Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 170 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
170.1
τὰ ἐρχόμενα, ἤτοι μέλλοντα, πάντα σάλον καὶ σκάνδαλον φρονίμως ἐκυβέρνησε καὶ τὰ ὅσα ἀρεστὰ τοῖς ἐπηκόοις ἐποίησε. Καὶ πρῶτον μὲν τὴν τῆς ἐκκλησίας κατάστασιν καὶ διόρθωσιν ἐπρομηθεύσατο καὶ ἐποίησε· ζῶντος γὰρ τοῦ πατρός, ὡς ἔφημεν, ἔκρυ βε. Καὶ θεσπίσματα βασιλικὰ καὶ δόγματα διεπέμποντο, τὴν τῆς ἐκκλησίας διόρθωσιν εὐαγγελιζόμενα καὶ ἅμα τοὺς διὰ τὸν τῆς ἐκκλησίας ζῆλον ὑπερορίους κατάγοντα. Καὶ τὸν πατριάρχην Βέκκον εὐθὺς ἐκ τοῦ θρόνου καταβιβάσαντες, ὡς τὰ Λατίνων φρο νοῦντα, διαδέχεται δὲ τὸν πατριαρχικὸν θρόνον μοναχός τις Ἀθανάσιος τοὔνομα, παι διόθεν τοῖς ἀσκητικοῖς γεγυμνασμένος πόνοις, διατρίβων δὲ ἐν τοῖς τοὺ Γάνου ὄρε σιν, ὁρμώμενος ἐκ Πελοποννήσου ἐκ χώρας λεγομένης Ἀν δρούσης· καὶ διὰ τοῦτο μὲν προστάξει βασιλικῇ καὶ ψήφῳ συνοδικῇ τὴν ἑαυτοῦ πατρίδα Ἀνδροῦσαν ἐπισκοπὴν ἐτίμησε καὶ τῇ μητροπόλει Μονεμβασίας ὑποτάσσεσθαι. Μετὰ δὲ τὴν καθαί ρεσιν καὶ ἐξορίαν τοῦ πατριάρχου Βέκκου, πάντας τοὺς ἑτέρους ἀρχιερεῖς τοὺς ὄντας συγκοινωνοὺς τῇ γνώμῃ τοῦ βασιλέως καὶ τοῦ πατριάρχου μετὰ αἰσχύνης πάντας τῆς ἀρχιερωσύνης ἐγύμνωσαν· καὶ ἕτερα σκάνδαλα ἄξια θρήνου ἐν τῇ ἐκκλησίᾳ γεγόνασι παρὰ τῶν τότε ἀρχιερέων. Καὶ τὸ φιλότιμον τοῖς στρατιώταις ἔπειτα μὲν ἀσμένως ἐδωρήσατο· καὶ τὸ ὑπήκοον πᾶν χαρᾶς ἐνεπλήσθησαν. Ἐλθὼν δὲ ἐν τῇ πόλει καὶ εἰς μνήμην ἐληλυθώς, ὧν ὁ πατὴρ ἔπραξε κατὰ τοῦ νέου Ἰωάννου τοῦ Λασκάρεως, καίπερ ἡ τῆς βασιλείας μᾶλλον προσῆκε διαδοχή, καὶ τῆς συνειδήσεως κέντρῳ πληττόμενος, καὶ μείζονα πάντων τῶν ἀρετῶν τὴν διάκρισιν ἔλεγεν· ἦκε παρὰ τὸν τυφλωθέντα δι' αὐτὸν παρὰ τοῦ πατρός, ἔν τινι πολιχνίῳ τῆς Βι θυνίας εὑρισκόμενον, καὶ ἰδὼν αὐτὸν καὶ τὰ ἥκοντα παραμυθούμενος καὶ μεγάλου σχή ματος ταπεινώσεως συγχώρησιν αἰτῶν παρ' αὐτοῦ, οὐκ εἰδὼς ἂ ὁ πατὴρ ἐποίησε· καὶ ἐὰν καὶ ἦν δυνατόν, καὶ ἀρεστὸν ὑπάρχῃ, ἵνα τὴν βασιλείαν πάλιν μερίσωσι καὶ πᾶ σα ἐξουσία εἰς χεῖρας αὐτοῦ ἔσηται. Καὶ τὰ πρὸς τὴν χρείαν ἄφθονα πάντα πλουσίως παρέσχεν αὐτῷ διὰ τοῦ βίου, ὃ δὴ καὶ πεπραχὼς καὶ πράττεσθαι καὶ προστεταχὼς ἀσμένως ποιεῖ πάντοτε. Ἀνεφύησαν δέ τινες διαβολαὶ κατὰ τοῦ Πορφυρογεννήτου, αὐταδέλφου τοῦ βα σιλέως, ὅτι βασιλείας ἔρωτι τρέφεται· καὶ στείλας ἐπιάσεν αὐτὸν καὶ πάντας τοὺς συνομιλοῦντας γνησίους. Ἐν οἷς ἦν ὁ προύχων, ὑπῆρχε τὰ μάλιστα καὶ πλούτων καὶ γένους λαμπρότητι καὶ ἐν στρατηγίαις περιβόητος, Μιχαὴλ Στρατηγόπουλος ὁ Μελισσηνός· καὶ ἐν δεσμωτηρίοις καθείρ γνυται καὶ πολλά, ὧν ἐκέκτητο ἀγαθῶν ἐδημοσίευσεν. 172 Ἐγέννησε δὲ υἱοὺς ὁ βασιλεὺς καὶ αὐτοκράτωρ Ἀνδρόνικος τούσδε· Μιχαὴλ τὸν βασιλέα καὶ Κωνσταντῖνον τὸν δεσπότην ἐκ τῆς τῶν Οὐγγρῶν πρώτης αὐτοῦ συ ζύγου. Ἐκ δὲ τῆς δευτέρας Εἰρήνης τῆς ἀπὸ Λογγοβαρδίας, τῆς ἐπ' ἀδελφῆς θυγατρὸς τοῦ ῥηγὸς Ἰσπανίας, ἀπογονῆς δὲ μαρκίωνος Μοντεφεῤῥάτου, τοῦ κληρωσαμένου τὴν Θεσσαλονίκην, ὡς προέφημεν, καὶ ῥὴξ Θετταλίας ἐγεγόνει, ὅτε οἱ Ἰταλοὶ τῆς Ῥωμαίων γῆς ὀλίγον καιρόν τινα ἐγκρατεῖς ἐγένοντο, ἐγέννησεν οὖν Ἰωάννην, Θεό- δωρον καὶ Δημήτριον καὶ θυγατέρα ὀνόματι Σιμωνίδα, ἢν ἔλαβεν εἰς γυναῖκα ὁ δε σπότης Σερβίας. Καὶ ὁ μὲν Ἰωάννης γυναικὶ συζευχθείς, ἄπαις τέθνηκεν. Ἡ δὲ βασι- λὶς καὶ δέσποινα Εἰρήνη ἐνῆγε δὲ εἰς τοῦτο μάλιστα· ζηλότυπος ἦν ὡς μητρυιὰ καὶ περὶ τὸν πρόγονον ἔτρεφεν· οὐ διέλιπεν ὅθεν νύκτα τε καὶ ἡμέραν ἐνοχλοῦσα τὸν βασι λέα καὶ σύζυγον, ἵνα καὶ τοὺς υἱοὺς αὐτῆς κοινωνοὺς καὶ συμμεριστὰς καταστήσῃ τοῦ κράτους. Ὁ δὲ βασιλεὺς ἀδύνατον εἶναι ἔλεγεν τὴν μοναρχίαν Ῥωμαίων πολυαρχίαν ποιήσῃ. Πολλὰ δὲ πραξάσης καὶ εἰπούσης καὶ τῶν ἐλπίδων ψευσθεῖσα, θυμῷ ληφθεῖ σα καὶ λύπῃ, πλεῖστα χρήματα τῷ ἑαυτῆς υἱῷ Θεοδώρῳ δώσασα εἰς Λογγοβαρδίαν ἀπέ στειλε καὶ μαρκίωνα τοῦτον κατέστησεν ἐν τῇ ἑαυτῆς πατρίδι. Ἐκεῖσε δὲ γυναικὶ συ ζευχθεὶς τὸ γένος Σπίνουλα καὶ υἱοὺς καὶ θυγατέρας ἐγέννησεν. V. Ἐν δὲ τῇ βασιλείᾳ τοῦ εἰρημένου αὐτοκράτορος ἐκ τῆς Ἀσίας τὰ μέγιστα τῶν κακῶν ἀνεῤῥάγησαν πελάγη. Συνασπισμὸν οἱ τῶν Τουρκῶν σατράπαι ποιήσαν τες πάλιν, νεωστὶ πάντα τόπον κατέδραμον ἄχρι θαλάττης ἀκτῶν. Ἐν οἷς σατράπαις ὑπῆρχε καὶ ὁ Ὀτθμάνης, εἶς αὐτῶν. Τῇ νίκῃ ἐκείνῃ θρασυθέντες, διὰ τοῦ Ἑλλησπόντου ἐν τῇ Χεῤῥονήσῳ τῆς Θρᾴκης περάσαντες, πᾶν κακὸν καὶ δεινὸν ἐν ἐκείνοις τοῖς μέρεσι διέπραξαν καὶ πολὺν τόπον διήρχοντο ληΐζοντες, ὥστε μήτε ἀροτριᾶν, μήτε σπείρειν, οὔτε τῶν πόλεων ἐξιέναι ἐδύναντο ἐπὶ ἔτος ἓν καὶ μῆνας δέκα. Ἔτυχε δὲ καὶ τοῦτο ἐν τοῖς καιροῖς ἐκείνοις ἐμπεσεῖν Λατῖνόν τινα Καταλάνον, Ῥογέριον τοὔνομα, ἀθροῖσαι ἐκ τῆς κάτω Ἰβηρίας στρατόπεδον. Καὶ τριήρεις τέσσαρας πληρώσας, καὶ λῃστρικὸν ἀδεῶς μετῄει βίον, δεινότατος ἐν τούτῳ γενόμενος· οὐ μόνον ναυσὶ φορτίοις ἐπετίθετο, ἀλλὰ καὶ αὐτὰς δὴ τὰς μεγάλας τῶν νήσων ἐσκύ λευε καὶ φοβερὸς ἐν τῇ κάτω θαλάσσῃ ἐδόκει εἶναι. Ἔδοξε τοίνυν τούτῳ τῷ ἄρχοντι, διαπρεσβευσαμένῳ πρὸς τὸν βασιλέα Ἀνδρόνικον συμμαχῆσαι αὐτῷ κατὰ τῶν Τουρκῶν. Καὶ ὁ βασιλεὺς τὴν πρεσβείαν δεξάμενος, ἄρας ἐκεῖνος ἐκ τῶν ἑσπερίων πρὸς τὸ Βυζάντιον ἔρχεται, ἔχων μεθ' ἑαυτοῦ δισχιλίους ἄνδρας μαχικούς· καὶ ὁ βασιλεὺς τῷ τοῦ μεγάλου δουκὸς ὀφφικίῳ τοῦτον ἐτίμησε. Μετ' ὀλίγον δὲ ἥκει καὶ ἕτερος Κα ταλάνος τοὔνομα Μπιγκέριο Τέντξας, συγγενὴς τοῦ Ῥογερίου. Καὶ ὁ βασιλεὺς μὲν τὴν 174 τῶν χρημάτων δαπάνην τὴν ἀρκοῦσαν περὶ τὰ ἐκείνων ἐνδύματα καὶ τὰς δωρεὰς καὶ τὰ ἐπίλοιπα σιτηρέσια εἰς πλησμονὴν ἔδωσεν. Ὀλίγου δὴ καιροῦ παρελθόντος διέβη σαν εἰς τὴν Ἀσίαν μετὰ στρατοῦ τοῦ πολεμεῖν τοὺς ἐχθρούς. Περὶ τῶν ἐχθρῶν ὀλί γα αὐτοῖς ἔμελεν, ἀλλὰ τὸ ὑπήκοον πλεῖστα ἐλύπουν. Καὶ τί χρὴ λέγειν ὁπόσα εἰρ γάσαντο κακὰ παρόντες καὶ δεινὰ τοῖς Χριστιανοῖς; ἀνδράσι τε καὶ γυναιξὶν οὐδὲν ἄμεινον οἵῳ ἀνδραποδισμῷ ἐχρήσαντο· καὶ οὐκ ἠλέουν τινὰ δακρύοντα, ἀλλὰ τοῖς ὑπηκόοις ἐποίουν κακὰ ὑπὲρ ἀσεβεῖς καὶ ἐχθρούς. Καὶ ἦν ἰδεῖν οὐ μόνον τὰς οὐσίας ἁρπάζειν τῶν ταλαιπόρων Χριστιανῶν, ἀλλὰ θυγατέρας τε καὶ γυναῖκας ὑβρίζοντες. Πρεσβῦται καὶ ἱερεῖς ἐδεσμεύοντο καὶ ἐμαστιγοῦντο. Ταῦτα μαθὼν ὁ βασιλεύς, θυμῷ ἐτήκετο καί τινος μηχανῆς βοηθούσης ἐδέετο. Διαβαίνειν πρὸς τὴν Θρᾴκην τὸν Ῥο γέριον μετὰ τοῦ στρατοπέδου ἐκέλευσε πρὸς τὸ τῆς Καλιουπόλεως φρούριον. Καὶ τὸ στρατόπεδον ἐκεῖ κατέλιπον καὶ πρὸς τὸν βασιλέα ὁ Ῥογέριος μετά τινων εἰς προ σκύνησιν ἔρχεται, οὗ γενομένου, ὁ βασιλεὺς τοὺς περιστάτας ξιφήρεις προστάξας τού τους κατακόπτειν. Μαθόντες δὲ οἱ ἕτεροι Λατῖνοι, οἱ ἐν τῇ Καλιουπόλει, τὰ γενόμενα, εἰς ἀποστασίαν ἐτράπησαν καὶ τὸ φρούριον ὀχυρώσαντες, ὡς ὁρμητήριον εἶχον. Καὶ μετὰ τῶν Τουρκῶν ὁμονοήσαντες εἰς φανερὰν λῃστείαν καὶ ἁρπαγὴν ἐξῆλθον. Ὁ δὲ βασιλεὺς Μιχαὴλ τὰς Θρᾳκικὰς καὶ Μακεδονικὰς δυνάμεις λαβὼν ἦλθε κατ' αὐτῶν καὶ συμβαλὼν αὐτοῖς, οὐδὲν ἐποίησεν, ἀλλὰ μάλιστα καὶ ζημιωμένος ἐπανέστρεψεν. Εἶτα οἱ ἀρχηγοὶ αὐτῶν διαφερόμενοι ἐμερίσθησαν· καί τινες μὲν πρὸς τὸν βασιλέα ἦλθον, ἕτεροι δὲ μετὰ τῶν Τουρκῶν ἐστράτευον, ἕτεροι δὲ λῃστεύοντες τοῦ ζῇν ἐπο ρίζοντο, ἕως καὶ εἰς τέλος ἐξουθενήθησαν. Ὁ δὲ βασιλεὺς Μιχαὴλ στρατὸν πάλιν συναθροίσας, ἔρχεται πρὸς τὴν Χεῤῥό νησον κατὰ τῶν Τουρκῶν καὶ τοσοῦτον ἐσφάλη· καὶ αἰφνιδίως τὸν στρατὸν οἱ ἐναν τίοι περικυκλώσαντες, εἰς φυγὴν ἐτράπησαν οἱ Ῥωμαῖοι, καταλιπόντες τὰς σκηνὰς τὰς βασιλικὰς καὶ τὰ βασιλικὰ χρήματα καὶ πάντα τὰ βασιλικὰ παράσημα. Καὶ ἐκ τρί του ἕτερον στρατὸν οἰκονομήσας, ἀλλ' ὁ βασιλεὺς οὐ παραγίνεται, εἰ μὴ καταστήσας ἔξαρχον τῆς στρατιωτικῆς δυνάμεως Φιλῆν τὸν Παλαιολόγον, τὸν τότε τὴν πρωτο στρατορικὴν ἀρχὴν διεζωσμένον. Καὶ στρατεύσας κατὰ τῶν Ἀγαρηνῶν καὶ συμβαλὼν αὐτοῖς εἰς τέλος ἐνίκησε καὶ πολλοὺς ἐθανάτωσε καὶ ᾐχμαλώτευσε. Καὶ οἱ ἐναπολει φθέντες ὀλίγοι ζῶντες ἐν ἐκείνῳ τῷ καιρῷ κακῶς ἐκ τῆς Χεῤῥονήσου Θρᾴκης ἐδιώ χθησαν. Ἀθανάσιος δὲ ὁ πατριάρχης ἐπὶ ἔτη τέσσαρα τὸν θρόνον διοικῶν, εἶτα ἐγγρά φως παραιτησάμενος ἐν τῷ ἀσκητηρίῳ τῷ ὑπ' αὐτοῦ κτισθέντι ἐλθὼν ἡσύχαζε· καὶ ἀντὶ αὐτοῦ χειροτονεῖται Ἰωάννης ὁ ἐκ Σωζοπόλεως, ὅστις γυναῖκα καὶ τέκνα ἔχων, ἔ πειτα θανάτῳ τὴν γυναῖκα ἀποβαλών, τὸ μοναδικὸν ὑποδὺς τριβώνιον καὶ ὁ χρόνος καὶ ἡ ἀρετὴ προβιβάσαντες αὐτόν, πατριάρχης Κωνσταντινουπόλεως ἐχρημάτισε. Και 176 ρῷ δέ τινι τὸν θρόνον διαπρέψας, εἶτα παραιτησάμενος καὶ πάλιν Ἀθανάσιος ἐκ δευ τέρου τὸν θρόνον ἀνέλαβε, κρατήσας τὰς οἴακας τῆς ἐκκλησίας ἔτη ὀκτώ. Εἶτα πά λιν σκάνδαλά τινα ἀνεφύησαν, καὶ οὗτος τὴν ἡσυχίαν πάντοτε ἦν ἀσπαζόμενος, αὖθις τὸν θρόνον παρῃτήσατο. Καὶ ἀντ' αὐτοῦ χειροτονεῖται Νήφων ὁ τῆς Κυζί κου πρόεδρος καὶ καιρὸν ὀλίγον τὸν θρόνον διαπρέψας, εἶτα καταβιβάζεται καὶ ἀνά γεται ἀντ' αὐτοῦ εἰς τὴν πατριαρχικὴν περιωπὴν Ἰωάννης ὁ Γλυκύς, λογοθέτης ὢν τοῦ δρόμου, ἔχων καὶ αὐτὸς τέκνα τε καὶ γυναῖκα Ἦν δὲ ὁ ἀνὴρ πάνυ σοφώτατος· ἔλαχε δὲ φιλασθενὴς εἶναι καὶ οὐκ ἐδύνατο τὴν αὐτὴν ὑπηρεσίαν τελείως ἐκπληρεῖν καὶ διὰ τοῦτο παρῃτήσατο καὶ χειροτονεῖται ἀντ' αὐτοῦ μοναχός τις ἐκ τῆς μονῆς τῶν Μαγγάνων, τοὔνομα Γεράσιμος, πολιὸς μὲν τὴν τρίχα, ἀνωφελὴς δὲ τὸν τρόπον· καὶ πα τριαρχήσας ὀλίγον, ἑκὼν καὶ ἄκων καὶ μὴ ἀρέσκοντι αὐτῷ τὸν θρόνον ἀφήσας καὶ ἀντ' αὐτοῦ χειροτονεῖται Ἡσαΐας, ἀνὴρ γηραιὸς καὶ τίμιος ἐκ τοῦ ὄρους Ἄθωνος· κατὰ συγκυρίαν ἐν Κωνσταντινουπόλει λαχών, ἐγεγόνει πατριάρχης. Ἐν ἐκείνῳ τῷ χρόνῳ συνέβη γενέσθαι σεισμὸν τὸν παμμέγιστον καὶ πολλοὶ οἶκοι περιφανεῖς καὶ τῶν ἁγίων ναοί, οἱ μὲν πεπτώκασιν, οἱ δὲ ἐῤῥάγησαν· καὶ πολλοὶ στῦλοι τῶν ἱσταμένων εἰς τοὺς κίονας ἄνωθεν ἔπεσον. Ἐπὶ τῆς βασιλείας τοῦδε τοῦ βασιλέως καὶ αὐτοκράτορος τὰς τριήρεις αὔξησεν εἰς πλῆθος. Καί τινες μὲν τῆς συγκλήτου βουλῇ τῷ κρατοῦντι βουλεύουσιν οὔκουν ἑτοιμάζειν καὶ διορθώνειν καὶ κρατεῖν· ματαίως τῶν νηῶν ἡ δαπάνη, ἔλεγον, μικροῦ τῶν ἄλλων πάντων ἐπέκεινα τὸ βασιλικὸν ἐπιτρίβουσα ταμεῖον. Ὁ βασιλεὺς τοῖς λό γοις αὐτῶν πεισθείς, τὰς τριήρεις ἀνεπιμελήτους καταλείψας, τῷ χρόνῳ διεφθάρησαν· καὶ αἱ μὲν διεῤῥάγησαν, αἱ δὲ κατέδυσαν εἰς πυθμένας θαλάσσης. Ὕστερον δὲ χρείας καὶ ἀνάγκης οὔσης, οὐκ ἦσαν κυβερνῆται καὶ αἱ τριήρεις, ὡς προείπομεν, γεγόνασι· καὶ τοῖς Ῥωμαίοις τὸ βούλευμα πολλὰ κακὰ καὶ δεινὰ προεξένησεν. Ὁ οὖν Μιχαὴλ βασιλεὺς ἐγέννησε θυγατέρας δύο Ἄνναν καὶ Θεοδώραν, ἄῤῥε νας δὲ δύο Ἀνδρόνικον τὸν βασιλέα καὶ Μανουὴλ τὸν δεσπότην· καὶ ἦν πλεῖστα φι λούμενος ὁ Ἀνδρόνικος ὑπὸ τοῦ πάππου καὶ βασιλέως καὶ ἐν τοῖς ἀνακτόροις ἐκέ λευσε τρέφεσθαι. Ἀνδρυνθεὶς δὲ νύκτωρ ἐκώμαζε πρὸς γυναῖκά τινα ἑταίραν ὡραίαν πάνυ καὶ ταύτης ἐρασθεὶς ἦν καὶ ἐρώμενος· καὶ ζηλοτυπία γάρ τις ἐπυρπόλει τὴν ἑαυτοῦ ψυχὴν καὶ ξυφοφόρους καὶ τοξότας ἠνάγκαζε προσμένειν καὶ προσλοχίζειν περὶ τὴν τῆς ἑταιρίδος οἰκίαν. Ἐν μιᾷ δὲ νυκτὶ ὁ ἀδελφὸς καὶ δεσπότης Μιχαὴλ τὸν βασι λέα καὶ ἀδελφὸν ζητῶν ἔτυχε παριέναι τὴν τῆς ἑταιρίδος οἰκίαν, ὃν οἱ τοῦ ἀδελφοῦ σκοποὶ θεασάμενοι καὶ διὰ τὸ σκότος μὴ γνόντες τὶς ἦν, ἀλλ' ὑποτοπήσαντές τινα τῶν ἐρωμένων τῆς γυναικὸς εἶναι, βέλη συνεχῶς κατ' αὐτοῦ ῥίπτουσι, καὶ πλήξαντες αὐτόν, ἀπέθανε. Μαθὼν δὲ τοῦτο ἐν τῇ Θεσσαλονίκῃ ὁ Μιχαὴλ βασιλεύς, ὁ πατὴρ αὐτοῦ, 178 ἐκ τῆς χολῆς καὶ τῆς πολλῆς λύπης ἀσθενίᾳ βαρυτάτῃ περιπεσὼν ἐξ ἀνθρώπων ἐγε γόνει. Ὡς δὲ αἱ ἡμέραι τοῦ πένθους ἐπαρῆλθον, ὁ πάππος καὶ βασιλεὺς τὸν βασιλέα Ἀνδρόνικον προσκαλεσάμενος μετὰ κλαυθμοῦ νουθετῶν αὐτὸν καὶ ὀνειδίσας, ὡς ἔθος τοῖς πατράσι ποιεῖν πρὸς τοὺς φιλτάτους, οὗτος μὲν κατηφὴς γενόμενος οὐδὲν ἀπεκρίνατο, ἀλλὰ θυμῷ ληφθεὶς καὶ φοβήθεις, ἵνα μὴ διὰ τὸν θάνατον τοῦ ἀδελφοῦ καὶ τὰς ἑτέρας τῆς νεότητος ἀκαταστασίας, ἃς ἐποίει, τῆς βασιλείας γυμνώσῃ αὐτὸν ὁ πάππος καὶ τῷ θείῳ Κωνσταντίνῳ δώσῃ, μετὰ τίνων συνηλικιωτῶν καὶ συνωμοτῶν φυ γόντες ἐν τῷ Διδυμοτείχῳ ἀπῆλθον· καὶ στρατὸν συναθροίσαντες εἰς μάχην ἐξῆλθον κατὰ βασιλέως καὶ πάππου αὐτοῦ. Καὶ πολλῶν πολέμων ἐμφυλίων γεγονότων καὶ φό νων καὶ πάλιν εἰς συνηβάσεις ἦλθον· καὶ μετ' ὀλίγον διὰ μικρῆς αἰτίας αὖθις τὰς συ νηβάσεις καὶ συνθήκας ἠθέτουν· καὶ ἦν τὰ σκάνδαλα πλεῖστα καὶ πολλά. VI. Κατ' ἐκεῖνον τὸν καιρὸν ὁ τοῦ βασιλέως υἱὸς Θεόδωρος ὁ μαρκίων, ὁ πρὸ ἐτῶν συχνῶν εἰς τὴν μητέρος πατρίδα πεμφθείς, ὡς εἰρήκαμεν, καὶ μετὰ τὸν τούτης θά νατον ἐπανῆκε πρὸς τὸν πατέρα, παῖδας καὶ γυναῖκα ἐκεῖσε καταλιπών. Ἴδε ὅτι καὶ γνώμῃ καὶ πίστει καὶ σχήματι καὶ γενείων κουρᾷ Λατῖνος ἦν ἀκραιφνής. Καὶ κηδε μονίας ἁπάσης καὶ εὐμενείας καὶ χορηγίας χρημάτων ὁ πατὴρ ἐχαρίσατο· αὐτὸς δὲ τὸν Ἰοῦδα ἐκεῖνον μιμησάμενος, προδότης εἵλετο γενέσθαι τοῦ βασιλέως καὶ πατρὸς καὶ θερμότερος πάντων ἐχθρὸς ἐγένετο. Καὶ πᾶσαν αἰδὼ πατρικὴν ὀπίσω λιπών, πρὸς τὸν νέον βασιλέα καὶ ἀνεψιὸν αὐτόμολος παραγίνεται καὶ πλεῖον τὸ σκάνδαλον ηὔ ξησε. Τότε μὲν διὰ τοὺς ἐμφυλίους πολέμους καὶ τὰς ἀκαταστασίας ὁ Ὀτθμάνης ὁ τῆς Βιθυνίας κρατῶν, εὐκαιρίαν εὑρών, ἐκ τοῦ ἐναπολειφθέντος μέρους τοῖς Ῥωμαίοις οὐκ ὀλίγον ἔλαβεν. Ἡ δὲ εἴσοδος τοῦ νέου βασιλέως ἐντὸς τῆς Πόλεως οὕτως ἐγέ νετο· προδόται