Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 0.1 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
0.1
Τὸ τῆς ἱστορίας χρήσιμον καὶ πρὸ ἡμῶν οἱ πολλοὶ συγγραψάμενοι διωρίσαντο καὶ ἅπερ ἂν ἐκείνοις ἐπῆλθεν εἰπεῖν, ταῦτα ἂν καὶ ἡμεῖς ἐρεῖν ἔχωμεν· τὶ γὰρ ἂν εὕ ροιμεν καινότερον νόημα τοσούτων ἱστορησάντων καὶ σύμπαν τῆς ἱστορίας ἀποφηνα μένων ἐν τοῖς σφετέροις συγγράμμασι; τάχα δὲ ὃ πλέον ἐκείνων ἐν τοῖς νῦν προκειμέ νοις ἡμῖν λέξειν ἄξιον, τοῦτό γε ἂν τῆς ἡμετέρας συγγραφῆς προβαλλώμεθα· τὸ δέ ἐστιν ὅτι, καινοτέρων ἡμῖν προκειμένων πραγμάτων, ἃ μήπω τις γραφῇ παρέδωκε, και νότερον συμβαίνει εἶναι καὶ τὸ ὠφέλιμον, ἐκείνων ἐν γνώσει τῶν ἀνθρώπων γεγενη μένων, ἅπερ ὁ ῥέων χύδην λόγος οὐκ ἀληθῶς ἀποφαίνεται. Οἱ μὲν οὖν τὰ καθ' ἡμᾶς ἱστορικῶς συγγραψάμενοι ἄλλην ἄλλως πεποίηνται τὴν ἀρχήν· οἱ μὲν γὰρ αὐτῶν ἀπὸ τῆς τοῦ κόσμου γενέσεως ἤρξαντο, οἱ δὲ ἐξ ἀξιολόγου τῆς ἀρχῆς, ἢ Περσῶν ἢ Ἑλλήνων ἢ Ῥωμαίων ἢ ἄλλου οὑτινοσοῦν ἐθνῶν, ἕκαστος πρὸς τὸν ἑαυτοῦ σκοπὸν τὸ οἰ κεῖον καταρτιζόμενος σύγγραμμα. Καὶ ἡμῖν οὐχ ἥκιστα οὕτω τὰ τῆς συγγραφῆς τελεσθήσεται. Τὰ μὲν γὰρ ἅπαντα γεγενημένα τῆς τοῦ κόσμου γενέσεως πολλοῖς τε καὶ πολλάκις ἐξιστορήθη, οὐχὶ λέγειν με. Καὶ πρὸς ἀλλήλους οἱ πλείους οὐ συνεφώνησαν τὰ τῶν βασιλέων συγγράφοντες, ἀλλοιώσεις τε χωρῶν καὶ πόλεων στάσεις καὶ πολέ μων συῤῥήξεις καὶ ἀνδραποδισμοὺς καὶ νίκας καὶ ἧττας καὶ ὅσα τοιαῦτα συμβαίνει τοῖς καθ' ἡμᾶς. Πολυσχιδῶν γὰρ τουτωνὶ τελούντων καὶ μηδὲ παρ' αὐτῶν ἴσως τῶν ἐνερ γούντων γινωσκομένων, σχολῇ γε ἂν τοῖς ἐξιστοροῦσι τοῦ ἀληθοῦς παντάπασι γενήσε ται ἡ ἐπίτευξις· ἐκ τοῦ μᾶλλον δὲ καὶ ὅσα τῇ κοινῇ φήμῃ γνωρίζεται, ταῦτα παρα λήψασθαι δέον, εἰ μὴ ἀδικεῖν οὗτος ἐθελήσειε τὴν ἀλήθειαν ὡς οἱ τοὺς ὀβολοὺς κερ ματίοις ἐλλυμαινόμενοι ἢ καὶ παραχαράττειν βουλόμενοι. Οὕτε γοῦν πρὸς χάριν οὔτε 152 πρὸς φθόνον, ἀλλ' οὐδὲ πρὸς μῖσος ἢ καὶ πρὸς εὔνοιαν συγγράφειν χρεών ἐστι τὸν συγγράφοντα, ἀλλ' ἱστορίας μόνον χάριν καὶ τοῦ μὴ λήθης βυθῷ, ἣν ὁ χρόνος οἶδε γεννᾶν, παραδοθῆναι τὴν ἱστορίαν, μένειν δὲ ζῶσάν τε καὶ λαλοῦσαν φωνὴν καὶ ἔμψυ χον καὶ διαπρύσιον κήρυκα δι' ἀπεράντων αἰώνων. Οὕτως τοίνυν κἀγὼ Γεώργιος Φραντζῆς ὁ χρηματίσας πρωτοβεστια ρίτης καὶ Γρηγόριος τάχα μοναχός, ὁ καὶ μέγας λογοθέτης γεγονώς, πρὶν τοῦ τὸ μοναχικὸν σχῆμα λαβεῖν, ταῦτα ἔγραψα περὶ τῶν καθ' ἑαυτῶν καί τινων μερικῶν