Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 13 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Αὐτοὶ δὲ οἱ Ἰσμαηλῖται ἄπιστοι, ὄντες χαλεποὶ καὶ ἀνελεήμονες, προστά ξει δὲ θεοῦ τοὺς πιστοὺς παιδεύουσι καὶ τὸ πλεῖον μέρος τοῦ κόσμου κυριεύουσι. Διὸ οὐ δεῖ μεγαλοῤῥημονεῖν περὶ τούτων τοὺς Ἰταλούς, ὅτι διὰ τὸ ὀρθῶς φρονεῖν καὶ δί καιοι καὶ ἅγιοι ἑαυτοὺς λέγουσιν εἶναι καὶ διὰ τὴν αὐτῶν ὀρθοδοξίαν καὶ δικαιοσύ νην ἕως τοῦ νῦν βασιλεύουσι. Καὶ τοιούτοις μὲν τοῖς ὀλίγοις εἰρήκαμεν ῥήμασιν οὐχὶ πρὸς τὸ κατακρίνειν ἢ κατηγορεῖν τινα, μὴ γένοιτο, ἀλλ' ἵνα τοῖς καταλαλοῦσιν ἡμᾶς δείξωμεν, ὅτι οὐκ ὀρθῶς καὶ σαφῶς τὰς γραφὰς οἴδασι. Διὰ τοῦτο μὲν ἡμᾶς μέμφονται καὶ σοφοί εἰσι πάντες τοῦ νουθετεῖν, αὑτοὺς δὲ ἁμαρτάνοντας οὐ γινώσκουσιν. 470 II. Ἐπὶ τὴν ἡμετέραν διήγησιν ἐπανέλθωμεν οὖν. Ἐάν τις ἐρωτήσῃ, τί τὸ πραχθὲν παρὰ τοῦ βασιλέως τῷ διὰ μέσου καιρῷ τῆς μάχης, εἴπω αὐτῷ· ἐν ᾧ δὲ χρόνῳ καὶ καιρῷ ὁ ἀμηρᾶς πα ρεσκευάζετο, καὶ τὴν βοήθειαν ἐποίησαν οἱ ἔξωθεν αὐθένται οἱ χριστια νοί. Καὶ τῶν μὲν ἔξωθεν αὐθέντων, ἤτοι περικύκλωθεν χριστιανῶν δῆλόν ἐστι τοῖς πᾶσιν οὐδέν, ἀλλὰ μᾶλλον καὶ πρὸς τὸν τῆς Σερβίας αὐθέντην Γεώργιον πρέσβυν ὁ ἀμηρᾶς ἀπέστειλεν, ἵνα μεσιτεύσῃ περὶ τῆς εἰρή νης τῆς ἀναμεταξὺ τῶν Οὐγκάρων καὶ τοῦ ἀμηρᾶ. Μετὰ δὲ τοῦ ἀπερχο μένου πρέσβυος χριστιανός τις γραμματικὸς ἦν, ἀνατεθειμένος παρά τινων Τουρκῶν τῶν τῆς βουλῆς εἰπεῖν τῷ δεσπότῃ, ἵνα ποιήσῃ ἀναβολὴν εἰς τὴν ἀγάπην, ὅτι, ἐὰν γένηται ἡ μετὰ τῶν Οὐγκρῶν συνθήκη τῆς ἀγάπης, ἤτοι εἰρήνης, εὐθὺς ὁ Τοῦρκος κατὰ τῆς Κωνσταντινουπόλεως καθορμή σεται. Κἀκεῖνος οὐκ ἐφρόντισε περὶ τούτου, οὔτε ἔμελεν αὐτῷ, οὐκ εἰδὼς ὁ ἄθλιος, ὅτι, εἰ ἀφαιρεθῇ ἡ κεφαλὴ τοῦ σώματος, τὰ μέλη εἰσὶ νεκρά. 2. Τότε οὖν καὶ ἐν τῇ Ἑνετίᾳ βουλῆς μεγάλης γενομένης περὶ τού του, ἀνέστη ὁ τῷ τότε καιρῷ δοὺξ τοὔνομα Φραγκίσκος Φούσκαρις λέ γων, οὐ κατ' ἄγνοιαν γάρ, ὁ βασιλεὺς Ἰωάννης ὥριζεν ἡμᾶς, ἀλλὰ καὶ ἄλλοι οἱ ἰδόντες καὶ ὁμιλήσαντες αὐτῷ φρονιμώτερον αὐτοῦ ἄνθρω πον ἐν τῇ Ἰταλίᾳ οὐκ εἶδον, εἰ μὴ διὰ κακίαν καὶ φθόνον· οὐκ οἶδε γὰρ ὁ φθόνος προτιμᾶν τὸ συμφέρον. Ἦν δὲ τὸ αἴτιον τούτου· τοῦ Ἀλωϋσίου Διέδου ἐκείνου ποτὲ μεσιτεύσαντος, ἵνα ὁ μακαρίτης ὁ αὐθέν της μου ὁ κὺρ Κωνσταντῖνος, δεσπότης ὢν τῷ τότε καιρῷ ἐν τῇ Πελο ποννήσῳ, λάβῃ εἰς γυναῖκα αὑτοῦ τὴν τοῦδε τοῦ δουκὸς θυγατέρα μετὰ προικὸς πολλῆς, ὁ οὖν αὐθέντης μου οὐ δι' ἄλλο, εἰ μὴ ἵνα γένηται οἱονεὶ καὶ αὐτὸς καὶ ὁ τόπος αὑτοῦ μετὰ τῆς Ἑνετίας ἕν, συνεκατέβαινε τῇ τοιαύτῃ ἀγχιστείᾳ, ἐμοῦ τε καὶ ἄλλων πλειόνων συναινούντων τοῦτο καὶ ἀναγκαζόντων σχεδὸν ἤδη ἐγένετο. Ὡς δὲ ἐγένετο βασιλεὺς καὶ ἀπελ θὼν εἰς τὴν πόλιν, τοῦτο ἀνοίκειον γὰρ ἦν· πῶς ἐδύναντο οἱ τῆς πόλεως ἄρχοντες καὶ ἀρχόντισσαι κυρίαν καὶ δέσποιναν αὑτῶν καταδεχθῆναι Ἑνετοῦ θυγατέρα καὶ τοὺς γαμβροὺς αὐτοῦ τοὺς ἄλλους καὶ υἱοὺς συγ γάμβρους καὶ γυναικαδέλφους εἶναι τῷ βασιλεῖ, ἐνδόξου μὲν ἴσως καὶ δουκὸς ὄντος, ἀλλὰ πρόσκαιρος ἦν. Καὶ αὖθις μετὰ τὸ βασιλέα γενέ σθαι τὸν αὐθέντην μου ὁ δοὺξ ἐζήτει τὸ τοιοῦτο, ἀλλ' ἀπεπέμφθη· ἕνεκεν τούτου λοιπὸν ὁ ἄνθρωπος ἐγένετο ἐχθρός. Καὶ πολλὰ εἰπόντος τοῦ Ἀλωϋ σίου Λαουρεδάνου καὶ τοῦ Ἀντωνίου Διέδου καὶ ἄλλων πολλῶν καὶ ἀπο δειξάντων, ὅτι, εἰ καὶ ἡ Πόλις ἁλωθῇ, πλείστη ζημία συμβαίνει καὶ τῇ αὐτῶν αὐθεντίᾳ, πλὴν οὐκ ἴσχυσαν παρωτρῦναι τὸν δοῦκα συνδραμεῖν τῷ βασιλεῖ. 3. Καὶ ἡ ἐκκλησία τῆς Ῥώμης, περὶ τούτου ἐφρόντισεν· Εὑρεθέν τος γὰρ τοῦ καρδηναλίου τῆς Ῥωσσίας εἰς τὴν πόλιν καὶ ἐγὼ περὶ τού 472 του μεσιτεύσας πρὸς τὸν ἀοίδιμον καὶ μακαρίτην τὸν αὐθέντην μου τὸν βασιλέα, ἵνα γένηται ὁ δὲ καρδηνάλις πατριάρχης Κωνσταντινουπόλεως· καὶ εἰ γένηται, τὰ καὶ τὰ γενήσονται παρ' αὐτοῦ καὶ τοῦ τότε πάπα εἰς βοήθειαν τῆς πόλεως, εἰ κἂν ἐκ δευτέρου μνημονευθῇ ὁ πάπας. Καὶ πολ λῶν συζητήσεων λόγων καὶ βουλῆς γενομένων ἔδοξε τῷ ἀοιδίμῳ βασιλεῖ τῷ αὐθέντῃ μου τὸ ἓν τῶν δύο μὴ γένοιτο παντελῶς, ὅτι τῷ γενομένῳ πα τριάρχῃ ἀνάγκη ἦν οἱ πάντες ἢ πείθεσθαι αὐτῷ ἢ ἔρις καὶ ἔχθρα γενή σεται ἀναμεταξὺ αὐτοῦ καὶ αὐτῶν τῶν μὴ πειθομένων αὐτῷ. Καὶ ἐν ἐκεί νῳ τοῦ καιροῦ διαμέσῳ εἰ καὶ συμβῇ ἡμῖν μάχη ἔξωθεν παρὰ τῶν ἐχθρῶν, καὶ ἔχειν ἡμᾶς καὶ ἔσωθεν, πόσον ἔσεται κακόν; Τὸ δὲ μνημονεύεσθαι τὸν πάπαν γενηθήτω ἕνεκεν ἐλπίδος βοηθείας ἐν τῇ ἀνάγκῃ ἡμῶν· καὶ ὅσοι τοῦτο ποιήσωσιν ἐν τῇ ἁγίᾳ Σοφίᾳ, οἱ ἄλλοι ἔσονται ἀναίτιοι καὶ εἰρηνικοί. Καὶ τῇ ιβ- ῃ τοῦ Δεκεμβρίου παρελθόντων ἓξ μηνῶν καὶ το σούτου λόγου γενομένου περὶ βοηθείας, ὅσον ἐποιήσατο ὁ σουλτάνος τοῦ Κάρεως, ἤτοι τῆς Αἰγύπτου. 