν γεγο 292 νότων, πλὴν οὐ γυμνῶν καὶ μόνων ἐκείνων, ἀλλὰ καί τιν' ἄλλα συμπλέκοντος, ἐφ' οἷς προσελθεῖν μὲν βασιλέα ἠξίου, προσελ θεῖν δὲ καί τινας τῶν τοῦ κλήρου, καὶ ἀρχιερέων ὁπόσοι καὶ δόξειαν ἀποχρώντως ἔχειν, καὶ λόγους κινηθῆναι, καὶ οὕτω πως θεραπευθέντα τὸν πατριάρχην, εἰ ἐγχωροίη, τὴν οἰκείαν δια κονίαν ἀναλαμβάνειν, ὡς ἔλεγεν, εἰ δ' οὖν, ἀλλὰ παραιτεῖσθαι καὶ καθ' ἡσυχίαν τὸ λοιπὸν διαφέρειν τοῦ βίου. (9) πρώτῃ γοῦν Ληναιῶνος ὀψὲ τῆς νυκτὸς γίνεται τοῦτο· διὰ σπουδῆς γὰρ ἦν βασιλεῖ τῆς μεγίστης ἐπὶ τῷ μὴ τηνικάδε παραιτεῖσθαι τὸν πατριάρχην, καὶ πολλοῖς δόξαι ὡς οὐδενὸς χάριν ἄλλου ἢ τοῦ κατὰ τὸν κράλην συναλλάγματος παρῃτήσατο, κἀντεῦθεν σκάν δαλον συμβῆναι γενέσθαι τοῖς τῆς ἐκκλησίας πράγμασι. διὰ τοῦτο καὶ δυοῖν μεταξύ, τῆς τε πρὸς τοῦτον θωπείας καὶ τῆς δοκούσης αὐτῷ δικαιολογίας, ἐναποληφθεὶς συνετῶς ὑπήγετο πρὸς ὅ τι καὶ δόξοι πατριάρχῃ. παραγίνεται τοιγαροῦν βασι λεύς, καὶ τοῖς περὶ τὸν πατριάρχην συγγίνεται· ἦμεν δὲ καὶ ἡμεῖς σὺν ἄλλοις ἐκεῖ. τότε καθίσαντος μὲν βασιλέως, συνε δριασάντων δὲ καὶ τῶν ἱερῶν ἀνδρῶν, ἐκίνει πατριάρχης πρὸς 293 βασιλέα τὰ δοκοῦντά οἱ πρὸς παραλύπησιν, δι' ἃ καὶ ἐγγωνιά ζειν ἐθέλει καὶ παραιτεῖσθαι καὶ ἐκκλησίας προεδρίαν καὶ ἱερω σύνην αὐτήν, εἰ πλέον συναναγκάζοιτο. καὶ πρὸ τῶν ἄλλων τὸ τοῦ κράλη προετίθει, καὶ τὰ δοκοῦντά οἱ προσίστασθαι ἀνε τάττετο, ὅτι δηλαδὴ συνεστὼς κατὰ νόμους γάμος διαλυθείη καὶ τὴν τοῦ βασιλέως ἐκεῖνος, ἠθετηκὼς τὴν ἰδίαν, νηπίαν οὖ σαν ἀγάγοιτο· καὶ ὅτι χρυσολογεῖταί τε καὶ ἀργυρολογεῖται τὸ πᾶν, τετιμιουλκημένου μὲν τοῦ χρειώδους ἅλατος τετιμιουλκημέ νου δὲ καὶ σιδήρου, συχνῶν δὲ καὶ συνδοσιῶν γινομένων, καὶ τρίτον ὡς καταφρονεῖται αὐτὸς ἀναφορὰς πολλάκις ὑπὲρ τοῦ δο κοῦντος δικαίου