Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon additamenta Macarii Melisseni
Georgius PhrantzaMeli 448 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
448.1.1
καὶ πολλὰ ἐπυνθάνετο περὶ τῆς πίστεως τοῦ Χριστοῦ, ἃ καταλεπτῶς διηγησόμεθα, πῶς ὁ πατριάρχης ἐν συνόψει τὴν τῆς πίστεως ὁμολογίαν ἐν κεφαλαίοις αὐτῷ διεσάφησεν· ἤγουν, τὸ ἐπίγραμμα ἔχει οὕτως· Τοῦ σοφωτάτου καὶ λογιωτάτου κυροῦ Γενναδίου τοῦ Σχολαρίου καὶ πα τριάρχου Κωνσταντινουπόλεως νέας Ῥώμης ὁμιλία ῥηθεῖσα περὶ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως τῶν Χριστιανῶν. Ἐρωτηθεὶς γὰρ παρὰ τοῦ εἰρημένου ἀμηρᾶ τοῦ καὶ σουλτάνου τάδε· Ὁ ἀμηρᾶς· Τί πιστεύετε ὑμεῖς οἱ Χριστιανοί; ἀπεκρίθη ὁ πατριάρχης καὶ εἶπεν αὐτῷ τάδε· κφ. αʹ. Πιστεύομεν, ὅτι ἐστὶ Θεὸς δημιουρ γὸς πάντων ὅσων εἰσὶν ἀπὸ τοῦ μὴ εἶναι· ὅτι οὔτε σῶμά ἐστιν, οὔτε σῶμα ἔχει, ἀλλὰ ζῆν νοερῶς. Καί ἐστι νοῦς ἄριστος καὶ τελειότατος καὶ σοφώτατος ἀσύνθετος, ἄναρ χος, ἀτελεύτητος· ἔστιν ἐν τῷ κόσμῳ καὶ ὑπὲρ τὸν κόσμον, οὐκ ἔστιν ἐν οὐδενὶ τόπῳ καί ἐστιν ἐν παντὶ τόπῳ. Ταῦτά εἰσιν ἰδιώματα τοῦ Θεοῦ, δι' ὧν χωρίζεται ἀπὸ τῶν κτισμάτων αὐτοῦ. Καὶ ἄλλα τούτοις εἰσὶν ὅμοια.– Πάντα ὅσα κεφάλαια μετεγλωτί σθησαν εἰς τὴν τουρκοαραβόγλωσσαν ὑπὸ τοῦ Ἀχμὰτ καδδὴ Βεῤῥοίας τοῦ πατρὸς Μαχουμοὺτ τζελεπῆ τοῦ ἀναγραφέως καὶ οὕτως ἕπεται τὰ κεφάλαια κατὰ τάξιν· Κφ. βʹ. Κείμενον· Ἔστι σοφὸς καὶ ἀγαθὸς καὶ ἀληθινὸς καὶ αὐτοαλήθεια. Ὅσα προτερήματα ἔχουσι τὰ ποιήματα αὐτοῦ μεμερισμένως, ἔχει αὐτὸς μόνος ὑψηλότερον τρόπον· καὶ ταύτας τὰς τελειότητας ἔχουσι καὶ τὰ κτίσματα αὐτοῦ, διότι αὐτὸς δίδωσι ταύτας καὶ τοῖς κτίσμασιν αὐτοῦ· ἀγαθά εἰσι, διότι σοφός, σοφά· διότι ἀληθής, ἀληθῆ 450 καί τ' ἄλλα ὁμοίως, πλὴν ὅτι ὁ μὲν θεὸς κυρίως ἔχει αὐτά, τὰ δὲ κτίσματα κατὰ με τοχὴν ἔχουσιν. Ἑρμηνεία· Κφ. γʹ Κείμενον· Πιστεύομεν, ὅτι εἰσὶν ἐν τῷ Θεῷ ἄλλα τρία ἰδιώματα, ἅτινά εἰσιν ὥσπερ ἀρχαὶ καὶ πηγαὶ πάντων τῶν ἄλλων ἰδιωμάτων αὐτοῦ· καὶ διὰ τούτων τῶν τριῶν ἰδιωμάτων ζῇ ὁ Θεὸς ἀϊδίως ἐν ἑαυτῷ καὶ πρὸ τοῦ δημιουργηθῆναι ὑπ' αὐτοῦ τὸν κόσμον· καὶ διὰ τούτων ἐδημιούργησε τὸν κόσμον καὶ διὰ τούτων κυβερνᾷ αὐτόν. Καὶ ταῦτα τὰ τρία ἰδιώματα ὀνομάζομεν τρεῖς ὑποστάσεις, ἤγουν τρία πρόσω πα· καὶ διότι αὐτὰ τὰ ἰδιώματα οὐ μερίζουσι τὴν μίαν καὶ ἁπλουστάτην οὐσίαν τοῦ Θεοῦ, διὰ τοῦτό ἐστι Θεὸς καὶ μετὰ τῶν ἰδιωμάτων τούτων εἷς Θεὸς καὶ οὐκ εἰσὶ τρεῖς θεοί, καθώς τινες τολμῶντες λέγουσιν. Ἑρμηνεία· Κφ. δʹ. Κείμενον· Πιστεύομεν, ὅτι ἐκ τῆς φύσεως τοῦ Θεοῦ ἀνατέλουσι λό γος καὶ πνεῦμα ὥσπερ ἀπὸ τοῦ πυρὸς φῶς καὶ θέρμη. Καὶ καθάπερ τὸ πῦρ καὶ εἰ μή ἐστί τι τὸ φωτιζόμενον καὶ θερμαινόμενον ὑπ' αὐτοῦ, ἀλλ' ὁμῶς αὐτὸ τὸ πῦρ ἀεὶ ἔχει φῶς καὶ θέρμην καὶ ἐκπέμπει φῶς καὶ θέρμην ἡμῖν, οὕτω καὶ πρὸ τοῦ δημιουργηθῆ ναι τὸν κόσμον ἦσαν ὁ λόγος καὶ τὸ πνεῦμα, ἐνέργειαι τοῦ Θεοῦ φυσικαί, ἐπεὶ ὁ Θεὸς νοῦς ἐστιν, ὡς προείρηται, καὶ ταῦτα τὰ τρία, νοῦς, λόγος καὶ πνεῦμα εἷς θεός ἐστιν, ὥσπερ ἐν τῇ μιᾷ ψυχῇ τοῦ ἀνθρώπου ἐστι νοῦς καὶ λόγος νοητὸς καὶ θέλησις νοητή, καὶ ὅμως ταῦτα τὰ τρία εἰσὶ μία ψυχὴ κατὰ τὴν οὐσίαν. Πάλιν τὸν λόγον τοῦ Θεοῦ ὀνομάζομεν σοφίαν τοῦ Θεοῦ καὶ δύναμιν καὶ υἱὸν αὐτοῦ, διότι ἐστὶ γέννημα τῆς φύσεως αὐτοῦ, ὥσπερ τὸ γέννημα τῆς φύσεως τοῦ ἀνθρώπου, καὶ ὥσπερ τὸ νοήμα τοῦ αὐτοῦ ἐστι γέννημα τῆς ψυχῆς αὐτοῦ. Καὶ πά λιν ὀνομάζομεν τὴν θέλησιν τοῦ Θεοῦ πνεῦμα τοῦ Θεοῦ καὶ ἀγάπην. Αὐτὸν δὲ τὸν νοῦν καλοῦμεν πατέρα, διότι αὐτός ἐστιν ἀγέννητος καὶ ἀναίτιος, αἴτιος δὲ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. Ὅτι οὖν ὁ Θεὸς οὐ νοεῖ μόνον τὰ κτίσματα αὐτοῦ, ἀλλὰ μᾶλλον νοεῖ καὶ γινώσκει ἑαυτόν, καὶ διὰ τοῦτο ἔχει λόγον