Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 188 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
188.1
Ὁ δὲ βασιλεὺς Ἰωάννης ὡς εἶδε καὶ ἤκουσε τὸν στρατὸν τοῦ Καντακουζηνοῦ καὶ πενθεροῦ ἐρχόμενον καὶ ἑτοιμαζόμενον καὶ μὴ ἔχων ἀντιστῆναι, πρὸς τὸν ἀμηρᾶν Ἀ μουράτην διεπρεσβεύσατο, ἵνα ἔλθῃ καὶ συμμαχήσῃ αὐτῷ. Ὁ δὲ ἀμηρᾶς δεινὸς ὢν καὶ τὰς ἐννοίας αὑτοῦ ὑποκεκρυμμένας διπλῶς ἔχων, μετὰ χαρᾶς δεξάμενος τὴν πρεσβείαν καὶ δώδεκα χιλιάδας στρατὸν στείλας ἐνέμπροσθεν εἰς βοήθειαν τῷ βασιλεῖ Ἰωάννῃ, εἶτα καὶ αὐτὸς μετὰ πλήθους στρατοῦ περάσας ἐκ τῆς Ἀβύδου, ἦλθεν ἐν τῇ Θρᾴκῃ κατὰ τὸ φαινόμενον μὲν ἵνα τὸν βασιλέα βοηθήσῃ, ὑποκεκρυμμένως δὲ ἵνα, ἐὰν τὸν καιρὸν εὕρῃ ἀρέσκοντά τι, ὃ καὶ ἐγένετο, τόπους καὶ χώρας ἑαυτῷ περιποιήσηται ἐν τῇ Εὐ ρώπῃ καὶ τὴν ἀρχὴν αὑτοῦ αὐξήσῃ. Ὁ δὲ Καντακουζηνὸς μετὰ τῶν Σέρβων καὶ τῶν Βουλγάρων ἐλθὼν κατὰ τοῦ Παλαιολόγου καὶ εἰδὼς τὸν ἀμηρᾶν, ὅτι διπλῶς διέκει το, καὶ οὐδὲν κατορθώσαντες, τὰ πάντα καταλιπών, μοναχὸς ἐγένετο καὶ ἀντὶ Ἰωάννου Ἰωάσαφ ὠνομάσθη, κρατήσας τῆς βασιλείας, ἕως οὗ καὶ ἐξώσθη ὑπὸ τοῦ γαμβροῦ πολεμῶν, ἔτη ἓξ καὶ μῆνα ἑπτά. Ὁ δὲ Ἀμουράτης τὸν καιρὸν εὑρὼν ἐπιτήδειον καὶ ἐν τῇ Θρᾴκῃ εὑρισκόμε νος ἕτοιμος καὶ παρασκευασμένος μετὰ τοσούτου στρατοῦ καλῶς, καὶ τὰ τῶν Ῥωμαίων βλέπων εἰς ἄκρον τεταπεινωμένα διὰ τοὺς ἐμφυλίους πολέμους καὶ συγχύσεις, καὶ οὐκ εἶχον ἀντιστῆναι ταῖς δυνάμεσιν αὐτοῦ, τότε πρῶτον ἐν τῇ Εὐρώπῃ τὸ τῶν Ὀτθου μαλίδων γένος αὐθέντες χεῖρα ἐν τῇ Θρᾴκῃ ἔβαλον, καὶ τὴν Καλλιούπολιν ἔλαβε καὶ ἑτέρους οὐκ ὀλίγους τόπους καὶ χώρας καὶ φρούρια ἔκ τε τῆς τῶν Ῥωμαίων ἀρχῆς καὶ ἐκ τῶν ἑτέρων αὐθεντῶν Χριστιανῶν, καθὼς ἐν ὀλίγῳ ἐν τῇ τῆς ζωῆς αὐτοῦ διηγήσει ῥηθήσεται. Ἦσαν γὰρ περάσαντες, ὡς προέφημεν, καὶ ἐν ἑτέροις καιροῖς οἱ Τοῦρκοι ἐν τῇ Εὐρώπῃ εἰς τὴν Χεῤῥόνησον τῆς Θρᾴκης, ἀλλ' οὐκ ἠδυνήθησαν στῆναι, οὔτε κυριεῦσαι τοσούτους τόπους καὶ φρούρια καὶ πόλεις ὡς τὰ νῦν, διὰ τὶ μὲν πολλάκις νόμῳ πολέμου ἐδιώχθησαν, πολλάκις ὡς λῃσταὶ περάσαντες πάλιν ἔφυγον. Λοιπὸν ὁ Ἀμουράτης καὶ τῆς Ἀνδριανουπόλεως ἐγκρατὴς γενόμενος καὶ πολυμερῶς ἐκ τῆς Μακεδονίας καὶ Βουλγαρίας καὶ Σερβίας, τέλος πάντων