δὲ δύο ἐλθόντες εἰς τὸ στρατόπεδον, τοὔνομα ὁ εἷς Καστελάνος καὶ ὁ ἕτερος Κάμαρις, οἳ ἦσαν φύλακες ἔν τινι τόπῳ τῆς πόλεως ἐγγὺς τῆς πύλης τῆς λεγομένης τῆς Ἀνδριανουπόλεως καὶ συνηβάσεις μετὰ τοῦ νέου βασιλέως ποιήσαντες, καὶ ἐλθὼν ὁ στρατὸς νυκτὸς ἐν τόπῳ ἐκείνῳ, τὰς κλίμακας ἔβαλον καὶ ἔσω τῆς πόλεως μέρος ἐξ αὐτῶν γενόμενοι καὶ τὴν πύλην ἀναπετάσαντες, ὁ ἐναπολειφθεὶς στρατὸς μετὰ τοῦ νέου βασιλέως ἔνδον γέγονε. Καὶ εὐθὺς συγκαλέσας πάντα ὑφ' ἑαυτὸν στρατόν, παρεκελεύετο μᾶλλον σφοδρῶς, μήτε χεῖρα φονεύτριαν, μήτε γλῶσσαν ὑβρίστριαν ἐπε νεγκεῖν μήτε τῷ πάππῳ καὶ βασιλεῖ, μητ' οὐδενὶ τῶν ἄλλων ἁπάντων· οὐ γάρ φησιν ἡμεῖς, ἀλλ' ὁ θεὸς ταύτην παρέσχε τὴν νίκην. Καὶ περὶ τῆς τοῦ πάππου καὶ βασιλέως ζωῆς ἐφρόντισεν. Ἐγκρατὴς δὲ τῆς πόλεως καὶ βασιλείας γενόμενος τοῦ πάππου ἔτι ζῶντος, λῃστρικῶς καὶ δυναστικῷ τρόπῳ βασιλείας τοῦτον ἐξέωσεν. Ἐβασίλευσε μετὰ τοῦ υἱοῦ Μιχαὴλ ὁ γηραιὸς Ἀνδρόνικος, ἕως οὖ ἐξώσθη ὑπὸ τοῦ ἐγγόνου αὐτοῦ καὶ νέου Ἀνδρονίκου, ἔτη μέ, ἔτει ἀπὸ τοῦ Χριστοῦ γεννήσεως# 22ατκηʹ, ἀπὸ δὲ κτίσεως κόσμου# 22 ωλ ʹ. Βασιλεία Ἀνδρονίκου τοῦ νέου VII. Καὶ παραλαβὼν τὴν βασιλείαν καὶ τὴν πόλιν ὁ νέος Ἀνδρόνικος, καθ' ὃν τρόπον εἰρήκαμεν, καὶ κύριος καὶ δεσπότης εἰς πᾶσαν ἐξουσίαν γενόμενος, τὸν πάππον καὶ βασιλέα προμηθείας ἱκανῆς τοῦ βίου καὶ τοῦ ζῆν ἠξίωσε· τὸν δὲ θεῖον αὐτοῦ Κων 180 σταντῖνον πιάσας ἐν εἰρκτῇ ἐζοφωμένῃ ἔθετο. Καὶ τοῦ μεγάλου λογοθέτου τοῦ Μετο χίτου, τοῦ ποτε ἀνακαινίσαντος καὶ οἰκοδομήσαντος τὴν μονὴν τοῦ Ζωοδότου τὴν καλουμένην τῆς Χώρας, τὰ κτήματα πάντα καὶ χρήματα ἐδημοσίευσεν. Εἶτα ὕστερον πάλιν, συμπαθὴς ὢν ὁ βασιλεύς, τοὺς πάντας ἐπρομηθεύσατο. Ἄρτι δὲ τῆς ὥρας ἐπιστάσης τοῦ ἕαρος, τὰς τῶν Ῥωμαίων δυνάμεις συναθροί σας κατὰ τοῦ Ὀρχάνου τοῦ τῆς Βιθυνίας ἀμηρεύοντος περάσας ἐστράτευσε καὶ τὴν προκαθεζομένην τῆς Βιθυνίας πόλιν Νίκαιαν διπλῷ πολέμῳ πολιορκουμένην καὶ κιν δυνεύουσαν εἰς ἄκρον ὁρῶν βοηθῆσαι, τὰ τῶν Ῥωμαίων ἐσφάλησαν τρόπῳ τοιῷδε. Ἐλθὼν οὖν ὁ βασιλεὺς καὶ συμβαλὼν τοῖς ἐχθροῖς καὶ ἀκροβολισμῶν γενομένων καὶ συμπλοκῆς, τὸ τῶν Ῥωμαίων στράτευμα ἐκ τῆς ἕκτης ὥρας τῆς ἡμέρας ἕως τῆς ἑσπέ ρας καλῶς καὶ ἀνδρείως ἀντελέγοντο τοῖς Ἀγαρηνοῖς· καὶ οἱ Τοῦρκοι σχεδὸν πρὸς τὸ κλῖναι ὀλίγον ἀρχὴν ἐποίουν καὶ ὁ ἀμηρᾶς εἰς δειλίαν ἐνέπεσε. Τοῦ δὲ πολέμου λυθέντος διὰ τὸ σκότος τῆς νυκτὸς ἐγγύζειν, εὑρέθη τετρωμένος τὸν πόδα ὁ βασι λεὺς ἐλαφρῷ τινι βέλει· καὶ θέλοντος εἰσελθεῖν εἰς τὸ τῆς Φιλοκρινῆς πολίχνιον, πλεῖ στα ἐγγὺς ὄν, θεραπείας ἕνεκα τοῦ ποδός, οὐκ οἶδα πῶς, ἐξ ἁμαρτιῶν, μικρὸν ἐψιθυρί σθη ἐν τῷ στρατῷ, τὴν αἰτίαν μὴ εἰδότες, ἀλλὰ φεύγειν ἐνόμιζον τοῦτον ἀπὸ δειλίας αὐτοῦ. Καὶ ὁ στρατὸς πᾶς ἀσυντάκτως καὶ μετὰ βίας φεύγειν ὥρμησαν ὑπό τινος μὴ διωκόμενοι. Καὶ ἐν τῷ φεύγειν διὰ τὸ σκότος ὑπ' ἀλλήλων κατεπατήθησαν, καὶ πολλοί τινες ἀναμέσον ἐτρώθησαν· καὶ ἐν τοῖς ὀρύγμασι τοῦ πολιχνίου μέρος φθάσαντες ἀσυν τάκτως κατεγκρεμίζοντο· ἄλλοι δὲ ἐν τῷ αἰγιαλῷ φθάσαντες, πολλοὶ ἀπεπνίγησαν διὰ τὸ ἐμβὰν πλῆθος ἐπὶ τοῖς ἀκατίοις. Οἱ δὲ σκοποὶ τοῦ Ὀρχάνου, ὥσει τριακόσιοι ἔφιπ ποι στρατιῶται ὄντες, τὴν ἀσύντακτον φυγὴν καὶ θύρυβον ὁρῶντες, μετὰ φονῶν μόνον αὐτοὺς