καὶ σοφίαν, δι' ἧς νοεῖ ἑαυτὸν ἱδίως· ὁμοίως οὐ θέλει καὶ ἀγαπᾷ μόνον τὰ ποιήματα ἑαυτοῦ ὁ Θεός, ἀλλὰ θέλει καὶ ἀγαπᾷ ἑαυτὸν πολλῷ μᾶλλον. Διὰ τοῦτο ἀϊδίως προέρχονται ἐκ τοῦ Θεοῦ ὁ λόγος καὶ τὸ πνεῦμα αὐτοῦ καὶ ἀϊδίως εἰσὶν ἐν αὐτῷ. Καὶ ταῦτα τὰ ἰδιώματα μετὰ τοῦ Θεοῦ εἷς ἐστι Θεός. Ἑρμηνεία· Κφ. εʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὁ Θεὸς διὰ τοῦ λόγου τῆς σοφίας καὶ τῆς δυνάμεως αὐτοῦ ἐδημιούργησε τὸν κόσμον· καὶ διὰ τοῦ πνεύματος, τῆς ἀγαθῆς θελή σεως καὶ ἀγάπης αὐτοῦ προνεῖται καὶ κυβερνᾷ καὶ κινεῖ πᾶσαν φύσιν αὐτοῦ ἐν τῷ κόσμῳ πρὸς τὸ ἀγαθὸν κατὰ τὴν τάξιν ἐκείνης φύσεως. Καὶ διὰ τοῦτο πιστεύομεν, ὅτι, ὅτε ἠθέλησεν ὁ Θεός, διὰ μόνην τὴν ἐλεημοσύνην αὐτοῦ ἐπέστρεψε τοὺς ἀνθρώ πους ἀπὸ τῆς πλάνης τῶν δαιμόνων καὶ τῆς εἰδωλολατρείας, διότι πλὴν τοῦ ὀλίγου τόπου τῶν Ἰουδαίων, ἐν ᾧ προσεκυνεῖτο καὶ ἐπιστεύετο εἷς θεὸς ἐκ τοῦ νόμου τοῦ Μωύσεως, ἡ δ' ἄλλη πᾶσα ἡ οἰκουμένη ἐσεβάζετο τὰ κτίσματα τοῦ Θεοῦ καὶ πολλοὺς θεοὺς μὴ ὄντας ἀντὶ τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ προσεκύνουν· καὶ ἐπολιτεύοντο κατὰ τὰς ἰδίας ἕκαστος ἐπιθυμίας, οὐ κατά τινα τοῦ Θεοῦ νόμον. Ἑρμηνεία· Κφ. ʹ. Κείμενον· Τότε ἐποίησεν ὁ Θεὸς τὴν τοιαύτην ἀνάπλασιν τῶν ἀνθρώ πων διὰ τοῦ λόγου καὶ διὰ τοῦ ἁγίου πνεύματος αὑτοῦ· καὶ διὰ τοῦτο ὁ λόγος τοῦ Θεοῦ ἐνεδύθη τὴν ἀνθρωπείαν φύσιν, ἵνα ὡς μὲν ἄνθρωπος ὁμιλήσῃ ἀνθρώποις, ὡς δὲ λόγος τοῦ Θεοῦ καὶ Θεοῦ σοφία διδάξῃ τοὺς ἀνθρώπους πιστεύειν εἰς τὸν ἕνα καὶ ἀληθῆ Θεὸν καὶ πολιτεύεσθαι κατὰ τὸν νόμον, ὃν αὐτὸς ἔδωκε· καὶ πάλιν ὡς μὲν ἄν θρωπος ἵνα δῷ τὴν πολιτείαν αὐτοῦ παράδειγμα τῆς διδασκαλίας αὑτοῦ. Πρῶτος γὰρ αὐτὸς ἐτήρησε τὸν νόμον, ὃν ἔδωκε τοῖς ἀνθρώποις. Ὡς δὲ λόγος τοῦ Θεοῦ καὶ δύ ναμις δυνηθῆ κατορθῶσαι τὸ παγκόσμιον ἀγαθόν, ὅπερ ἐβούλετο, διότι ἦν ἀδύνατον