Chronicon Macario Melisseno
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
XIV. Ὁ οὖν Σιγισμόνδος τῆς Γερμανίας ὁ βασιλεὺς πρέσβυν στείλας πρὸς αὐ τόν, ἤτοι τὸν ἀμηρᾶν, λέγων ὅτι οὐκ ἦν δίκαιον, φίλοι ὄντες, ἐν τῇ Βουλγαρίᾳ ἐπι βαλεῖν χεῖρα τὸν ἀμηρᾶν, ὅτι κατὰ τὸ προνόμιον τῆς βασιλείας αὐτοῦ ὁ τοιοῦτος τό πος ἐστίν· ἐλθόντος δὲ τοῦ πρέσβεως καὶ ταῦτα εἰπόντος τῷ Μπαγιαζήτῃ, οὐδὲν ἕτε ρον ἀπεκρίθη αὐτῷ, εἰ μὴ μόνον ἐκ τῆς χειρὸς παραλαβὼν αὐτὸν, δείξας οἶκόν τινα τούτῳ μέγαν γέμοντα ἔσωθεν ἀπὸ παντοίων ὀργάνων, ῥομφαιῶν τε καὶ ξιφῶν πολεμι κῶν, ἃ καλῶς ἡτοιμασμένα καὶ παρασκευασμένα ὑπῆρχον. Εἶτα λέγει τῷ πρέσβει· Λέ ξον ταῦτα τῷ αὐθέντῃ σου τῷ βασιλεῖ, ὅτι τὸ ἐμὸν δίκαιον, ὃ ἔχω ἐν τῇ Βουλγαρίᾳ, 200 ταῦτα τὰ ὅπλα καὶ αἱ παρασκευαί εἰσιν, ἃς εἶδας. Καὶ τοῦ πρέσβεως ἀναφορὰν ποιή σαντος τῷ βασιλεῖ Σιγισμόνδῳ ἐν τῷ ἐπανελθεῖν πρὸς αὐτὸν περὶ τούτων, καὶ ἐλυπή θη λίαν διὰ τὴν τοῦ ἀμηρᾶ ὑπερηφάνειαν καὶ εὐθὺς στρατὸν μισθοφορικὸν πολὺν συνά ξας καὶ τὸν αὑτοῦ ἑτοιμάσας καὶ πολλοὺς ἑτέρους αὐθέντας προσκαλεσάμενος εἰς βοή θειαν, ἄνευ τινὸς μισθοῦ ἢ ὀψωνίου καὶ μετὰ πλείστης χαρᾶς καὶ γενναίας ψυχῆς καὶ ἀνδρικοῦ φρονήματος διήρχετο ὁ λαμπρὸς οὗτος στρατὸς καὶ πάντα τοῖς ποσὶν ὑπέτασσον, τὰ τῶν Τουρκῶν φρούρια ἁλῶν καὶ σκυλεύων καὶ ἀφανίζων, ἕως καὶ τῆς Νικοπόλεως πε ράσαντες ἔφθασαν, καθάπερ ὕλη ἐπιτυχοῦσα φλογὶ ἰσχυρᾷ. Εἶτα ὁ βασιλεὺς Σιγισμόνδος καὶ ἑτέρους θέλων στρατηγῆσαι κατὰ τοῦ Μπαγιαζήτου πρέσβυν στείλας λάθρα πρὸς τὸν βασιλέα κὺρ Μανουὴλ καὶ τοὺς ἑτέρους αὐθέντας, ὧν ἔφημεν, ἵνα ἕτοιμοι καὶ προπαρασκευασμένοι οὗτοι ὦσι καὶ τὸν ἐχθρὸν τῆς πίστεως, εἰ δυνατόν, ἀφανίσωσι, αὐτοὶ τὸν καιρὸν ὡς γῆ διψῶσα τὸν ὄμβρον ἐξ οὐρανοῦ ἀναμένοντες, τὸν πρέσβυν μετὰ χαρᾶς δεξάμενοι, τὰ πρὸς ἀνάγκην τοῦ πολέμου καὶ αὐτοὶ λαθραίως ἡτοίμαζον. Ὁ Μπαγιαζήτης οὖν ἀκούσας τὴν Σιγισμόνδου βασιλέως ἔφοδον, εἰς λογισμοὺς οὐκ ὀλί γους καὶ φόβον ἐνέπεσε, τὸν στρατὸν αὑτοῦ ἑτοίμως καὶ μετὰ βίας συναθροίσας καὶ καλῶς ἑτοιμάσας πρὸς τοὺς ἀντιπάλους ὥδευε. Φθασάντων δὲ τῶν στρατῶν ἐγγύς, τὸν πόλεμον ἀνῆψαν οἱ Γερμανοὶ πρῶτον καὶ οἱ Γαλάται καὶ συμπλοκῆς γενομένης διὰ κακοβουλίαν τὰ τῶν Χριστιανῶν ἐσφάλησαν, καὶ τὸ πᾶν ἀπώλεσαν στράτευμα καὶ φεύγοντες ἦσαν ἀμετάστρεπτοι. Καὶ ἐν τῷ φεύγειν οἱ Τοῦρκοι πολλοὺς ἀπέκτειναν καὶ ᾐχμαλώτιζον, οὐ μόνον ἀσήμου καὶ στρατοῦ κοινοῦ, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν περι φανῶν καὶ ἐνδόξων καὶ εὐγενῶν αὐθέντων, ἐν οἷς ἦσαν ὁ δοὺξ τῆς Μπουργουνδίας, ὁ κόμης τῆς Ἀβέρσας καὶ ὁ μέγας ἀρχιτρίκλινος τοῦ τῆς Φραγκίας ῥηγὸς καὶ ἕτεροι οὐκ ὀλίγοι περιφανεῖς καὶ ἔνδοξοι. Μόλις μετὰ βίας καὶ αὐτὸς ὁ βασιλεὺς Σιγισμόνδος μετὰ τοῦ πρωτεύοντος τὸν σταυρὸν φοροῦντος τῆς ἀδελφότητος Ῥόδου ἀκάτιον μι κρὸν τυχόντες εὑρεῖν καὶ ἐμβάντες, τὸν Ἴστρον ἐπέρασαν καὶ τὴν σωτηρίαν ἐπορίσαν το. Ὁ δὲ ἀμηρᾶς, πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν κερδήσας καὶ τῆς τοιαύτης θαυμαστῆς νίκης περιτυχὼν ἀνελπίστως καὶ δόξης ἔμπλεος καὶ χαρᾶς γενόμενος καὶ ἰδών, ὅτι ὁ βασιλεὺς κὺρ Μανουὴλ καὶ οἱ ἕτεροι αὐθέντες, περὶ ὧν ἔφημεν, οὐ κατὰ τὰς ὑποσχέ σεις καὶ συνηβάσεις, ἃς εἶχον ἀναμεταξὺ αὐτῶν, ἐποίησαν, ἵνα αὐτῷ ἀκολουθήσωσι, καὶ ἐνωτισθεὶς τὰ ὅσα οὗτοι ἐβουλεύοντο κατ' αὐτοῦ, μάχην μεγάλην κατὰ τοῦ βα σιλέως ἐκήρυξε καὶ ἐλθὼν τὴν Πόλιν διὰ ξηρᾶς καὶ θαλάσσης ἀπέκλεισεν ἐν ἔτει ʹ ʹ, πολιορκῶν αὐτὴν παντοιοτρόπως καιρὸν καὶ χρόνον πολύν. 202 χῃ. Ἐν τῷ τοῦ καιροῦ ἐκείνου διαλείμματι ὁ Ἰωάννης, ὁ τοῦ δεσπότου κὺρ Ἀνδρονίκου υἱὸς καὶ ἀνεψιὸς τοῦ βασιλέως κὺρ Μανουήλ, περὶ οὗ πολλάκις ἔφημεν, ἐγγὺς ὑπάρχων πάντοτε ἐκ πολλοῦ τῷ ἀμηρᾶ, καὶ σιτηρέσια μεγάλα εἶχεν ἐξ αὐ τοῦ, ἀκολουθὼν καὶ συνοδεύων αὐτῷ καὶ οἰκιακὸς ἦν πάντοτε καὶ φιλούμενος, μαθὼν ὅτι τινὲς διέβαλον αὐτὸν πρὸς τὸν ἀμηρᾶν, λέγοντες ὅτι οὐκ ὀρθῶς φρονεῖ πρὸς σέ, ὦ ἀμηρᾶ, ὁ Ἰωάννης, ἀλλ' ἐπίβουλός ἐστι· καὶ εἰ οὕτως οὐκ εἶχεν ἡ Πό λις καὶ ὁ βασιλεὺς ὁ θεῖος αὐτοῦ ὑπέκυπτεν ἂν καὶ ἐδουλώνετο, ἐνωτισθεὶς τὰ γε νόμενα