ἀναγκαίων γεγο νότων ἐν τῷ τῆς ζωῆς μου χρόνῳ πρὶν τῆς αἰχμαλωσίας καὶ μετὰ τὴν αἰχμαλωσίαν καὶ ἄλλων τινῶν, ἃ εἶδον ἐγγράφως καὶ ἤκουσα. Καὶ πρῶτον μὲν διηγησόμεθα περὶ τῶν αἰτιῶν καὶ ἀφορμῶν τῆς τῶν Παλαιολό γων βασιλείας καὶ τὶς ὁ πρῶτος ἐξ αὐτῶν βασιλεὺς ἐκ τοῦ ἐκείνων γένους καὶ τίς αὐ τῶν ὁ βίος κατ' ἐπιτομὴν ἄχρι τῆς ἁλώσεως τῆς Κωνσταντινουπόλεως ὑπὸ τῶν Τουρ κῶν καὶ πόσοι υἱοὶ καὶ θυγατέρες καὶ δεσπόται ἐγεννῶντο αὐτοῖς· καὶ πόθεν κατάγοντα οἱ τῷ γένει ἐκ Τολέδου τῆς τῶν ἑσπερίων Ἰβηρίας εὐγενεῖς ἄρχοντες· ἔτι δὲ καὶ περὶ τῆς τῶν Ὀτθουμάνων γενεαλογίας πόθεν ἤρξαντο κατάγεσθαι καὶ πῶς ἐμεγαλύνθησαν καὶ ηὐξύνθη αὐτῶν ἡ ἀρχή. Ταῦτα οὖν διηγήσομαι ἄχρι τοῦ ἀμηρᾶ Μεχεμέτη τοῦ τὴν Πόλιν ἁλώσαντος· καὶ πόθεν καὶ πῶς ὁ αὐτῶν ψευδοπροφήτης Μωάμεθ κατάγεται καὶ τὶ ἐληρήσατο φληναφῶν καὶ ἐδίδαξεν αὐτούς, καθ' ὧν τῶν αὐτοῦ ῥημάτων καὶ ληρη μάτων ἀντιῤῥησόμεθα εὐλόγως· καὶ περὶ τῆς εἰς Ἰταλίαν ἐλεύσεως τοῦ βασιλέως κὺρ Ἰωάννου τοῦ Παλαιολόγου ἕνεκεν τῆς ἐν Φλωρεντίᾳ συνόδου καὶ πῶς ἡ Ἑνετῶν γερουσία ἐδέχθη αὐτόν, ὁμοίως καὶ ὁ Φεῤῥαρίας μαρκίων, ἀπελθόντος τοῦ βασιλέως εἰς Φεῤῥαρίαν. Εἶτα διηγησόμεθα καὶ περὶ ὧν εὐεργεσιῶν καὶ προνομίων, ἃ τὸ περιώ νυμον τῆς Μονεμβασίας ἄστυ εὐηργετήθη παρὰ τῶν βασιλέων, καὶ περὶ τῶν γεγονό των πολέμων ἐν τῇ Πελοποννήσῳ ἀνὰ τῶν δεσποτῶν καὶ ἀδελφῶν, λέγω κὺρ Δημη τρίου καὶ κὺρ Θωμᾶ· καὶ περὶ τῆς τοῦ δεσπότου κὺρ Θωμᾶ μετὰ ἑτέρων ἀρχόντων ἐλεύ σεως ἐν Κερκύραις, εἶτα ἐν Ῥώμῃ καὶ πῶς ἐδέχθη αὐτοὺς ὁ ἄκρος ἀρχιερεὺς τῆς πρε σβυτέρας Ῥώμης καὶ αὐτῷ εὐηργέτησε σιτηρεσίων καὶ μετὰ τὴν τούτου τελευτὴν τῆς τῶν υἱῶν αὐτοῦ ἐλεύσεως ἐν Ῥώμῃ καὶ ἑτέρων τινῶν ἀναγκαίων, μνήμης ἀξίων. Διη γήσομαι ἔτι δὲ καὶ περί τινων ἱστοριῶν, μέρος περὶ τῆς Κρήτης πῶς ὑπὸ τῶν τῆς Ἱσπανίας Ἀγαρηνῶν ἐκυριεύθη καὶ αὖθις ὑπὸ τῶν Ῥωμαίων βασιλέων καὶ τὶς ἡ αἰτίαὅτι ὑπὸ τῆς τῶν Ἑνετῶν γερουσίας κυριεύεται, καὶ ἄλλα πολλά, ἃ ἐν τῷ πίνακι τῶν κεφαλαίων συντόμως εὑρεθήσονται τοῖς ἀναγινώσκουσιν. 154 ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ I. Περὶ τῶν αἰτιῶν τῆς τῶν Παλαιολόγων βασιλείασ Ὁ τῆς ἀρχῆς ἐπιβήτωρ Ἀλέξιος Ἄγγελος ὁ Κομνηνὸς ὁ τυφλώσας τὸν ἀδελ- φὸν Ἰσαάκιον Ἄγγελον καὶ τὴν βασιλείαν λαβὼν καὶ τοσαῦτα καὶ τοιαῦτα κακὰ τῷ Ῥωμαΐδι ἀρχῇ ἔγινε παρὰ τῶν Ἰταλῶν δι' αὐτοῦ, ἄῤῥεν μὲν οὐκ ἦν αὐτῷ, θυγατέρας δὲ εἶχε δύο. Καὶ τὴν μὲν