4. Ἀπὸ δὲ τῆς Σερβίας δυνατὸν ἦν ἀποσταλθῆναι χρήματα κρυ φίως πολυμερῶς καὶ ἀνθρώπους ὁμοίως δι' ἄλλου τρόπου· οὐκ ἀπέλαυ σεν, οὔτε εἶδεν οὐδεὶς ἕνα ὀβολόν. Ναί, ἀληθῶς ἀπέστειλαν πολλὰ χρή ματα καὶ ἀνθρώπους πρὸς τὸν ἀμηρᾶν πολιορκοῦντα τὴν πόλιν· καὶ ἐθριάμβευσαν αὐτοὺς οἱ Τοῦρκοι καὶ δεικνύοντες, ὅτι ἰδοὺ καὶ οἱ Σέρβοι καθ' ὑμῶν εἰσί. Τὶς τῶν Χριστιανῶν αὐθέντων ἢ Ἰβέρων ἀπέστειλεν ἕνα ὀβολὸν ἢ ἀνθρώπους εἰς βοήθειαν τῆς πόλεως, ἢ φανερῶς ἢ κρυφῶς; 5. Οἱ Οὔγκαροι δὲ ἔστειλαν πρέσβεις πρὸς τὸν ἀμηρᾶν λέγοντες, ὅτι σωζομένου, ἵνα ἔχητε καὶ μετὰ τοῦ βασιλέως εἰρήνην καὶ ἀγάπην, ἐποιήσαμεν καὶ ἡμεῖς τὴν ἀγάπην μεθ' ὑμῶν· ἀλλ' ἐπεὶ οὐ τηρεῖτε κατὰ τὰς ἀναμεταξὺ ἡμῶν καὶ ὑμῶν συνθήκας, καὶ ἡμεῖς ἀθετήσωμεν πᾶσαν τὴν εἰρηνοποίησιν. Καὶ φθάσαντες οἱ πρέσβεις, ἡνίκα ἐπολιορκεῖτο ἡ πόλις, ἐν ᾗ ἑβδομάδι ἔμελλον τὴν ἐμβολὴν δῶσαι, ὁ δὲ ἀμηρᾶς καὶ πᾶσα ἡ βουλὴ αὐτοῦ ἐχρόνιζον αὐτοὺς λόγοις κολακείας προσδοκᾶν τὴν ἀπό κρισιν σήμερον ἢ αὔριον. Καὶ τοῦτο ἐποίουν μετὰ δόλου, ἄχρι ἴδωσι τὰ μέλλοντα συμβῆναι, ὅτι εἰ μὲν παραλάβοιεν τὴν πόλιν, εἴπωσι πρὸς αὐτούς, ἰδοὺ γὰρ ἐλάβομεν αὐτήν· ὑμεῖς δὲ ἀπέλθατε καί, ὡς ἂν δόξῃ ὑμῖν, ποιήσατε, ἢ εἰρήνην ἔχειν μεθ' ἡμῶν ἢ μάχην· ὃ δὴ καὶ ἐγένετο καὶ τοῖς πρέσβευσιν ἐῤῥέθη. Εἰ δὲ οὐκ ἐπαρελάμβανον αὐτὴν, ἤθελον εἰπεῖν, ὅτι ἕνεκεν τῆς ἀναμεταξὺ ἡμῶν καὶ ὑμῶν εἰρήνης ὁ πόλεμος ἔπαυ σε καὶ κατὰ τὰς συμφωνίας ἀνεχωρήσαμεν. Ὅμως ἐψιθυρίσθη, ὅτι ὁ ἀμηρᾶς ἐλογίζετο λέγων· Εἰ οὐ μὴ παραλάβω τὴν πόλιν τὰ νῦν, εὐθέως ποιήσω ἀγάπην καὶ κατὰ πᾶσάν μου τὴν ζωὴν τηρήσω αὐτήν. 6. Ὁ δὲ μακαρίτης ὁ αὐθέντης μου καὶ βασιλεὺς τί οὐκ ἔπραξε κρυφῶς ἢ φανερῶς, ὑπὲρ τῆς βοηθείας τῆς πόλεως καὶ τῆς αὑτοῦ βασι 474 λείας, ἢ μᾶλλον εἰπεῖν ὑπὲρ σωτηρίας αὑτοῦ; Καὶ γὰρ δῆλόν ἐστιν ὅτι, εἰ ἤθελεν, εὐκόλως ἐδύνατο φυγεῖν, πλὴν οὐκ ἤθελεν, ἀλλ' ἠγωνίζετο ὡς ὁ ποιμὴν ὁ καλός, ὃς τίθησι τὴν ψυχὴν αὑτοῦ ὑπὲρ τῶν προβάτων, ὡς καὶ ἐποίησε. 7. Καὶ τίς τῶν ἄλλων τὰ τοιαῦτα καὶ ἄλλα γενόμενα ἐπίστατο πάρεξ τοῦ Καντακουζηνοῦ Ἰωάννου καὶ ἐμοῦ; ὅτε ὁ ἐξ Οὐγκρῶν ὁ Ἰάγκος προεζήτει, ἵνα δώσῃ αὐτῷ ὁ βασιλεὺς τὴν Σηλυβρίαν ἢ τὴν Μεσημβρίαν, καὶ ἔσηται εἷς τῶν ὑπεξουσίων αὐτοῦ καὶ πολλοὺς τῶν ἀνθρώπων αὑτοῦ ἐκεῖ σε ἔχειν καὶ ἐν καιρῷ τῆς μάχης ὑπὸ τῶν Τουρκῶν ἔσηται ἐκείνων ἐχθρὸς καὶ βοηθὸς τῆς πόλεως. Καὶ ὡς ἐγένετο ἡ μάχη, ἐδόθη αὐτῷ ἡ Μεσημ βρία κατὰ τὴν ἐκείνου αἴτησιν· καὶ τὸ χρυσόβουλλον δι' ἐμοῦ ἐγράφη καὶ ὁ γαμβρὸς Θεοδοσίου τοῦ Κυπρίου, ὁ τοῦ Μιχαὴλ υἱός, ἐκόμισε τὸ χρυσόβουλλον πρὸς Ἰάγκον. 8. Τίς ἐπίστατο τὴν τοῦ Καταλάνων ῥηγὸς ζήτησιν; ὃς δοθῆναι αὐτῷ ἡ Λῆμνος ἐζήτει καὶ ἔσηται κατὰ τῶν Τουρκῶν διὰ θαλάσσης ἀεὶ καὶ ὑπὲρ τῆς Πόλεως ἐν ἀνάγκῃ βοηθείας· καὶ ἐπράττετο. Τίς ἐπίστατο ὅσα δὴ καὶ χρήματα καὶ ἐπαγγελίας δέδωκεν ὁ βασιλεὺς καὶ ἔστειλεν εἰς τὴν Χίον διὰ τοῦ Γαλατᾶ, ἵνα στείλωσιν ἀνθρώπους καὶ οὐκ ἔστειλαν; ἢ τίς νηστείας καὶ δεήσεις ἐποιεῖτο δι' ἑαυτοῦ καὶ διὰ τῶν ἱερέων, διδοὺς αὐτοῖς χρήματα, ἢ τοῖς πτωχοῖς μᾶλλον ἐθεράπευσεν; ἢ ἐπαγγελίας ἐποιή σατο πλείστας πρὸς θεὸν εἰς τὸ ἐλευθερωθῆναι τοὺς Χριστιανοὺς ἀπὸ τῆς αἰχμαλωσίας τῶν ἀσεβῶν; Ἀλλ' ὅμως ταῦτα πάντα τὰ μὲν παρεῖδε θεός, διὰ τίνων ἁμαρτιῶν οὐκ οἶδα αἰτίαν, τὰ δὲ ἠγνόησαν οἱ ἄνθρωποι· καὶ ἕκαστος ἔλεγεν, ὡς αὐτῷ ἐδόκει. Ἐγὼ δὲ κατὰ τὸ δοκοῦν μοι, τὰ αὐτὰ γὰρ κρίσις ἦν ὄντως θεοῦ πάλαι κυρωθεῖσα πρὸς ἐσχατιὰς καταβῆναι δυστυχημά των τὰ Ῥωμαίων πράγματα. Διὰ τοῦτο λόγοις ἀποῤῥήτοις τῆς προνοίας τῶν μὲν λυπηρῶν καὶ ἐναντίων καὶ βλαπτόντων μεγάλη τις γίνεται συνδρομή, τῶν δὲ ἀγαθῶν καὶ ὠφελούντων πλεῖστα τὰ ἐμπόδια. Πρὸ ὀλίγου λοιπὸν τὰ περὶ τοῦ τρισκαταράτου Μωάμεθ εἰρήκαμεν μέρος τῶν φληναφιῶν αὐτοῦ καὶ μύθων ἑτέρων γέ λωτος ἀξίων· τὰ νῦν οὖν τὰς ἀντιῤῥήσεις αὐτῶν καὶ ἐλεγμοὺς εἴπωμεν. 476 Περὶ τῶν κατὰ Μωάμεθ ἀντιῤῥήσεων, καθώς φησι Μελέτιος μοναχὸς καὶ πάντες οἱ τῆς ἀληθείας φοττηταί, ὡς ἐκ τῆς πρὸς Σαμψατίνην Σφαχάνην αὐτοῦ ἀπολογίας. III. Φέρετε εἰς κατηγορίαν ἡμῶν, ὦ ἀσεβεῖς, ὅτι ἐρωτηθεὶς ὁ Χριστὸς παρὰ τῶν Ἰουδαίων ὅτι υἱὸς θεοῦ εἶ σύ; ἠρνήσατο καὶ εἶπεν ὅτι ὑμεῖς λέγετε τοῦτο. Καὶ φέρετε αὐτὸ εἰς μαρτυρίαν καθ' ἡμῶν, ἵνα δείξητε τὰ παρ' ὑμῶν λεγόμενα ἀληθῆ. Ταῦ τα οὖν ποιεῖτε ἀπὸ τοῦ μὴ γινώσκειν ὑμᾶς τὰς γραφάς· εἰ γὰρ εὑρίσκεσθε ἐξετάζοντες καὶ ἐρευνῶντες τὰς γραφάς, ὡς δεῖ, οὐκ ἂν ἐπλανήθητε. Ὅμως ἀφίημι τοῦ λέγειν κατὰ παρὸν τὰς ἀπ' ἀρχῆς τοῦ κόσμου μαρτυρίας, αἵτινες ἐλαλήθησαν περὶ τοῦ Χριστοῦ, δεικνύουσαι αὐτὸν υἱὸν θεοῦ καὶ θεὸν καὶ ἄνθρωπον, πολλὰς οὔσας· διὸ ἀπὸ τούτων φθάσαντες εἴπωμεν μερικάς τινας. Ὅμως λέγω καὶ τοῦτο, ὅτι οὐ δι' ἄλλο τι ἐσταύ ρωσαν οἱ Ἰουδαῖοι τὸν Χριστόν, ἢ ὅτι ἐδείκνυεν ἑαυτὸν θεόν τε καὶ ἄνθρωπον καὶ θεοῦ υἱόν· καὶ πῇ μὲν ἔλεγεν ὅτι ὁ ἐμὲ θεωρῶν θεωρεῖ τὸν πατέρα μου, πῇ δὲ ὅτι ἐγὼ καὶ ὁ πατήρ μου ἕν ἐσμεν, πῇ δὲ ὅτι εἰ ἐμὲ ἐγνώκειτε, καὶ τὸν πατέρα μου ἐγνώ κειτε ἄν, πῇ ὡσαύτως ὅτι ἐάν τις τὸν λόγον μου τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα, καὶ ἀλλαχοῦ ὅτι ἀφέωνταί σου αἱ ἁμαρτίαι. Ἅπερ θεωροῦντες οἱ Ἰου- δαῖοι ἔλεγον πρὸς αὐτόν, τίνα σεαυτὸν ποιεῖς; Ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν; Τί δὲ ὁ Χριστὸς εἶπεν; Ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ υἱός, οὓς θέλει, ζωοποιεῖ· καὶ ὅτι οὐ δεὶς εἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἑώρακεν εἰ μὴ ὁ υἱὸς καὶ ᾧ βούλεται ὁ υἱὸς ἀποκαλύψαι. Ὁ γοῦν Χριστὸς ὁ λέγων ταῦτα καὶ διδάσκων τοὺς ἀν θρώπους ἐρωτηθεὶς ἔμελλε κρύψειν τὴν ἀλήθειαν; Καὶ ποῖος ἄφρων καὶ εὐήθης ὑπο λάβοι τοῦτο; Εἰ γὰρ οὐκ ἦν θεὸς καὶ υἱὸς θεοῦ, οὐκ ἂν εἶπον αὐτῷ οἱ μαθηταὶ αὐ τοῦ ἐρωτηθέντες παρ' αὐτοῦ, τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώ που; καὶ εἶπον πρὸς αὐτόν, ὅτι οἱ μὲν λέγουσιν εἶναί σε Ἠλίαν, οἱ δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. Καὶ εἶπεν αὐτοῖς ὁ Χριστός, ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Καὶ ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. Ἔμελλε γὰρ εἰπεῖν ὁ Χριστὸς τῷ Πέτρῳ, ὅτι πεπλάνησαι, βλασφήμως εἴρηκας, κακῶς λελάληκας· οὔκ εἰμι υἱὸς θεοῦ. Καὶ γὰρ ἐπεὶ διδάσκαλος αὐτῶν ἦν ὁ Χριστός, τί ἕτε ρον ἔμελλε διδάσκειν αὐτοὺς εἰ μὴ τὴν ἀλήθειαν; Τί οὖν ὁ Χριστὸς τῷ Σίμωνι Πέ τρῳ; Μακάριος εἶ, Σίμων υἱὲ τοῦ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Οὐκ ἀγνοῶν δὲ ἐρώτα ὁ Χριστὸς τὸν Πέτρον τὸ τίνα λέγουσιν αὐτὸν εἶναι οἱ ἄνθρωποι· ἀλλ' ὥσπερ ἐπὶ τοῦ Λαζάρου πρὸ τοῦ θανά του ἐκείνου ἔλεγεν ὅτι Λάζαρος ὁ φίλος ἡμῶν ἀπέθανεν· ἀλλὰ πορεύσομαι, ἀναστή σω αὐτόν· πορευθεὶς δὲ ἠρώτα ποῦ τεθήκατε αὐτόν; Εἶτα ἐξουσίᾳ ἐλάλησε Λάζαρε δεῦρο ἔξω καὶ ὑπήκουσεν ὁ ἄπνους τῷ τοῦ Κυρίου προστάγματι, δεικνύων τήν τε αὐτοῦ θεότητα καὶ ἀνθρωπότητα· οὕτω κατὰ τὸ παρὸν ἠρώτησε πρὸς τοὺς μαθητάς, ἵνα δείξῃ ἑαυτὸν θεὸν καὶ ἄνθρωπον καὶ ἵνα ἐκ τούτου κατὰ μικρὸν ἀνάγωνται εἰς τὸ ὕψος τῆς ἀληθοῦς γνώσεως. 478 2. Ἀλλὰ δὴ καὶ μετὰ τὴν ἀνάστασιν, τί εἶπεν ὁ Θωμᾶς, εἷς ὢν καὶ αὐτὸς τῶν δώδεκα μαθητῶν, ψηλαφήσας τὴν πλευρὰν τοῦ Χριστοῦ; πάντως καὶ αὐτὸς οὕτως εἴ ρηκεν ὁ κύριός μου καὶ ὁ θεός μου· ἢ τί γοῦν φησι καὶ πρὸς αὐτὸν ὁ Χριστός; οὐκ εἶπεν αὐτῷ παῦσαι βλασφημῶν, ἀλλὰ τί; ἑώρακάς με καὶ πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Ἀλλὰ καὶ ἐν τῇ ἀρχῇ τοῦ κηρύγματος τί εἶπε Ναθα ναὴλ ὁ νομοδιδάσκαλος τῶν Ἰουδαίων ὤν; Ἠρώτησεν αὐτόν, ὅσον ἤθελε καὶ ἐβού- λετο· ἀκούσας δὲ παρ' αὐτοῦ τοῦ Χριστοῦ, ἃ εἶχεν ἀπόῤῥητα ἐν τῇ καρδίᾳ αὑτοῦ, λέγει τῷ Ἰησοῦ· σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ἐπιτίμησεγοῦν αὐτῷ ὁ Χριστὸς ὡς κακῶς λαλήσαντι; οὐχί, ἀλλὰ τί λέγει αὐτῷ ὁ Χριστός; Ὅτι εἶπόν σοι τὰ ἀπόῤῥητα τῆς καρδίας σου, πιστεύεις; Μείζονα τούτων ὄψῃ· Καὶ ὅτε μὲν ἐρωτηθεὶς παρὰ τοῦ Πιλάτου ὁ Χριστὸς εἴρηκεν, ὅτι σὺ εἶπας, τοῦτο τοιοῦτόν ἐστιν, ἀλλ' οὐκ ἔστιν ἀρνήσεως λόγος, ἀλλὰ συγκαταθέσεως καὶ ὁμολογίας· καὶ ὥσπερ πρὸς τὸν Ἰούδαν εἶπε, συγκαθήμενος καὶ γὰρ ἐν μιᾷ ὁ Χριστὸς μετὰ τῶν μαθητῶν αὑτοῦ λέγει πρὸς αὐτούς· Εἶς ἐξ ὑμῶν παραδώσει με. Καὶ ἔλεγεν εἷς ἕκαστος περὶ ἑαυτοῦ· Μήτι ἐγώ εἰμι; Καὶ ἄλλος· Μήτι ἐγώ εἰμι; Εἶπε δὲ καὶ ὁ Ἰούδας· Μήτι ἐγώ εἰμι; Λέγει ὁ Χριστός· Σὺ εἶπας. Τότε πάντως οὐκ ἦν ὁ λόγος ἀρνήσεως, ἀλλὰ συγκαταθέσεως. Οὕτω καὶ ἐπὶ τοῦ Πιλάτου, λόγος γὰρ ἦν συνήθης τοῦ τόπου· καὶ ὡς τοῦ τόπου ἐκείνου λόγῳ ἐχρήσατο αὐτῷ ὁ Χριστός. Καὶ ὥσπερ ἀρτίως πολλά κις καὶ ἐπὶ τῶν Μουσουλμάνων λέγει ἕτερος πρὸς