ποιούμενος. ἐντεῦθεν δὲ βασιλεὺς εἰς τὴν ὑπὲρ τούτων ἀπολογίαν καταστὰς ἐπὶ μὲν τῷ τοῦ κράλη συναλλάγματι οὐκ ὄρεξιν ἰδίαν καὶ τὴν ἐκεῖθεν ἑαυτῷ ὄνησιν ᾐτιᾶτο· πολλῷ γὰρ ἥκιστα τοῦτο, ὅσῳ καὶ προσζημιωθείη αὐτὸς τὰ μεγάλα, κόριον ὃ ἐκ ψυχῆς ἔστεργε καὶ ᾧ προσετετήκει καὶ αὐτὸς καὶ μή τηρ καὶ γάμους ἑτοιμάζειν ἐγκαίρους τοὺς ἐκ ῥηγῶν ᾤετο, ἐξ ἀγκαλῶν οἰκείων ἀναρπασθὲν βαρβάρῳ τε καὶ τὰ πάντα ἀστόργῳ καὶ μηδὲν σεμνὸν ἐπὶ τῆς ἀρχῆς ἔχοντι καταπροϊέμενος. ἀλλ' ἀνδρῶν καὶ χωρῶν καὶ πραγμάτων προσηκόντων τῇ βασιλείᾳ, τῶν μὲν ἀπαγομένων ἀθλίως, τῶν δ' ἐρημουμένων ἐσχάτως, 294 τῶν δὲ σκυλευομένων ἀναποδότως, καὶ αἰχμαλωσίας τοσαύτης τε καὶ τοιαύτης χάριν ταῦτα πράττοι καὶ παρὰ γνώμην καὶ παρὰ θέλησιν· πολλὰ γὰρ καὶ εἰρήνην ἀνύτειν ὅσα σίδηρος οὐκ ἰσχύει, καὶ σπονδὰς καταπράττειν, καὶ μόλις τὰς ἐκ τῶν γάμων συντα κτικωτάτας οὔσας καὶ ἀσφαλεῖς, ὅσα μὴ μάχαι καὶ πόλεμος οὔ μενουν κατεπράξαντο. οὐ μὴν δ' αὖθις καὶ νόμων ἐς ἅπαν ἐκ τός, ὡς αὐτὸν οἴεσθαι, πράττειν. δῆλον γὰρ εἶναι καὶ κανόσι καὶ νόμοις προστεταγμένον, μὴ ἂν ἐκχωρεῖσθαι τὸν νόμιμον ἀγα γόμενον ταύτην μὲν ἀφεῖναι παρὰ μηδεμίαν αἰτίαν εὔλογον, συμ πλέκεσθαι δ' ἄλλῃ· εἰ δέ τις τολμώῃ, αἰτίαν μὲν μοιχείας ἀποί σεσθαι τὸν τολμῶντα, τὴν δὲ συνοίκησιν εἶναι παράνομον, ὥστε τῆς πρώτης ἠθετημένης καὶ ζώσης, ὁπόσας τοὐντεῦθεν ἠγάγετο, μὴ ἐγκεκριμένας τοῖς νόμοις μηδ' ἐν γυναιξὶ νομίμοις τάττεσθαι." ἢ οὐ ταῦθ' οὕτω καὶ ἐν ἡμῖν ἔχει;" φησὶν ὁ κρατῶν." πυν θάνου τοιγαροῦν τῶν εἰδότων, καὶ πιστῶς μάνθανε ὡς οὐκ ἄλ λως ἡμῖν ἐγένετο καταδέξασθαι τὸ συνάλλαγμα, εἰ μὴ καὶ ὅρ κους τοὺς πρέσβεις προσαπῃτήσαμεν βεβαιοῦν, ἦ μὴν καὶ ἔτι περιεῖναι τὴν νόμιμον ὅτε τῇ τοῦ Τερτερῆ συνεπλέκετο, καὶ ἄρτι 295 μὴ ζῆν ὅθ' ἡμεῖς εἰς γαμβρὸν ἐτάττομεν, ὡς