πρωτογενῆ, Εἰρήνην τοὔνομα, ἐρυθροῖς πεδίλοις ὑποδεδέσθαι ἔταξεν, ἵνα αὐτή τε καὶ ὁ ταύτῃ μνηστευθησόμενος διάδοχοι καὶ κληρονόμοι τῆς βα σιλείας ὦσι μετὰ τὸ τεθνάναι αὐτόν. Ὅθεν καὶ εἰς λέχος δέδωκεν αὐτὴν Ἀλεξίῳ τῷ Παλαιολόγῳ καὶ εὐθὺς αὐτὸν δεσπότην τετίμηκε· καὶ εἰ μὴ ἐκ τοῦ βίου τούτου ἐγέ νετο, αὐτὸς ἐβασίλευσεν ἂν μετὰ τὸν πενθερὸν αὑτοῦ. Ἐπειδὴ δὲ θανὼν ὁ Παλαιολό γος Ἀλέξιος, θυγατέρα μόνην κατέλιπεν, ἐλθὸν δὲ εἰς νόμον ἡλικίας τὸ κοράσιον, Εἰρήνη ἡ μήτηρ αὐτῆς συνέζευξεν αὐτὴν Ἀνδρονίκῳ τῷ Παλαιολόγῳ ὃν καὶ ὁ βασιλεὺς Θεόδωρος ὁ Λάσκαρις, ὁ τὴν ἑτέραν θυγατέρα τοῦ βασιλέως Ἀλεξίου εἰς γυναῖ κα λαβών, μέγαν δομέστικον ἐποίησε καὶ τετίμηκεν ὕστερον· ἐξ οὗ ἐγεννήθησαν υἱοὶ τρεῖς· Μιχαὴλ ὁ Κομνηνός, Κωνσταντῖνος ὁ Παλαιολόγος καὶ Ἰωάννης, διπλοπαλαιο λόγοι ὄντες πατρόθεν καὶ μητρόθεν· εἶχε μὲν ἐνταῦθα ἀφορμήν, ὡς εἴρηται, εἰς τὴν αὐτὴν ὑπόθεσιν· Ἁδρυνθεὶς δὲ ὁ Μιχαήλ, πρῶτος υἱὸς ὢν τῷ Ἀνδρονίκῳ κατὰ γέννη- σιν, μεταξὺ τῶν ἐν τέλει τῶν ἄλλων ἐπέκεινα εἷς ἦν, πολλὴν ἔχων τοῦ προσώπου τὴν ἱλαρότητα, τῇ ὁμιλίᾳ χρηστός, ἀστεῖος τὸ ἦθος πρὸς τοῖς ἄλλοις καὶ τὴν χεῖρα ἔχων φιλότιμον. Καὶ διὰ ταύτας γοῦν τὰς ἀρετὰς καὶ χάριτας πολλοὶ αὐτὸν ἠγάπουν καὶ ἤθελον· καὶ ἐν εὐκολίᾳ πάντας εἵλκιζε· στρατηγούς, ταξιάρχας, δημότας καὶ τῆς συγ κλήτου πολλούς. Διὰ τοῦτο γοῦν διαβολαί τινες ἀνεφύησαν κατ' αὐτοῦ, ὅτι βασιλείας ὀρέγεται· ἦν γὰρ τότε ὁ βασιλέων Ῥωμαίων Ἰωάννης ὁ Βατάτζης· καὶ ταῦτα ψιθυρί- σαντες ἦσάν τινες τῶν φίλων αὐτοῦ λέγω τοῦ Κομνηνοῦ. Ὅθεν προστάγματι βασιλι κῷ ἄγουσιν αὐτὸν εἰς ἐξέτασιν. Ἦσαν δὲ οἱ ἐξετάζοντες ὁ ἀρχιεπίσκοπος Ἀρσένιος, ὃς καὶ πολλὰ δυνάμενος τότε παρὰ τῷ βασιλεῖ καὶ ἕτεροι τῶν ἐλλογίμων. Παραστὰς δὲ Μιχαὴλ ὁ Κομνηνὸς καὶ πολλὰ ἐρωτηθεὶς καὶ εἰπόντες αὐτῷ, εἶτα λέγει αὐτῷ ὁ ἀρχιεπίσκοπος· Μὴ γὰρ τοῖς ἁμαρτάνουσιν ἀπολείπεται συγγνώμη τὸ σιγᾶν καὶ μη δὲν ὑπὲρ τῶν γεγενημένων φθέγγεσθαι· εὐγενὴς ὢν καὶ ἐξ εὐγενῶν καταγόμενος, τι μιώτατε ἄνερ, ἐρωτῶ σε καὶ δῆλόν μοι ποίησον τὴν ἀλήθειαν· Τίνες ὑπάρχουσιν οἱ συνωμόται καὶ συνίστορες καὶ συνήγοροι τῆς βουλῆς ταύτης καὶ οἱ συμβουλεύοντες ἐν τούτῳ; Φράσον μοι τὸ ἀληθὲς καὶ ὀμνύω σοι ἐν τῷ σωτῆρι μου Χριστῷ, ὅτι αὐτοὶ μὲν κολασθῶσι ταῖς τοῦ νόμου ποιναῖς, σὺ δὲ ἐλεύθερος ἔσῃ ἀπὸ παντὸς πειρατηρίου. Ἀπελογήσατο οὖτος· Ἐγὼ εἶπόν σοι καὶ λέγω ὅτι οὔτε ἐνεθυμήθην περὶ τούτου πώ- ποτε, οὔτε