τὸν ἕτερον μετὰ συμβουλῆς, ὅτι ποιήσωμεν τόδε καὶ τόδε, καὶ ἀντὶ τοῦ εἰπεῖν τὸν ἕτερον ὅτι γενέσθω, ἀποκρίνεται ὅτι σὺ ἠξεύρεις καὶ οὐκ ἔστι λόγος ἀρνήσεως, ἀλλὰ συγκαταθέσεως, οὕτως καὶ ἐπὶ τοῦ Χριστοῦ. Ὡς τοῦ τόπου ἐκείνου, λέγω, ἐχρήσατο τῇ τοιαύτῃ λέξει ὁ Χριστός, τῇ σὺ εἶπας. Ὅμως ὁ αὐτὸς Πιλάτος ἐρώτησε τὸν Χριστὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ἀπεκρίθη ὁ Χριστός· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκτοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις. Νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. Εἶπεν οὖν αὐτῷ ὁ Πιλάτος· Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη ὁ Χριστός· Σὺ λέγεις, ὅτι βασιλεύς εἰμι ἐγώ. Ἐγὼ εἰς τοῦτο γεγένημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. Λέγει αὐτῷ ὁ Πιλάτος· Τί ἐστιν ἀλήθεια; Ὁρᾶς, πῶς ἐνταῦθα ἐδείχθη σαφέστερον; Πάντως ὁ Χριστὸς βα σιλέα ἔδειξε καὶ εἶπεν ἑαυτόν. Καὶ ἐρωτηθεὶς παρὰ τοῦ Πιλάτου πάλιν αὐτῷ τοῦτο ἀπεκρίθη· ἀντὶ τοῦ εἰπεῖν ναὶ βασιλεύς εἰμι, εἶπε σὺ λέγεις, ὅτι βασιλεύς εἰμι ἐγώ. Τί γοῦν ὁ Πιλάτος, εἰπόντος τοῦ Χριστοῦ, ὅτι ἐγὼ εἰς τοῦτο γεγένημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ, λέγει πρὸς αὐτὸν τί ἐστιν ἀλήθεια; τουτέστιν ὅτι εἰ εἰς τὸν κόσμον ἀλήθεια ἦν, οὐκ ἂν παρεδίδου εἰς θάνατον· καὶ οἷον ἀποκλαιόμενος τὴν τῆς ἀληθείας στέρησιν εἶπε· Τί ἐστιν ἀλήθεια; Ἀλλὰ καὶ παρὰ τοῦ ἀρχιερέως ἐρωτηθεὶς ὁ Χριστὸς ὅτι ὁρκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶν τος, ἵνα ἡμῖν εἴπῃς, εἰ σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, οὐδὲν ἕτερον ἀπεκρίνατο ἢ ὅτι ἐγώ εἰμι. Οἶδας, ὅπως εἰς ἃ οὐκ ἐπίστανται οἱ Μουσουλμάνοι, κατηγοροῦσι τοὺς ἀξίους ἐπαίνου; Ἰδοὺ τοίνυν, εἴπερ ζητεῖς, ἀλήθειαν, γνῶθι αὐτήν. Εἰ δ' οὖν, σὺ οἶδας· οὐ γὰρ παρὰ τῆς ἀληθείας ἐστὶν ἡ περὶ ταύτης ἄγνοια, ἀλλὰ παρὰ τῶν ἀποστρεφομένων αὐτήν. 480 IV. Ὅτι σφαλερῶς καὶ ἐπιβλαβῶς ἐδίδαξεν ὁ Μωάμεθ ἀπολογίας δ- ασ 1. Ἐπειδὴ περὶ τῶν ἄλλων, ὧν παρ' ὑμῶν τῶν Μουσουλμάνων ἐγκαλούμεθα οἱ Χρι στιανοί, ἱκανῶς ἀποδέδεικται, ὥστε εἶναι ἡμᾶς ἀνωτέρους πάσης κατηγορίας, φέρε δὴ λοιπὸν σκεψώμεθα καὶ περὶ τῶν ἑτέρων. Ἔστι δὲ τάδε· ὅτι εἶπεν ὁ θεὸς τῷ Μωάμεθ· Τὰ πάντα ἐποίησα διὰ σὲ δι' ἐμέ· καὶ τοῦτο οἱ Χριστιανοὶ οὐ παραδέχονται. Ἀλλὰ καὶ τὸ τοῦ Μωάμεθ ὄνομα γεγραμμένον εὑρίσκεται ἐν τῷ εὐαγγελίῳ, εἰπόντος τοῦτο τοῦ Χριστοῦ τοῖς Ἰουδαίοις, ὅτι εὐαγγελίζομαι ὑμῖν, ἵνα γινώσκητε ὅτι μετ' ἐμὲ μέλλει ἐλθεῖν ὁ ἀπό στολος καὶ προφήτης· τὸ αὐτό ἐστι καὶ εἰς τὸ τοῦ Μωϋσέως Παλαιόν. Οἱ δὲ Χριστιανοὶ φθονήσαντες ἐξέβαλον αὐτὸ ἀπὸ τοῦ εὐαγγελίου· καὶ ὅτι μὴ μόνον εἰς τὸ εὐαγγέλιον καὶ ἐν τῷ Παλαιῷ εὑρίσκετο γεγραμμένον τὸ τοῦ Μωάμεθ ὄνομα, ἀλλὰ καὶ ἐν τοῖς δε ξιοῖς μέρεσι τοῦ θρόνου τοῦ θεοῦ εὑρίσκεται γεγραμμένον· καὶ ὅτι ἡ τῶν Μουσουλμά νων πίστις ἀπὸ τοῦ Ἁβραὰμ εὑρίσκεται καὶ ὅτι παραβάντες οἱ Χριστιανοὶ τὸν Μωϋ σέως νόμον εἰσὶν ἄξιοι κατηγορίας καὶ μέμψεως, κατηγοροῦσι δὲ τοὺς Μουσουλμάνους ἀξίους ἐπαίνου καὶ τιμῆς. 2. Ταῦτά εἰσιν ἅτινα παρὰ τῶν Μουσουλμάνων κατηγορούμεθα οἱ Χριστιανοί. Ἀπολογούμεθα δὲ οὕτως· ὅτι θεὸς ἐνδεὴς καὶ χρείαν τινὸς ἔχων οὐκ ἔστι θεός, ἀλλ' ὁ ἀληθὴς θεὸς ὁ ποιητὴς οὐρανοῦ τε καὶ γῆς καὶ πάντων τῶν δημιουργηθέντων ἐν αὐτοῖς, ὁ ποιήσας τοὺς ἀγγέλους καὶ τοὺς ἀνθρώπους, χρείαν τινὸς οὐκ εἶχεν, ἀλλὰ διὰ μόνην ἀγαθότητα καὶ θέλησιν ἐποίησε τὰ πάντα. Ἐπεὶ γοῦν τοῦτο οὕτως ἔχει καὶ οὐδείς ἐστιν ὁ ἀντιλέγων ἄρα, κακῶς ἐφθέγξατο ὁ Μωάμεθ, ὡς δῆθεν εἶπε πρὸς αὐτὸν ὁ θεὸς ὅτι τὰ πάντα ἐποίησα διὰ σὲ καὶ σὲ δι' ἐμέ· ὁ γὰρ θεὸς χρείαν τινὸς οὐκ ἔχει. Ὅτι δὲ ἡ τῶν Μουσουλμάνων πίστις οὐκ ἦν ἀπὸ τοῦ Ἁβραάμ, ὡς ὁ Μωάμεθ λέγει, ἐξ αὐτοῦ τοῦ Μωάμεθ ἔχει τὸν ἔλεγχον· αὐτὸς γάρ ἐστιν ὁ ἀρχηγὸς καὶ νομοθέτης τῶν τοιούτων δογ μάτων. Εἰ δέ ἐστιν ἕτερος δειχθήτω· καὶ γὰρ ἀπὸ τοῦ Ἁβραὰμ ἕως τοῦ Μωάμεθ πα ρῆλθον χρόνοι τρισχίλιοι καὶ μετὰ ταῦτα ἐφάνη ὁ Μωάμεθ. Οὐκοῦν οὐκ ἔστιν ἡ τῶν Μουσουλμάνων πίστις ἀπὸ τοῦ Ἁβραάμ. Εἰ δ' ἴσως λέγετε τοῦτο διὰ τὴν περιτομήν, ἐγώ σοι ἐρῶ τὴν λόγον τῆς περιτομῆς. 