Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 12 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Ὁ δὲ ἀμηρᾶς θεωρῶν ᾐσχύνετο καὶ κατεφρονεῖτο διὰ τὸ τὴν βουλὴν αὐτοῦ ἄπρακτον μένειν· καὶ ἑτέραν μηχανὴν πολεμικὴν θέλων ποιῆσαι προσέταξεν, ἵνα ἔλ θωσί τινες ἄνδρες οἱ δυνάμενοι ὀρθῶς ἰδεῖν καὶ ποιεῖν ὀπὰς ὑποκεκρυμμένας κάτωθεν τῆς γῆς, ὅπως τὸ στρατόπεδον δι' αὐτῶν εὐκόλως εἰσέλθῃ ἔνδον τῆς πόλεως· καὶ κατὰ προσταχθὲν ὑπ' αὐτοῦ ἤρξαντο ὀρύσσειν. Ἰωάννης τις Γερμανὸς ἄκρον ἠσκημένος τὰς τοῦ πολέμου μηχανὰς καὶ τὰς τοῦ ὑγροῦ πυρός, ἐνωτισθεὶς τὴν μηχανήν, ἑτέραν ὀπὴν ἐναντίαν ποιήσας καὶ μετὰ ὑγροῦ πυρὸς τεχνηέντως σκευάσας, ἐρχομένων οὖν τῶν Τουρκῶν μετὰ χαρᾶς διὰ τῆς ὀπῆς, αὐτὸς τὸ πῦρ ἀνάψας τὸ εἰς τὴν ἐναντίαν ὠρυγμένην παρ' αὐτοῦ ὀπὴν πολλοὺς τῶν Τουρκῶν κατέκαυσε καὶ τὰς τέχνας αὐτῶν εἰς οὐδὲν ἀπέδειξεν. Ὀπὴν δὲ μίαν ἐναντίων ὁ γεννάδας Γερμανὸς λαθὼν οὐχ εὗρεν· οἱ Τοῦρκοι καὶ αὐτῇ τὸ ὑγρὸν πῦρ ἀνῆψαν, ὃ προητοίμασαν, οὐδὲν ἐκατώρθωσε. Πύρ γον δέ τινα μόνον παλαιὸν ὀλίγον μέρος ἐκ τοῦ κρότου τοῦ πυρὸς ἔπεσεν, ὃν δὲ ἡμεῖς εὐθὺς ἀνεκαινίσαμεν. Ἦσαν δὲ καί τινες γηραιοί, οἳ ἔλεγον ὃ καὶ οἱ ἐναντίοι ἐν ἑτέραις μάχαις ἔπραξαν καὶ οὐδὲν ἐκατώρθωσαν, διὰ τὸ πλεῖον μέρος τῆς πόλεως ὑποκάτωθεν τῶν τειχῶν πετρῶδες εἶναι. 13. Σφαλεὶς δὲ ὁ ἀμηρᾶς καὶ ψευσθεὶς ὑπὸ τὰς αὐτὰς ἐλπίδας ἕτερα νέα ἐφευ ρέματα καὶ μηχανὰς εἰς πολιορκίαν ἐποίει. Ἐλέπολιν γὰρ μεγίστην ἔχουσαν τροχοὺς πολλοὺς μετὰ ξύλων χοντρῶν κατεσκεύασε, πλάτος ἔχουσαν πολὺ καὶ ὕψος· ἐνέδυσε δὲ αὐτὴν ἔσωθεν καὶ ἔξωθεν ἐκ τρίτου μετὰ βουβάλων καὶ βοῶν δορῶν· καὶ πύργους 390 εἶχεν ἄνωθεν καὶ παραπετάσματα, ἀναβάθρας καὶ καταβάθρας, ὅπως οὐ δυνησώμεθα τοὺς ἔσωθεν αὐτῆς βλάπτειν. Εἶχε δὲ τὸ ἔξωθεν μέρος ἀνεῳγμένον, ἵνα ῥᾳδίως εἰσέρ χωνται καὶ ἐξέρχωνται οἱ βουλόμενοι. Κατὰ δὲ τὸ μέρος, δι' οὗ ἔμελλον ἐλθεῖν ἐν τῷ ὀρύγματι, εἶχε πύλας τρεῖς μεγάλας μετὰ παρασκευάσματος σφοδρῶς ἐνδεδυμένας Εἶχον δὲ ἔσωθεν καὶ κύκλοθεν πᾶν ὄργανον καὶ τέχνην πολεμικὴν καὶ πολλὰς ὕλας καὶ ξύλα, ἵνα ῥίψωσιν ἐν τῷ ὀρύγματι, ἤτοι τῷ τάφρῳ ἐν τῷ προσήκοντι καιρῷ, ὅπως ῥᾳδίως εἰσέλθωσιν ἐν τῇ πόλει. Εἶχον δὲ καὶ κλίμακας ἔχουσας τὰς βαθμίδας μηριν θώδεις ὑποχαλουμένας διὰ κάλων καὶ αὖθις αἱρουμένας εἰς ὕψος. Προσδεδομένης τοῖς τείχεσι καὶ πάσης ἑτέρας μηχανῆς, ἣν οὐκ ἐδυνήθη ἀνθρώπου νοῦς νοῆσαι, ὡς, οὐκ ἐλπίζω, βασιλεύς ποτε οὐκ ἐποίησε τοῦ ἁλῶσαι φρούριον. Ποιήσαντες δὲ καὶ ἐν ἑτέροις μέρεσιν ἁμάξας μετὰ πλείστων τροχῶν καὶ ἄνωθεν ὡς πύργους, καὶ αὐτοὶ ἐν δεδύμενοι, ὃν τρόπον εἴπομεν, ἔχοντες καὶ αὐτοὶ πλείστας μηχανὰς κατασκευασθείσας μετὰ τοῦ ὑγροῦ πυρός, καὶ ἐν μιᾷ ὥρᾳ ἡτοίμασαν, ἵνα πάντες τὴν σύῤῥαξιν ἅμα ποιή σωσι. Καὶ πρῶτον μὲν μετὰ τῆς φοβερᾶς ἐκείνης ἐλεβόλεως τύψαντες σφοδρῶς ἔῤῥι ψαν εἰς ἔδαφος τὸν πύργον τὸν πλησίον τῆς πύλης τοῦ ἁγίου Ῥωμανοῦ· καὶ εὐθὺς τὴν ἐλέπολιν ἐκείνην σύραντες ἔστησαν ἄνωθεν τοῦ ὀρύγματος. Καὶ ἡ μάχη καὶ ἡ συμ πλοκὴ νοσιαία καὶ φρικαλέα ἐγεγόνει· ἦν δὲ πρὶν τὸν ἥλιον ἀνατεῖλαι καὶ δι' ὅλης τῆς ἡμέρας ἐκράτησε. Καὶ ποτὲ μὲν ἐν μέρει τὴν συμπλοκὴν καὶ τὴν σύῤῥαξιν ἰσχυ ρῶς ἠγωνίζοντο, ποτὲ δὲ ἐν μέρει καὶ τὰ ξύλα καὶ τὰς ὕλας καὶ χώματα τὰ ἔσωθεν τῆς ἐλεπόλεως ἐν τῷ τάφρῳ ἔῤῥιπτον· καὶ ἐκ τοῦ χαλάσματος τοῦ πύργου ὕλην καὶ ἐξ ὧν ἐκεῖνοι ἔῤῥιπτον, ὁδὸν εὐθεῖαν αὐτοῖς ᾠκονόμησαν. Καὶ οἱ ἡμέτεροι ἐξ ἐναντίας γενναίως ἀπεμπόδιζον αὐτοὺς καὶ ἐκ τῶν κλιμάκων πολλάκις αὐτοὺς ἀπεκρήμνιζον καί τινας κλίμακας κατέκοψαν. Καὶ καρτερῶς οἱ ἐναντίοι πολλάκις τῇ ἡμέρᾳ ἐκείνῃ ἀπε κρούσθησαν ἄχρι τῆς πρώτης ὥρας τῆς νυκτός. 14. Οἱ δὲ ἀσεβεῖς ἔκ τε τοῦ κόπου τοῦ πολλοῦ καὶ τῶν πληγῶν ἠγανάκτησαν· καὶ ἡ συμπλοκὴ καὶ ὁ πόλεμος ἐλύθη, ἐλπίζοντες μὲν τῷ πρωῒ μετὰ ὀλίγου κόπου τὴν βάσιν εὔκολον εὕρωσιν. Ἀλλὰ τῶν ἐλπίδων ἐψεύσθησαν, διὰ τὶ μὲν Ἰωάννης ὁ Ἰουστινιανὸς ὥς τις ἀδάμας δι' ὅλης τῆς νυκτὸς ἀναθαῤῥύνας τοὺς ὑπ' αὐτὸν στρατιώ τας καὶ παραινέσας καὶ ὁ βασιλεὺς παρὼν μεθ' ἑτέρων πολλῶν τῶν ἐλθόντων εἰς ἐκεῖ νον τὸν τόπον βοηθῆσαι, δι' ὅλης τῆς νυκτὸς πολλὰ κοπιάσαντες τοὺς τάφρους ἐκέ νωσαν καὶ τὸν πεσόντα πύργον μυρίαις μηχαναῖς ἀνώρθωσαν καὶ τὴν ἐλέπολιν τῶν ἐναντίων ὑποκάτωθεν, οὗ ἔκειτο ἐνδεδυμένη, ἐπυρπόλησαν. Περὶ δὲ τρίτης ἀλεκτρο φωνίας ἐλθόντες μετὰ χαρᾶς, ἐλπίζοντες ἵνα τὴν βάσιν, ὡς εἴπομεν, ῥᾴδιον εὕρωσι, καὶ ὡς εἶδον τὰς ἐλπίδας αὐτῶν κενάς, ἐθαύμασαν. Καὶ ὁ ἀμηρᾶς λυπηθεὶς μᾶλλον καὶ αἰσχυνθεὶς ἐθαύμασε τὴν ἐπιδεξιότητα τῶν ἡμετέρων καὶ ἔλεγε, θαυμάζων τάχα· Ἐὰν καὶ αἱ τριάκοντα ἑπτὰ χιλιάδες προφῆται εἶπόν μοι ἄν, ὅτι αὐτοὶ οἱ ἀσεβεῖς, λέγων ἡμᾶς, διὰ μιᾶς νυκτὸς δύνωνται ποιῆσαι, ἃ ἐποίησαν, οὐκ ἐπίστευον. Ἔπειτα μὲν θεωρῶν μὴ ἔχειν φόβον ἡμᾶς οὔτε δειλίαν εἰς τοὺς ἀκροβολισμοὺς καὶ συῤῥήξεις ἃς 392 ἐποίουν δι' ὅλης τῆς ἡμέρας, καὶ τοὺς ἀναριθμήτους ἐλεβολίσκους βέλητε καὶ πέτρας ἄνωθεν ἡμῶν βρεχομένας ὡς ὑετὸς ἐξ οὐρανοῦ, καὶ ἀντ' οὐδενὸς κινδύνου πάντα ἐλο γιζόμεθα, εἰς ταραχὴν καὶ σύγχυσιν λογισμοῦ μεγάλην ἐνέπεσεν αὐτός τε καὶ πᾶσα ἡ βουλὴ αὐτοῦ. Καὶ ταῦτα μὲν δὴ οὕτως εἶχον. V. Καὶ τούτων γινομένων πολιορκουμένης τῆς πόλεως νῆες τρεῖς Λιγουρίται ἐκ Χίου φόρτον λαβόντες καὶ ἄνεμον τηρήσαντες ἐπιτήδειον