ἐδίωχνον· καὶ ἐγκρατεῖς πάσης τῆς σκηνῆς τῆς βασιλικῆς καὶ πάσης παρασκε υῆς καὶ ἵππων βασιλικῶν καὶ ἐφεστρίδων πολυτίμων παρ' ἐλπίδα κύριοι γεγόνασι· καὶ νίκην μεγάλην χωρὶς πολέμου ἐκέρδησαν. Ὁ δὲ βασιλεὺς ἐν τῷ πολιχνίῳ ἐκείνῳ προ σμείνας ἡμέρας τρεῖς, μετὰ λύπης μεγάλης καὶ δακρύων ἀπαραμυθήτων τὴν τῶν Ῥω μαίων δυστυχίαν κλαίων ἐπὶ τὴν Κωνσταντίνου ἐπανέστρεψε. Καὶ ὁ ἀμηρᾶς μετ' ὀλί γας ἡμέρας ἐγκρατὴς καὶ τῆς πόλεως Νικαίας γέγονε. VIII. Τοῦ δὲ φθινοπώρου ἱσταμένου συλλεξάμενος ὅσας ἂν ἦσαν τριήρεις Ῥω μαίοις κατὰ Μαρτίνου τοῦ τὴν Χίον ἐπιτροπεύοντος τὸν πλοῦν ποιησάμενος, τήν τε νῆσον κατέσχε ξὺν οὐδενὶ κόπῳ καὶ πόνῳ· καὶ αὐτὸν τὸν Μαρτῖνον χειρωσάμενος, δεσμότην τοῖς Βυζαντίοις παρέπεμψεν. Εἶτα κατὰ τῶν Φωκαίων Λατίνων πλεύσας ὑπο τελεῖς τῆς βασιλείας αὑτοῦ ἐποίησε καὶ ἐνέχυρον τοὺς αὐτῶν υἱοὺς τῷ βασιλεῖ ἔδωσαν. Ἐπὶ τῆς βασιλείας τοῦδε τοῦ αὐτοκράτορος καὶ ἡ Νικομήδεια, τῶν Βιθυνῶν μητρόπολις, ἑάλω ὑπὸ τοῦ Ὀρχάνου, τῷ πολλῷ λιμῷ καταπονηθεῖσα. Ὁ δὲ βασιλεὺς στρατεύει κατὰ τῶν Ἀκαρνῶν καὶ Αἰτωλῶν καὶ Ἠπειρίων καὶ Ἰλλυρίων καὶ αὐτοὺς ἐδούλωσε· καί τινα φρούρια, τὰ ὑπὸ τῶν Βουλγάρων, ἔλαβεν. 182 Ἐν τούτῳ τῷ χρόνῳ ἐγεννήθη ἐν τῇ πόλει Κωνσταντίνου παιδίον συμφυὲς μὲν ἀπὸ ποδῶν ἄχρις ὀμφαλοῦ, τὰ δὲ ἑξῆς διαιρούμενον, ὤμους καὶ στέρνα καὶ ῥάχιν, καὶ δύο μὲν ἔχον κεφαλάς, χεῖρας δὲ τέσσαρας· καὶ μετ' ὀλίγας ἡμέρας ἐξεπεπνεύκει. Ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθε καὶ ἐκ τῆς Ἰταλίας εἰς Κωνσταντινούπολιν μοναχός τις Καλαβρός, τοὔνομα Βαρλαάμ, ὃς μέγας καὶ πολὺς ἐδόκει εἶναι αὐτὸν ἐν τῷ λέ γειν καὶ διαλέγεσθαι, περὶ ᾧν οἱ Λατῖνοι καινοτομοῦσι, καὶ τὸ φῶς τὸ ἐν Θαβορίῳ λέ γων εἶναι κτιστόν. Ὅθεν καὶ εἰς διάλεξίν τινα ἐκάλει καὶ ὁ βασιλεὺς προστάξας τὸν κὺρ Γρηγόριον τὸν Παλαμᾶν, τὸν τότε τὸν τῆς Θεσσαλονίκης θρόνον περιέποντα, ἵνα μετὰ τοῦ Καλαβροῦ διαλεχθῇ. Καὶ πολλὰς διαλέξεις ἀναμέσον αὐτῶν ποιήσαντες τὰς πιθανολογίας καὶ φληναφίας τοῦ Καλαβροῦ Βαρλαὰμ ὡς ἱστὸν ἀράχνης ὁ Παλαμᾶς ἐξετίναξε. Καὶ τοῦ Χρυσολωρᾶ Ἰωάννου τὰ ὅμοια δοξάζοντος καὶ δεινοῦ ἐν τῷ λέγειν καὶ διαλέγεσθαι καὶ αὐτοῦ ὄντος, τὰ ὅμοια ἔπαθεν. Οὗτος δὲ ὁ βασιλεὺς ἐκ τῆς δεσποίνης Εἰρήνης τῆς ἐξ Ἀλαμανῶν ἄπαις ὤν, ἀποθανούσης δὲ αὐτῆς, δευτέραν γυναῖκα ἔλαβεν, Ἄνναν τοὔνομα, μεθ' ἦς ἐγέννησε θυγατέρας μὲν δύο, ὧν τὴν πρωτότοκον τῶν Μυσῶν ἀρχηγοῦ υἱῷ εἰς γυναῖκα ἔδωκε καὶ εἰρήνη μεγάλη ἀναμεταξὺ Μυσῶν καὶ Ῥωμαίων γέγονε. Τὴν ἑτέραν ὕστερον ὁ ἀμηρᾶς Ὀρχάνης εἰς γυναῖκα ἔλαβεν· ἄρρεν μὲν ἓν τῷ βασιλεῖ, κὺρ Ἰωάννης ἐγεννή- θη. Ἐν δὲ τῷ καιρῷ τῆς τελευτῆς αὑτοῦ τὸν βασιλέαν Ἰωάννην, τὸν υἱὸν αὑτοῦ, θεωρῶν ἐν νεαρᾷ ἡλικίᾳ ὄντα καὶ μὴ τὴν βασιλείαν διοικεῖν εἶναι ἐπιτήδειον, εἴασεν ἐπίτρο πον αὐτοῦ τὸν μέγαν δομέστικον Ἰωάννην τὸν Καντακουζηνὸν καὶ οἰκονόμον τῆς βα σιλείας, ὃς καὶ ἐπὶ πολλὰ δυνάμενος ἦν τότε ἐγγὺς τοῦ βασιλέως, ἄρχι καιροῦ ἡλι κίας τοῦ υἱοῦ αὑτοῦ Ἰωάννου, καὶ τῇ θυγατρὶ αὐτοῦ προστάξας συζευχθῆναι τὸν παῖδα. Ὑπῆρχε δὲ οὗτος ὁ βασιλεὺς χαρίεις τῷ εἴδει καὶ τῇ γνώμῃ φιλάνθρωπος, τῷ ἤθει ἱλαρός, συμπαθὴς τοῖς πᾶσιν· ἐμίσει γὰρ περὶ αὑτὸν πλῆθος ἀνθρώπων ὁρῶν, ἠ γάπα δὲ πλεῖστα τὰ κυνήγια· διὸ καὶ ἔτρεφε κύνας