δι' ἑνὸς ἀνθρώπου δυνάμει ἐπιστρέψαι τὴν οἰκουμένην πρὸς τὸν Θεόν. Καὶ οὕτως διὰ μὲν τοῦ λόγου αὐτοῦ ἔσπειρε τὴν ἀλήθειαν ὁ παντοδύναμος καὶ ἀόρατος Θεὸς ἐν Ἱερουσαλήμ, διὰ δὲ τοῦ πνεύματος αὐτοῦ ἐφώτισε καὶ ἐνίσχυσε τοὺς ἀποστόλους 452 αὑτοῦ, ἵνα σπείρωσιν αὐτοὶ τὴν ἀλήθειαν καὶ εἰς πάντα τὸν κόσμον καὶ ἵνα καταφρο νήσωσι τὸν κόσμον διὰ τὴν ἀγάπην τοῦ πέμψαντος αὐτὸν Θεοῦ καὶ διὰ τὴν ἀγάπην τῆς σωτηρίας τοῦ κόσμου κατὰ τὸ παράδειγμα τοῦ Ἰησοῦ, ὅστις ἑκουσίως ἀπέθανε κατὰ τὸ ἀνθρώπινον ὑπὲρ τοῦ σωθῆναι τὸν κόσμον. Οὕτω πιστεύομεν ἡμεῖς τὸν ἕνα Θεὸν ἐν τριάσι, πατέρα, υἱὸν καὶ πνεῦμα ἅγιον, καθὼς ἐδίδαξεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός· καὶ διότι ἐστὶν ἀληθής, πιστεύομεν, ὅτι ἐστὶ καὶ αὐτὸ ἀληθές. Καὶ οἱ μαθη ταὶ αὐτοῦ οὕτως ἐδίδαξαν ἡμᾶς πλατύτερον καὶ οὕτω νοοῦμεν καὶ ἀπὸ τῆς δυνάμεως τῆς σοφίας. Ἑρμηνεία· Κφ. ζʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὁ λόγος τοῦ Θεοῦ καὶ ὁ ἄνθρωπος, ὃν ἐνεδύ θη ὁ λόγος τοῦ Θεοῦ, ἔστιν ὁ Χριστός. καὶ ἡ μὲν ζωὴ τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ αὐτοῦ ἦν ζωὴ ἀνθρώπου ὑπεραγίου, ἡ δὲ δύναμις τῆς σοφίας καὶ τῶν ἔργων αὐτοῦ ἦν Θεοῦ δύναμις. Ἑρμηνεία· Κφ. ηʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὥσπερ ἡ ψυχὴ καὶ τὸ σῶμα τοῦ ἐνὸς ἀν θρώπου γίνεται εἷς ἄνθρωπος, οὕτως ὁ λόγος τοῦ Θεοῦ ἀφ' ἑνὸς μέρους καὶ ἀπ' ἀλλ' μέρους ἡ ψυχὴ καὶ τὸ σῶμα εἰσὶ πάντοτε δύο φύσεις μεμερισμέναι τελείως ἐν ἑνὶ ἀνθρώπῳ. Οὕτως καὶ ἡ ἀνθρωπότης καὶ ἡ θεότης εἰσὶν ἐν τῷ ἑνὶ Χριστῷ μεμερισμέ ναι τῇ φύσει τελείως, καθ' ὑπόστασιν μόνον καὶ προσωπικῶς ἡνωμέναι. Καὶ οὔτε ὁ λόγος τοῦ Θεοῦ μετεβλήθη εἰς τὴν σάρκα ἢ τὴν ψυχὴν τοῦ Χριστοῦ, οὔτε ἡ σὰρξ τοῦ Χριστοῦ ἢ ἡ ψυχὴ αὐτοῦ μετετράπη εἰς λόγον Θεοῦ, ἀλλὰ ἦν καὶ ἔστιν ἐν τῷ Χρι στῷ μετὰ τὴν ὑπερθαύμαστον