Chronicon Macario Melisseno
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
164.1
νυκτὸς μετὰ τοῦ στρατοῦ ἐκ τοῦ μέρους τῆς Πόλεως ὀλίγον ἐγγύς, κατὰ συγκυρίαν ἐσυνήντησεν αὐτοὺς γηραιός τις ἀνήρ. Ὡς δὲ εἶδον αὐτὸν οἱ στρατιῶται, ἤγαγον αὐ τὸν πρὸς καίσαρα. Λέγει δὲ αὐτῷ ὁ καῖσαρ· Πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; Εἶπε δὲ ὁ γέρων· Ἐκ τῆς πόλεως. Λέγει αὐτῷ ὁ καῖσαρ· Οὐκ ἔστιν ἀληθῆ ἃ λέγεις· νυκτὸς οὔσης, πῶς ἐξῆλθες τῶν τειχῶν; Ὁ δὲ γέρων δειλιάσας ἔφη· Ἔστιν ὀπὴ ὑποκεκρυμμένη, κύριέ μου, τῇ γῇ, ἣν οὐδεὶς οἶδεν εἰ μὴ ἐγώ, ἣν καὶ ἔκπαλαι γινώσκω καὶ δι' αὐτῆς ἐξέρχομαι καὶ εἰσέρχομαι, ὅταν βούλωμαι ἀνεμποδίστως. Ὡς δὲ ἤκουσεν ὁ καῖσαρ περὶ τοῦ τοιούτου πράγματος χαρίεις ἐγένετο καὶ λέγει τῷ γέροντι πολλῶν δωρεῶν ἐπαγγελίας, ἵνα δείξῃ αὐτῷ τὸν τόπον, ὅπως καὶ ὁ καῖσαρ εἰσίῃ μετὰ τοῦ στρατεύματος ἔνδον τῆς πόλεως· ὃ καὶ ἐποίησε. Καὶ προ στάξας πῦρ βαλεῖν ἐν τοῖς οἴκοις, εὐθὺς ἐνέπρηζε τὴν πόλιν κατὰ τόπους οὐκ ὀλίγους τὸ στράτευμα· ἦν γὰρ καὶ πνεῦμα ἀνέμου βορέως πνέον πολὺ κατὰ τῆς πόλεως καὶ ἀνῆψεν ἡ φλόξ. Καὶ ἀλαλάξαντες οἱ στρατιῶται Ῥωμαῖοι· Νίκη Ῥωμαίοις ἔ- κραζον. Οἱ δὲ Ἰταλοὶ τὸν θόρυβον ἀκούσαντες ἄφνω μέγας ἐνέπεσε θόρυβος ἐπ' αὐ τοὺς ἔκ τε τοῦ πυρὸς καὶ τῶν πολεμίων, καὶ γυμνοὶ ἐκ τῶν κοιτώνων ἐξήρχοντο καὶ φόνος πολὺς κατ' αὐτῶν ἐγένετο καὶ ἀπώλεια, καὶ ἡ νίκη τοῖς Ῥωμαίοις περιφανής. Καὶ οὕτως ἡ βασιλεύουσα παντοκρατορικῇ βοηθείᾳ καὶ δία στρατιωτικῆς ἐμπειρίας καὶ μηχανῆς τοῦ καίσαρος Ῥωμαίοις ἐγένετο καὶ ἐκ τῶν Ἰταλῶν χειρῶν ἠλευθέρωτο ἡ μεγαλόπολις, κρατουμένη ὑπ' αὐτῶν ἔτη πεντήκοντα ἐννέα, μήνας τρεῖς καὶ ἡμέρας τέσσαρας. Ἀγγελθεῖσα δὲ ἐν Νικαίᾳ ἡ τοιαύτη μεγάλη νίκη τῷ βασιλεῖ, ἐθαύμασε καὶ οὐκ ἐπίστευε, πῶς μετ' ὀλίγου πάνυ στρατοῦ ὁ καῖσαρ ἔγινε ἐγκρατὴς τῆς τοιαύτης καὶ τηλικαύτης πόλεως. Καὶ ἐκ δευτέρου ἕτερος ἐλθὼν δρομεύς, τὰς ἀγγελίας κομί ζων τῷ βασιλεῖ καὶ ἐκ τῶν χειρῶν τοῦ καίσαρος γράμματα, ὃς ἰδών, ἐπίστευσε καὶ τῷ Θεῷ χαριστήρια δίδωσι, καὶ προστάξας ὁ βασιλεὺς μετὰ γνώμης τοῦ πατριάρχου καὶ τῆς συγκλήτου πάσης διὰ τὴν νίκην