καὶ τὰ περὶ αὐτοῦ θρυλλούμενα, φοβηθεὶς τὸ ὀξὺ καὶ ἀπότομον τοῦ Μπαγια ζήτου, ἵνα μὴν τὴν ζωὴν κινδυνεύσῃ, ἐν μιᾷ τῶν νυκτῶν ἔφυγε καὶ πρὸς τὸν θεῖον καὶ αὐτοκράτορα ἔρχεται. Ὃν ὁ βασιλεὺς καὶ θεῖος ἀσμένως ἐδέξατο, ὥσπερ τι δῶρον πο λυτελές, καὶ καταφιλήσας καὶ ἀγκαλίσας αὐτὸν καὶ τὰ πρέποντα σιτηρέσια σημειω σάμενος ἔδωσεν αὐτῷ. Ἡμερῶν οὖν παρελθουσῶν, ὁ βασιλεὺς ἐβουλήθη, ἵνα ἐν τῇ Ἰταλίᾳ ἔλθῃ καί τινα βοήθειαν αἰτήσῃ, λογιζόμενος ὡς ἀπολαύσειεν τῆς βοηθείας, ἐπειδὴ οἱ αὐτοὶ αὐθέντες ὑπῆρχον ἡ αἰτία τοῦ ἄραι τὸν ἀμηρᾶν τὴν μάχην κατὰ τῆς Πόλεως, ἣν ἐποίησε καὶ ποιεῖ ἕνεκεν τοῦ ἀπεσταλμένου παρ' αὐτῶν πρέσβεως, ὡς εἴ πομεν, δι' οὗ τὴν ὁμοφωνίαν ἐποίησαν, ἵνα ὦσι πάντοτε κατὰ τοῦ ἀμηρᾶ καὶ εἷς ὑπὲρ τοῦ ἑτέρου βοηθὸς ἔσηται καὶ ἀλλήλοις συναρωγεῖν. Καὶ ἐν τῷ μέλλειν ἐξιέναι τὸν βασιλέα ἐκ τῆς πόλεως, τὸν ἀνεψιὸν αὑτοῦ κὺρ Ἰωάννην καταλιπών, ἵνα διοικῇ καὶ κυβερνᾷ τὴν πόλιν καὶ ἀντιμάχηται τοῖς ἐναντίοις, ὁ δὲ βασιλεὺς τὴν δέσποιναν καὶ σύζυγον λαβὼν καὶ εἰς Πελοπόννησον ἐλθών, ἐν τῇ Σπάρτῃ ἐγγὺς τοῦ ἀδελφοῦ κὺρ Θεοδώρου τούτην εἴασεν· ὁ δὲ ἐν Ἰταλίᾳ ὁδεύει. Φθάσαντος οὖν τοῦ βασιλέως ἐν Ἑνετίᾳ κἀκεῖθεν πρὸς τὸν δοῦκα Μεδιολάνων ἐλθών, μετὰ τιμῆς μεγάλης καὶ δαψιλείας, ἔτι δὲ καὶ δορυφορίας ἐδέχθη καὶ ἵππους καὶ στρατιώτας πολλοὺς δώσας αὐτῷ, ἵνα πρὸς τὸν ῥῆγα Φραγκίας ἀπέλθῃ, ἐπαγγειλάμενος ὁ δοὺξ τῷ βασιλεῖ, ἐὰν καὶ ἕτεροι ὁμοφωνήσωσι, καὶ αὐτὸς ὁ δοὺξ ἰδίως καὶ αὐτομάτως ἔλθῃ καὶ τῷ βασιλεῖ καὶ τῇ Ῥωμαίων ἀρχῇ βοηθήσῃ καὶ μὴ ἐάσῃ κινδυνεύουσαν τὴν περιφανῆ καὶ ὡραίαν τῶν πόλεων βασιλεύουσαν. Ἐλθὼν οὖν ὁ βασιλεὺς καὶ πρὸς τὸν ῥῆγα Φραγκῶν, εὗρεν αὐ τὸν ἐν ἀσθενειᾷ βαρυτάτῃ καὶ ἕξω φρενῶν ὑπάρχοντα καὶ οἱ σύμβουλοι αὐτοῦ οὐκ εἶχόν τι ἀποκριθῆναι μόνοι καὶ ἄπρακτος ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπανέστρεψεν. χῃι. Ἐπὶ οὗν ἔτους ʹαυεʹ Σεπτεμβρίου εἰς τὰς ιγʹ. Ἐν τούτῳ τῷ ἔτει καὶ ὁ ἀμη- ρᾶς Μπαγιαζήτης κατὰ τῆς Πελοποννήσου τὸν Γιακοὺπ μπασίαν καὶ τὸν Βρενέζην στείλας μετὰ στρατοῦ χιλιάδων πεντήκοντα, καὶ ἐν τῷ ἐπανέρχεσθαι αὐτοὺς ἐν ὁδῷ καὶ ἔνδον τῆς Πελοποννήσου φθάσαντες πολλὰ κακὰ καὶ δεινὰ καὶ ἀνδραποδισμοὺς τοῖς Χριστιανοῖς ἐπέθηκαν, καθὼς ἐν ὀλίγῳ ἐπὶ τῆς ζωῆς τοῦ Μπαγια ζήτου ῥηθήσεται. 