δὲ ἀγά πην μετὰ τοῦ βασιλέως ἕως τέλους ζωῆς αὐτῶν ποιήσαντες καὶ ὅρκους ἀναμέσον, ἵνα τὰς συνθήκας καὶ τὴν ἀγάπην φυλάξωσι καὶ εἷς ὑπὲρ ἑτέρου ἔσται βοηθός. Οὗτος δὲ ὁ βασιλεὺς Ἰωάννης ἔσχε τούσδε υἱούς· Ἀνδρόνικον τὸν δεσπότην, Μανουὴλ τὸν βασιλέα, Θεόδωρον τὸν πορφυρογέννητον καὶ Μιχαὴλ τὸν δεσπότην. Ὃς τῷ μὲν πρωτογενεῖ Ἀνδρονίκῳ, ὡς διαδόχῳ τῆς βασιλείας ἐν τῇ πόλει προστά- ξας εἶναι, τὸν δὲ βασιλέα κὺρ Μανουὴλ τοῦ διοικεῖν καὶ κυβερνᾶν τὴν Θεσσαλονίκην, τὸν δὲ Θεόδωρον τὸν πορφυρογέννητον μετὰ τὸ ἀποθανεῖν τὸν τοῦ Καντακουζηνοῦ υἱὸν ἐν τῇ Σπάρτῃ κύριον καὶ αὐθέντην ἀπέστειλεν. Ἐλθὼν δὲ ἐν τῇ Θεσσαλονίκῃ ὁ βασιλεὺς κὺρ Μανουήλ, καὶ ἀγάπην καὶ φιλίαν εἶχον μετὰ τῶν ἀρχόντων καὶ πρώ των τῆς πόλεως Σεῤῥῶν, βουλὴν ποιήσαντες, ἵνα τοὺς φύλακας Τούρκους τοὺς φρου 190 ροῦντας τὸ φρούριον ἀποκτείνωσι καὶ τὸ ἄστυ τῷ κὺρ Μανουὴλ δώσωσιν. Αὕτη δὲ ἡ βουλὴ οὐκ ἔλαθε τὸν ἀμηρᾶν καὶ στείλας τὸν Καραλίμπασια μετὰ στρατοῦ πλήθους πολλοῦ κατὰ τῆς Θεσσαλονίκης ἐλθεῖν καὶ τοῦ Μανουὴλ, παραγγείλας αὐτῷ μὴ ὄπι σθεν ἐλθεῖν, ἕως οὖ τὴν Θεσσαλονίκην ἁλώσῃ καὶ τὸν Μανουὴλ δέσμιον ἀγάγῃ. Ἀκού σας δὲ ταῦτα ὁ κὺρ Μανουὴλ καὶ θεωρῶν, ὅτι οὐκ ἐδύνατο ἀντιστῆναι τοσούτῳ στρα τῷ, εἰς δειλίαν καὶ φόβον ἐνέπεσε καὶ μὴ ἔχων τι ἕτερον πρᾶξαι, φυγεῖν τῇ σωτηρίᾳ ἐχρήσατο, θέλων ἐλθεῖν πρὸς τὸν πατέρα καὶ βασιλέα ἐν τῇ Πόλει. Ὁ δὲ πατὴρ διὰ τὸν φόβον τοῦ ἀμηρᾶ οὐκ ἤθελε δεχθῆναι αὐτόν, δεικνύων αὐτῷ, ἀλλὰ μᾶλλον ἀπειλή σας σφοδρῶς. Ἐλπίζων δὲ δεχθῆναι αὐτὸν οἱ τῆς Λέσβου δεσπόζοντες, ἐλθὼν ἐκεῖσε, αὐτοὶ ἀληθῶς καὶ φανερῶς οὐκ ἀνέσχοντο ἰδεῖν ἢ συνομιλῆσαι αὐτῷ διὰ τὸν τοῦ Ἀμουράτου φόβον, ἵνα μὴ καὶ αὐτοὶ κινδυνεύσωσιν. Ἀποτυχὼν δὲ καὶ τὰς ἐκεῖθεν ἐλπίδας καὶ θεωρῶν, ὅτι οὐδεὶς ἤθελε δεχθῆναι αὐτόν, ταῦτα λογίζεται, ἵνα αὐτοθελὴς ἐν τῇ Προύσῃ πρὸς τὸν ἀμηρᾶν ὑπάγῃ καὶ συγχώρησιν αἰτήσῃ. Ἐλθὼν δὲ ἐνέμπρο σθεν τοῦ ἀμηρᾶ, ὡμολόγει τὰ ὅσα ἀγνοῶν ἔπραξεν· οὗτος δὲ ὁ ἀσεβὴς φρόνιμος ὢν καὶ ἰδὼν τὴν ὑποταγήν, ἣν ἔδειξεν ὁ κὺρ Μανουὴλ καὶ αὐτοθελῶς αὐτοῦ ἐνέμπροσθεν ἐλθόντος, μετὰ εὐσπλαγχνίας μεγάλης ἐνηγκαλίσατο, καταφιλήσας αὐτὸν καὶ χαρᾶς ἔμπλεος γεγονώς. Καὶ ἡμέραις τισὶ καθίσαντες τρώγοντες