ἐντεῦθεν τὴν μὲν συμβαίνειν εἶναι παράνομον, τὴν δ' ἡμετέραν, εἰ καὶ νηπίαν, ἀλλ' οὖν ἔννομον. καινοτομεῖσθαι δὲ καὶ χρόνον, ὡς οἴδατε, ἐπὶ τοῖς βασιλικοῖς κήδεσι, φέρουσι καί τι συνοῖσον πάντως διὰ τὴν ἐκ τῆς εἰρήνης κατάστασιν. τέως δὲ καὶ οὕτως ἐχόντων ἡμῶν τῆς ἀπολογίας ἡμῖν μὲν καὶ ταῦτα καὶ πλείω πράττειν ἀνάγκη πρὸς τὸ συμφέρον κοινόν, εἰ καὶ λυπήρ' ἄττα ξυμ πίπτοιεν, ὡς ἀλγεινὸν καὶ τόδε διαφερόντως· ὑμῖν δὲ προκείσθω καὶ αὖθις εἰς σκέψιν, καὶ ὃ δόξειεν ἂν μόνον μετ' εὐλόγου τοῦ αἰτιάματος, συγχωρῶ γίνεσθαι. βασιλεῖ γὰρ εἶναι ἢ πατέρας ἑτέρους τῶν νόμων ἢ παῖδας ἄλλους Ῥωμαίων ἁπάντων οὐκ οἶ μαι." ταῦτ' ἔλεγε βασιλεύς, καὶ ἐδόκει πιθανά τε λέγων, καὶ τὰς γνώμας τῶν πολλῶν ἔπειθε. δεύτερον τὰ περί τε τοῦ ἅλα τος καὶ σιδήρου καὶ χρυσολογιῶν ἑτέρων ἀπελογεῖτο, τὴν χρείαν προβαλλόμενος καὶ τὴν ἐπὶ τοῖς κοινοῖς ἀνάγκην, ὡς οὐδὲν τῶν δεόντων ἄνευ χρημάτων πεφυκὸς ὂν γίνεσθαι. μηδὲ γὰρ αὐτὸς 296 χρυσὸν ἀγαπᾶν μηδ' ἄργυρον τὸ παράπαν, εἰ μὴ βοηθοῖεν χρείαις ταῖς ὑπὲρ τῶν Ῥωμαίων. παρ' ἣν αἰτίαν ἐκλελοιπότων χρημά των καὶ ῥόγας συνήθως διδομένας παρακατέχεσθαι, καὶ προσεξ ευρίσκειν ἀνάγκη πόρους εἰς συλλογήν, ἵνα γοῦν καὶ κινοίμεθα ἔλεγεν. ἐπῆγε δὲ καὶ βασιλεῖς ἀρχαίους, καὶ μᾶλλον τὸν Ἰωάν νην, ὁπόσην τὴν ὑπὲρ τῶν χρημάτων εἶχε σπουδήν, ὡς ἐγκλη θὲν παρά των ὅτι χρήματα εἰσκομίσαντες οὐκ ἐξαπιναίως παρὰ τῶν ἐν τῷ κοινῷ ταμιείῳ ἐχόντων τὴν ἐνοχὴν προσδεχθεῖεν, ὀρ γὴν προστριβῆναι τοῖς μὴ παρευθὺς δεξαμένοις τόσην, ὥστε καὶ ἑνὸς εἰς Λαζοὺς φυγόντος θατέρῳ πληγὰς ἐκ προστάξεως ἐντει νάντων συμβῆναι τῷ τότε ἡμερῶν ὀλίγων τεθνάναι. παρῆγε δὲ καὶ μάρτυρα τῶν λεγομένων τὸν τότε λογαριαστὴν τῆς αὐλῆς Ἄγγελον. οὗ καὶ παρευθὺς ἐπὶ τούτῳ οἴκοθεν εἰσκληθέντος, τὸ μὲν εἰσελθεῖν καὶ αὐτὸν εἰπεῖν οὐκ ἐνεχώρει γίνεσθαι· ὀφφι κίῳ γὰρ τετιμημένον τῶν ἄλλων καθημένων ἐκεῖνον ἵστασθαι οὐκ ἐδικαίου ὁ βασιλεύς, καθέζεσθαι δὲ πάλιν εἰσιόντα παρακαίριον ἔδοξε. διὸ δὴ καί γε τῷ συγγραφεῖ τῶν τοιούτων, καὶ δευτέρῳ 297 τῶν ἐκ τοῦ κλήρου καὶ αὐτῷ τιμίων, παρὰ βασιλέως ὥριστο ἐξελθόντας ἐρωτᾶν καὶ πυνθάνεσθαι τούτου περὶ ὧν ὁ βασιλεὺς ἔλεγε. καὶ γέγονε ταῦτα, καὶ ἐμαρτυρεῖτο τὸ λεγόμενον ἀλη θές, πλέον εἰπόντος ἐκείνου καὶ τὸν τῶν ἡμερῶν ἀριθμὸν καί γε τὴν τοῦ θανάτου νόσον τῷ τελευτήσαντι· τέσσαρας γὰρ ἡμέρας καὶ αἱμόρροιαν ἐπισυμβᾶσαν τῷ αἰκισμῷ τὴν τοῦ θανάτου αἰτίαν προσεμαρτύρει. ἧκε δ' ὁ λόγος καὶ τῶν περὶ τῶν ἀναφορῶν, καὶ μεθ' ὅτι πλεῖστα δὴ τὰ λεχθέντα, ἐφ' οἷς ὁ βασιλεύων ἐδεί κνυ τὸ πρὸς τὸν πατριάρχην συγκεχωρηκὸς ἐφ' ἅπασι σχεδὸν ἢ τοῖς πλείστοις, διῄρει τὰ προσαναφερόμενα, καὶ ἄλλα μὲν ἐτί θει τὰ κατ' ἀνάγκην προκείμενα, ἃ μηδ' εἶναι δίκαιον παρορᾶ σθαι διὰ τὴν κατὰ τὸ δίκαιον δυσωπίαν, ἄλλα δέ γε τὰ κατὰ χά ριν προτεινόμενα εἴς γε λύσιν, ἐφ' οἷς καὶ ὑπακούοντος μὲν χάριν εἶναί οἱ, μὴ κατανεύοντος δὲ μὴ δοκεῖν δικαίως λυπεῖν τὸν ἀπο τυγχάνοντα. συνάπτειν δὲ ταῦτα πατριάρχην, καὶ ἓν ἡγεῖσθαι τὰ τρόπον ὁρισμάτων Μυσῶν καὶ Λυδῶν διιστάμενα, καὶ διὰ τοῦτο λυπεῖσθαι εἰ ἔν τισιν ἀσυγκάταινος εἴη ὁ βασιλεύς, οὐκ ἔχειν τὸ εὔλογον ἰσχυρίζετο. τέως δὲ καὶ καθυπόσχεσιν ἐπενέγ κας ὡς εὐμενῶς ἐντεῦθεν καὶ ἀκούοιτο καὶ συμπράξειε, διαλύειν τε 298 τὴν λύπην ἠξίου καὶ μικροψυχίας πάσης ἀπαλλαγέντα τῆς τι μῆς ἔχεσθαι. ταῦτ' οὖν ἐκεῖνος λιπαρῶς ἠξίου, καὶ τοὺς ἄλ λους εἶχε ξυναξιοῦντάς τε καὶ συμπείθοντας. κἀντεῦθεν ὁ γη ραιὸς ἐκεῖνος μαλακισθεὶς (ἦν γὰρ ταῖς ἀληθείαις καὶ τὴν γνώμην εὐένδοτος), παροτρυνθεὶς εἰς τοῦτο καὶ παρὰ τῶν ἰδίων κατα νεύει, καὶ βασιλεῖ ἀξιοῦντι πείθεται, καὶ καθυπισχνεῖται αὐτίκα ἐκεῖ μόνον μείναντα ὑπ' αὐγὰς τὰς πρώτας τὸ πατριαρχεῖον κα ταλαβεῖν. γέγονε τοῦτο, καὶ ἡ τῆς ὑπαπαντῆς ἑορτὴ τὸν πα τριάρχην ἐπὶ τῆς ἐκκλησίας ὁρᾷ. Ἀλλ' οὐκ ἦν καὶ ἐσαῦθις τὸν τοῦ Τελχῖνος ἠρεμεῖν φθόνον, (10) ἀλλ' ἔαρος ἐνστάντος ἐντεῦθεν καὶ τῶν πασχαλίων διελ θουσῶν ὁ περὶ τοῦ Ἐφέσου Ἰωάννου λόγος κινεῖται. καὶ βασιλεὺς μὲν αὐτὸς ὁμολογῶν εἰς αὐτὸν ἁμαρτεῖν, μηδὲ γὰρ εἶναι ἄλλον τὸν καθαιρήσοντα, ἀλλὰ μόνον τὸ σφέτερον θέλημα διὰ τὸ ἐπὶ τοῦ Γρηγορίου σκάνδαλον, μὴ τοῖς ἄλλοις κἀκείνου συμ βαίνοντος ἐφ' ᾧπερ ὁμολογεῖν εἶναι ἐκεῖνον παῤῥησίᾳ μηδὲν σφα λέντα ἐπὶ τοῖς δόγμασιν, ἔπειτα δὲ τὴν ἐκείνου παραίτησιν δέ χεσθαι. καὶ διὰ τοῦτο ὑψίθρονον ὄντα βασιλεὺς ἐπίτηδες ὑπε χάλα καὶ τῇ κέλλῃ παρέβυεν. αὐτὸς γοῦν ἀναλαμβάνων τὴν τι 299 μὴν ἐκείνῳ ἤθελεν ἀνορθοῦν, ἐκεῖνο διδοὺς ὃ καὶ ὠργισμένος προσαφῃρεῖτο, τὴν εὐμένειαν. ἀρχιερεῖς δέ, πλὴν τοῦ Φιλα δελφείας καὶ τοῦ Σμύρνης, οὐκ οἶδα εἰ καὶ τρίτου ἑτέρου, βα σιλέως λύοντος τὴν ὀργὴν ἐπὶ τῆς οἰκείας ἔκρινον ἔχειν ἐκεῖνον τι μῆς, τό τε δίκαιον δυσωπούμενοι, καὶ ἀνδρὸς ὄντος ἐκείνου τὴν ἀρετὴν καὶ τὸν λόγον οὐχ ἥκιστα ἱκανοῦ καὶ χρειώδους ἐπὶ τῆς ἐκκλησίας τὰ μέγιστα· μηδὲ γὰρ ὅλως ἰσχῦσαι τὰ κατ' ἐκείνου ἐπ' Ἀθανασίου πατριαρχοῦντος κεκινημένα, ἀλλ' ἡμιτέλεστον μεῖναι τὴν κρίσιν διὰ τὴν τῶν ἀρχιερέων ἐπὶ τοῖς ἀνισχύρως κι νουμένοις ἀμφιγνωμόνησιν. καὶ οἱ μὲν οὕτως ἐδικαίουν τὸν ἄνδρα, πατριάρχης δὲ καὶ ὁ Φιλαδελφείας (ὁ γὰρ τρίτος ὁ Σμύρ νης ἐγκλήματι καθοσιώσεως ὑπαχθεὶς ὡς εὐλογήσας τὸν Μαλά κηνΜαλάκης δ' ἦν ὁ ἐπὶ τοῦ Φιλανθρωπηνοῦ τὴν Σμύρνην ἐκείνῳ κατέχων, ὃς δὴ καὶ πεφόνευτο ὕστερονἐκινδύνευε καὶ ἀργὸς ἦν) τέως ἄμφω πατριάρχης τε καὶ ὁ Φιλαδελφείας ἀντέτει νον, καὶ ἕν τι τῶν ἀδυνάτων εἶχον τὸν Ἰωάννην ἀποκαθιστᾶν. ὅθεν καὶ μεταξὺ τούτων μεγίστη φιλονεικία ἤρξατο ἀναφύεσθαι, ὥστε καὶ ἀπειρηκότα τὸν πατριάρχην ἀποχωρῆσαι καὶ πάλιν εἰς τὴν τῆς Παμμακαρίστου μονὴν τὸν τῆς συνόδου ὄχλον εἰς τοῦτο. 