204 Ὁ δὲ δεσπότης κὺρ Θεόδωρος, θεωρῶν τὰ τῶν Ῥωμαίων πράγματα, ὅτι οὕτως κακῶς διέκειντο, καὶ τὴν πόλιν τοσοῦτον καιρὸν ἀποκεκλεισμένην, καὶ στενοχωρού μενοι ὑπὸ λιμοῦ πολλοῦ, ὁμοίως καὶ τὸν τῆς Πελοποννήσου πόλεμον καὶ τὸ κακόν, ὅτι οὐδεὶς τῶν Χριστιανῶν αὐθέντης ἤθελεν αὐτοῖς βοηθῆσαι, καὶ ἀπορηθεὶς ὅλως, περάσας ἐν τῇ Ῥόδῳ μετὰ τριήρεως τὴν τῆς Σπάρτης ἀρχὴν ἐπεπωλήκει τῇ ἀδελφό τητι τοῦ προφήτου καὶ βαπτιστοῦ Ἰωάννου. Στείλαντες οὖν ἡ ἀδελφότης τινὰς τῶν σταυροφόρων ἐν τῇ Σπάρτῃ, ἵνα ἐγκρατεῖς τῆς ἀρχῆς, ὡς κύριοι καὶ δεσπόται, γενήσων ται, ὁ λαὸς ὡς εἶδεν αὐτοὺς καὶ ἤκουσε τὰ γενόμενα, ὥρμησαν μετὰ ξύλων καὶ πετρῶν, ἵνα τοὺς ἀπεσταλμένους σταυροφόρους ἀποκτείνωσιν. Ὁ δὲ ἀρχιερεὺς τοῦ τόπου στα θεὶς καὶ ὁμιλήσας, ἵνα μὴ τοιαύτη ἀταξία γενήσηται, ἐδυσώπει τὸν λαὸν καὶ πειθόμε νοι τοῖς τούτου λόγοις, τοῖς σταυροφόροις τριῶν ἡμερῶν διορίαν ἔδωσαν, ἵνα ἐκ τῶν ὁρίων τῆς Σπάρτης μετὰ εἰρήνης ἀναχωρήσωσιν· εἰ δὲ ἄλλως πράξωσιν, αὐτοὶ ὄψον ται. Ἰδόντες οὖν οὗτοι, ὅτι οὐδὲν ἐκατώρθουν, ἀλλὰ μᾶλλον θόρυβος καὶ σκάνδαλα ἐγίνοντο καὶ τὴν ζωὴν μάλιστα ἐκινδύνευον ἐγερθέντες ἐπανέστρεψαν οἴκαδε. Οἱ δὲ Σπαρτιῶται τὸν πρόεδρον αὐτῶν καὶ δοῦκα ἐψήφισαν εἶναι καὶ πολιτικῶς καὶ ἐκκλη σιαστικῶς ἤθελον κρίνεσθαι καὶ κυβερνᾶσθαι ὑπ' αὐτοῦ. Ὁ δὲ δεσπότης κὺρ Θεόδω ρος, ὡς εἶδε τὰς ἐλπίδας ψευσθῆναι, τὰ χρήματα, ἃ ἔλαβεν, ἐκτίνας ὅπισθεν τῇ ἀδελ φότητι καὶ εἰς Σπάρτην ἐν τῇ αὑτοῦ ἀρχῇ θέλων ἐλθεῖν, οὐκ ἤθελον δεχθῆναι αὐτὸν ὁ δῆμος, ἀλλὰ μάλιστα καὶ ὕβρεσιν ἐνέπλυνον. Καὶ πολλῶν λόγων γενομένων καὶ σκαν δάλων, τέλος ἐμεσίτευσεν ὁ ἀρχιερεὺς καὶ πάλιν ἐδέχθησαν καὶ ἔστερξαν αὐτὸν εἶναι ὡς καὶ τὸ πρότερον. Πλὴν πρὶν τοῦ τὴν κατοχὴν λαβεῖν αὐτόν, συνθήκας μετὰ ὅρκων συνέστησαν, ἵνα μηκέτι εἰς