Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1.1
Ὑπέρρει μὲν τὰ κατ' ἀνατολὰς ἐσαεὶ καὶ ἐπὶ τὸ χεῖρον προέκοπτεν, ὥστε καὶ ὁσημέραι ἀγγελίας ἐπ' ἀγγελίαις χειρίστας ἐπὶ δειναῖς ἀφικνεῖσθαι πρὸς βασιλέα. τὰ μὲν οὖν καθ' ἡμᾶς ταῦτα καὶ ὀφθαλμοῖς ἑωρῶμεν, καὶ τῶν ἑωρακότων ἢ μᾶλλον δὴ τῶν παθόντων, ἤν τις καὶ λαθὼν διέφυγε τὸ δεινόν, ἐκτρα γῳδούντων τὰ πάθη ἠκούομεν, καὶ ἦν μέσον ἐχθρῶν καὶ ἡμῶν ὁ πορθμὸς οὗτος διέχων καὶ μόνος, ἀνέδην ἐπεμβαινόντων καὶ χώ ρας ἁπάσας καὶ ναοὺς καὶ μονὰς καλλίστας καί τινα τῶν φρου ρίων κακῶς ποιούντων, καὶ πυρπολούντων τὰ κάλλιστα, καθη μερινοῖς τε φόνοις τρυφώντων καὶ ἀπαγωγαῖς πολὺ τὸ δεινὸν ἐχούσαις καὶ οἷον οὐκ ἤκουσται πώποτε. τὰ δ' ἀνώτερα Βιθυ νίας τε καὶ Μυσίας Φρυγίας τε καὶ Λυδίας καὶ τῆς ὑμνουμένης Ἀσίας, πλήν γε τῶν πολισμάτων καὶ μόνων, εἰς τέλος διαπεπρά 389 χει. Ἀμούριοι ταῦτα καὶ Ἀτμᾶνες Ἀτῖναί τε καὶ Ἀλισύραι και Μανταχίαι καὶ Σαλαμπάξιδες καὶ Ἀλαΐδες καὶ Ἀμηραμάναι καὶ Λαμίσαι Σφονδύλαι τε καὶ Παγδῖναι καὶ πᾶν ἄλλο χείριστον καὶ ἐπίρρητον ὄνομα. οἳ δὴ καὶ προαχθέντες ταῖς τόλμαις ἔκ τινος ἀλλοκότου καὶ Πανικοῦ φρονήματος δίκην πυρὸς ἀγρίου ἐπελά βοντο πάντων καὶ κατενέμοντο, αὐτῇ δὴ θαλάσσῃ καὶ μόνῃ τοῦ μὴ πρόσω καὶ αὖθις προβαίνειν εἰργόμενοι. βασιλεῖ δὲ οὐδὲ διωρίαν βουλῆς παρεῖχον ἀγγελλόμενα τὰ δεινά. καὶ τὸ μὲν γὰρ ἀνθίστασθαι καὶ ἀντιπαράγειν ἐκείνοις στρατεύματα ἄπορον ἦν. αἱ μὲν γὰρ Ῥωμαϊκαὶ δυνάμεις οὐχ ὅπως ἐξησθένουν, ἀλλὰ καὶ προνοίας ἀπολωλεκότες, ἀνατολὴν φεύγοντες ἐπὶ δύσεως ὥρμων, περιποιούμενοι ἑαυτοῖς μόνον τὸ ζῆν· ἑτέρους δ' ἐγκαθιστᾶν ἐπὶ ῥητοῖς γέρασιν ἀμήχανον ἦν. θεραπεύειν δ' αὖθις ὁμολογίαις τὸ Περσικὸν οὔτε τὸ πρέπον ἐδίδου, καὶ ἄλλως ἄπορον ἦν τόσων ὄντων καὶ διαφόρων τὰς γνώμας, καί γ' ἐπὶ τοσοῦτον ἡγεμόνων ἐγνωσμένων τοῖς ἄλλοις ἐφ' ὅσον σκυλεύειν τε καὶ κερδαίνειν τοῖς ὑποτεταγμένοις ἐξῆν, ἢν δέ που καὶ καθυφοῖτο ὁ ἄγων ἢ δώροις 390 ἢ χάρισι, ζητούντων ἕτερον τὸν αὐτοὺς ἄξοντα ἐπὶ σκυλευμοῖς τε καὶ κέρδεσι. καὶ διὰ ταῦτα ἓν τῶν ἀναγκαίων