ἐν τῇ διανοίᾳ μου ὁ αὐτὸς σκοπὸς ἦλθεν, οὔτε τις μικρὸς ἢ μέγας περὶ τοιαύτης ὑποθέσεως ἀνέφερέ μοι· Εἰς τὸν αἰῶνα μὴ γένοιτο· Μάρτυρα χρῶμαι τὸν 156 Θεὸν καὶ πάντας τοὺς ἀγγέλους τοὺς ἀοράτως παρισταμένους μοι. Εἰ δὲ καὶ οἱ συ κοφαντήσαντές με τοῖς ὠσὶ τοῦ βασιλέως ἐβάρυναν ψεύδει κατ' ἐμοῦ τοῦ δούλου αὐ τοῦ καὶ οὐ πιστεύετέ μοι ἄν, οὐκ ἔχω τί λέγειν ἢ τίς ἔσεταί μοι μάρτυς τῆς ἀληθείας μου· Εἰ μή, ὦ δέσποτα, δέομαί σου, ποίησόν μοι χάριν· βάλον σίδηρον ἐν τῇ φλογὶ τῆς καμίνου καὶ ἔασον αὐτὸν ὑπὲρ μέτρον ἐκκαῆναι καὶ φέρετέ μοι αὐτὸν καὶ πιάσω ταῖς χερσί μου καὶ ἄνθρακας πυρὸς ἐπὶ τὸ στῆθός μου φλέξομαι. Καὶ ἐλπίζω εἰς τὸν Θεὸν τὸν λυτρώσαντα τοὺς τρεῖς παῖδας ἐκ τῆς καμίνου τῆς φλογός, καὶ ὁ ἀλάθητος καὶ ἀκοίμητος ἐκεῖνος ὀφθαλμὸς ὁ ἐρευνῶν καρδίας καὶ νεφρούς, εἰδὼς ὅτι οὔτε ἐνε θυμήθην, οὔτε ἐλογισάμην, περὶ ὦν με ἐπερωτᾷς, εἰ τύχῃ, φυλάξει με ἀβλαβῆ ἐκ τοῦ πυρὸς τοῦ καιομένου. Λέγει δὲ αὐτῷ ὁ ἀρχιεπίσκοπος· Τοῖς Ῥωμαίοις καὶ τοῖς σο φοῖς Ἕλλησιν οὐκ ἔστι νόμος, οὐδὲ ἔθος, ἵνα βασανίζωσι τοὺς ἐξεταζομένους καὶ μάλιστα τοὺς εὐγενεῖς ὡς αὐτός, ἀλλὰ βαρβαρικόν ἐστι τὸ πρᾶγμα καὶ ἄτοπον καὶ ἐθνικὸς ὁ νόμος. Λέγει δὲ αὐτῷ ὁ Κομνηνός· Ἐπεί, δέσποτα ἅγιε, οὐκ ἔστιν ἔθος οὔτε νόμος Ῥωμαίοις, ἃ εἶπόν σοι, καθὼς λέγεις, ἀλλὰ τῶν βαρβάρων καὶ τῶν ἐθνῶν, κἀγὼ τῇ χάριτι τοῦ Χριστοῦ ταπεινὸς Ῥωμαῖος εἶμι, καὶ ἀνακρίνατέ με καὶ ἐξετάσατέ με, εἰ τῇ ὑμετέρᾳ βουλῇ ἀρεστόν ἐστι, κατὰ νόμους Ῥωμαϊκοὺς καὶ ἔθη. Καὶ εἰ μὲν νομίμως αἴτιος εὑρεθῶ καταδίκης, ἴλεως μὴ ἔστω μοι· εἰ δὲ καὶ ἀναίτιος, κατὰ νόμους πάλιν μή μοι τὸ κριτήριον. Οὐχ ὅρα τοὺς λόγους τῶν συκοφαντούντων με ἀδίκως καὶ παραλόγως ἕνεκεν φθόνου καὶ ἔριδος. Ἀκούσας δὲ ταῦτα ὁ ἀρχιεπίσκοπος ἀναφορὰν τοὺς λόγους πάντας τῷ βασιλεῖ πεποίηκε. Καὶ πάλιν ἀντέλεγον, οἳ ἐλέγχειν ἑτέρωθεν προὔτεινον, ἀλλ' οὐκ ἐφάνησαν ἐν ἀληθείᾳ, ἐδόκει, καὶ ὡς ψευδεῖς αἱ διαβολαὶ ἔδειξαν, εἰ καὶ σχεδιάσαντος τοῦ και ροῦ. Καὶ οὕτως ἦν, ὅμως ὁ βασιλεὺς προστάξας, ἵνα ἐνόρκως βεβαιώσῃ, ὅτι αἱ διαβο λαὶ ψευδεῖς εἶναι καὶ οὔποτε ἐβουλήθη ποιῆσαι, ἂ ἐσυκοφαντήθη· ὃ καὶ ἐγένετο. Καὶ κελεύσας ὁ βασιλεὺς ἐλεύθερον εἶναι τοῦτον τοῦ λοιποῦ τῆς καταδίκης καὶ ὑποψίας ἁπάσης καὶ τῆς προτέρας ἀπολαμβάνειν τιμῆς· καὶ τὴν ἡγεμονίαν Νικάεων ἐπέτρεψεν αὐτὸν ἔχειν. Διαβάντι δὲ τῷ βασιλεῖ ἐν τῇ ἕῳ καὶ πρὸς Νίκαιαν διατρίβοντι νόσος ἐνσκήπτει