τὸν αἰῶνα ἐνθυμηθῇ τάδε ποιῆσαι. XVII. Ἡ δὲ ἐλευθερία τῆς Πόλεως ἐκ τοῦ ἀποκλεισμοῦ οὕτως γέγονεν· ἀκούσας ὁ ἀμηρᾶς, ὅτι ὁ Ντεμήρης, ὁ βασιλεὺς Σκυθῶν καὶ Μασσαγετῶν, ἔρχεται κατ' αὐτοῦ, ἵνα πόλεμον συνάρῃ μετὰ στρατοῦ μυριαριθμήτου πολλοῦ, θέλων καὶ μὴ βουλόμενος τὴν πολιορκίαν καὶ τὸν πόλεμον καὶ ἀποκλεισμὸν τῆς Πόλεως ἔλυσε καὶ ἀγάπην με τὰ τοῦ βασιλέως ἐποίησε μεθ' ὅρκων καί, ἐν τῇ Ἀσίᾳ περάσας τοῦ δεχθῆναι τὴν τοῦ Ντεμήρη ἔφοδον, τὸν στρατὸν ἑτοιμάζων. 206 Πῶς ἐγεννήθη ὁ Φραντζῆς ὁ καὶ συγγραφεὺς τοῦ παρόντος βιβλίου Ἐπὶ τῆς βασιλείας λοιπὸν τοῦδε τοῦ αὐτοκρά τορος κὺρ Μανουήλ, ἐν τῷ ἀποκλεισμῷ τῆς πόλεωσ, τῷ τότε καιρῷ ἐγεννήθην ἐγώ, τῆς βασιλείας αὐτοῦ20 ἔτει, ἀπὸ δὲ τοῦ κόσμου γενέσεωσ, θ- ῳ Αὐγούστου λ- ῃ. Ἀναγεννήθην δὲ διὰ τοῦ θείου βαπτίσματος ὑπὸ τῆς ὁσιωτάτης μητρὸς ἁγίας Θωμαΐ δος, περὶ ἧς ἐν τῷ προσήκοντι τόπῳ καὶ ἁρμόζοντι διηγησόμεθα τἀλε θές. Ἀφ' οὖ δὲ δεκάτου20 ἔτους μέχρι καὶ τοῦ ὀγδοηκοστοῦ ἕκ του20 πολλῶν γενομένων ἀναγκαίων καὶ μνήμης ἀξίων βούλομαι διη γήσασθαι. Λέγω δὴ ἐν πρώτοις περὶ20 τῆς εἰς τὴν δύσιν ἀφί ξεως τῶν πέντε υἱῶν τοῦ ἀμηρᾶ Μπαγιαζήτου, ἤγουν τοῦ Μουσουλμά νου, τοῦ Μωσῆ, τοῦ Ἰεσσαί, τοῦ Μεεμέτη καὶ τοῦ Ἰωσούφ, ὃς ἐγεγόνει καὶ Χριστιανὸς καὶ Δημήτριος ἐπωνομάσθη, καὶ περὶ τοῦ θανάτου τοῦ βασιλέως κὺρ Ἰωάννου ἐν τῇ Θεσσαλονίκῃ καὶ τῆς ἐλεύσεως ἐκεῖσε τοῦ βασιλέως κὺρ Μανουὴλ καὶ θείου αὐτοῦ καὶ τῆς τοῦ υἱοῦ αὐτοὺ δεσπό του κὺρ Ἀνδρονίκου ἐκεῖ ἀποκαταστάσεως καὶ τοῦ θανάτου τοῦ αὐτὸν δεσπό του κὺρ Θεοδώρου τοῦ πορφυρογεννήτου εἰς τὴν Λακεδαιμονίαν, ἤγουν ἐν τῇ Σπάρτῃ καὶ τοῦ βασιλέως καὶ ἀδελφοῦ αὐτοῦ κὺρ Μανουὴλ ἐν τῇ Πελοποννήσῳ ἐλεύσεως. Καὶ τὸν θάνατον τοῦ ἀμηρᾶ Μουσουλμάνου παρὰ τοῦ ἀδελφοῦ αὐτοῦ Μωσῆ διηγήσομαι καὶ περὶ τῆς τριετοῦς μάχης αὐτοῦ δὴ τοῦ Μωσῆ μετὰ τοῦ βασιλέως κὺρ Μανουὴλ καὶ τῆς περὶ τὰ μέρη τῆς Λαρίσσης ἐκτυφλώσεως Ὀρχάνου, τοῦ υἱοῦ τοῦ Μουσου λμάνου, παρὰ τοῦ θείου αὐτοῦ Μωσῆ20 καὶ τῆς ἐλεύσεως ἀπὸ τῆς ἀνατολῆς εἰς τὴν δύσιν τοῦ ἀδελφοῦ αὐτοῦ Μεεμέτη τοῦ καὶ Κυρίτζη καὶ τῆς ἀποστροφῆς εἰς τὴν ἀνατολὴν καὶ πάλιν ἐλεύσεως αὐτοῦ διὰ τῆς Πό λεως ἐν τῇ Θράκῃ, ἤτοι ἐν τῇ Εὐρώπη, καὶ τῆς νίκης αὐ τοῦ. Καὶ τὸν θάνατον τοῦ Μωσῆ εἴπω, ἔτι δὲ καὶ τοῦ δευτέρου υἱοῦ τοῦ βασιλέως κὺρ Μανουήλ, τοῦ πρώτου Κωνσταντίνου20 τὸν θά νατον ἐν τῇ Μονεμβασίᾳ· ἀλλὰ καὶ περὶ δύο θυγατέρων αὐτοῦ καὶ τῆς γεννήσεως τοῦ αὐθεντοπούλου κὺρ Μιχαὴλ καὶ τοῦ θανάτου αὐτοῦ ὑπὸ λοιμώδους νοσήματος ὁμοίως καὶ τοῦ θανάτου τοῦ τζελεπῆ κὺρ Δημητρίου, τοῦ υἱοῦ τοῦ σουλτὰν Μπαγιαζήτου, τοῦ ἀδελφοῦ τοῦ ἀμηρᾶ Μεεμέτη· αὐτὸς δὲ γενόμενος Χριστιανός, ὡς πρὸ ὀλί γου ἔφημεν, καὶ τῷ θείῳ βαπτίσματι ἀναγεννηθείς, ὁ βασιλεὺς καὶ ὁ ἀμηρᾶς Μεεμέτης, ὁ ἀδελφὸς αὐτοῦ, πλεῖστα σιτηρέσια ἔδωσαν αὐτῷ, ζήσας μετὰ τὸ βαπτισθῆναι ἔτη ἑπτὰ πρὸς κύριον ἐξεδήμησε. Καὶ περὶ τῆς γεννήσεως τῶν αὐθεντοπούλων κὺρ Δημητρίου καὶ κὺρ Θωμᾶ, ταῦτα δὲ διὰ τὸ τῆς ἡλικίας μου ἀτελὲς οὐ καλῶς καὶ ἀκρι βῶς εἰδότος μου· 208 καὶ τὰ πρὶν τῆς γεννήσεως τῆς ἐμῆς ὅσα εἰρήκαμεν, ὑπὸ ἀξιοπίστων καὶ σοφῶν συγγραφέων γεγραμμένα μέρος εἴδο μεν, τὰ δὲ ὑπὸ ἀρχόντων τῆς βασιλικῆς αὐλῆς καὶ βουλῆς καὶ τῆς συγκλήτου σοφῶν καὶ συνετῶν καὶ γηραιῶν ἠκούσαμεν, καὶ πῶς σιωπῇ παραλείπω. XVIII. Τῇ δὲ εἰκοστῇ ὀγδόῃ τοῦ Ἰουλίου μηνὸς τοῦ ʹ ι- ου ἔτους ὁ Ντε μήρης, ὁ βασιλεὺς Μασσαγετῶν καὶ Περσῶν καὶ βορείων Σκυθῶν, τὸν ἀμηρᾶν Μπαγιαζήτην ᾐχμαλώτισε καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὸν υἱὸν αὐτοῦ Μωσῆν καὶ ἑτέρους οὐκ ὀλίγους ἄρχοντας τῆς αὐλῆς αὐτοῦ καὶ πάντα τὸν στρατὸν αὐτοῦ διε σκέδασεν. Ἀλλὰ ποῖος ἦν αὐτὸς καὶ ποῦ ὁ βασιλεὺς Ντεμήρης, οὐκ ἀφήσωμεν εἰπεῖν καὶ διηγήσασθαι. Οὗτος μὲν οὖν ὁ βασιλεὺς καὶ τὸ ἔθνος τοῦτο τῶν Μασσαγετῶν καὶ Σκυθῶν Τουρκῶν πέραν Ἀράξου τοῦ ποταμοῦ πρὸς ἀνατολὰς τὴν οἴκησιν ἔχουσιν. Εἰσὶ δὲ γένος τοξικώτατοι καὶ κακοξενώτατοι· ἔθνος δὲ μέγα καὶ πολὺ καὶ ἄλκιμον, παρ' οἷς Κῦρος ἐκεῖνος ὁ μέγας βασιλεύς ποτε καιρῷ κἀκεῖ ἐτελεύτησε βασιλευούσης Ντεμήριδος. Αὐτὴ δὲ ἡ βασιλὶς Ντέμηρις