τὸν πλοῦν πρὸς ἡμᾶς ἐποιοῦντο. Διερχομένων δὲ αὐτῶν εὖρον καθ' ὁδὸν καὶ ἑτέραν μίαν βασιλικὴν νῆα ἐκ Σικελίας μετὰ σίτου ἐρχομένην. Καὶ φθάσασαι ἐν μιᾷ τῶν νυκτῶν ἐγγὺς τῆς πό λεως, τῷ πρωῒ αἱ ἡμερόσκοποι τριήρεις τοῦ ἀμηρᾶ ἰδόντες αὐτάς, ὥρμησαν καὶ ἐκ τοῦ στόλου μέρος πολὺ κατ' αὐτῶν μετὰ πάσης χαρᾶς, μετὰ τυμπάνων καὶ κερατίνων σαλπίγγων κροτοῦντες, ἐλπίζοντες ἐν εὐκολίᾳ τάσδε τὰς νῆας σαγηνεῦσαι. Ὡς δὲ ἤγ γισαν καὶ τὸν πόλεμον ἀνῆψαν καὶ ἀκροβολίζοντο, ἐν πρώτοις ἦλθον κατὰ τῆς βασιλικῆς νηὸς μετὰ ἐπηρμένης ὀφρύος. Ἡ δὲ ναῦς ἐκ τῆς πρώτης προσβολῆς μετὰ ἐλεβόλεων καὶ ἐλεβολίσκων καὶ βελῶν καὶ πετρῶν κακῶς ἐδεξιώσατο αὐτούς. Καὶ ἐλθόντες ταῖς πρώραις ὑποκάτωθεν τῆς νηός, αὐτοὶ δὲ μετὰ χύτρων κατασκευασμένων τεχνικῶς πυρὶ ὑγρῷ καὶ πέτραις μακρόθεν ἀπέπεμπον διὰ τὸ γίνεσθαι πολὺν φόνον κατ' αὐτούς. Ἡ μεῖς δὲ ἐκ τῶν τειχῶν ἄνωθεν ταῦτα θεωροῦντες, ἐδεόμεθα τοῦ Θεοῦ ἐλεῆσαι αὐτοὺς καὶ ἡμᾶς. Ὁ δὲ ἀμηρᾶς ἔφιππος ἑστὼς κατὰ τὰς ἀκτὰς τῆς θαλάσσης ἐθεώρει τὰ γε νόμενα. Καὶ πάλιν ἐκ τρίτου ἐμακροβολίζοντο καὶ αὖθις θέλοντες συῤῥῆξαι μετὰ ἐπηρ μένης ὀφρύος καὶ μεγάλων ἀλαλαγμῶν, οἱ δὲ ναύκληροι καὶ κυβερνῆται καὶ ναύαρχοι ἀνδρείως καὶ ῥωμαλέως σταθέντες, τοὺς ναυτίλους παρεθάῤῥυναν ἀποθανεῖν μᾶλλον ἣ ζῆν, καὶ μάλιστα ὁ ναυάρχης τῆς βασιλικῆς νηὸς τοὔνομα Φλαντανέλας ἐκ πρύμνης εἰς πρώραν διερχόμενος καὶ φωναῖς τοὺς ἑτέρους διεγείρων, ὥστε οὐ δύναμαι γράφειν τὰς φωνὰς αὐτοῦ20 καὶ τοὺς τῶν ἑτέρων κρότους ἕως τῶν οὐρανῶν αἰρομένας. Καὶ ἡ σύῤῥηξις πάλιν ἰσχυροτέρα ἐγεγόνει καὶ πολλοὶ ἐκ τῶν τριήρεων ἀπεκτάνθησαν καὶ ἐπλήγησαν καὶ δύο τῶν τριηρέων πυριαλώτους ἐποίησαν· καὶ θεω ροῦντες τὰς νῆας ἐδειλίασαν. Ὁ δὲ ἀμηρᾶς θεωρῶν μηδὲν ἄξιον ἔργον ποιοῦντας, τὸν τοσοῦτον καὶ τηλικοῦτον στόλον, ἀλλὰ μάλλον ἡττῶντο, μανεὶς καὶ θυμῷ ληφθεὶς βρυχώμενος, τοὺς ὀδόντας τρίζων, ὕβρεις ἐνέχεε καὶ ἐλοιδόρει τοὺς ἑαυτοῦ, δειλο καρδίους καὶ γυναικώδεις καὶ ἀνωφελεῖς ἀπεκάλει. Καὶ τὸν ἵππον κεντρίσας ἦλθον ἐντὸς τῆς θαλάσσης, ἦσαν γὰρ ἐγγὺς τῆς χέρσου αἱ τριήρεις ὡσεὶ λίθου βολήν, καὶ τὰ πλείονα τῶν χιτόνων αὐτοῦ ἐβάφησαν ἐκ τῶν τῆς ἁλμυρῆς θαλάσσης ὑδά των. Ὁ δὲ στρατὸς ὁ παρὰ τὴν χέρσον θεωροῦντες αὐτὸν οὕτως μαινόμενον ἠγανά κτουν λυπούμενοι καὶ τοὺς ἐν τῷ στόλῳ ἐβλασφήμουν· καὶ πλεῖστοι ἐκείνων ἔφιπποι 394 τῷ ἀμηρᾷ καὶ αὐτοὶ ἀκολουθοῦντες ἕως τῶν νηῶν ἤγγισαν. Ἐκ δὲ τοῦ στόλου οὕτως θεωροῦντες αὐτὸν πράττοντα καὶ αἰσχυνθέντες τὰς ὕβρεις, ἄκοντες καὶ ἑκόντες μετὰ θυμοῦ μεγάλου μετέστρεψαν αὖθις τὰς πρώρας κατὰ τῶν νηῶν καὶ ἐμάχοντο ἰσχυρῶς. Καὶ τί χρὴ λέγειν; Οὐ μόνον εἰς οὐδὲν τὰς νῆας ἔβλαψαν, ἀλλὰ καὶ τοσοῦτος φόνος καὶ πληγὴ ἐγεγόνει κατ' αὐτούς, ὥστε οὐκ ἐδύναντο αἱ τριήρεις ἐπιστρέψαι. Ἐφο νεύθησαν δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὡς ἔμαθον ἐγώ20, ἐξ αὐτῶν πλεῖον ἢ δυοκαίδεκα χιλιάδες Ἀγαρηνοί, μόνον ἐν τῇ θαλάσσῃ. Ἐλθούσης δὲ τῆς νυκτός, ἐξ ἀνάγκης ὁ στόλος μικρὸν ἀνεχώρησε καὶ αἱ νῆες εὐκαιρίαν εὑροῦσαι εἰσῆλθον ἐν τῷ λιμένι ἄνευ οὐδενὸς ἀποκτανθέντος, εἰ μή τινων ὀλίγων πληγέντων· καὶ μετ' οὐ πλεῖστας ἡμέρας τινὲς ὀλίγοι ἐξ αὐτῶν πρὸς Κύριον ἐξεδήμησαν. Ὁ ἀμηρᾶς δὲ τοσοῦτον μα νεὶς καὶ λυπηθεὶς κατὰ τοῦ τοῦ στόλου δρουγγαρίου ἤθελεν αὐτὸν ἀνασκολοπίσαι, λέγων ὅτι ἕνεκεν τῆς ἐκείνου ἀνανδρείας καὶ ὀλιγοψυχίας αἱ νῆες ἐκεῖναι οὐχ ἑάλοντο, ἀλλ' δι' ἀπροσεξίας τούτου καὶ ἀνωφελείας τῇ νυκτὶ ἐκείνῃ ἐξαλύξασαι εἰσῆλθον ἐν τῷ λιμένι. Τινὲς δὲ τῶν ἀρχόντων τῆς βουλῆς καὶ αὐλῆς τοῦ ἀμηρᾶ ἐδεήθησαν καὶ οὕτως τοῦ ζῆν τῷ δρουγγαρίῳ ἐχαρίσατο, πλὴν τοῦ ἀξιώματος αὐτὸν ἐγύμνωσε καὶ πάντα τὸν βίον αὐτοῦ τοῖς ἰαννιτζάροις ἐχαρίσατο. 2. Καὶ πάλιν κατηφὴς ὑπάρχων ὁ ἀμηρᾶς καὶ περίλυπος καὶ τὰς χεῖρας ὡς κύων δάκνων καὶ λὰξ τῷ ποδὶ κατὰ γῆς, θεωρῶν τοὺς τοίχους ῥίψας δὶς καὶ τρὶς καὶ τοὺς τάφρους γεμίσας, καὶ εὐθὺς πάλιν ἀνωρθωμένους εὕρισκε, καὶ πῶς ἑκατὸν πεντή κοντα τριήρεις, διήρεις τε καὶ μονήρεις οὐκ ἐδυνήθησαν ἁλῶσαι τὰς τέσσαρας ἐκεί νας νῆας, ἀλλὰ μᾶλλον καὶ τοσοῦτον φόνον εἰς αὐτοὺς ἐποίησαν, στενάζων ἐκ καρ δίας καὶ καπνὸς ἐκ τοῦ στόματος αὐτοῦ ἀνέβαινε. Καὶ ἐλογίζετο, τὶ ἔδει ποιῆσαι, ἵνα τὴν πόλιν πλεῖον θλίψῃ καὶ στενοχωρήσῃ καὶ διὰ θαλάσσης καὶ ξηρᾶς τὴν ἐμβολὴν ποιήσῃ· καὶ ἐλογίζετο τοιαῦτα μηχανῇ, ἵνα μέρος τοῦ στόλου εἰσφέρῃ ἔσω τοῦ λιμέ νος. Καὶ ἦν ὁ λόγος εὐθὺς καὶ τὸ ἔργον· καὶ ἐκ τοῦ ὄπισθεν μέρους τοῦ Γαλατᾶ διὰ τοῦ λόφου ὁδὸν εὐθεῖαν ᾠκονόμησε κατερχομένην ἄχρι τοῦ λιμένος καὶ σανίσι καὶ ξύλοις πᾶσαν κατέστρωσε καὶ μετὰ στέατος βοῶν καὶ κριῶν ἤλειψεν αὐτὰς καὶ ὄργανα πολύτροπα ἕτερα ποιήσας καὶ μηχανάς, ὥστε τὰς τριήρεις καὶ διήρεις ἐν εὐκολίᾳ ἄ νωθεν ἐν τῷ λόφῳ σύρας κατεβίβασεν αὐτὰς ἔνδον τοῦ λιμένος. Καὶ ἦν τὸ ἔργον θαυ μαστὸν καὶ ναυμαχίας στρατήγημα ἄριστον. Ἐγὼ δὲ λογίζομαι, τῷ Καίσαρι Αὐγούστῳ ἐμιμήσατο, ἡνίκα μετὰ τοῦ Ἀντωνίου καὶ Κλεοπάτρας ἐμάχετο, ὃς διὰ τὸν σάλον τῆς θαλάσσης καὶ τοὺς ἐναντίους ἀνέμους οὐκ ἐδυνήθη περιοδεῦσαι κύκλωθεν τῆς νήσου τοῦ Πέλοπος καὶ ἐλθὼν διὰ τοῦ Ἰσθμοῦ, τὰς νῆας σύρας ἔτι, πρὸς ἑῴαν τῆς Ἑλλάδος θαλάσσης, ταχέως ἐν τῇ Ἀσίᾳ ὥδευεν· ἢ τῷ Νικήτᾳ πατρικίῳ, ὅτε καὶ 396 αὐτὸς ἐκ τῆς Ἑλλαδικῆς θαλάσσης τὰς τριήρεις ἐν τῇ δυτικῇ περάσας διὰ τοῦ Ἰσθμοῦ τοὺς Κρῆτας ἐν τῇ Μεθώνῃ καὶ Πύλῳ ἐτροπώσατο. 