Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 10 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Ὡς δὲ ὁ ἀμηρᾶς τὴν κεκλασμένην ἐλέβολιν ὑγιῆ καὶ σώαν ἐποίησεν, ἡμέ ρας τε καὶ νυκτὸς μετὰ βίας τοῖς τείχεσιν ἔτυπτε· καὶ θόρυβον πολὺν ἐν ἡμῖν ἐποίουν μετὰ πάσης μηχανῆς πολεμικῆς, ἀκροβολισμοὺς καὶ συῤῥάξεις καὶ συμπλοκὰς ἰσχυ ρότατας καὶ ἦν πολυειδὲς τὸ κακόν. Οἱ δὲ ἡμέτεροι καθ' ἑκάστην ἡμέραν τὰς μηχα νὰς τὰς πολεμικὰς μανθάνοντες καὶ τὰς τῶν ἐναντίων θεωροῦντες, πᾶσαν δειλίαν καὶ φόβον ἐάσαντες, καὶ μηχανὰς καὶ τέχνας καινὰς εὕρισκον καὶ τοὺς ἀντιδίκους οὐκ ὀλίγον ἔβλαπτον. Αἱ δὲ τέχναι μερικαὶ οὐκ εἰς μάκρος ἑστήκεισαν διὰ τὸ μὴ ἔχειν ἡμᾶς τελείως ἄνεσιν καὶ τὰ τῆς μάχης καὶ τοῦ ἀποκλεισμοῦ ἐπιτήδεια. 11. Χαλάσαντες δὲ ἔν τισι τόποις τὰ τείχη μετὰ τῶν ἐλεβόλεων καὶ πετρο βόλων μηχανημάτων, ἠθέλησαν πλῆσαι τοὺς τάφρους, ἵνα ῥᾴδιον ποιήσωσι τὴν εἴσο δον καὶ διὰ τῶν χαλασμάτων εἰσέλθωσιν. Ἀκροβολισμοὺς ἐν πρώτοις ἐποίησαν καὶ 388 συῤῥάξεις· μέσον δι' ἐκείνων ἕτερα χώματα ἐν τοῖς τάφροις ἔῤῥιπτον καὶ κλάδους δένδρων καὶ ἑτέρας ὕλας, τινὲς δὲ ἐκ τῆς βίας καὶ τὰς σκηνὰς αὐτῶν. Καὶ ἦν ἰδεῖν θέαμα, ὅτι πολλοὶ ἐξ αὐτῶν ἔκ τε τοῦ πλήθους καὶ τῆς στενοχωρίας καὶ βίας, ἣν εἶ ἔπιπτον ἐν τοῖς τάφροις. Καὶ οἱ ἐρχόμενοι ὄπισθεν, ἀνηλεῶς ῥίπτοντες τὰ ξύλα καὶ χώματα, αὐτοὺς οἰκτρῶς ἐσκέπαζον καὶ ἐν τῷ ᾅδῃ ζῶντας παρέπεμπον· ἕτεροι δὲ καὶ μετὰ προαιρέσεως οἱ πλέον ἰσχυροὶ καὶ δυνάμενοι ἐκ τῆς ὁρμῆς καὶ σπουδῆς τοὺς ἀσθενεστέρους ἀντὶ κλάδων καὶ χώματος ἔῤῥιπτον ἀπηνῶς. Ἀλλὰ καὶ ταῦτα ποιοῦν τες οὐκ ἐδύναντο φεύγειν ἀβλαβεῖς· ἔκ τε τῶν ἐλεβολικῶν καὶ τζαγκρατόρων καὶ ἐκ τῶν τειχῶν βαρέων λίθων ἀποσφενδονούμενοι οἱ ἐναντίοι αἰσχρῶς ἔπιπτον καὶ πολλὰ κατεπλήττοντο. Καὶ ἐκ τῶν ἡμετέρων τινὲς ἀβλαβεῖς οὐκ ἐνέμενον· σύροντες δὲ καὶ τὰς ἐλεβόλεις αὐτῶν ἕως ἐκ γῆς τῶν τάφρων, καὶ ἡ μάχη καὶ ὁ πόλεμος καὶ ἡ συμ πλοκὴ φικαλέα ἐγένετο. Καὶ εἰς αὐτὰ οὐκ ἀγενεῖς ἦσαν καὶ τὰ ἡμέτερα· καὶ θαυμα στὸν ἦν, χωρὶς ἐμπειρίας πολέμου ὄντες, τὴν νίκην εἶχον διὰ τὸ μεγαλοψύχως, καὶ γενναίως ἐντυχόντες ἐποιήσαντο ὑπὲρ δύναμιν. Καὶ τοὺς τάφρους ἐνεγέμιζον δι' ὅλης τῆς ἡμέρας, ἡμεῖς δὲ δι' ὅλης τῆς νυκτὸς τὰς ὕλας καὶ τὸ χῶμα καὶ τὰ ξύλα ἔσωθεν ἑλκύζοντες, ὥστε αἱ ὀρύξεις τῶν τάφρων ἐναπέμειναν, ὡς καὶ ἦν τὸ πρότερον. Τοὺς δὲ χαλασθέντας πύργους, χοῦν μετὰ σπυρίδων βαστάζοντες καὶ ἀγγείων ξυλίνων οἴνου καὶ ἑτέροις ξύλοις, αὖθις ἀνεκαινίζομεν.