πλέον τῶν χιλίων καὶ τετρακοσίων· ὄρνεα δὲ ἤτοι ἱέρακας πλέον τῶν χιλίων καὶ τοὺς αὐτὰ ἐπιμελοῦντας ἐγγὺς τοσούτους εἶχεν. Ἐτεθνήκει δὲ κατὰ τὸ ʹ ωμθ- ῳ ἔτει· ὁ δὲ τῆς ζωῆς αὐτοῦ ἅπας χρόνος πέντε καὶ τεσσαράκοντα ἔτη ἐτύγχανεν, ἐξ ὧν ἐβασίλευσεν ἔτη εἴκοσιν. Πῶς ἐβασίλευσεν ὁ Καντακουζηνὸς καὶ ἡ βασιλεία ἐπὶ τὰς χεῖρας αὐτοῦ ἦλθεν; IX. Ἤδη δὲ ἀποθανόντος τοῦ βασιλέως ὁ Καντακουζηνὸς τὴν βασιλείαν καὶ πᾶσαν τὴν διοίκησιν καὶ ἐξουσίαν ἀναζωσάμενος, εὐθὺς βασιλεὺς ἀνηγορεύθη καὶ τὴν γυναῖκα αὑτοῦ δέσποιναν ἔστεψε καὶ τῷ πρώτῳ υἱῷ αὑτοῦ ἐρυθροῦ πεδίλου μετέδωκε· τὸν δὲ ἕτερον δεσπότην ἐν τῇ Σπάρτῃ ἐποίησε, βουλόμενος δὲ πᾶσαν ἐξουσίαν καὶ ἀρχὴν ὑφ' ἑαυτῷ καὶ τοῖς υἱοῖς αὑτοῦ κλῆρον ποιῆσαι. Περὶ δὲ τοῦ βασιλέως Ἰωάν 184 νου τοῦ καὶ γαμβροῦ αὐτοῦ οὐκέτι αὐτῷ ἔμελεν. Ἀνδρυνθεὶς οὖν τῇ ἡλικίᾳ ὁ Ἰωάννης ἀπήτει τὴν βασιλείαν λαβεῖν ὡς γνήσιος διάδοχος καὶ κληρονόμος ἐκ τῶν τοῦ πεν θεροῦ χειρῶν. Ἐκεῖνος μὲν οὐκ ἐβούλετο, ἀλλ' ἑαυτῷ καὶ τοῖς υἱοῖς αὑτοῦ θέλων κλῆ ρον ποιῆσαι, πολλαὶ μάχαι καὶ πόλεμοι ἐμφύλιοι ἀναμεταξὺ τοιούτων διαφορῶν ἐγέ νοντο καὶ κάκωσις καὶ φθορὰ μεγάλη καὶ οὐαὶ καὶ κλαυθμοὶ εἰς τὸ ὑπήκοον τὸ τα λαίπωρον. Καὶ ὁ Ὀρχάνης τότε ἄδειαν τελείαν καὶ εὐκαιρίαν δραξάμενος, τὰ ἐναπο μείναντα ὑποτελῆ Ῥωμαίων ἐν τῇ Βιθυνίᾳ ὑφ' ἑαυτὸν ἐποιήσατο καὶ αὖθις τὴν τῆς Θρᾴκης Χεῤῥόνησον περάσας πολίχνιά τινα καὶ φρούρια ἔλαβε. Καί τινες μὲν τῶν ἐνδόξων καὶ εὐγενῶν καὶ τοῦ δήμου τὸν Παλαιολόγον ὡς διάδοχον γνήσιον καὶ κληρονόμον τῆς ἀρχῆς βασιλέα ἤθελον βοηθοῦντες καὶ συμπο νοῦντες αὐτῷ. Τινὲς δὲ πάλιν τὰ ἐναντία φρονοῦντες ἔλεγον· τὰ ὅσα ὁ Μιχαὴλ ὁ βα σιλεὺς ὁ πρόπαππος αὐτοῦ ἐποίησε τῷ Ἰωάννῃ τῷ Λασκάρει, τυφλώσας αὐτὸν καὶ τὴν βασιλείαν λαβών, καὶ αὐτὸς ὁ ἔγγονος αὐτοῦ τὰ νῦν ὑπὸ ἑτέρων ἀνταποδίδοται. Καὶ τῷ μέτρῳ ᾧ ἐμέτρησαν οἱ πρὸ αὐτοῦ καὶ τὴν βασιλείαν ἔλαβον, καὶ οὗτος τὰ νῦν ἀντιμετρηθήσεται. Καὶ ὁ Παλαιολόγος ἀπορηθεὶς καὶ εἰς ἀπόγνωσιν ἐλθὼν καὶ οὐκ ἔχων τι ἕτερον πρᾶξαι πρὸς τὸν Τοῦρκον ἀμηρᾶν Ὀρχάνην διέδραμεν βοήθειαν αἰ τῶν, ἵνα τῆς βασιλείας τῆς πατρικῆς ἐγκρατὴς γένηται, καὶ τὴν ἀδελφὴν αὑτοῦ εἰς γυναῖκα ἔδωσε τῷ Ὀρχάνῃ. Καὶ αὐτὸς μετὰ χαρᾶς τὴν αἴτησιν δεξάμενος, καὶ μάλιστα διὰ τὴν συγγένειαν, καὶ τὰ φρούρια, ἃ ἐν τῇ Θρᾴκῃ διερχόμενος ἔλαβεν, αὖθις τῷ βασιλεῖ Ἰωάννῃ, τῷ ἑαυτοῦ γυναικαδέλφῳ ἐχαρίσατο, καὶ χεῖρα δώσας αὐτῷ, οἵαν ἐβούλετο. Καὶ ἐν τῇ πόλει περάσας τὸν Καντακουζηνὸν καὶ πένθερον ἐκ τῆς βασι λείας ἐξέωσε καὶ ἐγκρατὴς πάσης τῆς πατρικῆς ἀρχῆς ἐγένετο. Ὁ δὲ Καντακουζηνὸς ὡς φυγὰς ἐν τῇ Σερβίᾳ πρὸς τὸν γαμβρὸν αὐτοῦ τὸν ταύτης κρατοῦντα ἐλθών, τὰ δια τριβὰς ἐποιεῖτο, ἡσυχάζων διὰ τὸν φόβον τοῦ Ὀρχάνου· καὶ ἐζήτει πάντοτε καιρὸν ἐπιτήδειον, ἵνα, εἰ δυνατόν, πάλιν δοκιμάσῃ καὶ τὴν βασιλείαν ὑφ' ἑαυτὸν ποιήσῃ ἐλ θεῖν. Ἀκούσας δὲ τὸν τοῦ Ὀρχάνου θάνατον καὶ πῶς ὁ υἱὸς αὐτοῦ Ἀμουράτης τὴνἀρχὴν διεδέξατο, στρατὸν οἰκονομήσας ἔκ τε τῆς Σερβίας καὶ Βουλγαρίας, ἵνα πάλιν κατὰ τοῦ γαμβροῦ καὶ βασιλέως Ἰωάννου ἔλθῃ· ὁ δὲ βασιλεὺς Ἰωάννης ταῦτα μαθὼν ἔστειλε πρέσβυν πρὸς τὸν πενθερὸν μετ' ἐπιστολῆς περιεχούσης οὕτως. Ἐπιστολὴ Ἰωάννου τοῦ βασιλέως πρὸς τὸν Καντακουζηνὸν τὸν πενθερὸν αὐτοῦ χ. Ἐγὼ μὲν πολλάκις καὶ τὰ νῦν συλλογιζόμενος, ἐθαύμασα πῶς ἡ συνείδησις καὶ ἡ διάκρισις καὶ τὸ γῆρας οὐκ ἐλέγχει σε, ἵνα κατὰ νοῦν ἐνθυμηθῇς τὸν θάνατον καὶ τὴν κρίσιν τοῦ ἀπροσωπολήπτου ἐκείνου κριτοῦ, ἐν ᾖ μέλλομεν πάντες γυμνοὶ καὶ 186 τετραχηλισμένοι παρίστασθαι, καὶ κατὰ τὰς πράξεις καὶ ἔργα αὐτοῦ ἕκαστος τὴν ἀν τάμειψιν λήψεται. Ἔδει γάρ σε ὡς συνετὸν καὶ πρακτικὸν καὶ τὰς Γραφὰς καλῶς εἰ δότα καὶ εἰς πάντα ἐπιτήδειον, ὡς σὺ λέγεις καὶ μεγαλαυχεῖς καὶ ἐπαίρεσαι, ἵνα εἰς αἴσθησιν ἔλθῃς τοσοῦτον καιρὸν τὶ ἂν εἴη τὸ παρ' ἐμοῦ αἰτεῖς, καὶ τὶ τὸ σὸν δίκαιον νομίμως καὶ κανονικῶς κατὰ τάξιν Ῥωμαίων καὶ συνήθειάν ἐστι. Καὶ οὐκ ἀρκέσθης ἕως τοῦ νῦν τοσαῦτα σκάνδαλα καὶ τοσούτους ἐμφυλίους πολέμους καὶ φόνους καὶ αἱματοχυσίας καὶ ἀνδραποδισμοὺς τῶν ὁμοφύλων καὶ Χριστιανῶν ἡμῶν ἀδελφῶν καὶ τοσούτην φθορὰν καὶ κακὸν εἰς πᾶν τὸ ὑπήκοον; Ἔασον, ἔασον διὰ τοὺς οἰκτιρμοὺς τοῦ παναγάθου Θεοῦ, ἵνα ἄνεσιν λάβωσι καὶ ἀνάπαυσιν μικρὰν τῶν κακῶν καὶ ὀδυνῶν οἱ ταπεινοὶ καὶ ἐλεεινοὶ καὶ δυστυχεῖς Χριστιανοί. Ἐν μὲν Ἀσίᾳ, ὡς οἶδας, τὸ μέ- γιστον κακὸν καὶ θηρίον, ἡ τοῦ Ὀτθμάνου γονὴ τοὺς πάντας διέφθειρε καὶ ἀπώλεσε καὶ ἠφάνισε· τοὺς δὲ φυγόντας ἐκ τῶν ἐκεῖθεν χειμώνων καὶ συμφορῶν καὶ ἄμφω τοὺς ἐναπομείναντας ἐνταῦθα καὶ ἀναψυχὴν ἀφήσωμεν ἵνα λάβωσι. Καὶ ἐὰν περὶ τὰ ἔθνη τὰ μὴ νόμον ἔχοντα ὁ θεῖος Δαβὶδ παρακαλῶν φησίν, ἵνα διασκορπισθῶσι τὰ τοὺς πολέ μους θέλοντα, πόσον μᾶλλον κρῖμα ἕξομεν ἡμεῖς, οὓς ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν δι' ἄφατον ἔλεος αὐτοῦ τῷ οἰκείῳ αἵματι ἐξηγόρασε καὶ νόμον καὶ ἐντολὰς ἐχαρίσατο ἡ μῖν, τήν τε εἰρήνην καὶ ἀγάπην ἐνομοθέτησε σημεῖον πρῶτον καὶ κεφάλαιον τοῖς αὑ τοῦ μαθηταῖς" 3θέλω εἶναι" 3 ἔφησεν. Οἶδας γὰρ καλῶς καὶ τοῦτο, καὶ τοῖς πᾶσι φανερόν ἐστι, ὡς ὁ ἐμὸς ἀείμνηστος πατὴρ καὶ βασιλεὺς ἐκ μικροῦ ὄντα σε εἰς μέγα ἀξίωμα καὶ ὀφφίκιον ἀνεβίβασε καὶ ἕως καὶ βασιλείας ὄνομα ἐν τῷ θανάτῳ αὑτοῦ ἠξίωσέ σε. Ἐν θυμήθητι καλῶς τὴν ἀγάπην καὶ τὴν διάθεσιν πνευματικήν, ἣν εἶχε πρὸς σέ. Καὶ ἐμὲ τὸν ταλαίπωρον καὶ δυστυχῆ εἰς χεῖρας σου ἐπαρέδωκε, καὶ τὴν συγγένειαν προστά ξας, ὥστε καὶ ἐν ὑστέραις ὥραις τῆς ζωῆς αὐτοῦ ἀνὰ ἡμῶν καὶ ὑμῶν γενέσθαι ὥρισε, καὶ τὴν πᾶσαν ἐξουσίαν τοῦ διοικεῖν καὶ ποιμαίνειν καὶ ἐμὲ καὶ τὴν βασιλείαν Ῥω μαίων εἰς χεῖρας σου ἐνεμπίστευσε. Σὺ μὲν οὐχ ὡς ποιμὴν ἀληθινὸς εἰς ἅπαντα ἐποίη σας καὶ οὐ παύεσαι ποιεῖν, ἀλλ' ὡς ἄντικρυς λύκος καὶ λῃστὴς καὶ κλέπτης, καὶ κα τὰ πᾶσαν ἀνάγκην, εἰ δυνατόν, θέλεις καὶ βούλεσαι, ἵνα ἐμὲ τὸν κληρονόμον τῆς ἀρχῆς καὶ διάδοχον καὶ τεσσάρων βασιλέων ἀπόγονον τῆς βασιλείας γυμνώσης καὶ ἰδιωτεύ σῃς καὶ σὲ τὸν ἰδιώτην ὄντα βασιλέα ποιήσῃς. Ἐγὼ δὲ τῇ ἀμάχῳ δυνάμει τὴν ἀδι κίαν, ἣν ἐποίησας εἰς ἐμὲ καὶ ποιεῖς, καὶ τὸν τὰ πάντα τὰ σκάνδαλα ποιοῦντα καὶ ἀρχὴν τούτων ὄντα ἀνατίθημι καὶ τὸ εὐθὲς ἐνώπιον κυρίου γενήσεται. Πῶς ὁ Καντακουζηνὸς ἔλαβε τὴν ἐπιστολήν; XI. Λαβὼν δὲ τὴν ἐπιστολὴν ὁ Καντακουζηνὸς καὶ τὰ γεγραμμένα ἰδών, τὴν συ νείδησιν οὐκ ἐκάμφθη καὶ τὴν καρδίαν οὐ ἐμαλάχθη, ἀλλὰ τὴν παρασκευὴν καὶ τὸ ἔργον τοῦ πολέμου πάντοτε ἡτοίμαζεν ἐλπίζων ἵνα καὶ βοήθειαν ἕξῃ παρὰ τοῦ ἀμηρᾶ.

Intertext edge

Open linked passage

Note