δεινὴ καί, ὡς νεκρὸς ἐπὶ τρεῖς διατελέσας ἡμέρας, εἶτα, ἀνέφερεν, ἔδοξεν, αὖθις καὶ περὶ τὸ Νύμφαιον ἀσθενὴς ἐλθὼν ἐποίει τὰς διατριβάς. Καὶ πάσης ἰατρικῆς ἐπι στήμης γενομένης πρὸς θεραπείαν, ἐξ ἀνθρώπων ἐπεποιήκει γενέσθαι, αὐτοκρατορή σας ἔτη τριάκοντα καὶ τρία· καὶ ὁ υἱὸς αὐτοῦ Θεόδωρος Λάσκαρις ὁ νέος τὴν βασι λείαν διεδέξατο, ὃς κατὰ κλῆρον πατρικὸν διάδοχος ἔμελλεν εἶναι. Μετὰ δὲ τὸν θάνατον τοῦ ῥηθέντος Ἰωάννου βασιλέως, ὁ Μιχαὴλ ὁ Κομνηνός. ποιήσας τινὰ καιρὸν ἐν τῇ Βιθυνίᾳ, εἶτα φυγὼν ἀναχωρήσας διέβη ἐν τῷ Ἰκονίῳ πρὸς τὸν σουλτάνον. Ἡ δὲ αἰτία τῆς φυγῆς αὐτοῦ ἦν, ὅτι ἑώρα οὐκ ὀλίγους καθ' ἑκάστην ἡμέραν πάλιν ἐκ δευτέρου πολλὰς μηχανὰς πολυτρόπως συρράπτειν περὶ αὐτοῦ πρὸς 158 τὸν νέον βασιλέα ἕνεκεν φθόνου καὶ ψιθυρισμοὺς πολλοὺς καὶ λόγους φθόνου μεστοὺς λάθρα τὴν ἀκοὴν αὐτοῦ περικλύζοντας, καὶ πάντοτε κολάσεις μελετουμένας ἐμάνθα νεν, ἐφ' ἡσυχίας μένειν ὅλως οὐκ ἐδύνατο· ἀλλὰ μεστὸς λογισμῶν ὑπάρχων, φοβού μενος γὰρ καὶ ἐδεδίει τὸ ὀξύῤῥοπον καὶ ἀπότομον καὶ ἀπηνὲς τοῦ αὐτοκράτορος καὶ οὐδὲν ἥμερον οὐδὲ συμπαθὲς ἐνενόει γενησόμενον. Ἐπεὶ καὶ μεγάλας συκοφαντίας καὶ μηχανὰς εἰς τέλος κορυφωθείσας μακρὸν οἱ ἀντικείμενοι, ἤτοι οἱ ἀντίδικοι αὐ τοῦ, ἐποίησαν καὶ τὰς τοῦ νέου ἄνακτος ἐνέπλησαν ἀκοάς, διὰ τοῦτο πρὸ τοῦ παθεῖν τῇ σωτηρίᾳ ἐχρήσατο. Ἀπελθόντος δὲ αὐτοῦ ἐν τῷ Ἰκονίῳ εὗρε τὸν σουλτάνον σπου- δῇ τὰς ἑαυτοῦ ἀθροίζοντα δυνάμεις, ἵνα ἐξέλθῃ κατὰ τῶν μαχομένων αὐτῷ Σκυθῶν. Ἐδέξατο οὖν αὐτὸν ὁ σουλτάνος μετὰ χαρᾶς μεγάλης, καὶ καταλέξας στρατὸν ἐκ τῶν Χριστιανῶν, ἦσαν γὰρ ὑπ' αὐτῷ πάλαι δεδουλωμένοι τινὲς Ῥωμαῖοι, καὶ ὑπὸ στρα- τηγὸν τὸν Παλαιολόγον ἔταξεν αὐτούς, καὶ ῥωμαϊκὴν καὶ ξένην στολὴν κελεύσας ἴνα φορέσωσιν, ὅπως καταπλήξῃ τοὺς ἐναντίους, ὡς καὶ ἐγένετο. Ἰδόντες γὰρ οἱ Σκύθες· ἐξαίφνης στρατὸν ἐπαγόμενον, ὃν οὐκ ἤλπιζον, φεύγοντες ᾤχοντο. Καὶ οὕτως τὰ ἐν τῷ Ἰκονίῳ γεγόνασιν. Οἱ δὲ Νικαεῖς γράφουσι τῷ βασιλεῖ, ἔνθα ἦν, περὶ τῆς φυγῆς τοῦ Παλαιολόγου καὶ ὡς ἤκουσεν ὁ βασιλεύς, περίλυπος ἐγεγόνει καὶ εἰς ταραχὴν λογισμῶν οὐκ ὀλί γην ἐνέπεσε. Καὶ ὀλίγος παρελθὼν καιρός, γράφει πρὸς τὸν Παλαιολόγον, ἀνακα λούμενος αὐτὸν καὶ πολλὴν ὑπισχνούμενος τὴν στοργήν, καὶ ἔνορκον ἔχοντα ἀσφά λειαν ἣν διελάμβανον. Καὶ οὕτως πάλιν τὸν Κομνηνὸν ἡ Ῥωμαίων γῆ ἔλαβεν. Ὁμοίως πρῶτον καὶ αὐτὸς μετὰ ὅρκων φρικτῶν καὶ μᾶλλον εἰπεῖν φρικωδεστάτων