10.2
Τοὺς δὲ τοῦ Γαλατᾶ ἐφιλίωσε· καὶ αὐτοὶ χαίροντες οὐκ εἶδον καὶ αὐτοὶ οἱ ταλαίπωροι τὸν τοῦ γεωργοῦ παιδὸς μῦθον, τοῦ ἑψήνοντος τοὺς κοχλίους καὶ εἰπόν τος ὦ ἀνόητα ζῶα καὶ τὰ ἑξῆς. 11. Λοιπόν, ἀδελφοί, ἐπεὶ ἡμᾶς πολιορκεῖ καὶ ἀπέκλεισε, καὶ καθ' ἑκάστην τὸ ἀχανὲς αὑτοῦ στόμα χάσκων καὶ εὐκαιρίαν αἰτεῖ, πῶς καταπίῃ ἡμᾶς καὶ τὴν πόλιν ταύτην, ἣν ἀνήγειρεν ὁ τρισμακάριστος καὶ μέγας Κωνσταντῖνος ὁ βασιλεὺς ἐκεῖνος καὶ τῇ πανάγνῳ τε καὶ ὑπεράγνῳ δεσποίνῃ ἡμῶν Θεοτόκῳ καὶ ἀειπαρθένῳ Μαρίᾳ ἀφιέ ρωσε καὶ ἐχαρίσατο τοῦ κυρίαν εἶναι καὶ βοηθὸν καὶ σκέπην τῇ ἡμετέρᾳ πατρίδι καὶ καταφύγιον τῶν Χριστιανῶν, ἐλπίδα καὶ χαρὰν πάντων Ἑλλήνων, τὸ καύχημα τῶν ὑπὸ τὴν ἡλίου ἀνατολὴν ὄντων πάντων. Καὶ οὗτος ὁ ἀσεβέστατος τήν ποτε περιφανῆ καὶ ὀμφακίζουσαν ὡς ῥόδον τοῦ ἀγροῦ βούλετας ἀφανῆ ποιήσαι, τὴν δουλώσασαν σχεδόν, δυνάμαι εἰπεῖν, πᾶσαν τὴν ὑφ' ἥλιον καὶ ὑποτάξασαν ὑπὸ τοὺς πόδας αὑτῆς Πόντον καὶ Ἀρμενίαν, Περσίαν καὶ Παμφλαγονίαν, Ἀμαζόνας καὶ Καππαδοκίαν, Γα 420 λατίαν καὶ Μηδίαν, Κολχοὺς Ἴβηρας, Βοσποριανοὺς καὶ Ἀλβάνους, Σιρίαν καὶ Κιλικίαν καὶ Μεσοποταμίαν, Φοινίκην καὶ Παλαιστίνην, Ἀραβίαν τε καὶ Ἰουδαίαν, Βακ- τριανοὺς καὶ Σκύθας, Μακεδονίαν καὶ Θετταλίαν, Ἐλλάδα, Βοιωτίαν, Λοκροὺς καὶ Αἰτωλούς, Ἀκαρνανίαν, Ἀχαίαν καὶ Πελοπόννησον, Ἤπειρον καὶ τὸ Ἰλλυρικό Λυχνίτας καὶ τὸ Ἀνδριατικόν, Ἰταλίαν, Τουσκίνους Κελτοὺς καὶ Κελτογαλάτας, Ἰβρίαν τε καὶ ἕως τῶν Γαδείρων, Λιβύαν καὶ Μαυρητανίαν καὶ Μαυρουσίαν, Αἰθιοπίαν, Βελέδας Σκούδην, Νουμιδίαν καὶ Ἀφρικὴν καὶ Αἴγυπτον, αὐτὸς τὰ νῦν βούλεται ταύ- την δουλῶσαι αὑτῷ τὴν κυριεύουσαν τῶν πόλεων καὶ ζυγῷ ὑποβαλεῖν καὶ δουλείᾳ καὶ τὰς ἁγίας ἐκκλησίας ἡμῶν, ἔνθα ἐπροσκυνεῖτο ἡ ἁγία τριὰς καὶ ἐδοξολογεῖτο τὸ ἅγιον πνεῦμα καὶ ὅπου ἄγγελοι ἠκούοντο ὑμνεῖν τὸ θεῖον καὶ τὴν ἔνσαρκον τοῦ Θεοῦ λό γου οἰκονομίαν, βούλεται ποιῆσαι προσκύνημα τῆς αὑτοῦ βλασφημίας καὶ τοῦ φλη νάφου αὐτοῦ ψευδοπροφήτου Μωάμεθ καὶ κατοικητήριον ἀλόγων καὶ καμήλων. Λοι πόν, ἀδελφοὶ καὶ συστρατιῶται, κατὰ νοῦν ἐνθυμήθητε, ἵνα τὸ μνημόσυνον ἡμῶν καὶ ἡ μνήμη καὶ φήμη καὶ ἡ ἐλευθερία αἰωνίως γενήσηται. 12. Καὶ στραφεὶς πρὸς τοὺς Ἑνετοὺς ἐν τοῖς δεξιοῖς μέρεσιν ἱσταμένους ἔφη· Ἑνετοὶ εὐγενεῖς, ἀδελφοὶ ἠγαπημένοι ἐν Χριστῷ τῷ Θεῷ, ἄνδρες ἰσχυροὶ καὶ στρα τιῶται δυνατοὶ καὶ ἐν πολέμοις δοκιμώτατοι, οἱ διὰ τῶν ἐστιλβωμένων ὑμῶν ῥομφαίων καὶ χάριτος πολλάκις πλῆθος τῶν Ἀγαρηνῶν ἐθανατώσατε, καὶ τὸ αἷμα αὐτῶν ποτα μοειδῶς ἐκ τῶν χειρῶν ὑμῶν ἔῤῥευσε, τῇ σήμερον παρακαλῶ ὑμᾶς, ἵνα τὴν πόλιν ταύ την τὴν εὑρισκομένην ἐπὶ τοσαύτῃ συμφορᾷ τοῦ πολέμου ὁλοψύχως καὶ ἐκ μέσου ψυ χῆς γένητε ὑπερασπισταί. Οἴδατε γὰρ καλῶς καὶ δευτέραν πατρίδα καὶ μητέρα αὐτὴν ἀεννάως εἴχετε· διὸ καὶ ἐκ δευτέρου πάλιν λέγω καὶ παρακαλῶ, ἵνα ἐν αὐτῇ τῇ ὥρᾳ, ὡς φιλόπιστοί τε καὶ ὁμόπιστοι καὶ ἀδελφοὶ ποιήσατε. 