καὶ πίνοντες καὶ εὐθυμήσαντες καὶ πολλὰ εἰπόντες καὶ χάριτας ἐπηγγείλατο καὶ σιτηρέσια δώσας ἔχειν ἐκ τῆς αὐλῆς αὐ τοῦ. Εἴτα ἐν τῷ ἐπανιέναι μέλλοντος, εἶπεν αὐτῷ. Κὺρ Μανουὴλ τζελεπή, γίνωσκε τοῦτο ἐκ τοῦ νῦν καὶ ἔμπροσθεν διὰ τὴν ὑποταγήν, ἣν ἔδειξας ἐλθὼν πρός με καὶ ὁμο λογήσας ἐνώπιόν μου καὶ τοῦ Θεοῦ τοῦ τὰ πάντα τὰ κρύφια τῶν ἀνθρώπων γινώσκοντος, τὰ ἐσφαλμένα σοι, πληροφορήθητι τοῦτο ἀληθῶς· ὡς υἱὸν ἔχω ἀγάπην πρὸς σέ. Πλὴν πρόσεχε ἐκ τοῦ νῦν καὶ ἔμπροσθεν, ἵνα μὴ τοιούτων ἔργων ἐπιχειρισθῇς, ὅτι μέγα σκάν δαλόν ἐστιν· οἶδας γάρ, ὅτι φίλοι καὶ ἀδελφοὶ ἐσμὲν καὶ ἀνὰ ἡμῶν οὐκ ἔστι δίκαιον διαφορὰ καὶ μάχη εἶναι, ἀλλὰ μᾶλλον φιλία καὶ ἀγάπη. Σὺ δὲ νέος φρόνιμος καὶ κα λὸς εἰς τὰ πάντα καὶ ἐπιτήδειος ὑπάρχεις καὶ οἶδας τί ποιεῖν καὶ λέγειν. Ἄρχου τῶν σῶν ἐν εἰρήνῃ καὶ μὴ ζητᾷς τὰ ἀλότρια. Καὶ ἐὰν ἀνάγκη ἐστὶ σοί τις ὑπὲρ χρημάτων ἢ ἑτέρας συνδρομῆς χρῄζεις, ἐγὼ πάντοτε ἕτοιμος ἔσομαι μετὰ χαρᾶς πληρῶσαι σοῦ τὴν αἴτησιν. Καὶ ἕτερα πολλὰ εἰπόντες, ἀπέλυσεν αὐτόν, φιλοδωρήσας τὰ μέγιστα καὶ πρὸς τὸν βασιλέα καὶ πατέρα γράψας, ἵνα ἀσπασίως δέξηται αὐτὸν παρακαλῶν καὶ φιλεῖν μᾶλλον ὑπὲρ αὐτὸν καὶ συγχωρῆσαι περὶ ὧν κατὰ ἄγνοιαν ἔπραξε. Περάσαντος δὲ τοῦ Ἀμουράτου ἦλθεν ἐν τῇ Ἀνδριανουπόλει, βουλόμενος πό- λεμον ποιῆσαι κατὰ τῶν Οὐγγρῶν. Τινὰς δὲ τῶν σατράπων αὐτοῦ ἐν τῇ Ἀσίᾳ ἀπο 192 στατήσαντας μαθών, τὴν παρασκευὴν ἐκείνην ἀφείς, μετὰ τοῦ βασιλέως κὺρ Ἰωάννου ὡς φίλοι, κατὰ τὰς συνηβάσεις αὐτῶν, περάσαντες ἦλθον κατ' αὐτῶν μετὰ πλήθους στρα τῶν, παρὼν καὶ ὁ κὺρ Μανουὴλ ἐγγὺς τοῦ πατρός. XII. Καὶ ἐν τῷ ἀπέρχεσθαι αὐτούς, λέγω δὴ τὸν ἀμηρᾶν καὶ τὸν βασιλέα κα τὰ τῶν ἀποστατησάντων σατράπων ἐν τῇ Ἀσίᾳ, καὶ ὁ μὲν ἀμηρᾶς τὸν υἱὸν αὑτοῦ Μω σῆν τζελεπὴν κατέλιπεν, ἵνα πάντα τὰ ὑποτελῆ αὐτῷ ἐν τῇ Εὐρώπῃ φυλάττῃ, ὁ δὲ βασιλεὺς τὸν δεσπότην κὺρ Ἀνδρόνικον τὸν πρωτογενῆ υἱὸν αὑτοῦ τὰ τῶν Ῥωμαίων κυβερνᾶν εἴασεν καὶ ἐνεμπίστευσεν αὐτῷ. Αὐτοὶ δὲ οἱ νέοι αὐθεντόπουλοι εὐκαιρίαν εὑρόντες καὶ εἰς ἄκρον φιλιωθέντες καὶ ὁμιλήσαντες συχνῶς, ὡμονόησαν μετὰ ὅρκων ἀναμεταξὺ αὐτῶν, ἵνα ὡς ἀδελφοὶ ὦσιν ἀπὸ τῆς ὤρας ἐκείνης καὶ εἷς τῷ ἑτέρῳ βοη θὸς ἔσηται κατὰ πᾶν· καὶ οὕτως