αὐτοῦ οἰκονομίαν ἐκείνην ὁ μὲν τοῦ Θεοῦ λόγος, λόγος, ἡ δὲ ἀνθρωπότης, ἀνθρωπότης. Καὶ ὅτι οὐ προσέλαβεν ἡ ἀνθρωπότης τοῦ Χριστοῦ τὴν θεότητα, ἀλλ' ἡ θεότης τοῦ λόγου τοῦ Θεοῦ προσέλαβε τὴν ἀνθρωπείαν φύσιν ἐν αὐτῷ προσληφθῆναι σύστασιν. Πᾶν ὅπερ ἐστὶ ἐν τῷ Θεῷ καὶ ἐκ τοῦ Θεοῦ φυσικῶς Θεός ἐστι, διότι οὐκ ἔστιν ἐν τῷ Θεῷ συμβεβηκός. Καὶ διὰ τοῦτο, τὸν νοη- τὸν λόγον τοῦ Θεοῦ, Θεὸν ὀνομάζομεν καὶ πιστεύομεν. Καὶ διότι οὗτος ὁ λόγος τοῦ Θεοῦ ἦν ἐν τῷ Χριστῷ, διὰ τοῦτο τὸν Χριστὸν Θεὸν καὶ ἄνθρωπον ὁμολογοῦμεν, ἄνθρωπον μὲν διὰ τὴν ψυχὴν καὶ τὸ σῶμα, Θεὸν δὲ διὰ τὸν ἐν αὐτῷ λογὸν τοῦ Θεοῦ. Ἑρμηνεία· Κφ. θʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὁ λόγος τοῦ Θεοῦ ἦν ἐν τῷ Χριστῷ καὶ ἐν τῷ κόσμῳ καὶ ἐν τῷ οὐρανῷ καὶ ἐν τῷ Θεῷ καὶ πατρί, διότι ὁ λόγος τοῦ Θεοῦ ἐστιν ἄπειρος ὥσπερ ὁ Θεός ἐστιν ἄπειρος ὁ γεννῶν αὐτόν, ἤγουν νοῶν· καὶ ἄπειρον δύναμιν ἔχει· πλὴν ἐν τῷ Θεῷ κατὰ ἄλλον τρόπον ἦν καὶ ἐν τῷ Χριστῷ κατὰ ἄλλον καὶ ἐν τῷ κόσμῳ κατὰ ἄλλον. Ἑρμηνεία· Κφ. ιʹ. Κείμενον· Πιστεύομεν, ὅταν ὁ Θεὸς κοινωνῇ τῆς ἀγαθότητος αὐτοῦ καὶ τῆς χάριτος κτίσματί τινι, οὐδαμῶς ζημιοῦται, ἀλλὰ μᾶλλον μεγαλύνεται, διότι ἐκ τῆς ἀρετῆς τῶν κτισμάτων τὸ ὕψος τοῦ Θεοῦ φανεροῦται. Καὶ ὅσον μᾶλλον βελτιοῦται τὸ κτίσμα τῇ πλείονι κοινωνίᾳ τῆς ἀγαθότητος αὐτοῦ, τοσοῦτον πλέον ἡ ἀγα- θότης τοῦ Θεοῦ καὶ ἡ δύναμις καὶ ἡ ἀγάπη δείκνυται. Διὰ τοῦτο ἡ ἀγαθότης τοῦ Θεοῦ καὶ ἡ δύναμις καὶ ἡ ἀγάπη εἰς τοὺς ἀνθρώπους πλέον ἐμεγαλύνθη ἐκ τοῦ ἐλθεῖν αὐτὸν τοῦ Θεοῦ καὶ Θεὸν μετὰ πάσης αὑτοῦ δυνάμεως εἰς τὸν Ἰησοῦν ἢ ὅτι ἔπεμπεν εἰς τοὺς προφήτας μίαν χάριν αὑτοῦ ἢ δύο, εἰς ἄλλον μὲν προφήτην ἐλάτ- τονα, εἰς ἄλλον δὲ μείζονα. Ἑρμηνεία· Κφ. ιαʹ. Κείμενον· Πιστεύομεν, ὅτι ὁ Χριστὸς ἐσταυρώθη καὶ ἀπέθανεν οἰκείῳ θελήματι διὰ πολλὰς καὶ μεγάλας ὠφελείας δεομένας πολλῶν λόγων, καὶ πάντα κατὰ τὸ ἀνθρώπινον· ὁ γὰρ λόγος τοῦ Θεοῦ οὔτε σταυροῦται, οὔτε ἀποθνήσκει, οὔτε ἀνί- σταται, ἀλλὰ μᾶλλον ἀνέστησεν αὐτοὺς τοὺς νεκρούς, ὥσπερ ἀνέστησε καὶ τὴν σάρ- κα, ἣν ἐφόρεσε. Πιστεύομεν, ὅτι ὁ Χριστὸς ἀναστὰς ἀνελήφθη εἰς τοὺς οὐρανοὺς καὶ πάλιν μέλλει ἔρχεσθαι μετὰ δόξης, ἵνα κρίνῃ τὸν κόσμον. Ἑρμηνεία· Κφ. ιβʹ. Κείμενον· Πιστεύομεν, ὅτι αἱ ψυχαὶ τῶν ἀνθρώπων εἰσὶν ἀθάνατοι, ὅτι τὰ σώματα τῶν ἁγίων ἀναστήσονται ἄφθαρτα, φωτεινά, ἐλαφρά, μήτε τροφῆς χρή- ζονται, μήτε πόσεως, μήτε ἐνδυμάτων, μήτε ἄλλης τινὸς σωματικῆς ἡδονῆς καὶ ὅτι αἱ ψυχαὶ καὶ τὰ σώματα τῶν καλῶς πιστευόντων καὶ καλῶς πολιτευομένων ἀπελεύσονται εἰς τὸν παράδεισον, τῶν δὲ ἀμετανοήτων πονηρῶν καὶ ἀπίστων εἰς τὴν κόλασιν. Καὶ ὁ μὲν παράδεισος τῶν ἁγίων καὶ ἡ ἀπόλαυσίς ἐστι ἐν τῷ οὐρανῷ, ἡ δὲ κόλασις 454 τῶν πονηρῶν ἐν τῇ γῇ. Καὶ ἡ ἀπόλαυσις τῶν ἁγίων οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ὅτε τελειωθήσονται αἱ τοιαῦται ψυχαὶ εἰς τὴν γνῶσιν καὶ τότε θεωρήσουσι τὰ μυστήρια τοῦ Θεοῦ, ἃ νῦν οὐ γινώσκουσιν εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ. Ἑρμηνεία· Κφ. ιγʹ. Κείμενον· Διὰ τί δὲ ἦν ἀναγκαῖον σαρκωθῆναι τὸν λόγον τοῦ Θεοῦ καὶ Θεόν; Εἰσὶν ἀναγκαῖοι καὶ πολλοὶ λόγοι· καὶ ὅταν ᾖ χρεία, ἐσμὲν ἕτοιμοι δοῦ- ναι καὶ αὐτούς. Ἐπέκεινα δὲ ἐκείνων τῶν λόγων πληροφοροῦσιν ἡμᾶς τὴν ἀλήθειαν τῆς πίστεως ἡμῶν τὰ ἑπτὰ ταῦτα· Ἑρμήνεια· Κφ. ιδʹ. Κείμενον· Ὅτι ἐπροφήτευσαν οἱ προφῆται τῶν Ἰουδαίων, οὓς στέργομεν καὶ ἡμεῖς, τὸν Ἰησοῦν καὶ ὅσα ἐποίησε καὶ ὅσα ἐγένοντο ἐπ' αὐτοῦ καὶ ὅσα ἐποίησαν ὕστερον οἱ μαθηταὶ αὐτοῦ τῇ δυνάμει αὐτοῦ. Ὁμοίως ἐπροφήτευσαν καὶ τὰ μαντεῖα τῶν Ἑλλήνων συγχωρήσει Θεοῦ καὶ οἱ ἀστρονόμοι τῶν Περσῶν καὶ τῶν Ἑλλήνων, καὶ ταῦτα πάντα μετὰ εὐφημείας μεγάλης τοῦ Ἰησοῦ. Καὶ ὅτι πᾶσαι