13. Εἶτα στραφεὶς ἐν τοῖς ἀριστεροῖς μέρεσι λέγει τοῖς Λιγουρίταις· Ὦ Λι γουρῖται, ἐντιμώτατοι ἀδελφοί, ἄνδρες πολεμισταὶ καὶ μεγαλοκάρδιοι καὶ φημιστοί, καλῶς οἴδατε καὶ γινώσκετε, ὅτι ἡ δυστυχὴς αὕτη πόλις πάντοτε οὐκ ἐμοὶ μόνον ὑ πῆρχεν, ἀλλὰ καὶ ὑμῖν διὰ πολλά τινα αἴτια. Ὑμεῖς μὲν πολλάκις μετὰ προθυμίας αὐτῇ ἐβοηθήσατε καὶ συνδρομῇ ὑμετέρᾳ ἐλυτρώσατε ἀπὸ τῶν Ἀγαρηνῶν τῶν αὐτῆς ἐναντίων. Τὰ νῦν πάλιν ὁ καιρός ἐστιν ἐπιτήδειος, ἵνα δείξητε εἰς βοήθειαν αὐτῆς τὴν ἐν Χριστῷ ἀγάπην καὶ ἀνδρίαν καὶ γενναιότητα ὑμῶν. 14. Καὶ πληθυντικῶς στραφεὶς εἰς πάντας εἶπεν· Οὐκ ἔχω καιρὸν εἰπεῖν ὑμῖν, μόνον τὸ τεταπεινωμένον ἡμέτερον σκῆπτρον εἰς τὰς ὑμῶν χεῖρας ἀνατίθημι, ἵνα αὐτὸ μετ' εὐνοίας φυλάξητε. Παρακαλῶ δὲ καὶ τοῦτο καὶ δέομαι τῆς ἡμετέρας ἀγάπης, ἵνα τὴν πρέπουσαν τιμὴν καὶ ὑποταγὴν δώσητε τοῖς ὑμετέροις στρατηγοῖς καὶ δημάρχοις καὶ ἑκατοντάρχοις, ἕκαστος κατὰ τὴν τάξιν αὑτοῦ καὶ τάγμα καὶ ὑπηρεσίαν. Γνωρί σατε δὴ τοῦτο· καὶ ἐὰν ἐκ καρδίας φυλάξητε τὰ ὅσα ἐνετειλάμην ὑμῖν, ἐλπίζω εἰς Θεόν, 422 ὡς λυτρωθείημεν ἡμεῖς τῆς ἐνεστώσης αὐτοῦ δικαίας ἀπειλῆς. Δεύτερον δὲ καὶ ὁ στέ φανος ὁ ἀδαμάντινος ἐν οὐρανοῖς ἐναπόκειται ὑμῖν καὶ μνήμη αἰώνιος καὶ ἄξιος ἐν τῷ κόσμῳ ἔσεται. 15. Καὶ ταῦτα εἰπὼν καὶ τὴν δημηγορίαν τελέσας καὶ μετὰ δακρύων καὶ στεναγ μῶν τὸν Θεὸν εὐχαριστήσας, οἱ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀπεκρίναντο μετὰ κλαυ θμοῦ λέγοντες· Ἀποθάνωμεν ὑπὲρ τῆς Χριστοῦ πίστεως καὶ τῆς πατρίδος ἡμῶν. Ἀ- κούσας δὲ ὁ βασιλεὺς καὶ πλεῖστα εὐχαρίστησας, πλείστας δωρεῶν ἐπαγγελίας αὐτοῖς ἀπαγγείλατο. Εἶτα πάλιν λέγει· Λοιπόν, ἀδελφοὶ καὶ συστρατιῶται, ἕτοιμοι ἔστε τῷ πρωΐ. Χάριτι καὶ ἀρετῇ τῇ παρὰ τοῦ Θεοῦ ὑμῖν δωρηθείσῃ, καὶ συνεργούσης τῆς ἁγίας τριάδος, ἐν ᾗ τὴν ἐλπίδα πᾶσαν ἀνεθέμεθα, ποιήσωμεν τοὺς ἐναντίους μετὰ αἰσχύνης ἐκ τῶν ἐντεῦθεν κακῶς ἀναχωρῆσαι. IX. Ἀκούσαντες δὲ οἱ δυστυχεῖς Ῥωμαῖοι καρδίαν ὡς λέοντες ἐποίησαν καὶ ἀλ- λήλως συγχωρηθέντες ᾔτουν εἷς τοῦ ἑτέρου καταλλαγῆναι καὶ μετὰ κλαυθμοῦ ἐνηγκα λίζοντο, μήτε φιλτάτων μνημονεύοντες οὔτε γυναικῶν ἢ πλούτου φροντίζοντες, εἰ μὴ μόνον τοῦ ἀποθανεῖν, ἵνα τὴν πατρίδα φυλάξωσι. Καὶ ἕκαστος ἐν τῷ διατεταγμένῳ τόπῳ ἐπανέστρεψε καὶ ἀσφαλῶς ἐποίουν ἐν τοῖς τείχεσι τὴν φυλακήν. Ὁ δὲ βασι λεὺς ἐν τῷ πανσέπτῳ ναῷ τῆς τοῦ Θεοῦ λόγου σοφίας ἐλθὼν καὶ προσευξάμενος μετὰ κλαυθμοῦ τὰ ἄχραντα καὶ θεῖα μυστήρια μετέλαβεν. Ὁμοίως καὶ ἕτεροι πολλοὶ τῇ αὐτῇ νυκτὶ ἐποίησαν. Εἶτα ἐλθὼν εἰς τὰ ἀνάκτορα, ὀλίγον σταθεὶς καὶ ἐκ πάντων συγχώρησιν αἰτήσας, ἐν τῇδε τῇ ὥρᾳ, τίς διηγήσεται τοὺς τότε κλαυθμοὺς καὶ θρή νους τοὺς ἐν τῷ παλατίῳ; Ἐὰν ἀπὸ ξύλου ἄνθρωπος ἢ ἐκ πέτρας ἦν, οὐκ ἐδύνατο μὴ θρηνῆσαι. 2. Καὶ ἀναβὰς ἐφ' ἵππου ἐξήλθομεν τῶν ἀνακτόρων περιερχόμενοι τὰ τείχη, ἵνα τοὺς φύλακας διεγείρωμεν πρὸς τὸ φυλάττειν ἀγρύπνως. Ἦσαν δὲ πάντες ἐπὶ τοῖς τείχεσι καὶ πύργοις τῇ νυκτὶ ἐκείνῃ· καὶ πύλαι πᾶσαι ἦσαν κεκλει σμέναι ἀσφαλεστάτως, δι' ὧν δυνατὸν ἦν ἐξελθεῖν τινα ἢ εἰσελθεῖν. Ὡς δὲ ἤλθο μεν ἐν τοῖς Καλιγαρίοις ὥρᾳ πρώτῃ τῆς ἀλεκτροφωνίας καὶ κατιόντες τῶν ἵπ πων ἀνήλθομεν εἰς τὸν πύργον καὶ ἠκούσαμεν συχνῶς ὁμιλεῖν καὶ θόρυβον μέγαν ποιεῖν ἔξωθεν ἐπιτήδειον, καὶ εἶπον ἡμῖν οἱ φύλακες, ὅτι δι' ὅλης τῆς νυκ τὸς οὕτως ποιοῦσιν· ἦσαν γὰρ σύρνοντες, τὰ ὅσα τῶν ὀργάνων πρὸς τειχομαχίαν ἡτοί μασται, φέροντες αὐτὰ ἐγγὺς τοῦ ὀρύγματος. Ἐπὶ τούτοις σαλεύονται καὶ τῶν ἠϊονίων τὰ μέγιστα τῶν ἀντιπάλων σκάφη καὶ αἱ τριήρεις καὶ αἱ γέφυραι αἱ ἐν τῷ λιμένι τοῖς τείχεσι καὶ ταῖς ἀκταῖς προσπελάζουσι. 3. Περὶ δὲ δευτέρας ἀλεκτροφωνίας ἄνευ σημείου τινός, καθὼς ταῖς ἄλλαις ἡμέραις προεποίουν, τὸν πόλεμον ἀνῆψαν μετὰ μεγάλης σπουδῆς καὶ βίας. Ἐπροώρι σεν οὖν ὁ ἀμηρᾶς, ἵνα πάντες οἱ μὴ ὄντες τοσοῦτον ἔμπειροι ἐν πολέμοις καί τινες γέροντες καὶ νέοι ἐν πρώτοις τὸν πόλεμον ἀνάψωσι καὶ τὴν συμπλοκὴν ποιήσωσιν, ἵνα ἡμᾶς ὀλίγον κοπιάσωσι καὶ οἱ πλέον ἰσχυροὶ καὶ ἀνδρεῖοι καὶ ἔμπειροι τοῦ πο λέμου μετὰ πλείονος θάρσους καὶ προθυμίας καθ' ἡμῶν ἔλθωσι. Καὶ ταῦτα ἐγένετο καὶ ὁ πόλεμος καὶ ἡ συμπλοκὴ ὡς κάμινος ἀνῆψε. Καὶ οἱ ἡμέτεροι γενναίως ἀντέλε 424 γον καὶ κακῶς αὐτοὺς ἐδεξιοῦντο καὶ ἐκ τῶν τειχῶν ἀπεκρήμνιζον καί τινα τῶν πο λεμικῶν ὀργάνων καὶ σκευῶν τῶν ἐναντίων κατέσπασαν· καὶ ἐξ ἀμφοτέρων τῶν με ρῶν θάνατος ἐγεγόνει καὶ μάλιστα ἐκ τοῦ τῶν Τουρκῶν μέρους. 4. Ὡς δὲ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἀρχὴν ἐποίουν μὴ φαίνεσθαι, τοῦ φωτὸς τῆς ἡμέρας αὐγάζοντος, καὶ ἐκ τῶν ἀνατολῶν τὰ ῥοδοειδῆ τῆς πρωΐας ἐνέφαινον, πᾶν τὸ πλῆθος τῶν ἐναντίων πολεμίων ὡς σχοίνισμα ἓν ἐγεγόνει ἐκ τοῦ ἑνὸς μέρους τῆς πό λεως ἕως τῆς ἑτέρου. Καὶ τὰ ὄργανα τὰ πολεμικά, τύμπανά τε καὶ ἄλλα κεράτινα καὶ πᾶν ἕτερον κρούσαντες καὶ φωναῖς ἰσχυραῖς ἀλαλάξαντες, καὶ εἰς τὰς ἐλεβόλεις πά σας τὸ πῦρ ἐνέβαλον καὶ πάντες ὁμοθυμαδὸν ἐν ἑνὶ καιρῷ καὶ ὥρᾳ διά τε χέρσου καὶ θαλάσσης τὴν ἐμβολὴν καὶ σύῤῥαξιν τοῦ πολέμου καὶ τὴν συμπλοκὴν ἐποίησαν. Θαρσαλέοι δέ τινες πολεμήτορες τὰς μηρινθώδεις κλίμακας ἐπανίουσι, τὰ δὲ βέλη παντοῖα κατὰ τῶν ἐν τοῖς πύργοις ἀφίετο. Καὶ ὥραις μὲν δύο ἡ μάχη ἐνεστήκει στε νοῦσα καὶ φρικαλέα, ἦν δέ πως τὰ τῶν Χριστιανῶν ἐπικρατέστερα· καὶ γὰρ αἱ κλι μακοφόροι τριήρεις σὺν τῇ γεφύρᾳ ἄπρακτοι τῶν τειχῶν τῶν ὑδραίων ἀπεκρούσθησαν· καὶ τὰ τῶν λίθων ἐκ τῆς πόλεως ἀφετήρια πλείστους τῶν ἐναντίων Ἀγαρηνῶν διέφθει ραν· καὶ ἐκ τῆς χέρσου μέρος τὰ ὅμοια τοὺς ἐναντίους καὶ χεῖρον ἐδεξιώσαντο. 5. Καὶ ἦν ἰδεῖν θέαμα ξένον, ὥσπερ νεφέλη σκοτεινὴ καλύπτουσα τὸν ἥλιον καὶ τὸν οὐρανόν. Καὶ τὰς κατασκευασθείσας μηχανὰς μετὰ τοῦ ὑγροῦ πυρὸς ῥίπτον τες τοὺς ἐναντίους ἔκαιον καὶ τὰς ἀναβάθρας καὶ κλίμακας μετὰ τῶν ἀναβαινόντων λίθοις βαρείοις ἄνωθεν ἀκοντίζοντες κατέκοπτον καὶ μετὰ ἐλεβολίσκων καὶ τόξων ἀπε δίωχνον· καὶ ἔνθ' ἂν τὸ πλῆθος ἐθεώρουν, ἐκεῖσε ταῖς ἐλεβόλεσι πῦρ ἐνέβαλλον καὶ πολλοὺς ἔπληττον καὶ ἀπέκτεινον. Οἱ δὲ ἐναντίοι ἔκ τε τοῦ κόπου τοῦ πολέμου καὶ τῆς ἀντιστάσεως τοσοῦτον ἀγανακτήσαντες, ὥστε ὄπισθεν ὀλίγον ἤθελον στρέψαι, ἵνα ἀναψυχὴν λάβωσιν, οἱ δὲ τζαούσιδες καὶ ῥαβδοῦχοι τῆς αὐλῆς μετὰ ῥάβδων σιδηρῶν καὶ βουνεύρων ἐνέτυπτον, ἵνα μὴ δίδωσι νῶτα τᾶς ἐχθροῖς. Τίς διηγήσεται τὰς τότε φωνὰς καὶ τὰς κραυγὰς καὶ τῶν πληγέντων διαμφὶ τὸ οὐαί; Ὅθεν ὑπὲρ τὸν οὐρα νὸν ἀνέβαινον αἱ φωναὶ καὶ ὁ κρότος. Καί τινες μὲν ἐκ τῶν ἡμετέρων θεωροῦντες αὐτοὺς