ἀπεστάτησαν κατὰ τῶν πατέρων αὑτῶν. Περιερχόμενοι τὰς χώρας καὶ πόλεις καὶ τὰς μὴ ὑποκυπτούσας τῷ θελήματι αὐτῶν, ἀλλὰ φυλαττού σας τὴν πρέπουσαν εὔνοιαν εἰς τοὺς πατέρας, ᾐχμαλώτιζον σκυλεύοντες καὶ ἀνδραπο δίζοντες. Μαθόντες δὲ τοῦτο ἐν τῇ Ἀσίᾳ ὁ ἀμηρᾶς καὶ ὁ βασιλεὺς λίαν ἐλυπήθη σαν καὶ ἠγανάκτησαν. Ὁ οὖν ἀμηρᾶς ὑποψίαν ἔχων ἐν τῇ καρδίᾳ μὴ διὰ θελήσεως καὶ βουλῆς τοῦ βασιλέως οὖτοι ἀπεστάτησαν, ἀποστείλας μηνύων αὐτῷ μετὰ θυμοῦ εἶπεν, ἵνα τρόπον τινὰ ποιήσῃ, ὅπως τὸν Ἀνδρόνικον παιδεύσῃ, καὶ πληροφορηθή σεται, εἰ ὁ βασιλεὺς οὐκ ἦν αἴτιος τῆς τοιαύτης βουλῆς· εἰ δὲ ἄλλως γενήσεται, αὐτὸς καὶ ὁ οἶκος αὐτοῦ καὶ πᾶσα ἡ ἀρχὴ τῶν Ῥωμαίων ὄψεται. Ὁ δὲ βασιλεὺς ἀπεκρίνατο λέγων, ὅτι οὐκ οἶδεν οὔτε ἐπίστατο, μετὰ ὅρκων μεγάλων, τὸ γεγονός· καὶ ἐὰν εἰς χεῖρας τὸν υἱὸν τυχὸν εἶχεν, ἄνευ τινὸς ἐλεημοσύνης εἶχε παιδεῦσαι αὐτόν. Ὡς δὲ τὰ τῆς Ἀσίας ἐδιώρθωσαν καὶ εἰρήνευσαν, περάσαντες ἦλθον ἐν τῇ Εὐρώπῃ καὶ στρατὸν εὐθέως οἰκονομήσαντες ἔστειλαν κατὰ τῶν ἀποστατησάντων υἱῶν. Καὶ πολέμου γεγονότος, τὸν τῶν ἀποστατῶν στρατὸν ὁ ἀμηρᾶς χρήμασι καὶ λόγοις ἀπατήσας, ἐπιβουλὴν τοιαύ την ἐποίησαν· ἀφέντες αὐτοὺς ἔφυγον καὶ τοὺς αὐθεντοπούλους ἔν τινι φρουρίῳ τοῦ Διδυμοτείχου καταφυγόντας ἐπίασαν καὶ τοὺς πατράσι δῶρον τούτους προσέφερον. Καὶ ὁ ἀμηρᾶς εὐθὺς τὸν υἱὸν αὑτοῦ ἀπεκεφάλισεν· ὁ δὲ βασιλεὺς θέλων καὶ μὴ θέ λων διὰ τὸν φόβον τοῦ ἀμηρᾶ τὸν δεσπότην κὺρ Ἀνδρόνικον, τὸν υἱὸν αὐτοῦ, τῶν ὀφθαλμῶν ἐστέρησε καὶ ἐν τοῖς πύργοις τοῖς λεγομένοις Ἀνεμάδες πλησίον Βλαχερνῶν ἀπέκλεισε. Τυχόντες μὲν καὶ ἕτεροί τινες σὺν αὐτοῖς νέοι συνηλικιῶται ἐπλανήθησαν, παῖδες ἐνδόξων καὶ εὐγενῶν Χριστιανῶν τε καὶ Τουρκῶν καὶ αὐτοὶ σαγηνευθέντες τῷ ἀμηρᾷ ἐδόθησαν· καὶ οἱ πατέρες αὐτῶν παρόντες μετὰ δακρύων ἐκελεύσθησαν, ἵνα ἕκαστος αὐτῶν τὸν υἱὸν αὑτοῦ οἰκειοχείρως θανατώσῃ· καὶ τοὺς μὴ πειθομένους πα τέρας πρᾶξαι κατὰ τὸ προσταχθὲν αὐτοῖς ἐν τῷ ἅμα κατὰ τὸν ποταμὸν δεδημένους ἐβύ θιζεν ὁμοθυμαδόν, πατέρα τε λέγω καὶ υἱόν, ταύτην τὴν ὠμότητα καὶ ἀπανθρωπίαν ὁ Ἀμουράτης ποιήσας, ἀεὶ εἰς τὰ πάντα καλῶς πολιτευόμενος. Καιροῦ δέ τινος πα ρελθόντος, τινὲς τῶν ἐνδόξων καὶ εὐγενῶν Χριστιανῶν καὶ Ἀγαρηνῶν τοῦ ἀμηρᾶ δεηθέντες γράψαι πρὸς τὸν βασιλέα κὺρ Ἰωάννην, ἵνα τὸν δεσπότην κὺρ Ἀνδρόνικον τοῦ ἀποκλεισμοῦ ἐλευθερώσῃ· ὃ καὶ ἐγένετο. 