300 ὁ γὰρ βασιλεὺς μαλακῶς ἀντείχετο καὶ πατριάρχην κατὰ τὸ εἰκὸς ἐφυλάττετο, ὡς εἶχεν ἀποκρουόμενος.
8.1.4
Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον, ἐγὼ δ' εἶμι δώσων τῷ βίῳ διήγημα φρικτὸν μὲν εἰπεῖν φοβερὸν δ' ἀκοῦσαι· καὶ παρέ λιπον τὴν συμφορὰν ὡς μὴ ἄλλοθέν ποθεν ἔχουσαν τὸ ἀποχρῶν εἰς τὸ ἱστορίαις τοῖς ἄλλοις συνανατάττεσθαι, εἰ μὴ αὐτόθεν ὡς συμφορὰν μόνην ἡγούμην. κἂν γοῦν καθυφείμην τὸν λόγον, εἰ μὴ τὸ ἔργον φρικτῆς ἐγκαταλήψεως τοῦ θεοῦ σύμβολον ἀποφέ ρεται, καὶ ἅμα τοῦ παθόντος φέροντος οἶκτον διά τε τὸ νεαρὸν τῆς ἡλικίας καὶ τὸ ἐλλόγιμόν τε καὶ ἐν πολλοῖς ἐπιτήδειον. Νεανίας τις ἤδη παραγγείλας εἰς ἄνδρας, Μελιτᾶς τοὐπί κλην, τῷ πατριαρχεύσαντι Γρηγορίῳ ἐν παισὶ δουλεύσας καὶ παιδευθεὶς τὰ εἰκότα, ἐν διακόνοις τῆς ἐκκλησίας ταχθεὶς μετὰ τῶν λοιπῶν ἐλλογίμων ταῖς χρείαις διηκονεῖτο τῆς ἐκκλησίας μεθ' ὅτι πλείστης τῆς ἐπιτηδειότητος. οὗτος τὰ μὲν ἄλλα μέτριος ἦν, καὶ παρθενίαν ἤσκει, καὶ εὐλαβείας μετεποιεῖτο, καὶ γλῶσσα πολλοῖς ἦν ἐπὶ δικαστηρίοις συνοδικοῖς, καὶ βασιλεῖ γνώριμος καὶ κλήρῳ περίβλεπτος, καὶ τοῖς εἰδόσι ψῆφον φέρων περὶ ἑαυ τοῦ ἐκ πολλῶν ὡς προκόψειεν· ἑνὸς δ' ἡττᾶτο φιλοτιμίας, δι' ἣν καὶ παρ' ἰσχὺν ἐπιτρέχων τοῖς μὴ καθ' αὑτὸν ἔτι πράγμασι 386 συλλέγων ἐξήντλει. καὶ ἦν ἐκείνῳ τὸ μὲν συλλέγειν λίαν ἐπίμω μον, τὸ δ' ἐξαντλεῖν ἱκανὸν ἀποκρύπτειν καὶ τὸ τῆς συλλογῆς αἴσχιστον οὐ μᾶλλον κατανοουμένῳ διὰ τὸν τρόπον τοῦ πορισμοῦ ὅσον ἐπαινουμένῳ διὰ τὸ τῆς προαιρέσεως εὐμετάδοτον. τοῦτο πολὺ προβαῖνον ἐξῇρε τὴν