δέδωκε τὴν ἀσφάλειαν πρὸς τὸν ἀνάκτορα, ὥστε ἐμμένειν ἀεὶ πιστὸς καὶ ὑποτεταγμένος καὶ μὴ ζητεῖν ἢ θέλειν βασιλεῦσαί ποτε, ἀλλὰ ἔχειν τὴν εὔνοιαν καὶ τὴν στοργὴν πρὸς τὸν βασιλέα καὶ τὸν υἱὸν αὐτοῦ Ἰωάννην καὶ τοὺς ἑτέρους διαδόχους τῆς βασιλείας. Καὶ ἐπὶ τοῦτο πάλιν ὁ βασιλεὺς μέγαν κοντόσταβλον ἐτίμησε, καθὼς αὐτὸς εἶχε καὶ πρό τερον. Ἐν τούτῳ γὰρ ἀσχολούμενος ὁ βασιλεύς, ἀσθενείᾳ περιπεσὼν βαρυτάτῃ, ἐξ ἀν θρώπων ἐγεγόνει. Καὶ πρὶν τῆς τελευτῆς αὐτοῦ, μοναχὸς γενόμενος, καταλιπὼν ἐπί τροπον τῶν βασιλικῶν πραγμάτων Ἀρσένιον τὸν πατριάρχην καὶ Γεώργιον τὸν Μου ζάλωνα, πρωτοβεστιάριον ὄντα, μέχρις ὁ υἱὸς αὐτοῦ Ἰωάννης φθάσῃ εἰς τὴν ἀνήκου σαν ἡλικίαν, ἦν γὰρ τῇ ἡλικίᾳ ἕκτου ἕτους ὁ παῖς. Καὶ ἐν τούτοις ὁ πατριάρχης τὴν σύγκλητον πᾶσαν συνάξας καὶ δημηγορήσας, καὶ πάντες ὅρκους ἐποίησαν φρικτούς· ἵνα φυλάσσωσι τὴν πρέπουσαν εὔνοιαν καὶ πίστιν πρὸς τὸν τοῦ βασιλέως υἱὸν καὶ ὑποταγὴν εἰς τὸν Μουζάλωνα, ὡς ἐπίτροπον αὐτοῦ. Ὀλίγαι οὖν παρελθοῦσαι ἡμέραι, καί τινες τῶν ἐν ἀξιώματι καὶ λαμπρότητι ταχέως ἐνεωτέρισαν, φθονήσαντες τὸν Μου ζάλωνα. Ἔννατος ἡμέρα ἦν μετὰ τὴν θανὴν τοῦ βασιλέως καὶ ἅπασαι τῶν ἐνδόξων συνήχθησαν γυναῖκες ἐπὶ τὴν μονὴν τῶν Σωσάνδρων, ὁποῦ τέθαπται ὁ βασιλεύς, ἵνα 160 ποιήσωσι τὸ νενομισμένον πένθος καὶ τὰ μνημόσυνα, παρόντες δὲ οἱ ἄρχοντες καὶ ἀρχόμενοι. Καὶ ἔτι τῆς ἱερᾶς τελουμένης λειτουργίας, τὰ ξίφη γυμνώσαντες ἐν τῷ ναῷ, καὶ ἐν τῇ θείᾳ καὶ ἱερᾷ τραπέζῃ φυγὼν ὁ Μουζάλωνας καὶ ἐκεῖ αὐτὸν ἔσφαξαν ἀπη νῶς. Καὶ οὕτως αἱ γυναῖκες καὶ ὁ λοιπὸς λαὸς τὸ πένθος εἴασαν καὶ ἔφυγον· καὶ πο λὺς θροῦς καὶ θόρυβος ἐγένετο. Φεῦ τῶν χθὲς καὶ πρότριτα τελεσθέντων φρικτῶν ὅρ κων εἰς ἐκείνους καὶ παλαμναιοτάταις ἀραῖς· καὶ σήμερον ἀντ' οὐδενὸς ἐλογίσθησαν. Ὢ τῆς εὐσπλαγχνίας σου, Χριστὲ βασιλεῦ, καὶ τῆς μακροθυμίας σου! Ὁ δὲ πατριάρχης μόνος ἐναπολειφθεὶς καὶ οὐ τοσοῦτον ἔμπειρος ὢν περὶ τοι αύτης διοικήσεως εἰς λογισμοὺς καὶ φροντίδας μεγάλας ἐνέπεσε· φανταζόμενος τὸν κίνδυνον τοῦ παιδὸς καὶ τῶν ὅλων πραγμάτων, θλιβόμενος καὶ στενοχωρούμενος ὑ πῆρχε καὶ κατὰ νοῦν ἐθορυβεῖτο, τίς ἂν εἴη ἐκ τῆς συγκλήτου ὁ δυνάμενος τοσού τους καὶ τοιούτους κλύδωνας καὶ θαλάσσας κυβερνῆσαι καὶ τὰς νῆας καὶ τοὺς πλέον τας οὐ βλάψαι ἢ καταποντίσαι. Ἐφάνη αὐτῷ περὶ τοῦ εἰρημένου Κομνηνοῦ Μιχαήλ, ἵνα διὰ συνδρομῆς αὐτοῦ τῷ πατριάρχῃ βοηθήσῃ. Ἦν δὲ ὁ ἀνὴρ τοῖς