τῆν θαυμαστὴν καὶ ἔργα μεγάλα, ἃ ἐποίησεν ὁ καῖσαρ εἰς αὔξησιν τῆς ἀρχῆς Ῥωμαίων, ἵνα εἰς πᾶσαν τὴν ἀρχὴν τῶν Ῥωμαίων ὁ πατριάρχης, ἀρχιεπίσκοποι, ἐπίσκοποι καὶ πᾶσα ἡ ἐκκλησία μετὰ τὴν τοῦ αὐτοκρά τορος φήμην ἐμφημήσωσι καὶ μνημονεύσωσι τὸν καίσαρα ἐν ταῖς θείαις καὶ ἱεραῖς λειτουργίαις καὶ ἐν πάσῃ ἑτέρᾳ ἱεροτελετῇ καὶ ἀκολουθίᾳ τῶν ἁγίων ἐκκλησιῶν με γαλοφώνως· ὁμοίως καὶ τὰ παράσημα τοῦ καίσαρος φέρειν καθ' ἑκάστην ἡμέραν ἐν παντὶ τόπῳ καὶ ὥρᾳ ἐφ' ὅλης τῆς ζωῆς αὐτοῦ καὶ θριάμβους μεγάλους ποιήσαντες αὐτῷ, ὡς ἔθος ἦν ποιεῖν τοῖς νικηταῖς ἐν ταῖς τοιαύταις νίκαις. Εἶτα ἐξογκωθεὶς ταῖς τῆς τύχης νίκαις ὁ βασιλεύς, γνωρίσας καὶ τῆς συγκλήτου τινὰς καὶ τοῦ δήμου πολλοὺς διαφυλάττοντας πρὸς αὐτὸν εὔνοιαν καὶ ἀγάπην καὶ πί στιν, καὶ ἐπαρθεὶς τῇ διανοίᾳ, μὴ φοβούμενος τοὺς φρικώδεις καὶ φοβεροὺς ὅρκους, οὓς κατενώπιον τοῦ βήματος τοῦ Χριστοῦ ἐποίησεν, ἀλλ' ἐξαποστείλας ἐλεινῶς ἐστέ ρησε τῶν ὀφθαλμῶν τὸν διάδοχον καὶ κληρονόμον τῆς βασιλείας Ἰωάννην τὸν Λά σκαριν καὶ ἀνύποπτον φόβου παντὸς οὗτος τὴν βασιλείαν ἐλευθέραν ἑαυτῷ κατεστή 166 σατο. Ὡς δὲ ἤκουσεν ὁ πατριάρχης τὴν τοῦ ταλαιπώρου κληρονόμου τῆς βασιλείας τύφλωσιν, χερσὶ μὲν ἔτυπτε τὰ στέρνα, ξίφει ὡς εἰπεῖν τέτρωτο τὴν καρδίαν, γῇ καὶ ἡλίῳ τὴν ἀδικίαν ἐβόα καὶ τὰ στοιχεῖα πρὸς ἐπικουρίαν ἐπεκαλεῖτο, κλαίων καὶ στε νάζων καὶ τὸν πώγωνα χερσὶ ἐκριζὼν καὶ μετὰ λίθων ἀγρίων τὸ στῆθος καὶ τὰ γό νατα ὀδυρόμενος ἔτυπτε καὶ τὴν κεφαλὴν ἐπὶ τοῦ στήθους ἔῤῥιπτε, κράζων γοερῶς· Ὦ φρῖξον, ἥλιε, ὦ στέναξον, γῆ, καὶ κλονουμένη βόησον τὴν ἀδικίαν καὶ ἐπιβουλὴν καὶ ὠμότητα καὶ ἀπανθρωπότητα! Ὡς δὲ ὁ πατριάρχης μὴ ἕχων τι ἕτερον πρᾶξαι, ἐν ἀφορισμῷ ἀλύτῳ τὸν βασιλέα καὶ τοὺς συνίστορας καὶ συνηγόρους καθυπέβαλε καὶ τὴν ἐκκλησίαν παραιτησάμενος καὶ τὸν θρόνον ἐν τῷ ὑπ' αὐτῷ ἀσκητηρίῳ ὤχετο. Καὶ τοιουτοτρόπως ἦλθεν ἡ βασιλεία, ὡς εἰρήκαμεν, ἐπὶ Μιχαὴλ τὸν πρῶτον τῶν Παλαιο λόγων, ὡς μὴ ὤφελεν. III. Οὗτος μὲν ὁ βασιλεὺς Μιχαὴλ μετὰ τὸ κερδῆσαι τὴν Πόλιν καὶ εἰσελθεῖν ἐν αὐτῇ, τὸν διαδράσαντα βασιλέα Βαλδουῖνον ἀκούσας εἰς Ἰταλίαν ἐλθεῖν ἀφικόμε