194 Καὶ τῶν πραγμάτων οὕτως ἐχόντων, θεωρῶν ὁ βασιλεὺς τὰ τῶν Ῥωμαίων πράγ ματα παντοιοτρόπως ὑποκορίζεσθαι, ταπεινούμενα καὶ εἰς ἀφανισμὸν παντελῆ ἡμέρᾳ τῇ ἡμέρᾳ ἐρχόμενα, τὰ δὲ τῶν Τουρκῶν εἰς ἄκρον προκόπτοντα, τριήρεις τινὰς ἡτοί μασεν, ἐμβὰς ἐν τῇ Ἰταλίᾳ ἐλθεῖν αἰτῆσαι βοήθειαν παρὰ τῶν ἐκεῖσε αὐθεντῶν, ἵνα μὴ ἡ βασιλεία Ῥωμαίων κατακράτος εἰς τέλος ἐκπέσῃ. Καὶ ἐν τῷ μέλλειν ἀπέρχεσθαι τὸν δεσπότην κὺρ Ἀνδρόνικον πάλιν εἴασε διοικεῖν καὶ κυβερνᾶν τὴν πόλιν καὶ τὴν βασιλείαν. Πλεύσαντος δὲ τοῦ βασιλέως, ἔφθασεν ἐν τῇ Ἰταλίᾳ, ἐν τῇ τῶν Ἑνετῶν ὡραίᾳ πόλει καὶ ἡ γερουσία ἅπασα τῆσδε τῆς πόλεως ἀσμένως τοῦτον ἐδέξαντο· περὶ δὲ τοῦ βοηθῆσαι αὐτῷ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις. Κἀκεῖθεν ἐξελθών, πρὸς τὸν ῥῆγα Φραγκίας Κάρουλον ἐλθών, οὐδὲν ἐκατώρθωσε διὰ τὸ περισπωμένους εἶναι αὐτούς, λέγω, ἀναμεταξὺ καὶ μάχας καὶ σκάνδαλα ἔχοντας. Καὶ χρημάτων μόνον πλῆ θος ἀναλώσας καὶ δάνεια πολλὰ λαβὼν διὰ τὸ εἶναι μεγάλην τὴν ἐν Ἰταλίᾳ δαπάνην καὶ εἰς Ἑνετίαν ἐπαναστρέψας, ἔγραψε διὰ ταχυδρόμου τῷ υἱῷ αὑτοῦ Ἀνδρονίκῳ, ἵνα ποιήσῃ τρόπον στεῖλαι αὐτῷ χρήματα, ὅπως τὰ δάνεια, ἃ ἔλαβεν, ἀποδώσῃ καὶ ἀναλώσῃ ἔτι καὶ ἐν τῇ ὁδῷ. Αὐτὸς δὲ πάντοτε τῷ τῆς ἀρχῆς τρεφόμενος ἔρωτι, καὶ εἰς χεῖρας ταύτην λαχὼν εἶχεν, οὐδὲν ἐφρόντιζε, περὶ ὦν ὁ βασιλεὺς καὶ πατὴρ ἔγρα φεν, ἀλλὰ μᾶλλον, ὡς εἴπῃ τις, τὰς τοῦ πατρὸς προστάξεις καὶ γραφὰς ὡς ἐν ὕδατι γεγραμμένας ἐλογίσατο. Ἀκούσας δὲ ταῦτα ἐν τῇ Θεσσαλονίκῃ κὺρ Μανουὴλ ὁ νεώ τερος υἱός, μετὰ σπουδῆς καὶ προθυμίας συνάξας χρήματα πολλὰ τὸν ἀριθμόν, χρυσίου καὶ ἀργυρίου, ὡς ἐνῆν οὖν τριήρεις ἑτοιμάσας, ἐμβὰς ἐν τῇ Ἰταλίᾳ τὸν πλοῦν, ὅπου ἦν ὁ πατήρ, ἐποίησε. Καὶ προσκυνήσας αὐτὸν καὶ καταφιλήσας χεῖρας καὶ πόδας καὶ τοῖς δανεισταῖς τὸ δάνειον δώσας, τὸν πατέρα καὶ βασιλέα λαβών, ἐν τῇ Κωνσταν τινουπόλει ἐπανέστρεψε. Διὰ ταύτην οὖν τὴν αἰτίαν καὶ ὑποταγὴν ὁ Μανουὴλ τὰ μέ γιστα ὑπὸ τοῦ πατρὸς καὶ πάσης τῆς συγκλήτου ἦν φιλούμενος, ὁ δὲ Ἀνδρόνικος ὑπὸ τοῦ πατρὸς καὶ ὑπὸ πάντων ἦν