3. Ἁβραὰμ θεασάμενος τὸν οὐρανὸν καὶ τὸν ἥλιον, τοὺς ἀστέρας καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ τὰ ἐν αὐτοῖς, ἀνελογίσατο καθ' ἑαυτὸν καὶ εἶπεν· Ἆρα τὰ τοιαῦτα ἔρ γα μεγάλα οὕτω καὶ ἐξαίσια ὄντα, ἁπλῶς οὕτω καὶ αὐτομάτως ἐγένοντο, ἢ ἔχουσι καί τινα τὸν ποιήσαντα αὐτά; Θεασάμενος τοίνυν τὴν καλλονὴν τῶν κτισμάτων, ἐθαύμαζε καὶ ἐξεπλήττετο, κατὰ νοῦν τε ἐσκέπτετο, μή πως οὐκ ἔχουσί τινα τὸν ποιήσαντα αὐτά, ἀλλὰ μᾶλλον ταῦτά εἰσι θεοί, καθὼς ἐνόμιζον καὶ οἱ γονεῖς αὐτοῦ καὶ πάντες οἱ εἰδω λολάτραι. Καὶ ὅτι μὲν ὁ θεὸς ἐποίησε τὰ πάντα καλὰ λίαν καὶ ἄξια τῆς αὑτοῦ ἐνεργείας, ὡς ἂν διὰ τῆς θεωρίας τούτων ἀνάγωνται πάντες οἱ ἄνθρωποι εἰς θεογνωσίαν καὶ μεγα λύνωσι καὶ δοξάζωσι τὸν τούτων ποιητὴν καὶ δημιουργόν, τοῦτο οὕτως ἔχει καὶ οὐκ ἄλ λως· οἱ δ' ἄνθρωποι παρατραπέντες τῆς ἀληθοῦς καὶ ὀρθῆς γνώσεως καὶ ἀφέντες προ σκυνεῖν καὶ σέβεσθαι τὸν ποιητὴν τῶν πάντων θεόν, μᾶλλον προσεκύνησαν τὴν κτίσιν 482 καὶ ἐσεβάσθησαν ταύτην παρὰ τὸν κτίσαντα. Ἀλλὰ Ἁβραὰμ οὐχ οὕτως, ἀλλ' ἀγχίνους ὢν καὶ ἰδὼν καὶ κατανοήσας, ὅτι ὁ μὲν οὐρανὸς οὐχ ἵσταται, ἀλλὰ κίνησιν ἔχει διη νεκῆ, ἔχει δὲ καὶ χρείαν ἡλιακοῦ φωτὸς φωτίζοντος αὐτόν τε θεωρίας ἕνεκεν καὶ τὸν ὑπ' αὐτὸν ἀέρα, ὁ δὲ ἤλιος ποτὲ μὲν ὑπὲρ γῆς εὑρισκόμενος, ποτὲ δ' αὖ ὑπὸ γῆς κρυ πτόμενος, καὶ ὅτι μὴ οὐσῶν νεφελῶν φαίνει, εὑρισκομένων δ' αὖθις σκοτίζεται, καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες μὴ ὄντος ἡλίου φαίνουσιν, ὄντος δὲ αὐτοῦ σκοτίζεται καὶ ἀφα νίζεται τὸ ἐκείνων φῶς καὶ ἡ θεωρία, καὶ ἡ θάλασσα ἐμπαιζομένη ὑπὸ τῶν ἀνέμων, ἡ γῆ δὲ χρῄζουσα ὕδατος εἰς τὴν τῶν καρπῶν γένεσιν, κατέγνω τῶν πάντων ὡς αὐτῶν καθ' αὑτῶν ὄντων ἀδυνάτων καὶ χρείαν ἐχόντων πρὸς ἄλληλα, καὶ οὐκ ἐλογίσθη εἶναι ἀπὸ τούτων θεὸν οὐδὲν ὁ θεὸς γάρ τινος χρείαν οὐκ ἔχει. Πάλιν δὲ σκεψάμενος, μήποτε ἓν ἕκαστον ἀπὸ τούτων ἀδυνάτως ἔχει, ὥστε εἶναι μονομερῶς θεόν, ἀλλὰ πάντα ὁμοῦ, καὶ ἰδών, ὅτι τῷ μὲν ξηρῷ ἀντίκειται τὸ ὑγρόν, τῷ δὲ ψυχρῷ τὸ θερμὸν καὶ ὡς τὸ ὕδωρ ἐστὶ φθοροποιὸν τοῦ πυρός, ἔκρινεν ἐν ἑαυτῷ καὶ εἶπεν, ὅτι θεὸς στασιάζων πρὸς ἑαυ τὸν καὶ μαχόμενος οὐκ ἔστι θεός. Κἀντεῦθεν θεασάμενος τὴν τῆς κτίσεως εὐταξίαν καὶ κατάστασιν, διαπορῶν ἦν καθ' ἑαυτόν, ὡς ἔστι τις δύναμις ἡ συνέχουσα καὶ κυβερνῶσα τὸ πᾶν. Καὶ ἐπεὶ πάντες οἱ ἄνθρωποι ὁμολογοῦσιν εἶναι θεόν, ἕκαστος δὲ ὁμολογεῖ, ὅντινα βούλεται καὶ προαιρεῖται, ἔοικεν, ὅτι πάντες πλανῶνται καὶ ψεύδονται. Λείπεται γοῦν, ὅτι οὐκ ἔστιν ἕτερος θεὸς ἀληθὴς ἢ ὁ ποιήσας τὰ πάντα, ἅπερ εἰσὶ δοῦλα ἐκείνου, καὶ ἄγει καὶ φέρει καὶ εὐτακτεῖ, ὡς βούλεται. Τοῦτον οὖν τὸν θεὸν ἐγὼ προσκυνῶ. Καὶ πεσὼν ἐπὶ τῆς γῆς Ἁβραὰμ προσεκύνησε τῷ μόνῳ καὶ ἀληθεῖ θεῷ. Ὁ δὲ πανάγαθος θεός, ὁ διὰ τοῦ προφήτου Ἡσαΐου εἰπὼν ὅτι ἔτι λαλοῦντός σου ἐγὼ πάρειμι, αὐτὸς παρευ θὺς ἐδέξατο τὴν τοῦ Ἁβραὰμ προσκύνησίν τε καὶ πίστιν. Ἐλογίσθη τοίνυν αὐτῷ αὕτη εἰς δικαιοσύνην ἀντὶ πασῶν τῶν ἀρετῶν καὶ φίλος θεοῦ ἐγένετο. Ἡμεῖς γὰρ πάντες χρήζομεν τῆς ἀπὸ τῶν γραφῶν βοηθείας διὰ τὴν ἀσθένειαν ἡμῶν· ὁ δὲ δίκαιος Νῶε καὶ Ἁβραὰμ καὶ οἱ κατ' ἐκείνους καθαρὰν ἔχοντες τὴν καρδίαν οὐ δέονται γραμμάτων, ἀλλ' ἐν ταῖς καρδίαις αὐτῶν γράφονται καὶ ἐντυποῦνται. Τότε γοῦν εἶπεν αὐτῷ ὁ θεὸς καὶ τὰς ἐπαγγελίας εἰπὼν ὅτι ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πάντα τὰ ἔθνη. Τότε ἔδειξεν ὁ θεὸς τῷ Ἁβραὰμ πᾶσαν τὴν γῆν καὶ εἶπεν αὐτῷ σοὶ καὶ τῷ σπέρματί σου δώ σω αὐτήν. Κἀντεῦθεν λαβὼν παῤῥησίαν ὁ Ἁβραὰμ παρεκάλεσε τὸν θεὸν περὶ τῶν Σοδόμων, καθὼς ἔμπροσθεν φθάσαντες εἴπομεν. Ἐπεὶ δὲ κρίμασιν οἷς οἶδε θεός, τίς γὰρ ἔγνω νοῦν Κυρίου; ὅτι μετ' ὀλίγον ἀποσταλῆναι μέλλουσι τὰ τοῦ Ἁβραὰμ ἀπό γονα εἰς τὴν Αἴγυπτον, ὡς ἂν ἐκεῖσε διαβάσωσι χρόνους τετρακοσίους καὶ τριάκοντα, καὶ γὰρ οὕτως εἴρηκεν ὁ θεὸς τῷ Ἁβραὰμ ὅτι ἔσται τὸ σπέρμα σου πάροικος ἐν γῇ ἀλ λοτρίᾳ, τὸ δὲ ἔθνος, ὃ ἐὰν δουλώσῃ αὐτούς, κρινῶ ἐγώ. Ὃ καὶ γέγονεν ἐπὶ τοῦ Φα ραώ. Καὶ διὰ τὴν πολυχρόνιον διατριβὴν τῶν Ἑβραίων μετὰ τῶν Φαραωνιτῶν, μή ποτε ἑνωθέντες μάθωσι τὰ τούτων ἔθιμα καὶ τὴν εἰδωλολατρείαν, ἐτάχθη ἡ περιτομὴ ὥς τι σημεῖον καὶ σύμβολον διαιροῦν καὶ διαχωρίζον τοὺς Ἑβραίους ἀπὸ τῶν Αἰγυ πτίων εἰς τὸ μὴ συνέρχεσθαι τούτους εἰς γάμου κοινωνίαν καὶ ἕνωσιν, τὸ μὲν διὰ τὴν αἰτίαν, ἣν φθάσαντες εἴπομεν, τὸ δὲ ἵνα καὶ ἐν τῷ καιρῷ τῆς ἐλευθερίας αὐτῶν ὦσιν ἕτοιμοι καὶ γνώριμοι οἱ Ἑβραῖοι. Καὶ εἴπερ ἡνοῦντο μετὰ τῶν ἀλλοφύλων, πῶς ἔμελλε 484 φυλάττεσθαι τὸ τοῦ Ἁβραὰμ σπέρμα καὶ γένος; Διά τοι τοῦτο ἐν τῇ ἐρήμῳ εὑρισκόμε νοι οὐ περιετέμνοντο τεσσαράκοντα χρόνους διαβιβάσαντες, ἀλλ' ἐν τῇ Αἰγύπτῳ καὶ μετὰ τὴν ἐκ τῆς ἐρήμου ἔξοδον πάλιν. Καὶ ὁ μὲν εἷς λόγος, ὡς εἶπομεν, ὁ δ' αὖ ἕτερος ἔχει οὕτως, ὅπως περιτμηθέντες τῇ σαρκὶ ἔλθωσιν εἰς συστολὴν καὶ σωφρονισμὸν τῆς πολιτείας αὐτῶν καὶ οὐκ ὦσι λάγνοι καὶ ἀκρατεῖς· καὶ ἐντεῦθεν λογίζονται τὰς πορνείας αὐτῶν ἀντ' οὐδενός, ἀλλ' ἀνάγονται κατὰ μικρὸν εἰς τὸ ἑξῆς εἰς ὑψηλοτέραν γνῶσιν καὶ πολιτείαν, ἐπεὶ οὐκ ἐδόθη ὀρθοδοξίας χάριν παρὰ θεοῦ ἡ περιτομή, ἀλλὰ μόνον δι' ἃς εἶπομεν αἰτίας. 4. Ὅτι δὲ ἐλθόντος τοῦ Χριστοῦ ἤργησεν ὁ νόμος γάρ, οὐδὲ περιτομή ἐστιν, ἀφ' ὧν μέλλεις ἀκοῦσαι, πρόσχες. Τὸ μὲν βάπτισμα παρὰ θεοῦ δοθέν, ὀρθοδοξίας χά ριν ἐδόθη· καὶ διὰ τοῦτο πάντες ἄνδρες καὶ πᾶσαι γυναῖκες βαπτίζονται, ὁ δὲ μὴ βαπτι σθεὶς οὐκ ἔστιν ὀρθόδοξος. Ἡ δὲ περιτομὴ οὐχ οὕτως, ἀλλὰ μόνοι οἱ ἄνδρες περιτέ μνονται, αἱ δὲ γυναῖκες οὐχί. Ἔοικε γοῦν, ἵνα οἱ μὲν ἀσεβεῖς ἄνδρες, ὡς περιτετμήμενοι, ὦσιν ὀρθόδοξοι, αἱ δὲ γυναῖκες ὡς ἀπερίτμητοι ἀσεβεῖς. Βλέπεις, πῶς ἄλλος ἐστὶν ὁ τῆς περιτομῆς λόγος καὶ ἄλλως ποιοῦσιν οἱ Μουσουλμάνοι; Οἱ γὰρ αὐτοὶ πάντα ἀπερίτμητον ἀσεβῆ λογίζονται. Καὶ ἰδοῦ αὐτοὶ ἑαυτοῖς μάχεσθε, καὶ ἅπερ ὀρθοδοξίας χάριν τιμᾶτε, ταῦτα ἀπὸ μέρους ἀτιμάζετε. Καὶ οὐ μόνον εἰς αὐτὸ τοῦτο ἀναφαίνονται οἱ Μουσουλμά νοι ἐναντιοφωνοῦντες πρὸς ἑαυτούς, ἀλλὰ καὶ ἐν ἑτέροις πολλοῖς, ἅπερ οὐκ ἔστι τις χρεία κατὰ τὸ παρὸν λέγειν περὶ ἐκείνων. Ὅμως περὶ ἑνὸς εἴπωμεν. Λέγει ὁ Χριστὸς ἐν τῷ εὐαγγελίῳ ὅτι, ἐὰν μή τις βαπτισθῇ, οὐκ ἔστι τοῦ Θεοῦ, οὐδὲ τῆς σωτηρίας· ὁ δὲ Μωάμεθ μαρτυρεῖ τὸ εὐαγγέλιον, ἅγιον καὶ τέλειον καὶ εὐθές· οἱ Μουσουλμάνοι τοὺς περιτετμημένους λογίζονται ὀρθοδόξους, τοὺς δὲ βεβαπτισμένους ἀσεβεῖς. Εἰ μὲν οὖν στέργετε τὸν Μωάμεθ, ὅτι ἀληθῶς λέγει, πῶς ὀνομάζετε τοὺς βεβαπτισμένους ἀσεβεῖς καὶ οὐκ ἀκολουθεῖτε τῇ τοῦ εὐαγγελίου διδασκαλίᾳ καὶ λογίζεσθε τοὺς μὲν περιτετμη μένους κακῶς ποιοῦντας, τοὺς δὲ βεβαπτισμένους εὐσεβεῖς, ἀλλὰ τἀναντία φρονεῖτε; Οὐκ ἔστι πρόδηλον, ὅτι αὐτοὶ ἑαυτοῖς μάχεσθε καὶ αὐτοὶ ἑαυτοὺς ἀνατρέπετε; Ἀλλὰ ταῦτα μὲν οὕτως. 5. Ἐπεὶ δὲ ὁ Ἰσμαήλ, ὃν λέγουσιν οἱ Μουσουλμάνοι ἔχειν προπάτορα, οὔτε μετὰ τῶν Ἑβραίων κατῆλθεν εἰς Αἴγυπτον, ὅτι ἐν ἐκείνῳ χρεία οὐκ ἦν, ὥσπερ τοῖς Ἑβραίοις, οὔτε συγκατελογίζετο μετὰ τῶν κληρονόμων τοῦ Ἁβραάμ, διότι ὁ θεὸς οὕτως ἐνετεί λατο τῷ Ἁβραὰμ εἰπών· Ἔκβαλε τὴν παιδίσκην μετὰ τοῦ υἱοῦ αὐτῆς, οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Καὶ ἐξεβλήθη ὁ Ἰσμαὴλ μετὰ τῆς μητρὸς αὐτοῦ Ἄγαρ ἀπὸ τοῦ Ἁβραάμ. Εἰ δ' ἴσως ποτὲ πρὸς τὸν Ἁβραὰμ ἦλθε, θεωρίας χάριν ἦλθεν, ἀλλ' οὐχ ὡς υἱὸς καὶ σπέρμα καὶ κληρονόμος αὐτοῦ. Τούτου γοῦν οὕτως ἔχοντος, πόθεν ἔχουσιν οἱ Μουσουλμάνοι τὴν πίστιν, οὐκ οἶδα. Διὰ τοῦτο οὐκ ἀναφαίνεται ἀπὸ τίνος πράγματος πρὸ τοῦ Μωάμεθ ἐκ τοῦ Ἁβραὰμ εἶναι τὴν τῶν Μου σουλμάνων πίστιν; Ἀλλ' αὐτός ἐστιν ἀρχηγὸς τῶν τοιούτων δογμάτων καὶ ὅτι ἀπὸ κοι λίας αὐτοῦ ἐδίδαξεν, ὅσα ἐδίδαξεν, καὶ οὐκ ἀπὸ θεόν. 6. Ὅτι δὲ λέγουσιν οἱ Μουσουλμάνοι, ὡς γεγραμμένων εὑρίσκεται τὸ τοῦ Μα χούμετ ὄνομα ἐν τῷ εὐαγγελίῳ, εἰπόντος τοῦ Χριστοῦ περὶ ἐκείνου, ὅτι εὐαγγελίζομαι 486 ὑμῖν, ὅτι μετ' ἐμὲ μέλλει ἐλθεῖν ἀπόστολος καὶ προφήτης, ὄνομα αὐτῷ Μωάμεθ, οἱ δὲ Χπι στιανοὶ φθονήσαντες ἐξέβαλον αὐτὸν ἐκ τοῦ εὐαγγελίου, δεύρω δὴ σκεψώμεθα καὶ περὶ τούτου· καί μοι δοκεῖ οὐ μὴ κρυβήσεται ἡ ἀλήθεια. Ἄκουσον τοίνυν νουνεχῶς· τρεῖς εἰσι νομοθέται, οἱ διδάξαντες νόμους καθολικούς, ὁ Μωϋσῆς, ᾧ ἠκολούθησε τὸ γένος τῶν Ἑβραίων· ὁ Χριστός, ᾧ ἠκολούθησαν πάντα τὰ ἔθνη καὶ οἱ εἰς αὐτὸν πι στεύσαντες, τὸ πλεῖον μέρος τῶν Ἑβραίων, ἐπεὶ ἀπὸ τούτων οἱ μὴ πιστεύσαντες πολ λῷ ἐλάτους εἰσὶν αὐτῶν δὲ τῶν πιστευσάντων καὶ σχεδὸν εὐαρίθμητοι, καὶ ὁ Μωάμεθ, ᾧ ἠκολούθησαν οἱ Μουσουλμάνοι. Ἄνευ δὴ τούτων τῶν τριῶν ἕτερός τις ὁ διδάξας καὶ δοὺς νόμον οὐκ ἔστιν. Ἀλλ' ὁ μὲν Μωϋσῆς μεμαρτύρηται ἀποσταλμένος εἶναι παρὰ θεοῦ ἐξ ἀρχῆς· Ἔτι ὢν ἐν τῇ Αἰγύπτῳ ἐποίησε σημεῖα καὶ τέρατα μεγάλα καὶ ἐμάστιξε τὴν Αἴγυπτον, ἐπάξας ἐν αὐτῇ πληγὰς μεγάλας σφόδρας. Καὶ ἔπληξε καὶ ἐθα ράπευσε καὶ προέλεγε τὰ γενησόμενα ὡς προφήτης ὅτι εἰ μὲν ἀπολύσῃς τὸν λαὸν τοῦ θεοῦ, ἀπόλυσον, εἰ δ' οὖν τὰ καὶ τὰ συμβήσονταί σοί τε καὶ παντὶ τῷ λαῷ τῆς Αἰγύ πτου. Καὶ ὑπισχνούμενος Φαραὼ ποιῆσαι τὸ ῥῆμα κυρίου ἐθεραπεύετο παρὰ τοῦ Μωϋ σέως ὡς ἐξουσίαν λαβόντος ἀπὸ θεοῦ. Μετὰ δὲ ταῦτα ἐξέβαλεν ὁ Μωϋσῆς μετὰ βρα χίονος ὑψηλοῦ τὸ γένος τῶν Ἑβραίων ἐκ γῆς Αἰγύπτου καὶ τῆς δουλείας τοῦ Φαραώ· καταδιώξας δὲ ὁ Φαραὼ ἐποντίσθη ἐν τῇ Ἐρυθρᾷ Θαλάσσῃ μετὰ πάσης στρατιᾶς αὑ τοῦ παρὰ τοῦ Μωϋσέως. Μετὰ δὲ ταῦτα περιεπάτει ἐν τῇ ἐρήμῳ χρόνους τεσσαράκοντα ποιῶν θαύματα ἄπειρα. Ἀλλὰ καὶ ἐνώπιον πάντων τῶν Ἑβραίων ἀνέβη ὁ Μωϋσῆς ἐπὶ τοῦ ὄρους Σινᾶ, εἰπόντων τοῦτο τῶν Ἰουδαίων πρὸς αὐτὸν ὅτι ἀνάβαινε εἰς τὸ ὄρος καὶ γνῶθι τὸ τοῦ θεοῦ θέλημα· ἡμεῖς γὰρ φωνὴν θεοῦ ἀκοῦσαι οὐ δυνάμεθα, μήποτε τελευτήσωμεν. Καὶ ὁ λαὸς ἵστατο μακρόθεν τοῦ ὄρους μετὰ φόβου καὶ τρόμου προσκυ νοῦντες τῷ θεῷ τῷ λαλοῦντι Μωϋσῇ· ὁ δὲ Μωϋσῆς ἀκούων τοὺς λόγους τοῦ θεοῦ ἔλεγε τούτους τοῖς Ἑβραίοις καὶ παρευθὺς τὸ λαληθὲν ἐπληροῦτο. Ἀλλ' οὐδέποτε ἐκίνησαν τοὺς τεσσαράκοντα χρόνους ἀπὸ τοῦ τόπου αὑτῶν ἄνευ λόγου τοῦ θεοῦ. Μωϋσῆς γάρ, φησιν ἡ γραφή, ἐλάλει καὶ ὁ θεὸς ἀπεκρίνατο φωνῇ. Μετὰ γοῦν τῶν πολλῶν μαρτυριῶν τε καὶ θαυμάτων ἐξέδωκε τὸν νόμον τοῖς Ἰουδαίοις· καὶ ἐδέξαντο τοῦτον καὶ προσεκύ νησαν καὶ παρέλαβον τὸν παρὰ τοῦ Μωϋσέως δοθέντα νόμον ὡς τοῦ θεοῦ νόμον. 7. Ἦλθεν ὁ Χριστὸς καὶ εἶχε τὰς παρὰ πάντων τῶν προφητῶν μαρτυρίας. Καὶ ὁ μὲν Μωϋσῆς ἔλαβεν τὴν μαρτυρίαν ὀγδοηκοντούτης· τοσούτων καὶ γὰρ ἐτῶν εὑρίσκετο, ὁπότε προσετάγη παρὰ θεοῦ ἐξᾶραι τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου· ὁ δὲ Χριστὸς εἶχε τὰς μαρτυρίας ἀπὸ καταβολῆς κόσμου, τέως δὲ πρὶν ἢ γενηθῆναι αὐτόν· ἀπὸ γὰρ τοῦ Ἁβραὰμ ἤρξαντο ἀναφαίνεσθαι αἱ τοῦ Χριστοῦ μαρτυρίαι, καθὼς ἐν τοῖς ἔμπροσθεν ἀποδέδεικται. Γεννηθεὶς δὲ πάλιν ἐμαρτυρήθη τὴν παρὰ θεοῦ καὶ πατρὸς μαρτυρίαν, μίαν καὶ δίς· ἐποίησε δὲ καὶ θαύματα, οὐ κατὰ τὸν Μωϋσέα ἐν Αἰγύπτῳ καὶ τῇ ἐρήμῳ, ἀλλὰ μεγάλα καὶ ὑπὲρ φύσιν καὶ τοσούτῳ ἐκείνων μείζονα, ὅσον διαφέρει δεσπότης δούλου. Καὶ μετὰ τὰς πολλὰς ἐκείνας μαρτυρίας καὶ τὰ ἄπειρα καὶ ὑπὲρ φύσιν θαύματα 488 ἔκτοτε ἐξεδόθη ὁ τοῦ εὐαγγελίου νόμος· καὶ προσεκύνησαν καὶ ἠσπάσαντο αὐτὸν πάντα τὰ ἔθνη, πᾶσα ἡ οἰκουμένη, καὶ ἐπίστευσαν εἰς τὸν Χριστὸν τὸν δόντα τὸ εὐαγγέλιον. 8. Ὁ δὲ Μωάμεθ οὑτοσὶ πόθεν λαβὼν τὰς μαρτυρίας ἐδίδαξε τὰ ῥήματα, ἅπερ ἐδίδαξεν, ἤτοι δόγματα, καὶ ἐξέδωκε τὸν νόμον τοῖς Μουσουλμάνοις; Πάντως οὐκ ἄλ λοθεν ἢ αὐτὸς ἀφ' ἑαυτοῦ ἐστιν ὁ μαρτυρῶν περὶ αὑτοῦ· εἰς γὰρ πᾶσαν τὴν θείαν γρα φὴν οὐκ ἀναφαίνεται περὶ αὐτοῦ μαρτυρία, ἀλλὰ τοὐναντίον. Ὁ γὰρ Μωϋσῆς οὕτως εἴ ρηκε περὶ τοῦ Χριστοῦ πρὸς τὸν τῶν Ἑβραίων λαὸν ὅτι ἀναστήσει κύριος θεὸς προφή την ἐκ τῶν ἀδελφῶν ἡμῶν, ὡς ἐμέ· πᾶσα ψυχή, ἥτις οὐκ ἀκούσεται τοῦ προφήτου ἐκεί νου, ἐξολοθρευθήσεται. Καὶ γοῦν καὶ ἐν τοῖς ἔμπροσθεν περὶ τούτου εἴπωμεν, ἀλλ' οὐκ ὀκνήσομεν πάλιν εἰπεῖν περὶ αὐτῶν· ἐν γὰρ τῷ εἰπεῖν τὸν προφήτην Μωϋσῆν, ὅτι προ φήτην ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ἡμῶν, ἔδειξεν, ὅτι ἐκ τῶν Ἰουδαίων ἐστὶν ὁ μέλλων ἐλθεῖν προφήτης καὶ ἐκείνου ἀκούσονται. Ἄλλου δὲ ἐλθόντος οὐ παρα δέξονται αὐτόν, ἀλλὰ καὶ μακράν που διώξουσιν αὐτὸν ἐξ αὐτῶν. Λέγει ὁ Χριστὸς περὶ Ἰωάννου τοῦ υἱοῦ Ζαχαρίου, μαρτυρῶν αὐτὸν προφήτην καὶ μέγιστον προφήτην καὶ λέγων ὅτι πάντες οἱ προφῆται ἕως Ἰωάννου προεφήτευσαν, ἀπὸ δὲ τοῦ Ἰώννου ἡ βασι- λεία τῶν οὐρανῶν τοῦ θεοῦ εὐαγγελίζεται. Ὁρᾶς ὁπῶς ὁ μὲν Μωϋσῆς παραγγέλλει τῷ γένει τῶν Ἑβραίων, ἵνα ἕνα μόνον τὸν ἐκ τοῦ γένους τῶν Ἑβραίων ἐλθόντα προφήτην δέξωνται, ἄλλον δὲ οὐδαμῶς; Ἀλλὰ πάντες οἱ προφῆται ἐκ τοῦ γένους τῶν Ἰουδαίων εἰσίν· ὁ δὲ Χριστὸς πάλιν καθαρώτερον εἴρηκεν ὅτι πάντες οἱ προφῆται ἕως Ἰωάννου καὶ πλέον οὐχί. Διὰ τοῦτο ὁ μὴ ἔχων μαρτυρίαν παρὰ θεοῦ καὶ τῶν προφητῶν καὶ αὐτῆς τῆς θείας γραφῆς προφήτης οὐκ ἔστι παρὰ θεοῦ· ὁ Μωάμεθ ἄρα μὴ ἔχων τὴν ἀπὸ θείας γραφῆς μαρτυρίαν οὐκ ἔστιν ἀπεσταλμένος παρὰ θεοῦ. 9. Οὐ μόνον δὲ τοῦτο εἴρηκεν ὁ Χριστὸς τὸ πάντες οἱ προφῆται ἕως Ἰωάννου· καὶ περαιτέρω οὐκ ἔσονται, ἀλλὰ καὶ ἔτι σημεῖον γνωρίσματος δέδωκε τοῖς πᾶσιν, οὕ τως εἰπών· Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύ ματι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐ τούς. Σκεψώμεθα τοίνυν τίς ἐστιν ὁ καρπὸς τοῦ παρὰ τοῦ Μωάμεθ δοθέντος νόμου· καὶ τούτου ἀκριβῶς ἐξετασθέντος φανερωθήσεται ἡ ἀλήθεια. Λέγει ὁ Μωάμεθ· Ἐγὼ οὐκ ἦλθον διὰ θαυμάτων δοῦναι τὸν νόμον, ἀλλὰ διὰ σπάθης καὶ ξίφους· καὶ οἱ μὴ ὑποκύψαντες τῷ ἡμετέρῳ νόμῳ, ὅς ἐστι