νον καὶ μετὰ Καρούλου τοῦ ῥηγὸς τῆς Ἰταλίας καὶ ἑτέρων αὐθεντῶν ὁμονοήσαντα καὶ συνθήκας ἄνα αὐτῶν ποιήσαντες, ἵνα κατὰ τῆς βασιλευούσης τῶν πόλεων διὰ ξηρᾶς καὶ θαλάσσης παρασκευάζωνται ἐλθεῖν, ἵνα πάλιν τὸν Βαλδουῖνον εἰς τὴν ἀρχήν, ρν ἀπώλεσεν, ἀποκαταστήσωσι, καὶ τὸ τῆς πόλεως ἀσθενὲς θεωρῶν καὶ οὐχ ἕτερον ἔχων τὶ πρᾶξαι, διαπρεσβεύεται πρὸς τὸν πάπαν*** περὶ τῆς τῶν ἐκκλησιῶν ἑνώσεως, εἰ μὴ μόνον ἐμποδίσῃ τὴν τοιαύτην ἐπιχείρισιν. Καὶ ὁ πάπας ἀσμένως τὴν πρεσβείαν δέ χεται καὶ ὑπόσχεται ἐκτελέσαι ὁπόσα τῷ βασιλεῖ ἀρεστά. Καὶ ἡ ἕνωσις ἐγεγόνει ἐφ' ὅρων τριῶν κεφαλαίων· πρῶτον ἐν ταῖς ἱεραῖς ὑμνωδίαις τὸν πάπαν μνημονεύεσθαι μετὰ τῶν ἑτέρων τεσσάρων πατριάρχων, δεύτερον δὲ τῆς ἐκκλήτου, τὸν βουλόμενον ἐξιέναι καθάπερ ὡς μεῖζον ἀνατρέχῃ δικαστήριον, τρίτον τὸ πρωτεύειν ἐν πᾶσι· περὶ δὲ τῶν ὅσα αὐτοὶ καινοτομοῦσιν, οὐδὲν ἐῤῥέθη. Ἐπὶ τούτοις ὁ ἱερὸς τῆς ἐκκλησίας κατάλογος οὐκ ἠρέμησαν καὶ τὸν ὄχλον ἀνέσειον, ὡς μέγαν ἐντεῦθεν ἐγείρεσθαι θό ρυβον καὶ ἐπὶ μέγιστον κορυφοῦσθαι τὰ πράγματα κλύδωνα. Καὶ ὁ βασιλεὺς οἰκονο μίᾳ λέγων γενέσθαι τὸ πρᾶγμα, οὐχὶ καινοτομίᾳ, καὶ τοὺς μὴ πειθομένους πολλοὺς ἐμαστίγωσε καὶ ἐκάκωσε καὶ ἐξώρισε. Καὶ ταῦτα πάντα μεθοδεύοντος τοῦ βασιλέως οὐδὲ ὠφελήθη ᾒ ἐκατώρθωσεν, ἀλλὰ τοῦ Καρούλου καὶ Βαλδουίνου μετὰ στρατοῦ πολλοῦ κατὰ τῆς Ῥωμαίων ἀρχῆς ἐλθόντων καὶ πολέμου γεγονότος, ἡ ἄμαχος δύνα μις τὰς βουλὰς καὶ δυνάμεις τῶν Ἰταλῶν ἀπράκτους καὶ ζημιωμένας μετὰ αἰσχύνης ἀπέπεμψε καὶ τὸ τοῦ Δαβὶδ θεῖον ῥητὸν ἐπληρώθη τὸ ἐπικατάρατος πᾶς ὁ ἐλπίζων ἐπ' ἄνθρωπον. Καὶ ἐκ τῆς θαλάσσης πάλιν ὁ στόλος τῶν Ῥωμαίων τὸν τοῦ Καρού λου στόλον ἐτρόπωσεν. Εἶτα ἐξελθὼν προσελήφει καὶ τὰς ἐν Αἰγαίῳ πελάγει νήσους μικρὸν 168 πάσας· Ῥόδον τε καὶ Κῶον, Χίον καὶ Λῆμνον καὶ ὅσας ἑτέρας, αἳ τοῖς Λατίνοις ἐδούλευον! Ἀρσένιος δὲ ὁ πατριάρχης τὸν θρόνον καταλιπών, χειροτονεῖται Γερμανὸς ὁ ἀρχιεπίσκοπος Ἀνδριανουπόλεως. Εἶτα δὲ πάλιν ὁ Γερμανὸς ἀκούων ὑβριζόμενος ὡς παρανόμως τὸν θρόνον ἔχων, καί τε τοῦ Ἀρσενίου ἔτι ζῶντος, παρεχώρει τοῖς βου λομένοις τὸν θρόνον καὶ χειροτονεῖται