ἔδοξε τῷ καιρῷ καὶ τοῖς ἐφεστῶσι πράγμασι, τὸ περιλειφθὲν τέως, ὅσον ἐν προ νοίαις ἐτάττετο μοναῖς τε καὶ ἐκκλησίαις καὶ τοῖς βασιλεῖ πα ρασπίζουσιν, ἀφεικότας τῶν δεσποτῶν, τάττειν εἰς στρατιωτι κόν, πλὴν καὶ μονοκελλικόν, ξύμπαντας, ὡς ἐντεῦθεν αὐτοὺς ἐκείνοις ὑπὲρ τῶν ἰδίων προσμένοντας μάχεσθαι. ἐστέλλετο τοι γαροῦν καὶ παρὰ πατριάρχου θαλλὸς ἐλαίας ἀναυδήτως τῷ ἄνα κτι, ὅθεν καί τι θαρρεῖν εἶχε τῶν ἀγαθῶν ἐκ τῆς περὶ αὐτόν οἱ μεγίστης πληροφορίας. τὰ δ' ἦσαν ἐν μόναις βουλαῖς· οὔπω γὰρ ἐφίσταντο οἷς ἦν ἐπιτεταγμένον ταῦτα πράττειν, καὶ τὸ Περσικὸν πολλαχόθεν ἐπεισβαλόντες τοὺς μὲν ἔργον καθιστᾶσι μαχαίρας, ὅσοι δέ γε καὶ ἴσχυσαν ἐκφυγεῖν, τῷ τῆς Κυζίκου ἐπιτειχισμῷ ἄρτι τότε συστάντι παρὰ τοῦ ἐν αὐτῇ προέδρου Νί φωνος, ἀνδρὸς δραστηρίου καὶ γνώσεως ἐπηβόλου καὶ οὐ μᾶλλον πνευματικοῖς ἢ κοσμικοῖς τρίβωνος πράγμασι, φέροντες ἑαυτοὺς καὶ γυναῖκας καὶ τέκνα καὶ ζῶα καὶ ὕπαρξιν ἐγκατέκλεισαν. 391
9.1.2
Οἱ μέντοι γε κατὰ τὴν πόλιν Γεννουῗται, ἐπειδήπερ τῶν κοινῶν ἀπετύγχανον βουλευμάτων, καὶ καθ' αὑτοὺς ἠναγ κάζοντο πράττειν, τὴν χαλεπὴν τῆς καρδίας ἐκ τῶν ἀκουσθέν των πήδησιν τῶν ἰδίων οὐ σιγῇ καὶ ἠρεμίᾳ κατέστελλον (τὸν γὰρ ἀγῶνα φασὶ προφάσεις οὐ πάνυ τι δέχεσθαι), ἀλλ' ὡς αἱ τίτθαι τὰ δυσυπνοῦντα τῶν παιδίων κινήσει μᾶλλον καὶ μελῳδίαις, ἀλλ' οὐχ ἡσυχίαις κατοκοιμίζουσι (πέφυκε γὰρ ἡ ἔξωθεν κίνησις ὑπο 495 φερομένη κατακρατεῖν τὴν ἐντὸς καὶ οὕτω γαλήνην ἐμποιεῖν τῇ ψυχῇ), οὕτω καὶ οὗτοι ἀλλεπαλλήλοις πράξεσι καὶ κινήσεσι τὸν τῶν πολλῶν κατέστελλον θόρυβον. καὶ νῦν μὲν βαθύτερον ἐξε τάφρευον καὶ ὡς ὕδωρ ἐκ τῆς θαλάσσης μετοχετεύεσθαι δυνατὸν εἶναι καὶ τὸ ἀσφαλὲς τοῖς ἐνοικοῦσι παρέχειν, νῦν δὲ ἰοβόλα καὶ πετροβόλα ἐμηχανῶντο, καὶ τὰς τῶν οἰκημάτων παρακυπτικὰς ἐξ ὀπτῆς πλίνθου καὶ τιτάνου παρῳκοδομημένας εἰς ἀσφαλεῖς καθίστων, νῦν δὲ συνέλεγον χρήματα ἐκ κοινῆς τῆς καθ' αὑτοὺς συναγωγῆς συνδοσίας κατὰ καιρὸν ξυμμαχήσουσιν ἀποχρήσοντα. καὶ νῆας τὰς μὲν εἶχον, τὰς δὲ καὶ ἐξηρτύοντο, τὰς δ' ἅμα ναυ μάχοις ἐκ τῶν ἑκασταχοῦ κοινῶν