πᾶσιν ἐπίσημος καὶ περίβλεπτος, καὶ ἡ φήμη αὐτοῦ τὰς τῶν ἁπάντων ἀκοὰς ἐνηχίζουσα, φιλούμενος ὑπὸ πολλῶν, ὡς εἴρηται· ὁμοίως καὶ ὁ πατριάρχης τῶν ἐκεῖνον ἀγαπώντων οὐ μακρὰν διέκειτο, ἀλλὰ κρεῖττον καὶ πλέον τῶν ἄλλων καὶ αὐτὸς ἐφίλει τὸν τοιοῦτον. Καίτοι γε καὶ τὰς κλεῖς τῶν βασιλικῶν θησαυρῶν αὐτῷ μόνῳ ἐνεμπίστευε· καὶ οἵῳ δὴ καιρῷ χρημάτων τὰ στρατιωτικὰ ἐδέοντο πράγματα καὶ ἡ τῶν κοινῶν χρεία, αὐτῷ ἀπῄτουν· ὃ εἰς τὰ μελετούμενά ποτε καιρῷ περὶ αὐτοῦ ἀνυσιμώτατον, καὶ τοῖς θρυλλουμένοις ἐκ πολλοῦ πέρας ὀξύτατον. Λαβόμενος γὰρ ἀδείας εἰς τὸ τοσαῦτα μεταχειρίζεσθαι χρήματα, καὶ πάντας τοὺς ἐν γένει καὶ τῶν στρατιωτῶν οὐκ ὀλίγους ἐνέπλησεν, ἀλ λὰ καὶ τῶν ὅσων τὴν γλῶσσαν ῥαδίαν εἶχον, δημαγωγεῖν τὸν ὄχλον ἐδύνατο. Ἦν δὲ καὶ αὐτὸς ὁ Κομνηνὸς ἱκανὸς ἐν γνώσει τε καὶ πράξει, καὶ ἐν τῷ λέγειν ἐπιτηδειό τατος καὶ ἔμπειρος πραγμάτων παντοίων καὶ βασιλείας καὶ λαῶν διοικήσεως. Τί χρὴ λέγειν; οἱ πάντες αὐτὸν ἐψηφίσαντο, οὕτω καὶ ὁ πατριάρχης αὐτὸν ἐβεβαίωσε καὶ σύμψηφον ἐποιεῖτο, ἕως οὗ ὁ τοῦ βασιλέως υἱὸς φθάσῃ ἐν ἡλικίᾳ τῇ προσηκούσῃ καὶ ἦν ἐπὶ τῶν κοινῶν πραγμάτων πάσαν ἐξουσίαν διεζωσμένος ὁ Παλαιολόγος ὁ Μι χαήλ. Καὶ αὐτὴ ἡ αἰτία γίνεται πρώτη πρὸς τὸν Μιχαὴλ τῆς εἰς βασιλείαν ἀναγωγῆς καὶ καταστάσεως. Μετὰ δέ τινας ἡμέρας, πάλιν ἑτέρας μηχανὰς ῥάπτουσιν οἱ σπου δάζοντες ἀναβιβάσαι αὐτὸν εἰς τὴν τῆς βασιλείας περιωπήν. Βουλὴν καινὴν ἀναμέσον αὐτῶν ποιήσαντες ἔλεγον ἔν τε πλατείαις καὶ ῥύμαις. Οὔκ ἔστι πρέπον οὐδὲ δίκαιον τὸν τὰ κοινὰ διοικοῦντα πράγματα καὶ πρέσβεις πολλῶν ἐθνῶν ἀναδεχόμενον μὴ ἔ χειν καί τι ἀξίωμα μέγα ἐγγὺς τῆς βασιλείας, ἵνα πρῶτον ἔσηται φήμη καὶ μεγαλοπρέ πεια τῷ γένει τῷν Ῥωμαίων καὶ βεβαίωσις τῶν γινομένων καταστάσεων τοῖς ἔθνεσι. Δι' ἣν αἰτίαν καὶ ὑποκεκρυμένην ἔννοιαν καὶ τὸ δεσποτικὸν ἀξίωμα δέχεται γνώμῃ 162 τοῦ λαοῦ καὶ τοῦ πατριάρχου καὶ τοῦ δυστυχοῦς κληρονόμου τῆς βασιλείας. Ἐν ἐκεί νοις δὲ τοῖς καιροῖς τὰ βασίλεια καὶ ὁ πατριάρχης ἐν Νικαίᾳ τῆς Βιθυνίας ὑπῆρχε διὰ τὸ κρατεῖσθαι τὴν τῶν πόλεων βασιλεύουσαν ὑπὸ τῶν Ἰταλῶν. II. Καιροῦ δὲ παρελθόντος πάνυ ὀλίγου καὶ οἱ τὰ παντοῖα κακὰ συῤῥάπτοντες καί τινες τῶν ἐν δόξῃ καὶ γένους καὶ λαμπρότητος ὑπερέχοντες καθίσαντες αὐτὸν ἐπὶ ἀσπίδος βασιλέα αὐτὸν ἀναγορεύουσιν. Ἀκούσας δὲ ὁ πατριάρχης Ἀρσένιος τὴν τοι- αύτην παράνομον ἀναγόρευσιν ξίφος ὡς εἰπεῖν χαλεπὸν ἐδέξατο κατὰ τῆς καρδίας καὶ ἐν ἀφορισμῷ φρικώδει καθυπέβαλε τοὺς ἀναγορεύσαντας καὶ τὸν ἀνηγορευμένον ὡς ἐπιόρκους καὶ παρανόμους καὶ ἐπιβάτας καὶ δυνάστας. Ἔπειτα βουλευσάμενος ἐν τῇ διανοίᾳ καὶ μετά τινων τῆς συγκλήτου ἱερωμένων καὶ λαϊκῶν καὶ βέλτιον ἡγήσατο ὅρκοις ἀσφαλίσασθαι φρικωδεστάτοις τὴν τοῦ παιδὸς ζωήν, μὴ χεῖρα ἐπιβάλῃ ἐπι βουλῆς, μήτε παρευδοκίμησιν τῆς βασιλείας αὐτοῦ ἢ ὑστέρησίν τινα ἐνθυμηθῇ· καὶ οὕτως ἐγεγόνει. Καὶ Μιχαὴλ τὸν Κομνηνὸν οἰκείαις χερσὶν ὁ πατριάρχης διαδήματι ἔστεψε τῷ βασιλικῷ καὶ οὐ τὴν αὐτοκρατορικὴν διηνεκῶς χαρίζεται, ἀλλὰ διὰ τὰ συμ βάντα τοῦ καιροῦ καὶ τῶν πραγμάτων ἠναγκάζοντο· καὶ διοικητὴν αὐτὸν ποιεῖ μετὰ ἐξουσίας βασιλικῆς, μέχρις ὁ τῆς βασιλείας κληρονόμος ὁ γνήσιος καὶ διάδοχος φθά σῃ ἐν τῷ προσήκοντι καιρῷ. Τότε δὲ παρεχώρησε τῶν αὐτοκρατορικῶν θρόνων καὶ τῶν ἑτέρων ἁπάντων βασιλικῶν συμβόλων. Καὶ ἀναμέσον τούτων πάλιν αὖθις ὅρκοι φρικωδέστατοι τῶν προτέρων ἐτελοῦντο. Ἀναζωσάμενος δὲ τὴν ὅλην βασιλείαν καὶ πολέμου μεγάλου συμβεβηκότος ἀνὰ τῶν Ῥωμαίων καὶ τοῦ τῆς Αἰτωλίας καὶ τῆς Ἠπείρου κρατοῦντος Μιχαὴλ τοῦ δε- σπότου ἔχοντος καὶ συμμάχους τοὺς δύο γαμβροὺς αὐτοῦ, τὸν τῆς Σικελίας ῥῆγα Μαφ φρὲ καὶ τὸν τῆς Πελοποννήσου καὶ Ἀχαΐας πρίγκιπα, καὶ κατὰ κράτος νικήσαντες αὐτὸν οἱ Ῥωμαῖοι, καὶ πολλοὺς ᾐχμαλώτισαν· ἐν οἷς ἦν εἶς τῶν αἰχμαλώτων ὁ τῆς Πελοποννήσου καὶ Ἀχαΐας πρίγκιψ. Καὶ εἰς ὤνησιν τῆς ἐλευθερίας αὐτοῦ ὁ πρίγκιψ ἐδωρήσατο χώρας τρεῖς τῆς Πελοποννήσου τὰς ἰσχυροτέρας τῷ βασιλεῖ Ῥωμαίων τήν τε Μονεμβασίαν, τὰ Λεῦκτρα Μαΐνης, τὰ καὶ Νετάριά ποτε καλούμενα καὶ τὴν τῆς Λακονικῆς Σπάρτην. Καὶ οὕτως πάλιν οἱ Ῥωμαῖοι ἐν τοῖς τῆς Πελοποννήσου χεῖρα ἐπέ βαλον· καὶ ἐξ αὐτῶν τῶν τριῶν καὶ ἅπασα ἡ λοιπὴ νῆσος Ῥωμαίοις ἐγεγόνει, ὡς καὶ τὸ πρότερον, πλὴν ὀλίγων φρουρίων καὶ χώρων ἡ ἀριστοκρατία τῶν Ἑνετῶν ἐγκρα τὴς ἐγένετο. Καὶ πάλιν ἑτέρα νίκη περιφανὴς καὶ μεγάλη καὶ ἀξία μνήμης αἰωνίου ἐν τῷ κόσμῳ κατ' ἐκείνους τοὺς καιροὺς ἐγένετο. Τὸν γὰρ καίσαρα Ἀλέξιον τὸν ἐπίκλην Στρατηγόπουλον, ὃς καὶ τὰ ῥηθέντα νικητήρια Ῥωμαίοις ἐποίησε κατὰ τοῦ τῆς Αἰτωλίας καὶ Ἠπείρου δεσπόζοντος, στείλας πάλιν ἐκ δευτέρου ὁ βασιλεὺς κατὰ τῶν γαμβρῶν αὐτοῦ, δοὺς αὐτῷ τινας τῶν Βιθυνίων, μέρος ὡσεί ὀκτακοσίους ἱππότας καὶ ἑτέρους στρατιώτας ὀλίγους Θρᾷκας καὶ Μακεδόνας, ὁ δὲ καῖσαρ θέλων περάσαι

Intertext edge

Open linked passage

Note