ἀντ' αὐτοῦ Ἰωσὴφ πατριαρχήσας ἔτη***, εἶτα ὁ Βέκκος ὁ τῆς Μεγάλης Ἐκκλησίας χαρτοφύλαξ. Ἐπὶ τῆς βασιλείας τοῦδε τοῦ αὐτοκράτορος, διὰ τοὺς πολέμους τοὺς ἐν Εὐρώ πῃ παρὰ τῶν Ἰταλῶν, ἀρχὴ τῶν δεινῶν τῆς ἐν Ἀσίᾳ Ῥωμαϊκῆς ἀρχῆς παρὰ τῶν Τουρκῶνἐγεγόνει. Ἐν τῇ Παμφλαγονίᾳ γὰρ πόλεμον ἔχων μετὰ τῶν Τουρκῶν, τὰ τῶν Ῥωμαίων εἰς ἄκρον ἐσφάλισαν καὶ εἰς φυγὴν ἐτράπησαν. Καὶ ἐν τῷ φεύγειν πολλοὺς ἀπέκτει νον καὶ ᾐχμαλώτιζον· αὐτοὶ δὲ πάντοτε ἔφευγον παρὰ τὸν ποταμὸν ἀμετάστρεπτοι. Καὶ ὅσην αἰχμάλωτον ἔσχον γῆν οἱ σατράπαι αὐτῶν, αὐτὴν διελόμενοι διέζωσαν πᾶσαν ἀπὸ θαλάσσης τῆς περὶ τὸν Πόντον καὶ Γαλατίαν ἕως θαλάσσης τῆς περὶ Λυκίας καὶ Καρίαν καὶ τὸν ποταμὸν Εὐρυμέδοντα. Καὶ οὗτος ὁ πόλεμος ἀρχὴ ἦν καὶ αἰτία καὶ ἀφορμὴ τῆς τῶν Ῥωμαίων βασιλείας καταστροφῆς. Καὶ ὁ βασιλεὺς ἀπηγορηκώς, πο λίχνοις συχνοῖς τὸν ποταμὸν Σαγγάριον ὠχύρωσεν, ἵνα μὴ ἀποβάντες κυριεύσωσι καὶ τὴν Βιθυνίαν. Ἐγέννησε δὲ υἱοὺς δύο· Ἀνδρόνικον τὸν βασιλέα καὶ Κωνσταντῖνον τὸν Πορφυρο γέννητον καὶ θυγατέρας***. Καὶ ἐν τῷ Θετταλικῷ πολέμῳ ἐρχόμενος καὶ ἔν τινι χώρῳ εὑρισκόμενος λεγομένῳ Παχουμίου καὶ Ἀλλαγῆς, νόσος ἐνσκήπτει δεινὴ περὶ τὴν καρδίαν, θάνατον σύντομον ἀπαγγέλουσα. Καὶ ἐν τῷ τόπῳ ἐκείνῳ διὰ ἡμερῶν δύο τὸ ζῆν ἐξεμέτρησεν, ἐπὶ ἔτους# 22 ψ αʹ, ἰνδικτιῶνος ιδ- ης, ἐτῶν ὑπάρχων ἑξήκοντα καὶ ὀκτώ, ἐξ ὦν βασίλευσεν ἔτη τριάκοντα πέντε. Ὁ δὲ υἱὸς καὶ βασιλεὺς Ἀνδρόνικος τηνικαῦτα παρών, τῆς νενομισμένης τοῖς βασιλεῦσι ταφῆς τὸν πατέρα οὐκ ἠξίωσεν, ἀλλ' οὐδ' ὁποία δημόταις καὶ ἀπόροις ἐφεῖται. Μόνον δὲ κελεύσας νυκτός τινας ὀλί γους ἄνδρας πόῤῥω τοῦ στρατοπέδου τὸ πτῶμα ἀγαγεῖν, πλείστην ἐπεσώρευσαν γῆν, ἵνα μὴ θηρίων στόμασι τὸ βασιλικὸν σῶμα διαμερισθῇ· τὸ δὲ αἴτιον ἡ τοῦ ὀρθοῦ τῆς ἐκκλησίας δόγματος παρατροπή, ᾗ ζῶν μὲν ἐκεῖνος, ὡς εἰρήκαμεν, ἐχρήσατο. Βασιλεία Ἀνδρονίκου τοῦ Παλαιολόγου τοῦ πρώτου IV. Ἐπειδὴ λοιπὸν πρὸς τὸν υἱὸν Ἀνδρόνικον ἡ τοῦ κράτους καὶ τῶν βασιλικῶν σκήπτρων μετέβη διαδοχή, εἰς ταραχὴν οὐκ ὀλίγην ἦλθον τὰ πράγματα. Ἵνα μήτε νεωτέρισις γένηται, ἤτοι ἀπόστασις, ἢ ἀφηνιασμός, αὐτὸς δὲ συνετὸς ὢν καὶ