συνεδρίων τοῦ γένους αὐτῶν μετεπέμποντο. καί σφισι τὰ πρὸς πόλεμον ἅπαντ' ἐξήρτυντο, (10) ὅτε καί τινα τῶν πειρατῶν Ἀνδρέαν ὠνομασμένον, δυσὶ πειρατικαῖς ναυσὶ καταχθέντα πρὸς βασιλέα, ὃς οὐκ ὀλίγα μὲν καὶ Βενετικοὺς Γεννουΐτης ὢν διετίθει κακωτικὰ κατὰ θάλασσαν, ὕστερον δὲ καὶ νηῒ περιτυχὼν Περσικῇ, καὶ ταύτης αὐτάνδρου κρατήσας, οὓς μὲν ἀνεῖλε τῶν ἐν αὐτῇ, οὓς δέ γε καὶ ζῶντας καθυπῆγε τῷ βασιλεῖ ὡς δῆθεν τὰ ὑπὲρ τούτου φρονῶν καὶ τοὺς 496 αὐτοῦ τροπούμενος ἀντιπάλους, τοῦτον βασιλεὺς μὲν μετ' εὐμε νείας δέχεται καὶ ἀλλαγαῖς ἀγάλλει καὶ τῷ τοῦ βεστιαρίου τιμᾷ ἀξιώματι, Βενετικοὶ δὲ δι' ἔχθους εἶχον, καὶ ὧν παρ' αὐτοῦ ἔπαθον ἀνταμύνεσθαι ὥρμων. ὅθεν καὶ νυκτὸς ἐπεισπεσόντες πῦρ μὲν τῇ μιᾷ τῶν νηῶν ἐνιᾶσιν ἐκ τοῦ αἰφνηδὸν ἐναύσαντες, θατέρας ἀποδράσης, καὶ καταφλέγουσι, τῶν δ' ἐν αὐτῇ οὓς ἑλεῖν ἔσχον, ἀπηνῶς κατασφάττουσι.
9.1.3
Συνέπεσε δὲ ἐντεῦθεν δεινὰ φρουρίῳ τινὶ κατὰ τὴν Μυσίαν τὴν ἐν τῷ Ὀλύμπῳ, τὰ Κουβούκλεια λεγομένῳ. ἐπειδὴ γὰρ οἱ ἐν τῷ φρουρίῳ ἐπιθεμένων τῶν περὶ τὸν Πέρσην Ἀτά ρην ἐν χρῷ κινδύνου ἐγένοντο, ἀμηχανοῦντες μόνον σύμφορον ἐνενόουν τὴν ἐκ Λοπαδίου ἀρωγήν· ἐκεῖ γὰρ διῆγεν ὁ Μακρηνὸς σὺν ὀλίγοις τισὶ καὶ τοῖς περιοῦσιν Ἀμογαβάροις, οὓς φθάσας ὁ Καῖσαρ ἀπέστειλεν ἐπὶ φυλακῇ τῶν ἐκεῖ. πέμψαντες οὖν βοη θεῖν ἠντιβόλουν τῷ Μακρηνῷ. πέμπει ἑξήκοντα Ἀμογαβάρους ὡς πιστοὺς τοῖς Ῥωμαίοις, οἵτινες δὴ παραγεγονότες πρότερον Πέρσαις κατὰ τὸ λεληθὸς κοινολογησάμενοι, καὶ τὰ πιστὰ δόντες καὶ λαβόντες, ἦ μὴν αὐτοὺς μὲν ἐπ' ἀγαθῷ τῷ ἰδίῳ συμπράξειν, ἐκείνους δὲ πρὸς Λάμψακον ὡς περαιωθεῖεν διασώσασθαι, εἰσελ θόντες δὲ τὸ φρούριον οὐδὲν ἦν δεινὸν ὅπερ εἰς τοὺς ἐποίκους 581 οὐκ ἐποίησαν. καὶ τέλος τοὺς ἐντὸς κατασφάξαντες φύλακας, τοὺς ἐποίκους πάντας ἐξελάσαντες, προδιδοῦσιν ἐπὶ ἀπωλείᾳ τοῖς Πέρσαις τὸ φρούριον. αὐτοὶ δὲ σὺν ἐκείνοις ἁψάμενοι τῆς ἐπὶ Λάμψακον, ἐντυγχάνουσι πλήθει Ῥωμαίων καθ' ὁδὸν ἄλ λους ἀλλαχοῦ φεύγοντας, καὶ τούτους ἐξανδραποδισάμενοι σὺν ἄγρᾳ πλείστῃ καὶ μεγίστῳ ἑρμαίῳ τὸν Ἑλλήσποντον περαιοῦνται.