οὕτως πάσχοντας μετὰ φωνῶν μεγάλων ἔλεγον· Ταῦτα πολλάκις ποιήσαντες κακῶς ἀπεκρούσθητε. Αὐτοὶ δὲ μετὰ βίας τὴν ἀνδρείαν αὐτῶν θέλοντες καὶ μὴ θέλον τες δεῖξαι ἐπὶ τὰς κλίμακας πάλιν ἀνέβαινον. Ἕτεροι δέ τινες τολμηροὶ καὶ ἰσχυροὶ καὶ δραστηροὶ ἐπὶ τῶν ὤμων εἷς τοῦ ἑτέρου ἀνέβαινε καὶ ἄλλος πάλιν ἐπὶ τῶν ὤμων τοῦ ἑτέρου ἀνήρχετο, ὅπως, εἰ ἐδύνατο, ἄνω ἐν τοῖς τείχεσιν ἔλθωσι. Καὶ ταῦτα πάν τα ποιοῦντες σφοδρῶς καὶ βιαίως, συῤῥήγνυται περὶ τὰς εἰσόδους καὶ ἄνοδον μάχη καρτερὰ καὶ τὰ ξίφη ἐσπασμένοι συνεπλέκοντο· φόνος δὲ πολὺς ἦν ἑκατέρωθεν. 6. Κλινομένης δὲ ἤδη τῆς ἡμῶν παρατάξεως, Θεόφιλος μὲν ὁ Παλαιολόγος καὶ Δημήτριος ὁ Καντακουζηνός, ἄνδρες ἄριστοι προπηδήσαντες νικῶσι τοὺς Ἀγαρηνοὺς καὶ τρέπουσι καὶ ἐκ τῶν τειχῶν καὶ τῶν κλιμάκων κακῶς ἀπεκρήμνισαν καὶ διεσκέδα σαν. Τότε οὖν καὶ ἕτεροι οἱ διατεταγμένοι εἰς βοήθειαν ἔφθασαν. Ἐκεῖ δὲ ὁ βασι 426 λεὺς ἔφιππος εὑρεθεὶς καὶ τοὺς στρατιώτας ἀναθαῤῥύνων καὶ ἐγείρων, ἵνα προθύμως μάχωνται, ἔλεγεν αὐτοῖς· Ὦς συστρατιῶται καὶ ἀδελφοί, στῆτε ἀνδρείως, παρακαλῶ ὑμᾶς διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ, ὅτι τὰ νῦν θεωρῶ τὸ πλῆθος τῶν ἐναντίων ἀρχὴν λαμβάνειν συγκοπὴν ποιῆσαι· καὶ ὀλίγον διασκεδάζονται καὶ οὐ κατὰ τὴν τάξιν αὐ τῶν καὶ συνήθειαν ἔρχονται. Καὶ ἡ νίκη ἐλπίζω εἰς Θεὸν τοῦ εἶναι ἡμέτερα. Λοιπόν, ἀδελφοί, χαίρετε, ὅτι ὁ πολύτιμος στέφανος ὑμῖν ἔσεται, οὐχὶ μόνον φθαρτὸς καὶ γήϊνος, ἀλλὰ καὶ ἐπουράνιος. Ὁ Θεὸς ὑπὲρ ἡμῶν πολεμεῖ, δειλία κατέχει τὸ πλῆθος τῶν ἀσεβῶν. 7. Καὶ ταῦτα τοῦ βασιλέως λέγοντος, Ἰωάννης ὁ Ἰουστινιανὸς ὁ στρατηγὸς ἐπλήγη τόξου βέλει ἐν τοῖς σκέλεσιν ἐπὶ τὸν δεξιὸν πόδα. Αὐτὸς δὲ οὐ τοσοῦτον ἔμπει ρος ὢν πολέμου καί, ὡς εἶδε τὸ αἷμα ῥέειν ἐκ τοῦ σώματος αὑτοῦ, ὅλος ἠλλοιώθη καί, ἣν προέδειξεν ἀνδρείαν, ἐκ τοῦ φόβου ἔχασε καὶ ἀνωφελῶς μετὰ ταῦτα ἔπραξεν. Ὃς ἀνεχώρησεν, ὅθεν ἦν καὶ διήρχετο μετὰ σιωπῆς ζητῶν ἰατρούς, μὴ μνημονεύων τῆς γενναιότητος καὶ ἐπιδεξιότητος καὶ ἀρετῆς, ἣν ἀρχῆθεν ἔδειξε. Καὶ οὐκ εἶπε τοῖς συνοῦσιν αὐτῷ οὐδέ, οὔτε ἀντ' αὐτοῦ εἴασέ τινα ἕτερον, ἵνα μὴ γεγονυῖα σύγχυσις γέ νηται καὶ ἀπώλεια. Στραφέντες δὲ οἱ στρατιῶται καὶ μὴ ἰδόντες τὸν στρατηγόν, καὶ ἐῤῥέθη ὁ λόγος, ὅτι ἔφυγεν, εἰς ταραχὴν καὶ δειλίαν μεγάλην ἐνέπεσον. Ὁ οὖν βα σιλεὺς κατὰ συγκυρίαν πάλιν ἐκεῖσε εὑρεθεὶς ὅρᾳ τοὺς στρατιώτας συγκεχυμένους καὶ μεστοὺς φόβου ὡς πρόβατα διωκόμενα· καὶ μαθὼν τὸ αἴτιον καὶ τὸν στρατηγὸν αὐτοῦ Ἰουστινιανὸν ἰδὼν φεύγοντα, ἐγγίσας αὐτῷ λέγει· Ἀδελφέ, τί τοῦτο πεποίηκας; Στρέ- ψον ἐν τῷ διατεταγμένῳ σου τόπῳ· ἡ πληγὴ αὐτὴ ὀλίγον τί ἐστι. Στρέψον, ὅτι τὰ νῦν ἡ πλεῖον ἀνάγκη ἐστίν· ἡ πόλις εἰς χεῖράς σου ἐστίν, ἵνα λυτρώσῃς, αὐτήν. Πολλὰ δὲ εἰπόντος τοῦ βασιλέως αὐτῷ, οὐδὲν δὲ ἀπεκρίνατο, ἀλλ' ἐν τῷ Γαλατᾷ περάσας αἰσχρῶς ἐκεῖ τελευτᾷ ἐκ τῆς πικρίας καὶ περιφρονήσεως. 8. Οἱ δὲ Τοῦρκοι ἰδόντες τὴν τοσούτην σύγχυσιν τῶν ἡμετέρων θάρσος ἔλα βον. Ἐκεῖ καὶ ὁ Σογᾶν πασίας παρὼν τοῖς ἰανιτζάροις καὶ τοῖς ἑτέροις διαλεχθεὶς ἐπήγειρεν αὐτῶν τὰ φρονήματα. Καί τις ἰανίτζαρις τοὔνομα Χασάνης, ἐκ τοῦ Λου παδίου ὁ γιγαντώδης ὥρμητο λένδρος, ὑπὲρ κεφαλῆς τῇ ἀριστερᾷ χειρὶ τὸν θυρεὸν βαλών, τῇ δὲ δεξιᾶ τὸ ξίφος ἀσπασάμενος, ἐπὶ τὸ τεῖχος, οὗ ἐθεώρει τὴν σύγχυσιν, ἐχώρησεν. Εἴποντο δὲ αὐτῷ καὶ ἕτεροι ὡσεὶ τριάκοντα τὴν ἀνδρείαν ζηλώσαντες. Οἱ δὲ ἐναπομείναντες ἡμέτεροι ἐν τῷ τείχει κατεκόντιζον αὐτοὺς καὶ βέλεσιν ἔβαλλον καὶ λίθους ὑπερμεγέθους ἐκύλιον κατ' αὐτῶν· δέκα καὶ ὀκτὼ ἐξ αὐτῶν ἀπεκρήμνισαν. Ὁ δὲ Χασάνης οὐ πρότερον ἐπέσχε τὴν ὁρμὴν ἢ ἀνελθεῖν ἐν τοῖς τείχεσι καὶ τρέψα σθαι τοὺς ἡμετέρους. Ἡνίκα γοῦν ἐκράτησε τῆς ἐπιχειρήσεως, καὶ ἕτεροι πολλοὶ ἀκο λουθήσαντες ἀνήρχοντο εἰς τὸ τεῖχος. Καὶ τοὺς ἀναβαίνοντας οὐκ ἔφθανον κωλύειν οἱ ἡμέτεροι διὰ τὴν ὀλιγότητα· οἱ δὲ πολέμιοι πλῆθος ἦσαν, τοῖς δὲ ἀναβᾶσι συμπε σόντες ἐμάχοντο καὶ ἦν οὐκ ὀλίγος αὐτῶν ὁ φόνος. Καὶ ὁ Χασάνης μαχόμενος προσ παισθεὶς πέτρᾳ τινὶ κατέπεσεν. Ἐπιστραφέντες δὲ οἱ ἡμέτεροι καὶ ἰδόντες αὐτὸν 428 κείμενον ἔβαλλον πάντοθεν, ὁ δὲ εἰς γόνυ διαναστὰς ἠμύνετο· ὑπὸ δὲ τοῦ πλήθους τῶν τραυμάτων παρείθη τὴν δεξιὰν καὶ κατεχώσθη τοῖς βέλεσι. Καὶ ἕτεροι πολλοὶ ἀπε κτάνθησαν καὶ ἐπλήγησαν καὶ ἕνεκεν τῶν τραυματειῶν πρὸς τὸ στρατόπεδον ἐκο μίσθησαν. 9. Εἶτα τοσούτου ἀναβάντος τοῦ τῶν πολεμίων πλήθους οἱ ἡμέτεροι διεσκεδά σθησαν καὶ ἀφέντες τοὺς ἔξωθεν τοίχους ἔσωθεν διὰ τῆς πύλης ἔβαινον καταπατῶν τες εἷς τὸν ἕτερον. Ταῦτα δὲ οὕτως ἔχοντα, καὶ φωνή τις ἐῤῥέθη ἔσωθεν καὶ ἔξω θεν καὶ ἐκ τοῦ μέρους τοῦ λιμένος ἑάλω τὸ φρούριον καὶ τὰ στρατήγεια καὶ τὰ ση μεῖα ἄνωθεν ἐν τοῖς πύργοις ἔστησαν. Καὶ ἡ φωνὴ τοὺς ἡμετέρους ἐτρέψατο, τοὺς δὲ πολεμίους ἀνεθάῤῥυνε· καὶ ἀλαλάξαντες φωνὰς πολλὰς καὶ προθύμως ἄνευ φόβου οἱ πάντες ἐπὶ τοὺς τοίχους ἀνέβαινον. 10. Ὡς οὖν εἶδεν ὁ δυστυχὴς βασιλεὺς καὶ ὁ αὐθέντης μου20, δακρυχέων ἐπαρεκάλει τὸν Θεὸν καὶ τοὺς στρατιώτας, ἵνα μεγαλοψυχήσωσι, προέτρεπε· καὶ οὐ ἦν συνδρομῆς καὶ βοηθείας ἐλπὶς οὐδεμία. Ὁ δὲ τὸν ἵππον κεντήσας δραμὼν ἔφθα σεν, ἔνθα τὸ πλῆθος τῶν ἀσεβῶν ἤρχετο, καὶ ὥσπερ ὁ Σαμψὼν ἐπὶ τοὺς ἀλλοφύλους ἐποίησε· καὶ τοὺς ἀσεβεῖς ἐν τῇ πρώτῃ συμπλοκῇ ἐκ τῶν τειχῶν ἀπεκρήμνισεν, ὡς ἰδεῖν θαῦμα ξένον οἱ ἐντυχόντες καὶ βλέποντες. Βρυχόμενος ὡς λέων καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἔχων ἐν τῇ δεξιᾷ πολλοὺς τῶν πολεμίων ἀπέσφαξε καὶ τὸ αἷμα ποταμη δῶς ἐκ τῶν ποδῶν καὶ τῶν χειρῶν αὐτοῦ ἔῤῥεε. 11. καὶ ὁ προῤῥηθεὶς δὸν Φραγκίσκος ὁ Τολέδος ὑπὲρ τὸν Ἀχιλέα ἐποίησεν· ἐν τοῖς δεξιοῖς τοῦ βασιλέως ἔτυχε καὶ ὥς τις ἀετὸς μετὰ ὀνύχων καὶ στόματος τοὺς ἐναντίους κατέ κοπτεν. 12. Ὁμοίως καὶ Θεόφιλος ὁ Παλαιολόγος, ὡς εἶδε τὸν βασιλέα μαχόμενον καὶ τὴν πόλιν κινδυνεύουσαν, μεγαλοφώνως μετὰ κλαυθμοῦ κράξας, εἶπε· Θέλω θανεῖν μᾶλλον ἢ ζῆν· Καὶ συῤῥάξας ἑαυτὸν ἐν μέσῳ μετὰ κραυγῆς, τοὺς ὅσους εὖρε, πάντας διεσκέδασε καὶ διεσκόρπισε καὶ ἐθανάτωσεν. Ἀλλὰ καὶ Ἰωάννης ὁ Δαλμάτης ἐκεῖ παρὼν ὑπὲρ πάντα στρατιώτην γενναίως τοῖς πολεμίοις ἐσυμπλέκετο. Καὶ οἱ ἐντυ χόντες καὶ βλέποντες ἐθαύμαζον περὶ τῆς ἰσχύος καὶ γενναιότητος τῶν ἀρίστων ἀν δρῶν. Καὶ δὶς καὶ τρὶς τῆς ἐμβολῆς καὶ συῤῥάξεώς