γνώμην εἰς ἀλλόκοτον ἔπαρσιν, καὶ οἰκίαις ἤθελεν ἐλλαμπρύνεσθαι καὶ ναῷ κατ' ἰδίαν χρᾶσθαι καὶ λειτουργοὺς ἔχειν καὶ φιλοτιμότερον ἐνεορτάζειν ταῖς περιφανέσι τῶν πανηγύρεων. τούτοις δ' ἔδει πάντως καὶ ἀναλόγων ἐξόδων, ταῖς δ' αὖθις ἐχρῆν πορισμῶν ἄλλοθεν. οἱ δ' οὐκ ἦσαν· εἰ δ' ἦσαν, ἀλλ' οὐκ ηὐτάρκουν ἐν ταῖς χρείαις. γίνεται γοῦν ἀγύρτης φιλότιμος καὶ ποριστὴς ἀνελεύθερος. καὶ τῷ πρὸς πολ λοὺς οἰκείως ἔχειν καὶ φιλικῶς ἐξ ὧν ἔπραττε, σφίσιν ἐπιφυόμε νος ἐκιχρᾶτο ὡς αὐτίκ' ἀφέξουσι τὰ διδόμενα. καὶ ὁ μὲν ἐν ἐλπισμοῖς ἦν ματαίοις ἔκ τινων οἰημάτων χειρίστων ὡς εὐπορήσων πρὸς τὴν ἀπότισιν, τοῖς δ' ἐν ἀνέσει αἱ ἐπ' αὐτῷ φροντίδες ᾐώρηντο. ὅπερ γοῦν ἰδεῖν ἔστιν ἐπὶ ποταμῶν, κατ' ὀλίγον μὲν 387 τῶν ῥυάκων ἐπεισρεόντων ἀδήλως, εἰς ἓν δὲ συναγομένων καὶ τὸν πληθυσμὸν παρεχόντων τῷ ῥεύματι, καὶ τέλος ἐπισχεθέντων ἐκ λειψυδρίας ξηρὸς ὁ τέως μετεωρούμενος καταφαίνεται, οὕτως ἐκείνῳ τῶν πολλῶν συνελθόντων τῶν μιτωμάτων, ὃ δὴ λέγεται, κακὸν ὑφαίνεται φᾶρος ἐντάφιον. καὶ τῶν δανείων τέως ἐπεισ ρεόντων προνοίᾳ μεγίστῃ καὶ τοῦ λανθάνειν, πρὸς καιρὸν ἐντρυ φῶν ἐμετεωρίζετο· ἐκλελοιπότων δ' ἐκείνων ἔκπυστον ἤδη τὸ κατ' ἐκεῖνον γεγονὸς τὸ δρᾶμα, οὐχ ὅπως ἑτέρων ηὐπόρει, ἀλλὰ καὶ τὰ ἀρχαῖα προσαπῃτεῖτο, καὶ ὁ τέως ἐν ἐλπισμοῖς ὢν τοῖς μεγίστοις παρὰ πολλῶν ἐξαπαιτούμενος καθυβρίζετο. καὶ τὸ πρᾶγμα ὄνειρός τις ἐδόκει σφίσι τὸ κατ' ἐκεῖνον, καὶ τῆς ἀπατη λῆς μετέμελεν ὑπολήψεως. ἐντεῦθεν καὶ τί δεῖ τὰ πολλὰ συνεί ρειν; καθελκόμενος ἀπεδίδρασκεν, ἀπαιτούμενος ἠνιᾶτο, ὁμο λογεῖν τὴν ἀπορίαν ᾐδεῖτο, ἠναξιοπάθει παραδειγματιζόμενος, ἀπολλύων τὴν δόξαν οὐκ εἶχε φέρειν, καὶ τέλος ὑπὸ μεσίταις δεό μενος πατριάρχου ἐφ' ᾧπερ δουλεύοι πάλιν, καὶ μὴ τυγχάνων τῶν κατ' αἴτησιν, διὰ ταῦτα διαπορεῖ τε τελέως ἐξ ἀθυμίας, καὶ μεσημβρινὸν ἐκείνῳ δαιμόνιόν τι ἐπιπηδᾷ, καὶ τριακοστῇ Ἀνθε στηριῶνος μηνὸς ἐπ' οἰκίας ἁψάμενος βρόχον διαπεφώνηκε. τὰ 388 μὲν οὖν κατ' ἐκεῖνον τοιαῦτα, ἡμῖν δὲ καὶ τὰ λοιπὰ προσθετέον, ἀναλαβοῦσι μικρὸν ἄνωθεν.