3. Λοιπὸν ὁ ἀμηρᾶς τὰς τριήρεις εἰσφέρας ἐν μιᾷ νυκτί, ἔνδον τοῦ λιμένος πρωῒ ηὑρέθησαν. Εἶτα γέφυραν κατασκευάζει τρόπῳ τοιῷδε· ἀκάτια γάρ τινα καὶ ἀγγεῖα μεγάλα ξυλοπύθους συνάξας πολλοὺς καὶ ξύλοις μακροῖς, ἤτοι δοκοῖς, καὶ σιδήροις καὶ σχοινίοις ἰσχυρῶς καὶ δυνατῶς συσφίγξας καὶ δήσας, ἵνα μὴ τὰ ἁλμυρὰ ὕδατα δυνηθῶσιν ἐκθλῖψαι τὸ ἔργον, εἶτα ἄνωθεν τῶν ἀκατίων καὶ ἀγγείων καὶ τῶν ξύλων συνίδας δυνατῶς δήσας μετὰ σιδηρῶν σκολόπων καὶ περόνων, ἐξ ὧν γέφυρα ἐγεγόνει δυνατὴ καὶ καλή, ἔχουσα τὸ πλάτος ὀργυίων πεντήκοντα, τὸ δὲ μάκρος ἑκατόν, ὤστε ἐφαίνετο τὴν μέσην πᾶσαν τοῦ λιμένος ὡς ἐν ξηρᾷ περιπατεῖν. Εἶτα καὶ ἐλέβολιν ἄνω θεν τῆς γεφύρας βαλὼν καὶ αἱ τριήρεις ὁμοῦ τὰ τῆς πόλεως τείχη ἐν ἐκείνοις τοῖς μέρεσιν ἔτυπτον. 4. Ἰδὼν δὲ ταῦτα ὁ βασιλεὺς καὶ πᾶσα ἡ πόλις εἰς ταραχὴν λογισμῶν μεγάλων ἐνέπεσον· ἐδεδίει γὰρ ὁ βασιλεὺς διὰ τὴν ὀλιγότητα ἡμῶν. Καὶ βουλῆς γενομένης, ἵνα οἱ στρατηγοὶ καὶ δήμαρχοι καὶ οἱ ἕτεροι ἄριστοι ἄνδρες Ἰταλοί τε καὶ Ῥωμαῖοι, οἱ ὀλίγοι πάνυ εὑρεθέντες, ὅπου δ' ἂν νεωστὶ προσταχθῶσιν, ἐν ἐκείνοις τοῖς τόποις ἕκαστος αὐτῶν ἀπέλθῃ καὶ τοὺς τοίχους φυλάττειν καὶ τοῖς ἐχθροῖς ἀντιμάχασθαι. Καὶ πρῶτον μὲν τῷ τῆς Ἑνετίας μπαΐλῳ τοὔνομα Ἱερωνύμῳ Μινότῳ ἐνεμπιστεύθηφυλάττειν καὶ οἰκονομεῖν τὰ ἀνάκτορα καὶ πάντα τὰ ἐκεῖσε· τῷ δὲ τῶν Καταλάνων ἀστάνδῃ ἐδόθη, ἵνα φυλάττῃ ἐν τοῖς μέρεσι τοῦ Βουκολέοντος ἄχρις ἐγγὺς τοῦ Κον τοσκαλίου· τῷ δὲ Ἰακώβῳ Κονταρίνῳ, ἵνα φυλάττῃ τὰ μέρη τῶν τοίχων τοῦ ἔξωθεν λιμένος καὶ ἕως ἐγγὺς τῶν Ὑψωμαθίων, ὃς οὐ διέλιπε ποιεῖν τὰ ὅσα ἔξεστι στρατιώ ταις καὶ μάλιστα τοῖς εὐγενέσι· Μανουὴλ δὲ τῷ ἐκ τῆς Λιγουρίας φυλάττειν τὰ μέρη τῆς πύλης τῆς λεγομένης χρυσῆς μετὰ διακοσίων ἀνδρῶν τοξότων τε καὶ μπαλαιστρῶν· εἶχον γὰρ ἐν ἐκείνῳ τῷ μέρει ἐλέπολιν ἐναντίαν, καὶ αὐτὴ μετὰ βουβάλων καὶ βοῶν δο ρῶν ἐνδεδυμένην· καὶ τὰ τείχη μετὰ μηχανῶν ἔτυπτον. Παύλῳ μὲν καὶ Ἀντωνίῳ καὶ Τρωΐλῳ τοῖς αὐταδέλφοις ἐνεμπιστεύθη, ἵνα φυλάττωσι τὸ Μυρίανδρον, ὅπου καὶ ἐν ἐκείνοις τοῖς μέρεσιν ἡ πόλις ἦν ἐπικίνδυνος καὶ νυκτὸς καὶ ἡμέρας πεζοί τε καὶ ἱππέοι τοῦ πλήθους τῶν Τουρκῶν ἐμάχοντο γενναίως καὶ ἀνδρείως καὶ συχνάκις καὶ τὰ τείχη χαλάσαντες καὶ θέλοντες εἰσελθεῖν, κακῶς ἀπεδιώχθησαν. Καὶ φόνον εἰς αὐτοὺς οὐκ ὀλίγον ἐποίουν καὶ μέρος μὲν τῶν κλιμάκων αὐτῶν ἔσω ἔσυρνον, μέρος δὲ ἔθλαζον· καὶ τὰ τῶν ἀνδρῶν ἆθλα καὶ γέρα μνήμης αἰωνίου ὑπῆρχον ἄξια. 5. Θεοφίλῳ μὲν τῷ Παλαιολόγῳ, ἀνδρὶ ἐμπείρῳ πάσης πραγματείας καὶ τῆς ἑλ ληνικῆς παιδείας τε καὶ μαθηματικῆς εἰς ἄκρον γευσαμένῳ ἐπιστεύθη φυλάττειν κατὰ τὰ μέρη τῆς Πύλης τῆς λεγομένης Σηλυβρίας. Τῷ δὲ Ἰωάννῃ τῷ Ἰουστινιανῷ τῷ αὐ- τοῦ στρατηγῷ, τῷ εἰς πᾶν τε καλῷ καὶ ἐπιτηδείῳ, πρὸς ὃν καὶ ὁ βασιλεὺς πολλὰ 398 θαῤῥῶν διὰ τὴν γεναιότητα καὶ ἀνδρείαν καὶ τόλμην αὐτοῦ, ἐδόθη, ἵνα μετὰ τετρακο σίων στρατιωτῶν Ἰταλῶν τε καὶ Ῥωμαίων φυλάττῃ ἐν τοῖς μέρεσι τῆς πύλης τοῦ ἁγίου Ῥωμανοῦ, ἔνθα οἱ Τοῦρκοι πλεῖον τῶν ἄλλων μερῶν ἐμάχοντο καὶ τὴν ἐλέβολιν τὴν μεγάλην καὶ ἐλέπολιν ἐν ἐκείνοις τοῖς μέρεσιν ἔστησαν, διὰ τὸ εἶναι τὸν τόπον ἐπι τήδειον πρὸς τὸ πολεμεῖν τὰ τείχη καὶ τὴν πόλιν καὶ διὰ τὸ εἶναι καὶ τὸν ἀμηρᾶν ἀντικρὺς ἐκεῖ ἐσκηνωμένον. Θεοδώρῳ μὲν τῷ ἐκ Καρύστου, ἀνδρὶ πολεμιστῇ καὶ δρα στικωτάτῳ καὶ τοξότῃ ἠσκημένῳ ὑπὲρ ἄνθρωπον, καὶ Ἰωάννῃ Γερμανῷ, ἀνδρὶ τὰς τοῦ πολέμου μηχανὰς καλῶς εἰδότι, ἐδόθη, ἵνα φυλάττωσιν ἐν τοῖς μέρεσι τοῖς Καλυ γαρίοις, ὁ δὲ Ἱερώνυμος καὶ Λεονάρδος οἱ Λιγουρῖται ἵνα φυλάττωσιν ἐν τοῖς μέρεσι τῆς πύλης λεγομένης Ξυλίνης. Τῷ δὲ καρδηναλίῳ Ῥωσσίας ἐδόθη, ἵνα φυλάττῃ ἐν τοῖς μέρεσι τοῦ Κυνηγεσίου καὶ ἕως τοῦ ἁγίου Δημητρίου, ὁ δὲ μέγας δοὺξ ὁ Νοταρᾶς ἵνα φυλάττῃ ἐν τοῖς μέρεσι τοῦ Πετρίου καὶ ἕως τῆς Πύλης τῆς ἁγίας Θεοδοσίας. Ἐν δὲ τοῖς μέρεσι τῆς Πύλης τῆς λεγομένης Ὡραίας φυλάττειν ὡρίσθησαν οἱ ναῦται καὶ οἱ ναύκληροι καὶ οἱ κυβερνῆται, οὓς εἶχεν ἡ ναῦς ἡ ἐκ τῆς Κρήτης. 6. Τῷ δὲ Γαβριὴλ Τριβιζάνῳ τῷ τῶν Ἑνετῶν τριήρεων ἄρχοντι μετὰ καὶ ἑτέρων ἀνδρῶν πεντήκοντα ἐδόθη τηρεῖν τὸν πύργον τὸν ἐν μέσῳ τοῦ ῥεύματος τὸν φυλά σοντα τὴν εἴσοδον τοῦ λιμένος καὶ ἕως τῆς ἀντικρὺς Πύλης τῆς Βασιλικῆς· καὶ τὸ ἐμπιστευθὲν αὐτῷ μέρος ὡς ποιμὴν καὶ οὐ μισθωτὸς καλῶς ἐφύλαττε. Τῷ δὲ Ἀντω νίῳ Δέδῳ ἄρχοντι τῶν ἐμπορικῶν τριήρεων ἐδόθη φυλάττειν τὰς τριήρεις αὐτοῦ καὶ τὰς νῆας ἐντὸς ἁλύσεως, ὡς εἴρηται· αἱ δὲ νῆες ἐκεῖναι διὰ τὸ εἶναι αὐτὰς καλῶς ἡτοι μασμένας εἰς παράταξιν πολέμου, οἱ ὄντες ἔσωθεν μετὰ σαλπίγγων καὶ τυμπάνων καὶ φωνῶν ἀναριθμήτων τὰς τῶν Τουρκῶν τριήρεις καὶ νῆας εἰς μάχην ἐκάλουν· καὶ ἀ κροβολισμοὶ οὐ διέλιπον ἀνὰ μέσον αὐτῶν καθ' ἑκάστην ἡμέραν, πλὴν οὐ τελείαν συμπλοκὴν ἐποίουν. Οἱ δὲ ἕτεροι εὐγενεῖς καὶ ἄριστοι ἄνδρες τῆς πόλεως ἐν τόποις ἀναγκαίοις διεμερίσθησαν φυλάττειν· καὶ πᾶν τὸ δυνάμενον οὐ διέλιπον ποιεῖν. Τοὺς δὲ μοναχοὺς καὶ ἱερεῖς καὶ κληρικοὺς καὶ τοῦ λοιποῦ καταλόγου τῆς ἐκκλησίας ἄν δρας διέταξαν, ἵνα διαμερισθῶσιν ἔνθεν κἀκεῖθεν ἐν τῷ περιβόλῳ τῆς πόλεως, ἵνα τοῦ Θεοῦ δεόμενοι καὶ ἡμεροσκόποι καὶ νυκτοσκόποι ὦσι καὶ δεήσεσιν ἐξιλεοῦσθαι τὸ θεῖον ὑπὲρ τῆς σωτηρίας τῆς πόλεως. Τὸν δὲ Δημήτριον τὸν