τε καὶ συμπλοκῆς γενομένης με γάλης, τοὺς ἀσεβεῖς ἐτρέψαντο καὶ πλῆθος ἀπέκτειναν καὶ ἑτέρους ἐκ τῶν τειχῶν ἀπε κρήμνιζον καὶ ἀγωνιζόμενοι σφοδρῶς καὶ συμπλεκόμενοι ἀπεκτάνθησαν καὶ πολὺν φόνον εἰς τοὺς πολεμίους πρὸ τοῦ ἀποθανεῖν ἐποίησαν οὗτοι. Καὶ ἕτεροί τινες στρα τιῶται οὐκ ἀγενεῖς μαχόμενοι ἐν τῷ τόπῳ ἐκείνῳ καὶ αὐτοὶ ἀπεκτάνθησαν πλησίον τῆς πύλης τοῦ ἁγίου Ῥωμανοῦ, ὅπου τὴν ἐλέπολιν ἐκείνην κατεσκεύασαν καὶ τὴν μεγάλην ἐλεβόλην ἔστησαν καὶ τὰ τείχη τῆς πόλεως χαλάσαντες ἐκεῖθεν ἐν τῇ πόλει πρῶτον εἰσῆλθον. 430 Ἐμοῦ δὲ τῇ ὥρᾳ ἐκείνῃ μὴ εὑρεθέντος πλησίον τοῦ αὐθεντός μου τοῦ βασιλέως, ἀλλὰ προστάξει ἐκείνου εἰς ἐπίσκεψιν δῆθεν ἐν ἄλλῳ μέ ρει τῆς πόλεως ἤμην. X. Ἐλθόντων δὲ τῶν Τουρκῶν καὶ τοὺς ἐν τοῖς ἔσωθεν τείχεσι Χριστιανοὺς μετὰ ἐλεβολίσκων καὶ βελῶν καὶ τόξων καὶ πετρῶν ἐναπολειφθέντας ἐδίωξαν· καὶ ἐγ κρατεῖς πάντων ἐγένοντο, ἄνευ δὲ τῶν πύργων τῶν λεγομένων Βασιλείου, Λέοντος καὶ Ἀλεξίου, ἐν οἷς ἑστήκεισαν οἱ ναῦται ἐκεῖνοι οἱ ἐκ τῆς Κρήτης. Αὐτοὶ γὰρ γενναίως ἐμάχοντο μέχρι καὶ τῆς ἕκτης καὶ ἑβδόμης ὥρας καὶ πολλοὺς Τούρκους ἐθανάτωσαν· καὶ τοσοῦτον πλῆθος βλέποντες καὶ τὴν πόλιν δεδουλομένην πᾶσαν, αὐτοὶ οὐκ ἤθε λον δουλωθῆναι, ἀλλὰ μᾶλλον ἔλεγον ἀποθανεῖν κρεῖττον ἢ ζῆν. Τοῦρκος δέ τις τῷ ἀμηρᾷ ἀναφορὰν ποιήσας περὶ τῆς τούτων ἀνδρείας, προσέταξεν, ἵνα κατέλθωσι μετὰ συνηβάσεως καὶ ὦσιν ἐλεύθεροι αὐτοί τε καὶ ἡ ναῦς αὐτῶν καὶ πᾶσα ἡ ἀποσκευή, ἣν εἶχον. Καὶ οὕτως γενόμενον, πάλιν μόλις ἐκ τοῦ πύργου τούτους ἔπεισαν ἀπελ θεῖν. 2. Καὶ δύο μὲν αὐτάδελφοι Ἰταλοί, Παῦλος καὶ Τρώϊλος τοὔνομα, ἐν τῷ δια τεταγμένῳ αὐτοῖς τόπῳ μετὰ καὶ ἑτέρων πολλῶν γενναίως ἐμάχοντο καὶ τοὺς πολεμίους κακῶς ἀπεδίωχνον καὶ οὐκ ἀγενῆ συμπλοκὴν καὶ σύῤῥαξιν ἐποίουν· καὶ φόνος ἦν ἀναμεταξύ, λέγω τῶν δύο μερῶν τῶν μαχομένων καὶ ὑπερμαχούντων. Στραφεὶς δὲ ὁ Παῦλος, καὶ ὁρᾷ τοὺς πολεμίους ἔσωθεν τῆς πόλεως καὶ λέγει τῷ ἀδελφῷ αὑτοῦ· Ὢ φρίξον ἥλιε, ὢ στέναξον γῆ· ἑάλω ἡ πόλις, ἡμᾶς δὲ τοῦ πολεμεῖν παρῆλθεν ἡ ὥρα, ἀλλ' ὑπὲρ τῆς σωτηρίας ἡμῶν, εἰ δυνατόν, φροντίσωμεν. 3. Καὶ οὕτως ἐγκρατεῖς οἱ πολέμιοι πάσης τῆς πόλεως γεγονότες ἡμέρᾳ τρίτῃ, ὥρα ἦν τῆς ἡμέρας βʹ καὶ ἥμισυ τοῦ# 22 ξα- ου ἔτους, τῇ κθ- ῃ, μηνὸς Μαΐου. 4. Καὶ τῶν μὲν προσπιπτόντων ἡ ἁρπαγὴ καὶ αἰχμαλωσία ἦν, τῶν δὲ κατα λαμβανομένων καὶ ἀνθισταμένων σφαγή· καὶ οὐδαμῶς ἡ γῆ ἔν τισι τόποις ἐκ τῶν νε κρῶν διεφαίνετο. Καὶ ἦν ἰδεῖν θέαμα ξένον καὶ θρήνους πολλοὺς καὶ ποικίλους καὶ ἀμετρήτους ἀνδραποδισμοὺς τῶν εὐγενῶν ἀρχουσῶν καὶ παρθένων καὶ ἀφιερωμένων τῷ Θεῷ, συρομένων ὑπὸ τῶν Τουρκῶν διὰ τῶν ἐθειρῶν καὶ κομῶν καὶ πλοκάμων τῆς κεφαλῆς ἔξωθεν τῶν ἐκκλησιῶν μετὰ ὀδυρμῶν ἀνίλεων, τὴν βοὴν καὶ κλαυθμὸν τῶν παίδων, τοὺς ἱεροὺς καὶ ἁγίους οἴκους λεηλατισμένους. Τὸ φρικῶδες καὶ ἀκουόμενον· ἦν τὸ θεῖον αἷμα καὶ σῶμα Χριστοῦ κατὰ γῆς χεόμενον καὶ ῥιπτόμενον καὶ τὰ τιμαλ φῆ δοχεῖα τούτου ἁρπάζοντες, τὰ μὲν διέθραυνον, τὰ δὲ σῶα ἐνεκολπίζοντο. Καὶ τοὺς ἐγκεκοσμημένους κόσμους ὁμοίως ἐποίουν. καὶ τὰς ἐγκεκοσμημένας ἁγίας εἰκόνας μετὰ χρυσοῦ καὶ ἀργύρου καὶ λίθων πολυτίμων κατεπάτουν καὶ τοὺς κόσμους αἴροντες, κλίνας καὶ τραπέζαν ἐποίουν· καὶ μετὰ τῶν τῶν ἱερέων ἐνδυμάτων τῶν ἐκ σηρικῶν καὶ 432 χρυσουφάντων ὄντων τοὺς ἵππους ἐσκέπαζον· καὶ ἄλλοι ἐπ' αὐτοῖς ἤσθιον· καὶ τοὺς πολυτίμους μαργάρους τῶν ἁγίων κειμηλίων ἀναρπάστους ἐποίουν, τὰ ἅγια λείψανα καταπατοῦντες. Καὶ ἕτερα ἀνοσιουργήματα πλεῖστα ἐποίουν ἄξια θρήνου οἱ τοῦ ἀν τιχρίστου πρόδρομοι. 5. Ὢ τῶν σοφῶν σου κριμάτων, Χριστὲ βασιλεῦ, ὡς ἀνερμηνεύεται καὶ ἀνεξι χνίαστά εἰσι· καὶ ἦν ἰδεῖν τὸν παμμέγιστον ἐκεῖνον ναὸν καὶ θειότατον τῆς Θεοῦ Σο φίας, τὸν οὐρανὸν τὸν ἐπίγειον, τὸν θρόνον τῆς δόξης τοῦ Θεοῦ, τὸ Χερουβικὸν ὄχη μα καὶ στερέωμα δεύτερον, τὴν Θεοῦ χειρῶν ποίησιν, τὸ θέαμα καὶ ἔργον ἄξιον, τὸ πάσης τῆς γῆς ἀγαλίαμα, τὸν ὡραῖον καὶ ὡραίων ὡραιότερον· οὗ ἔσωθεν τῶν ἀδύ των καὶ ἄνωθεν τῶν ἁγίων τραπεζῶν ἤσθιον καὶ ἔπιον καὶ τὰς ἀσελγεῖς γνώμας καὶ ὀρέξεις αὑτῶν μετὰ γυναικῶν καὶ παρθένων καὶ παίδων ἐπάνωθεν ἐποίουν καὶ ἔπρα τον. Τίς μὴ θρνηνήσῃ σε, ἅγιε ναέ; Καὶ πανταχοῦ πᾶν κακὸν ἦν καὶ πᾶσα κεφαλὴ ἤλγει. 6. Ἐν οἴκοις θρῆνοι καὶ κλαυθμοί, ἐν τριόδοις ὀδυρμοί, ἐν ναοῖς ὀλοφυρμοί, ἀνδρῶν οἰμωγαί, γυναικῶν ὀλολυγαί, ἑλκυσμοί, ἀνδραποδισμοί, διασπασμοί τε καὶ βιασμοί. Οἱ σεμνοὶ τῷ γένει ἀτίμως περιῇσαν, οἱ πλούσιοι ἀνόσιοι· αἱ πλατεῖαι, αἱ γωνίαι κατὰ πάντα τόπον πανταχοῦ πασῶν κακῶν ἦν ἔμπλεα· οὐ τόπος ἀνεξερεύνητος ἢ ἄσυλος ἔμεινε. Ὦ Χριστὲ βασιλεῦ, τῆς τότε θλίψεως καὶ στενοχωρίας πᾶσαν πόλιν καὶ χώραν, ἣν οἰκοῦσιν οἱ χριστιανοί, ἐλευθέρωσον. Καὶ πάντα κῆπον καὶ οἶκον οἱ ἀσεβεῖς οὐκ εἴασαν ἀνώρυκτον, ἵνα τὰ κεκρυμμένα χρήματα εὕρωσι· καὶ πλείστων μὲν νέων θησαυρῶν καὶ παλαιῶν καὶ ἑτέρων πολυτίμων πραγμάτων εὑρόντες ἐνεπλήσθησαν. XI.̔ Ως οὖν ἡ πόλις ἑάλω, ὁ ἀμηρᾶς ἔνδον εἰσελθὼν εὐθὺς πάσῃ σπουδῇ ζή τησιν ἐποίει περὶ τοῦ βασιλέως, κατὰ νοῦν μὴ λογιζόμενος ἄλλο, εἰ μὴ μόνον μα θεῖν, εἰ ζῇ ἢ τέθνηκεν ὁ βασιλεύς. Καί τινες μὲν ἐλθόντες ἔλεγον, ὅτι ἔφυγεν, ἄλλοι δὲ ἐν τῇ πόλει ἔλεγον εἶναι κεκρυμμένον, ἄλλοι δὲ τεθνάναι μαχόμενον. Καὶ θέλων πιστοθῆναι ἀληθῶς ἔστειλεν, ἔνθα τὰ σώματα τῶν ἀναιρεθέντων ἔκειτο σωροειδῶς χριστιανῶν τε καὶ ἀσεβῶν· καὶ πλείστας κεφαλὰς τῶν ἀναιρεθέντων ἔπλυναν, εἰ τύ χῃ καὶ τὴν βασιλικὴν γνωρίσωσι. Καὶ οὐκ ἐδυνήθησαν γνωρίσαι αὐτήν, εἰ μὴ τὸ τε θνεὸς πτῶμα τοῦ βασιλέως εὑρόντες, ἐγνώρισαν αὐτὸ ἐκ τῶν βασιλικῶν περικνημί δων ἢ καὶ πεδίλων, ἔνθα χρυσοῖ ἀετοὶ ἦσαν γεγραμμένοι, ὡς ἔθος ὑπῆρχε τοῖς βασι λεῦσι. Καὶ μαθὼν ὁ ἀμηρᾶς περιχαρὴς καὶ εὐφραινόμενος ὑπῆρχε· καὶ προστάξει αὐ τοῦ οἱ εὑρεθέντες Χριστιανοὶ ἔθαψαν τὸ βασιλικὸν πτῶμα μετὰ βασιλικῆς τιμῆς. 2. Οὐαί, οὐαὶ κἀμοὶ τῆς προνοίας ἐν τίνι καιρῷ με φυλαττούσης· Ἦν δὲ πᾶσα ἡ ζωὴ τοῦ ἀοιδίμου ἐν βασιλεῦσι καὶ γαληνοτάτου καὶ μάρτυρος τούτου χρόνοι τεσσαράκοντα ἐννέα καὶ μῆνες τρεῖς καὶ ἡμέ ραι εἴκοσι. 3. Ὁ δὲ ἀμηρᾶς τῇ νίκῃ τῇ μεγάλῃ ἐπαρθεὶς καὶ πλείστης κενοδοξίας πλησθεὶς καὶ τὴν ὀφρὺν ἐπαρθεὶς ὠμὸς καὶ ἀνελεήμων ἐφάνη. Προσελθὼν δὲ αὐτῷ ὁ μέγας δοὺξ

Intertext edge

Open linked passage

Note