8.1.5
Ὁ δὲ βασιλεὺς πρὸς τοῖς ἄλλοις οἷς εἶχε καὶ ὡς δυνα τὸν ἐσπούδαζε ταῦτα θεραπεύειν, καὶ τὰ τοῦ πατριαρχοῦντος Ἀθανασίου θεραπεύειν περὶ πολλοῦ ἐποιεῖτο. διὰ τοῦτο παν τοίως μετήρχετο τὸν πατριάρχην Ἀλεξανδρείας Ἀθανάσιον ὁμονοῆσαι τοῖς πραχθεῖσιν ἐπὶ τοῦ πατριάρχου Ἀθανασίου. ὁ δὲ οὐ μὴ μόνον συνῄνει τοῖς πραχθεῖσιν, ἀλλὰ προφανῶς ἀπεσχί ζετο. ἐπεὶ δὲ οὐκ ἦν ἄλλο τι ἐκεῖνον δρᾶν καθ' ἑαυτὸν ποιμε ναρχοῦντα καὶ μᾶλλον δόξαν ἐπὶ συνέσει καὶ ἀγχινοίᾳ ἔχοντα, πρὸς τὰ οἰκεῖα τῆς ἑαυτοῦ ἐκκλησίας χρησάμενον πλῷ ἰέναι ἠπεί γετο. καὶ ὃς ἐξ αὐτῆς συσκευασάμενος, ἐπειδὴ οὐκ ἦν δυνατὸν αὐτῷ ἐπ' Ἀλεξανδρείας τῷ τότε, ἐπὶ Βενετικῆς τριήρεως ἐς Κρήτην ἐστέλλετο· ἐκεῖ γὰρ ἔγνωστο αὐτῷ κατὰ τὸ τοῦ Σινᾶ (Σιναΐτης γὰρ ἦν ἀρχῆθεν) παραγενέσθαι μετόχιον. ὅμως γε μέντοι μεταξύ που διερχόμενος εἰς τὴν κατ' Εὔβοιαν Μάκρην, ὁ λόγος εἶχε, κατήντησεν. ἃ δὲ τούτῳ συνέβη περιπλανωμένῳ, μετ' ὀλίγον ῥηθήσεται. ὁ δὲ πατριαρχεύων Ἀθανάσιος τὰς ἐκείνου ἐκ χρυσοβούλλων μονάς, τήν τε κατὰ τὸν Ἀνάπλουν τοῦ ἀρχιστρατήγου καὶ τὴν ἐντὸς τοῦ εὐεργέτου Χριστοῦ, χειρωσά μενος, τοῦ βασιλέως ἀφιέντος σφραγῖδα ἰδίαν, καὶ καθηγούμε 580 νον ἐπ' αὐταῖς καθίστα. ὕστερον δὲ καὶ τὴν τῶν Ὁδηγῶν μο νὴν οὕτως ἔδρα, αὐτὸς ἐπιστάς, αὐτὸς καταστήσας ἐκ χειροτο νίας ἡγούμενον, αὐτὸς καινουργήσας καὶ τὴν ἀναφορὰν τοῦ ἰδίου ὀνόματος, τότε χηρευούσης ποιμένος τῆς Ἀντιοχείας, ὡς ἐντεῦ θεν καὶ τούτων ὡς καὶ τῶν ἄλλων ἐξουσιάζειν, καὶ τὰ δυνατὰ καὶ εὔπορα καρπίζεσθαι. ἀλλὰ ταῦτα μὲν οὕτως εἶχε.