μισούμενος. Καὶ ὁ πατὴρ σὺν τῇ συγκλήτῳ πάσῃ τὸν Μανουὴλ εἰς βασιλέα ἐψηφίσαντο, τὸν δὲ Ἀνδρόνικον ἀπώσαντο. Καὶ προσμένειν ἐν τῇ πόλει προστάξας ὁ πατὴρ καὶ ἐρυθροῦ πεδίλου μετέδωκεν καὶ διάδοχος τῆς βασι λείας ὑπὸ πάντων ἐλέγετο εἶναι. Ὁ δὲ δεσπότης κὺρ Ἀνδρόνικος ὁ τυφλὸς μαινόμε- νος ἦν θυμῷ καὶ ζήλῳ καὶ τὴν ἀδικίαν βοῶν, καὶ ἐκ τῆς περιφρονήσεως περιαλγὴς ἐγένετο. Διισχυριζόμενος ἔλεγεν, ὅτι κατὰ τοὺς νόμους Ῥωμαίων τάξιν τε καὶ συνή θειαν ἡ βασιλεία ἑαυτῷ καὶ τῷ υἱῷ ἁρμόζει ὡς πρωτοτόκοις, ὁ δὲ πατὴρ καὶ βασι λεὺς τὸν Μανουὴλ ὑστερογενῆ ὄντα προτιμῆσαι θέλει καὶ διάδοχον τῆς βασιλείας ἀφῆσαι. Καὶ ἦν πάντοτε ἑστηκὼς καὶ διαλογιζόμενος, ζητῶν καιρὸν ἐπιτήδειον, τρό πον ποιῆσαι, ὅπως ἡ βασιλεία αὑτῷ καὶ τῷ υἱῷ αὐτοῦ Ἰωάννῃ πάλιν γενήσηται. XIII. Ἀποθανόντος δὲ τοῦ ἀμηρᾶ Ἀμουράτη, ὁ υἱὸς αὐτοῦ Μπαγιαζήτης Ἀλευτορὴς τὴν ἀρχὴν ἐδέξατο. Ὁ οὖν κὺρ Ἀνδρόνικος ὁ καὶ τυφλὸς καιρὸν εὑρὼν ἔκρινε καὶ ἐφάνη αὐτῷ, ἵνα τοῦ ποθουμένου τύχῃ. Καὶ μετά τινων τῶν φίλων αὑτοῦ συμβου λευσάμενος καὶ τῶν τῆς γυναικὸς αὑτοῦ συγγενῶν καὶ τοῦ πενθεροῦ αὑτοῦ Μάρκου τοῦ τῆς Βουλγαρίας ἔτι μέρος δεσπόζοντος καὶ μετὰ τοῦ υἱοῦ αὑτοῦ Ἰωάννου φυγών, 196 πρὸς τὸν ἀμηρᾶν Μπαγιαζήτην ἦλθον δεόμενοι, ὅπως αὐτοῖς βοηθήσῃ καὶ τῆς βασι λείας γένωνται ἐγκρατεῖς, ὡς κατὰ κληρονομίαν καὶ νόμους Ῥωμαίων καὶ συννήθειαν αὐτοῖς ἁρμόζει ὡς πρωτοτόκοις· ὁ δὲ πατὴρ καὶ πάππος θέλει καὶ βούλεται ἀδικῆσαι αὐτοὺς καὶ τῷ ὑστερογενεῖ, ὡς εἴπομεν, δῶσαι. Ἐπηγγείλαντο ἔτι τελεῖν τῷ ἀμηρᾶ κατ' ἔτος χρυσίου καὶ ἀργυρίου κεντηνάρια οὐ ὀλίγα καὶ προνόμια τινὰ ἔχειν ἐκ τῆς Πό λεως. Ὁ οὖν ἀμηρᾶς τὰς διχονοίας καὶ μάχας αὐτῶν θεωρῶν ἠγάλλετο κατὰ τὸν λό γον τὸν ἐπιχώριον τὸν λέγοντα· ὁ λύκος τὸ τοῦ ἀνέμου σφοδρὸν μετὰ κονιορτοῦ ἰδὼν ἠγάλλετο καὶ πηδῶν, εἶπεν· Ἀγαθὸς καιρὸς δι' ἐμέ. Καὶ μετὰ χαρᾶς τὴν αἴτησιν δεξάμενος καὶ δώσας αὐτοῖς στρατὸν ἱππέων χιλιάδας ἓξ καὶ πεζῶν τέσσαρας ἦλθον κατὰ τῆς πόλεως καὶ ἐξαίφνης ἔξω τῆς πόλεως νυκτὸς φθάσαντες, εὖρον ἐν τοῖς παλα τίοις τῆς Πηγῆς τὸν πατέρα καὶ βασιλέα μετὰ τοῦ υἱοῦ Μανουὴλ καὶ ἀδελφοῦ. Καὶ πιάσας ἀπέκλεισεν αὐτοὺς ἐν οἴκῳ τινὶ καὶ φυλάττεσθαι προσετάξατο μετὰ μεγάλης φυ λακῆς. Καὶ οὕτως ὁ δεσπότης κὺρ Ἀνδρόνικος μετὰ τοῦ υἱοῦ Ἰωάννου ἐγκρατεῖ τῆς πόλεως ἐγένοντο καὶ μέρους τῆς ἀρχῆς ἐπὶ ἔτη δύο καὶ μῆνας ἕξ. Καὶ τὸν υἱὸν Ἰωάν νην ἐλογίσατο πολλάκις ἀναγορεῦσαι εἰς βασιλέα· πλὴν ἀδύνατον ἦν διὰ τὸν βασι λέα καὶ πατέρα ἔτι ζῶντα. Καὶ ὁ ἀμηρᾶς πολλάκις μηνύσας αὐτῷ, ἵνα αὐτοὺς ἀπο κτείνῃ καὶ ἐκποδὼν ἐκτινάξῃ, ἐὰν θέλῃ καὶ ἐν τῇ ἀρχῇ ἀνενόχλητος ἔσηται, ὁ δὲ εὐβλαβούμενος οὐκ ἠθέλησέ ποτε πατροκτόνος καὶ ἀδελφοκτόνος γενήσηται. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἀπατήσαντες οἱ βασιλεῖς τοὺς φυλάσσοντας Βουλγά ρους ἔφυγον καὶ περάσαντες καὶ οὗτοι πρὸς τὸν ἀμηρᾶν Μπαγιαζήτην ἦλθον. Καὶ ὁ γηραιὸς βασιλεὺς ἀναμιμνήσκων τὴν συγγένειαν τοῦ πάππου Ὀρχάνου καὶ τὴν φιλίαν Ἀμουράτου τοῦ πατρὸς καὶ ὅτι οὐκ ἔστι δίκαιον οὐδέ τις νόμος συγχωρεῖ τοῖς πατρά σιν οὕτως οἱ φίλτατοι πράττειν καὶ ποιεῖν. Ὁ δὲ βασιλεὺς Μανουὴλ ὑπέσχετο δοῦναι τέλος ὑπὲρ τὸν ἀδελφόν· ἐξόχως δὲ ὑπέσχετο καὶ τοῦτο, ἵνα κατ' ἔτος ἐπὶ τὴν ὤραν τοῦ ἔαρος ἔσηται ἕτοιμος μετὰ στρατῶν χιλιάδων δύο καὶ δέκα, πεζῶν τε καὶ ἱππέων, εἰς συνδρομήν, ὁποῦ δ' ἂν ὁ ἀμηρᾶς βουλήσηται ἀπελθεῖν, καὶ ἔσηται τοῖς φίλοις φί λος καὶ τοῖς ἐχθροῖς ἐχθρὸς εἶς ὑπὲρ ἑτέρου, καὶ μετὰ ὅρκων ταῦτα ἀσφαλίσαντες. Καὶ ὁ ἀμηρᾶς ταῦτα ἀκούσας ἔστειλε πρέσβυν τινὰ ἐκ τῆς αὐλῆς αὐτοῦ εἰς τὴν Πό λιν, ἵνα γνωρίσῃ τὰς γνώμας καὶ τὰς θελήσεις τε καὶ βουλὰς τῶν ἀρχόντων καὶ τοῦ δήμου, ποῖον μὲν ἐκ τῶν δύο ἀδελφῶν εἰς βασιλέα ἠγάπουν. Ἐλθὼν δὲ ὁ πρέσβυς καὶ καταλεπτῶς μαθὼν κατέλαβε τὰς γνώμας καὶ τὰς βουλὰς σχεδὸν πάντων τῶν πολιτῶν, ὅτι διὰ πολλὰς αἰτίας τὸν κὺρ Μανουὴλ ἤθελον βασιλευεῖν αὐτοῖς. Καὶ ποιήσας ταῦτα πάντα ἀναφορὰν τῷ ἀμηρᾶ, εὐθὺς στρατὸν δώσας αὐτοῖς ἦλθον ἐν τῇ πόλει. Τοῦ οὖν δεσπότου κὺρ Ἀνδρονίκου καὶ τοῦ υἱοῦ αὐτοῦ μὴ ἐχόντων τὶ πρᾶξαι ἢ πῶς ἀντιστα θῶσιν, ὁ κὺρ Μανουὴλ μετὰ τοῦ πατρὸς καὶ βασιλέως ἐγκρατεῖς γεγόνασι τῆς βασι λείας καὶ τῆς πόλεως καὶ εὐθὺς προστάξει τοῦ πατρὸς ὁ βασιλεὺς κὺρ Μανουὴλ τῷ διαδήματι τῷ βασιλικῷ ὑπὸ τοῦ πατριάρχου ἐν τῷ σεπτῷ Ἀποστολείῳ ταινιοῦται. Ἐ- βασίλευσε λοιπὸν ὁ βασιλεὺς κὺρ Ἰωάννης μετὰ τὸ ἐξῶσαι τὸν πενθερὸν αὐτοῦ τῆς