παρὰ θεοῦ, θανάτῳ ἀποθανέτωσαν, ἢ φόρον διδό τωσαν καὶ διδομένων τῶν φόρων μενέτωσαν ἐν τῇ πίστει αὐτῶν. Καὶ εἰ μὲν οὐκ ἦν τὸ εὐαγ γέλιον δίκαιον καὶ ἅγιον καὶ ὀρθόν, δικαίως καὶ πρεπόντως ἔμελλεν ἐλθεῖν νομοθέτης, ὃς διδάξῃ τὴν ἀλήθειαν τοῖς ἀνθρώποις καὶ δικαιοσύνην· εἰ δὲ δίκαιον καὶ ἅγιον ἦν, ἀτε λὲς δὲ ὅμως, καὶ οὕτω πάλιν τὸ αὐτὸ ἦν δίκαιον καὶ πρέπον, ἵνα ἐλθὼν νομοθέτης ἀνα πληρώσῃ τὸ ὑστέρημα τοῦ εὐαγγελίου. Ἐπεὶ δὲ ἅγιον καὶ δίκαιον καὶ τέλειον καὶ ὀρ θὸν καὶ λέγεται καὶ ἔστι, μαρτυρεῖ δὲ καὶ ὁ Μωάμεθ περὶ αὐτοῦ καὶ ὁμολογεῖ καὶ λέ γει, ὅτι τὸ εὐαγγέλιον ἀπὸ θεοῦ ἐστι δεδομένον καὶ ἅγιον καὶ πλῆρες καὶ εὐθές, τίς χρεία νομοθέτου ἑτέρου; Πάντως οὐδεμία καὶ λοιπὸν ἄκαιρος καὶ ἄχρηστος ἡ τοῦ Μωά μεθ νομοθεσία· τοῦ γὰρ ὀρθοῦ κατὰ πάντα οὐδὲν ὀρθότερον καὶ τοῦ τελείου οὐδὲν τε λειότερον καὶ τῆς ἀληθείας οὐδὲν ἀληθέστερον. Ἀλλ' ὅμως ἐξετάσαντες ἴδωμεν, τί βού λονται τὰ τοῦ νομοθέτου ῥήματα. Πάντως οὐδὲν ἄλλο, ἀλλ' ἢ κατανοήσας ἑαυτόν, ὅτι 490 μακράν που εὑρίσκεται τῆς ἐνεργείας τῶν θαυμάτων, βουλόμενος κρύψαι τὴν ἑαυτοῦ ἀσθέ νειαν, μή ποτε παρὰ τῶν ἀνθρώπων εὕρῃ κατάγνωσιν, εἶπεν ὅτι οὐκ ἦλθον δοῦναι τὸν νόμον διὰ θαυμάτων, ἀλλὰ διὰ ξίφους καὶ σπάθης, ὡς καὶ ἐν ταῖς διαλέξεσι νενομοθέ τηκεν, ἵνα μὴ διαλέγωνται μετὰ τῶν Χριστιανῶν οἱ τούτου μαθηταὶ καὶ οἱ ἐκείνων διά δοχοι, πάντως οὐ δι' ἄλλο τι, ἢ ἵνα μὴ ἐλεγχθῇ ἡ ἐκείνων ματαιότης. Τὸ δὲ δοῦναι τὸν νόμον μετὰ ξίφους καὶ σπάθης φόνους πάντως καὶ ἁρπαγὰς διδάσκει. Καὶ τίς ἤκουσε τῶν ἀνθρώπων πιστεῦσαί τινα βίᾳ; Ἡ πίστις τῆς ψυχῆς καὶ τοῦ νοῦ ἐστι. Καὶ ἐπεὶ ἡ ψυχὴ καὶ ὁ νοῦς πρᾶγμά ἐστιν ἀδούλωτον, πῶς ὁ ποιήσας αὐτὰ θεὸς ἐλεύθερα πέμ ψειν ἔμελλε νομοθέτην βιάσαι αὐτά, ὥσπερ ἐπιλαθόμενος τοῦ ἔργου αὐτοῦ; Ἡ γὰρ πίστις θελήσει καὶ προαιρέσει καὶ τῇ ἐλευθερίᾳ τῆς ψυχῆς καὶ τῇ γνώσει αὐτῆς γί νεται, ἀλλοτρόπως δὲ οὐδαμῶς. Τὸ γὰρ σῶμα δουλοῦται καὶ δεσμεῖται καὶ ἔστιν, ὅτε καὶ τὰ μὴ θέλοντα πράττει, ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως, ἀλλὰ θελήσει καὶ κρίσει καὶ γνώσει καὶ προαιρέσει. Καὶ τῶν πιστευόντων αὐτῷ ἐν κρίσει καὶ ἀληθείᾳ ἐστὶν ὁ θεός, καρδιογνώστης γάρ ἐστιν· οὐδὲ γὰρ βλέπει εἰς πρόσωπον, ἀλλ' εἰς καρδίαν. Καὶ ἅπερ τὰ ἄλογα ζῶα νόμῳ φύσεως οὐ ποιοῦσι, ταῦτα ὁ Μωάμεθ νομοθετεῖ. Τίς γὰρ εἶδε λέοντα λέοντα φαγόντα ἢ ἄρκτον ἄρκτον ἢ πάρδαλιν πάρδαλιν; Οὗτος δὲ ἀναφαν δὸν διδάσκει φονεύειν τὸν ἄνθρωπον ἄνθρωπον· καὶ τὶς μάταιος, ὅστις μέλλει δέξα σθαι τοῦτον εἶναι ἀπὸ θεοῦ; Οὐδὲ γὰρ ἁρπαγὰς καὶ φόνους διδάσκει θεός. Πρὸς τού τοις, ὅτι καὶ κακίας ἀλλάσσεται, λέγει γάρ, ὅτι ἢ ἀποθανέτωσαν ἢ φόρους διδότωσαν. καὶ ἀλλάσσεται φόνος φιλοχρηματίᾳ. Οὐ μόνον δὲ μέχρι τούτου ἡ κακία ἔστη, ἀλλὰ καὶ περαιτέρω προέβη. Τί γὰρ τῆς τοιαύτης ὠμότητος καὶ μισανθρωπίας χεῖρον γενοιτ' ἄν, ὥστε φωνεύειν μηδὲν ἠδικηκότας; Καὶ γὰρ ὁπόταν ἀπέλθωσιν Μουσουλμάνοι πρὸς πόλεμον καὶ ἐν τῷ πολέμῳ πέσῃ τις ἐξ αὐτῶν, οὐ λογίζονται ἑαυτοὺς ἀξίους μέμψεως ὡς αἰτίους τοῦ πολέμου, ἀλλ' ἐπὶ τὸ νεκρὸν σῶμα τοῦ πεπτοκότος σφάττουσι ζῶντας, ὅσους ἂν δυνηθῇ ἕκαστος· καὶ ὅσον πλείους κτείνει, τοσοῦτον λογίζονται ὠφέλειαν τῆς τοῦ τεθνεῶτος ψυχῆς. Εἰ δ' ἴσως οὐκ ἔχει ἀνθρώπους εἰς ἐξουσίαν αὑτοῦ ὁ βου λόμενος βοηθῆσαι τῇ τοῦ τεθνεότος ψυχῇ, ἐξωνεῖται χριστιανούς, εἴπερ εὕροι, καὶ ἢ ἐπάνω τοῦ νεκροῦ σώματος σφάττει αὐτοὺς ἢ ἐπὶ τῷ τάφῳ αὐτοῦ. Καὶ ὁ ταῦτα νομο θετῶν πῶς ἀπὸ θεοῦ; Ἔτι νομοθετεῖ, ὅτι ὁ δοὺς τῇ πόρνῃ μίσθωμα καὶ κοιμηθεὶς μετ' αὐτῆς οὐχ ἁμαρτάνει· καὶ ὁ βιασάμενος παρθένον ἁμαρτάνει, ὁ δὲ μετὰ τῆς θε λήσεως αὐτῆς κοιμηθεὶς μετ' αὐτῆς οὐχ ἁμαρτάνει· καὶ ἐὰν αἰχμαλωτίδας τις λάβῃ ἐν πολέμῳ, ἔξεστιν ἐπ' αὐταῖς ποιῆσαι ὃ βούλεται ἀκολύτως. Ὁ γοῦν πορνείας καὶ παρθε νοφθορίας νομοθετῶν πῶς ἀπὸ θεοῦ; 10. Καὶ τί δὴ χείριστον, ὅτι τοὺς κατὰ τὴν ἀποδοχὴν τοῦ θεοῦ περιπατήσαντες ἐν τῷ παρόντι αἰῶνι μετὰ τὴν ἐνθάδε ἀποβίωσιν αὐτῶν λουτρὰ καὶ οἴκους περικαλεῖς καὶ γυναῖκας παρθένους ὅτι πολλὰς ἐπισχνεῖται δοθήσεσθαι ἑνὶ ἑκάστῳ παρὰ θεοῦ. Καὶ ὅπερ οἱ τῶν εἰδωλολατρῶν ἑλλήνων ὀνομαζόμενοι θεολόγοι οὐκ εἶπον οὐδὲ ἐνό μισαν εἶναι, ταῦτα Μωάμεθ ἀνακεκαλυμμένῳ τῷ προσώπῳ νομοθετεῖ. Ἐκεῖνοι γὰρ οὕ τω λέγουσιν, ὅτι οἱ μὲν καλῶς ἐνθάδε βιώσαντες, ἐπὰν ἀποθάνωσι καὶ καθαρῶς ἀπο

Intertext edge

Open linked passage

Note