Καντακουζηνὸν καὶ τὸν γαμβρὸν αὐτοῦ Παλαιολόγον Νικηφόρον μετὰ καὶ ἑτέρων τινῶν κατέταξαν ἐν τῷ σεπτῷ ἀποστολείῳ καὶ ἐν ἑτέροις τόποις περιπατεῖν μετὰ ἑπτακοσίων ἀνδρῶν, ἵνα, εἰς 400 οἷον δὴ τόπον ἀνάγκη ὑπάρχῃ, βοηθήσωσιν. Ὁ δὲ βασιλεὺς ἅμα τῷ Φραγ κίσκῳ τῷ Τολέδῳ τῷ συγγενεῖ αὑτοῦ, ὃς κατάγεται, λέγουσιν, ἐκ τοῦ αἵματος περιφανοῦς βασιλέως Ἀλεξίου τοῦ Κομνηνοῦ, καὶ μεθ' ἡμῶν ἔφιππος δι' ὅλης τῆς ἡμέρας καὶ νυκτὸς περιπα τῶν ἦν γύρωθεν ἔνδον τῆς πόλεως καὶ τῶν τειχῶν· καὶ τὰ εἰς ἀνάγκην τοῦ πολέμου ἡτοιμάζομεν. 7. Ἐπειδὴ δὲ καὶ χρημάτων ἐσπάνιζον τὰ βασίλεια διὰ τὸν μισθὸν τῶν στρα τιωτῶν, προσέταξεν ὁ βασιλεὺς λαβεῖν τὰ τῶν ἐκκλησιῶν σκεύη ἅγια καὶ ἀφιερωμέ να τῷ Θεῷ καὶ χρήματα ἐποιήσαμεν. Καὶ μή τις ἐγκαλέσειεν ἡμᾶς ὡς ἱεροσύ λους ἕνεκεν τοῦ καιροῦ ἀνάγκης, ὡς καὶ ὁ Δαβὶδ πεπονθὼς πεινάσας τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, ἃ οὐκ ἔξεστι φαγεῖν, εἰ μὴ τοῖς ἱερεῦσι μόνοις. Ἔλεγε γὰρ ὁ βα σιλεύς· Ἂν ὁ Θεὸς λυτρώσῃ τὴν πόλιν, τετραπλοῦν ἀποδώσω τῷ Κυρίῳ μου. 8. Καὶ αὖθις ἑτέρας βουλῆς γενομένης, ἵνα τὰς ἐν τῷ λιμένι φερομένας τριή ρεις καὶ γέφυραν ἐμπρήσωσι μηχανῇ τινί, διότι μεγάλην ταραχὴν καὶ κίνδυνον αἱ νῆες αὖται τῇ πόλει ἐνέδιδον καὶ ὅτι μηχανὴν εὗρον. Καὶ τὴν βουλὴν ἐκφωνήσας τῷ βασιλεῖ Ἰάκωβος Κόκκος ὁ Ἑνετός, ἀνὴρ ὀξύτερος τοῦ ποιεῖν ἢ λέγειν, ὃς ἐνεμπιστεύθη τοῦ πέρας δοῦναι τῇ ὑποθέσει, καὶ ἀρξάμενος τοῦ ἔργου πάνυ ἐπιτηδείως καὶ καλῶς τρόπῳ τοιῴδε, ἀκάτια τρία πάνυ ταχέα καὶ γοργὰ οἰκονομήσας, καὶ τεσσαρά κοντα νέους θαρσαλέους καὶ μεγαλοψύχους καὶ ἀνδρείους ἐν αὐτοῖς ἔβαλε, Γραικούς τε καὶ Ἰταλούς, καὶ καλῶς παραγγείλας αὐτοῖς καὶ τὰς κατασκευασθείσας μετὰ τοῦ ὑγροῦ πυρὸς τέχνας δώσας, ἵνα ἔλθωσι νυκτὸς καὶ περάσωσι πρὸς τὸν Γαλατᾶν καὶ πλησίον τῆς πέρας ἐκείνης γῆς ἔλθωσιν ἕως τῶν τριήρεων καὶ τὰ ὁρισθέντα πράξωσι· καὶ ἐγεγόνει γὰρ ἄν, εἰ μὴ καὶ εἰ τὸ αὐτὸ ἡ κακὴ τύχη ἡμῶν ἐμπόδισεν. Ἐλθόντες δὲ πάνυ ἐπιτηδείως καὶ τὴν γέφυραν περιπατήσαντες καὶ δύο νέους ἀφέντες ἐκεῖ μετὰ 402 κατασκευῆς, ἵνα, ὅταν οἱ ἕτεροι εἰς τὰς τριήρεις ἐγγίσωσι καὶ σημεῖόν τι ἴδωσι, τότε θεαφίῳ εὐθὺς τὸ ὑγρὸν πῦρ ἀνάψωσι, φθάσαντες δὲ καὶ ἕως τῶν τριήρεων ἐγγύς, ὁ Θεὸς ἢ διὰ τὰς ἁμαρτίας ἡμῶν ἐκώλυσε τὸ ἔργον, ἢ ἐξ ἀπροσεξίας τῶν νέων ἐκεί νων τις τὸ ἔργον, ἢ ἐξ ἀπροσεξίας τῶν νέων ἐκείνων τις τὸ μυστήριον τοῖς ἐναντίοις ἐμήνυσε. Καὶ φύλακας ἀγρύπνους καὶ νυκτοσκόπους ἔχοντες, ὡς εἶδον αὐτούς, μετὰ σκευῶν καὶ πετρῶν καὶ μετὰ ἑτέρων ἀκατίων τὸ ἓν ἀκάτιον ἐβύθισαν καὶ μέρος τῶν ἀνθρώπων ἐζώγρησαν καὶ τὰ ἕτερα δύο ὁλοκλήρως ἐπίασαν· καὶ οὕτως οὐδὲν ἕτερον οἱ ἡμέτεροι ἐποίησαν, εἰ μὴ μίαν τῶν τριήρεων ἐπυρπόλησαν. Καὶ τὸ ἐν τῇ γεφύρᾳ πῦρ πλῆθος τῶν Τουρκῶν δραμόντες ἐναπέσβεσαν. Τοὺς δὲ νέους ἐκείνους τοὺς θαυ μαστοὺς καὶ ὡραίους ὁ ἀσεβὴς ἀμηρᾶς προστάξας τῷ πρωῒ πάντας ἀνιλεῶς ἐθανάτωσεν ἡμῶν ὁρώντων αὐτούς· καὶ θρῆνος ἐγεγόνει ἐν τῇ πόλει ὑπὲρ αὐτῶν ἀμέτρητος. Ὁ δὲ βασιλεὺς λυπηθεὶς προσέταξε καὶ αὐτός, ἵνα ἄνωθεν τῶν πύργων κύκλωθεν τοὺς αἰχμαλώτους Τούρκους θαντώσωσιν· ἦσαν γὰρ τὸν ἀριθμὸν οἱ ἀναιρεθέντες διακόσιοι ἑξήκοντα. Καὶ διὰ ταῦτα οὖν σκάνδαλα ἀνεφύησαν καὶ στάσις μεγάλη ἐγεγόνει ἀνα μεταξὺ τῶν Ἑνετῶν καὶ Λιγουρίων· ἔλεγον γὰρ οἱ Λιγούριοι καὶ διισχυρίζοντο τοῦ εἶναι αὐτοὺς ἐμπειροτάτους τῶν Ἑνετῶν ἐν παντὶ πράγματι καὶ διὰ τὸ μὴ εἰδέναι τὸν Κόκκον Ἰάκωβον ἃ ἐποίει, οὔτε ἐκεῖνος οὔτε οἱ λοιποὶ τῶν Ἑνετῶν ἐν οἷς ἐπιχειρίζοντο· δι' ὧν αἰτίαν τοὺς τεσσαράκοντα ἐκείνους νέους ἀπώλεσαν, δι' οὓς τοσοῦτος οἶκτος ἐγένετο· καὶ αἱ τριήρεις καὶ ἡ γέφυρα αἱ ἐν τῷ λιμένι οὐκ ἐπυρπολήθησαν. VI. Ὡς οὖν ἤκουσεν ὁ βασιλεὺς τὰ γενόμενα, ἐλθὼν ὡμίλησε τοῖς Ἑνετοῖς τε καὶ Λιγουρίοις λιπούμενος λέγων· Παρακαλῶ ὑμᾶς, ἀδελφοί, εἰρηνεύετε· Καὶ ἀρκεῖ ἡμῖν ὁ ἔξωθεν πόλεμος· Καὶ μὴ ἀναμεταξὺ ὑμῶν μάχεσθε διὰ τοὺς οἰκτυρμοὺς τοῦ Θεοῦ. Καὶ ἄλλα πολλὰ δημηγορήσας εἰρηνοποίησεν αὐτούς. 2. Ὁ δὲ ἀμηρᾶς ἰδὼν γεγονέναι τὸ ἡμέτερον ἔργον εἰς οὐδὲν χρήσιμον κατὰ τῶν τριήρεων, ἀλλὰ μᾶλλον καὶ ἐζημιώθημεν, περιχαρὴς γεγονὼς μετὰ σοβαρότητος καὶ ἀγερώχου γνώμης εἰπών· Τὰ ὅσα αὐτοὶ οὐκ ἐδυνήθησαν ἡμῖν ποιῆσαι, ἐγὼ ἀν ταμείψομαι·, καὶ ἄνωθεν ἐν τῷ λόφῳ τοῦ ἁγίου Θεοδώρου πέραν ἐν τῷ Γαλατᾷ ἐλεβό λεις μεγάλας στήσας, ἵνα τὰς ἡμετέρας νῆας τὰς ἐν τῇ εἰσόδῳ τοῦ λιμένος βυθίσῃ ἤ, ὅθεν ἦσαν, ποιήσῃ ἀναχωρῆσαι. Καὶ ταῦτα μὲν ἐποίει οὐχὶ μόνον διὰ τὴν εἴσοδον τοῦ λιμένος, ἀλλ' ἵνα καὶ τὰς τῶν Λιγουρέων νῆας ἀνταμείψηται, ὅπως δείξῃ ἡμῖν, ὅτι εἰς τὰ πάντα δύναται καὶ ἀγχίνους καὶ πολύτροπός ἐστιν. Ἰδόντες δὲ οἱ ἐν τῷ Γαλα τᾷ, ὅτι τὰς νῆας ἐβούλετο ζημιῶσαι, συναχθέντες εἶπον αὐτῷ, ὅτι οὐκ ἔστι δίκαιον τὰς τῶν Λιγουρέων καὶ ἡμῶν ἐμπορικὰς νῆας ζημιώσῃς, φίλοι ὄντες. Ὁ δὲ ἀποκρι θεὶς εἶπεν· Αὖται αἱ νῆες οὔκ εἰσιν ἐμπορικαί, ἀλλὰ πειραταὶ καὶ οὐ χάριν εὐποιίας ἦλθον ἐνταῦθα, ἀλλ' ἵνα τῷ βασιλεῖ τῷ ἡμετέρῳ ἐχθρῷ βοηθήσωσιν. Ἐγὼ δὲ ὡς προ φανεῖς ἐχθρούς, εἰ δυνατόν, θέλω παιδεῦσαι· ὑμεῖς δὲ ἀπέλθατε μετ' εἰρήνης ὡς φί λοι. Λοιπὸν τὸ ἔργον ἁψάμενος καὶ ἦν ἰδεῖν σημεῖον, ὅτι τῇ πρώτῃ ἐλεβόλει, ἣν ὁ τεχνίτης ἥψατο, τὴν νῆα τὴν τῶν ἄλλων ἄρχουσαν ἐβύθισεν. Αἱ δὲ λοιπαὶ ἰδοῦσαι

Intertext edge

Open linked passage

Note