αὗται αἱ προφητεῖαί εἰσιν ἀπαράγραπτοι ἔχομεν δεῖξαι· Ἑρμηνεία· Κφ. ιεʹ. Κείμενον· Ὅτι αἱ γραφαὶ πᾶσαι τῆς πίστεως ἡμῶν συμφωνοῦσιν ἐν πᾶσι, διότι εἶχον οἱ γράψαντες αὐτὰς ἕνα διδάσκαλον, τὴν χάριν τοῦ Θεοῦ, ἄλλως γὰρ ἔμελλον ἔν τισι διαφωνεῖν· Ἑρμηνεία· Κφ. ι ʹ. Κείμενον· Ὅτι ἐδέξαντο ταύτην τὴν πίστιν, νέαν οὖσαν καὶ παράδοξον, οἱ ἄνθρωποι πανταχοῦ μετὰ σπουδῆς καὶ μετὰ κινδύνων πολλῶν, καὶ οὐ μόνον ἰδιῶται καὶ ἀμαθεῖς, ἀλλὰ καὶ οἱ φρόνιμοι καὶ οἱ σοφοί. Καὶ διὰ τοῦτο κατελύθη τελείως ἡ πλάνη τῶν δαιμόνων· Ἑρμηνεία· Κφ. ιζʹ. Κείμενον· Ὅτι ἡ πίστις αὔτη οὐδὲν περιέχει ἀδύνατον, οὐδὲν ἀσύμ- φωνον, οὐδὲν σωματικόν, ἀλλὰ πάντα πνεύματι· καὶ ἔστιν ὁδὸς φέρουσα τὰς ψυχὰς τῶν ἀνθρώπων εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ τῆς μελλούσης αἰωνίου ζωῆς· Ἑρμηνεία· Κφ. ιηʹ. Κείμενον· Ὅτι ὅσοι ἔλαβον ταύτην τὴν πίστιν καὶ ἐπολιτεύσαντο ἐνα- ρέτως κατὰ τοῦ Ἰησοῦ νόμον, ἔλαβον μεγάλα χαρίσματα ἐκ τοῦ Θεοῦ καὶ δυνάμεις ἐποίησαν πολλὰς ἐν ὀνόματι Ἰησοῦ, ὅπερ οὐκ ἂν ἦν, εἰ ἡ πίστις αὕτη ἦν ἐναντία τῇ ἀληθείᾳ. Ἑρμηνεία· Κφ. ιθʹ. Κείμενον· Ὅτι ὅσα λέγουσί τινες κατὰ τῆς πίστεως ταύτης, δυνάμεθα λύειν εὐκόλως καὶ εὐλόγως· Ἑρμηνεία· Κφ. κʹ. Κείμενον· Ὅτι τῇ πίστει ταύτῃ ἐπολέμησαν διὰ πολλῶν τιμωρίων καὶ φόνων οἱ βασιλεῖς τότε καὶ οἱ ἔπαρχοι αὐτῶν ἐν τῇ οἰκουμένῃ τριακοσίους δέκα ὀκτὼ χρόνους πολύθεοι ὄντες καὶ εἰδωλολάτραι καὶ οὐδὲν ἴσχυσαν, ἀλλὰ ἐνίκησεν ἡ πίστις καὶ διαμένει μέχρι τοῦ νῦν· καὶ ἐλθὼν ὁ Κύριος εὑρήσῃ αὐτήν. Καὶ εἰ μὴ ἦν ἡ πί- στις αὔτη ἐκ θελήματος τοῦ Θεοῦ, διελύθη ἂν τότε εὐκόλως. Αὐτῷ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ δόξα· ἄμην. Ἑρμηνεία· Κφ. καʹ. Κείμενον· Ταῦτα λέγομεν ἡμεῖς περὶ πίστεως ἡμῶν συντόμως. Ἑρμη- νεία· Καὶ μετὰ ταῦτα πολλὰ Α.

Intertext edge

Open linked passage

Note