βασιλείας, ἕως οὗ τὸ σκῆπτρον καὶ τὴν πᾶσαν ἐξουσίαν τῆς βασιλείας ἔδωκε τῷ υἱῷ 198 κὺρ Μανουὴλ καὶ βασιλέα ἔστεψεν ἐπὶ ἔτους# 22 ω*** Τῷ δὲ δεσπότῃ κὺρ Ἀνδρο νίκῳ τὴν Θεσσαλονίκην μετὰ συνηβάσεως δέδωκε τοῦ κατοικεῖν ἐν αὐτῇ· καὶ οὕτως τὰ πάντα τῶν Ῥωμαίων εἰρήνευσαν. Εὑρισκομένου δέ τινι καιρῷ τοῦ ἀμηρᾶ Μπαγιαζήτου ἐν τῇ Μακεδονίᾳ ἐγγὺς τῶν Σεῤῥῶν μητροπόλεως, παρὼν καὶ ὁ βασιλεὺς κὺρ Μανουὴλ κατὰ τὰς ὑποσχέσεις καὶ συνηβάσεις, ἃς εἶχον, καὶ ὁ ἀδελφὸς αὐτοῦ ὁ δεσπότης κὺρ Θεόδωρος καὶ ὁ κὺρ Κωνσταντῖνος ὁ Δραγάσης καὶ ὁ τῆς Σερβίας δεσπότης κὺρ Στέφανος· ἐλθόντος Παύ λου τοῦ Μαμωνᾶ ἐκ τῆς Πελοποννήσου, οὗ τὴν Μονεμβασίαν κυβερνῶν ἦν ἐκ πολλοῦ ὁ πατὴρ, εἶτα καὶ αὐτὸς τὴν διοίκησιν τὴν τοῦ πατρὸς προστάξει τοῦ βασιλέως διεδέ ξατο, διὰ δὲ τὸ μάκρος τοῦ χρόνου, ἀφορμὴν εὑρών, περιεποιεῖτο τὸ ἄστυ ὡς κτῆμα ἴδιον· ἐνεκάλει τὸν τοῦ βασιλέως ἀδελφὸν πρὸς ἀμηρᾶν ἀδικεῖσθαι λέγων ὑπ' αὐτοῦ καὶ τὴν Μονεμβασίαν ἐκ τῶν χειρῶν αὐτοῦ δυναστικῶς ἐξέωσε καὶ μετὰ ὕβρεως καὶ ἀτιμίας καὶ αἰσχύνης ἐκ τῶν ἐκεῖθεν ἐδίωξεν. Ὁ δὲ Μαμωνᾶς οὖτος γνώριμος ἦν ἐκ Πολλοῦ τῷ ἀμηρᾶ· λυπηθεὶς μετὰ θυμοῦ ὁ ἀμηρᾶς μηνύσας εἶπεν τῷ βασιλεῖ οὕτως ὅτι· οὐκ ἀρκεῖ ὑμῖν εἰρηνεύειν, ἀλλὰ οὕτως θέλετε πράττειν κατὰ τῶν ἐμῶν ὑποχειρίων; ἐγὼ γὰρ ὀμνύω σοι εἰς τὸν Θεόν, παιδεῦσαι ἔχω τοὺς τοιαῦτα τολμῶντας, καὶ ἑτέρους λόγους σκληροὺς φήσας κατὰ τοῦ βασιλέως καὶ τῶν ἑτέρων αὐθεντῶν Χριστιανῶν, ὧν εἰρήκαμεν. Οἱ δὲ ἀκούσαντες ἕως καρδίας ἐλυπήθησαν καὶ ἔκτοτε ἐζήτουν καιρὸν ἐπιτήδειον καὶ εὔλογον αἰτίαν, ἵνα τὰς ὑποσχέσεις καὶ συνηβάσεις καὶ ὑποταγὴν, ἣν εἶχον μετὰ τοῦ ἀμηρᾶ, φύγωσι. Καὶ συνηβάσεις καὶ ὅρκους φρικτοὺς λάθρα ἀναμέσον αὐτῶν ποιήσαντες τοῦ εἶναι γνώμῃ καὶ ψυχῇ μιᾷ ἕως θανάτου, καὶ διὰ βεβαιότερον τῆς ἀγάπης καὶ τοῦ συνδέσμου τούτου ἔστησαν, ἵνα ὁ βασιλεὺς κὺρ Μανουὴλ εἰς νό μιμον γυναῖκα λάβῃ τὴν θυγατέρα τοῦ κὺρ Κωνσταντίνου τοῦ Δραγάση. Τοῦ δὲ ἀμηρᾶ Μπαγιαζήτου ἐλθόντος καὶ πολὺν τῆς Βουλγαρίας τόπον ἁλώσαν τος ἔτι καὶ δουλώσαντος, ὁ τῆς Γερμανίας βασιλεὺς Σιγισμόνδος ἔμαθε τὰ γενόμενα. Πῶς ὁ τῆς Γερμανίας βασιλεὺς πρὸς τὸν ἀμηρᾶν πρέσβυν στείλασ

Intertext edge

Open linked passage

Note