μετὰ τὸ ἀποκεφαλίσαι τὸν Κῦρον, οὖ τὴν κεφαλὴν εἰς ἀσκὸν οἴνου, αἵματος γέμοντα, ἐνέβαλε καὶ καταπατοῦσα τὸν ἀσκὸν καὶ τὴν τοῦ Κύρου κεφαλὴν ἔλεγεν· Ἀκόρεστε Κῦρε, κορέσθητι. Εἰσὶ δὲ οὗτοι οἱ Μασ σαγέται γένος πολλὰ ἀγριώτατον καὶ ἐν τῷ ἱππεύειν ἀγαθώτατοι καὶ πεζοὶ λῃστρικώ τατοι. Ἐν ταῖς μάχαις καὶ ἐν τῷ πολέμῳ τοῖς τοιούτοις χρῶνται ὅπλοις, ἤγουν μαχαί ραις καὶ θώραξι καὶ τόξοις καὶ σαγάρεσι καὶ σάγαις χαλκοῖς. Τὰ δὲ ἐνδύματα αὐτῶν καὶ αἱ ζῶναι ὑπάρχουσι χρυσαῖ καὶ διαδήματα ἐν ταῖς μάχαις φοροῦσι, οἵ τε ἵπποι αὐ τῶν χρυσοχάλινοι· μασχαλιστῆρες δὲ χρυσοῖ καὶ τὰ πλῆκτρα. Καὶ ὁ σύμπας βίος αὐ τῶν αὐθέκαστος μέν, σκαιὸς δὲ καὶ ἄγριος καὶ πολεμικὸς ὑπάρχει πάντοτε. Καὶ οὕτως τὰ τῶν Μασσαγετῶν καὶ τοῦ Ντεμήρη αὐτοῦ βασιλέως ἡ πολιτεία καὶ ὁ βίος ἔχει. Καὶ τούτους ἀφέντες πρὸς τὸν ἀμηρᾶν Μπαγιαζήτην καὶ τοὺς προγόνους αὐτοῦ ἐπανέλθωμεν· πόθεν κατάγονται καὶ τὶ τὰ ἔργα καὶ ἀνδραγαθήματα αὐτῶν κατ' ἐπιτο μὴν διηγησώμεθα. Οὗτος ὁ ἀμηρᾶς Μπαγιαζήτης ἦν πέμπτος αὐθέντης τοῖς κυριεύσασιν ἐκ τοῦ τῶν Ὀτθουμαλίδων γένους· ὁ Ἐρτογρούλης γὰρ ἦν ὁ πρῶτος, υἱὸς τοῦ Γοῦ***, περὶ ὧν μὲν πολλοῖς καὶ ἑτέροις ἐξιστορήθη καὶ διαφορὰς εἰλήφασιν ἀλλήλως. Ὅμως οὕτως καὶ ἡμῖν καλῶς ἐφάνη καὶ ἐκρίναμεν ἱστορῆσαι ἔτι τὰ ὅσα ἐκ μακρᾶς ἀκοῆς ὑπὸ σοφῶν ἀνδρῶν ἐμάθομεν καὶ ὅσα ἐγγράφως περὶ τῆς γενεαλογίας ταύτης εἴδομεν. Διαφοραὶ ἱστορίαι περὶ τοῦ τῶν Ὀτθουμαλίδων γένους πόθεν κατάγεται ποικιλοτρόπωσ XIX. Ὁ ἄναξ Ἰωάννης ὁ Κομνηνός τινι καιρῷ ἐν τῇ ἑώᾳ εὑρισκόμενος κατὰ τὰ μέρη τῆς ἐπαρχίας τῆς Νεοκαισαρέων πόλεως, μαχόμενος μετὰ τῶν Περσῶν καὶ τοῦ τοῦ Ἰκονίου σουλτάνου καὶ πολλὰ φρούρια τῶν Περσῶν ὑφ' ἑαυτὸν ἐποιήσατο, εἶχε δὲ μεθ' ἑαυτοῦ Ἰωάννην τὸν ἀνεψιὸν αὑτοῦ, υἱὸν Ἰσαακίου τοῦ σεβαστοκράτορος 210 καὶ ἀδελφοῦ. Ἡμέρας δὲ πολλαῖς διατρῖβον τὸ στρατόπεδον ἐν ἐκείνοις τοῖς μέρεσι καὶ τὰ ἀναγκαῖα περὶ ἵππων ἐσπάνιζον διὰ τὸ τὸν τόπον λυπρὸν καὶ κρημνώδη εἶναι καὶ τὸ κλῖμα ἐκεῖνο ψυχεινὸν καὶ δριμύτατον ἦν. Τότε δὲ καὶ χειμῶνος ἐπιγενομένου οἱ ἵπποι πλεῖστα ἐσαθρώσαντο. Ὁ δὲ βασιλεὺς τὴν τῶν ἵππων μεθοδεύων κυλλότητα, περιιὼν τὸ στράτευμα, τὰ εὐγενῆ τῶν ὀχημάτων συνέλεγε καὶ ταῦτα διδοὺς Ῥωμαίοις τε καὶ Ἰταλοῖς, ὁπόσοι κοντοφορεῖν ᾔδεσαν καὶ τοῖς δεξιοστροφεῖν ἐπισταμένοις δορά τια ἀνθίστα τοὺς τοῖς πολεμίοις καὶ παρεῖχε ἀντιμάχεσθαι. Καὶ ταῦτα τοῦ βασιλέως μεθοδεύοντος καὶ συμπλοκῆς μελλούσης γενέσθαι, ἱππότην ἐπίσημον ἐξ Ἰταλίας ὡρμη μένον ἔφιππον, θεασάμενος παρεστῶτα πεζόν, Ἰωάννην τὸν τὸν ἀνεψιὸν ἐκέλευσεν ἀπο βῆναι τοῦ ἀραβικοῦ ἵππου, ἐφ' οὗ ἦν ἐποχούμενος, καὶ δοῦναι αὐτὸν τῷ Ἰταλῷ. Ὁ δὲ φρονηματίας ὢν καὶ γαῦρος πλέον τοῦ δέοντος, τῷ τοῦ βασιλέως καὶ θείου ἀντέστη κελεύσματι καὶ ἀναιδεστέραν τὴν ἀντίῤῥησιν ποιησάμενος, μὴ ἐπὶ πολὺ δὲ ἔχων ἀνθί στασθαι τῷ θείῳ καὶ βασιλεῖ, ἑώρα πρὸς τὴν ὀργὴν γὰρ ἐπιφράζοντα, ἄκων καὶ μὴ βουλόμενος τὸν ἵππον τῷ Ἰταλῷ δίδωσι, μετακελητίσας εἰς ἕτερον ὄχημα. Αὐτὸς ἀθυ μίας πλήρης καὶ βράττων θυμοῦ ἄντικρυς γενόμενος, φυγὼν πρὸς Πέρσας αὐτόμολος γίνεται, ὃν καὶ ἀσμένως καὶ ἀσπασίως προσεδέξατο ὁ ἀμηρᾶς καὶ πάντες οἱ βάρβα ροι καὶ τὴν ἐν Χριστῷ πίστιν ἐξομοσάμενος ἀντὶ Ἰωάννου*** τζελεπὴς ὠνόμασται καί τινα ὀνόματι Καμερώ, τὴν τοῦ ἀμηρᾶ θυγατέρα, εἰς γυναῖκα ἔλαβε, καὶ προῖκα δώσας αὐτῷ τόπους καὶ χώρας καὶ πόλεις καὶ χρήματα πολλά. Ἦν δὲ ὁ ἀνὴρ τῆς ἑλληνι κῆς σοφίας οὐκ ἀμέθεκτος καὶ ἐν τῷ λέγειν τῇ ἀραβικῇ διαλέκτῳ ἱκανώτατος. Ἦν γὰρ καὶ φιλοδωρότατος καὶ δαψιλὴς ὁ νέος, ὃ πᾶσιν ἀρεστόν ἐστι καὶ μᾶλλον τοῖς βαρβάροις καὶ ἄλλως κοινωνικῶς τὸ ἦθος τοῖς ὑπ' αὐτὸν παρεχόμενος, ἤδη κράτι στον τοῖς στρατηγοῦσιν, ἐν οἷς καὶ τρόπαια, ὅθεν καὶ αἵρειν εὐθὺ τοῦ σκοποῦ· καὶ ὡς κοινὰ τὰ ὑπ' αὐτοῦ ἐχόμενα ἐποίει καὶ ἔλεγεν εἶναι. Τοῖς πᾶσιν ἦν συμπονῶν ἐν ταῖς ἀνάγκαις αὐτῶν καὶ ἐβοήθει καὶ ἐθεράπευε καὶ τὰς διαφορὰς τὰς φυομένας ἀνὰ μέσον αὐτῶν ἐδιώρθωνε καὶ εἰρήνευε καὶ οὐδεὶς ἀντελέγετο τοῖς λόγοις καὶ θελήμασιν αὐ τοῦ. Καὶ ὑπὸ τοῦ πενθεροῦ τοσοῦτον ἠγαπήθη καὶ τῶν ἑτέρων πάντων, ὥστε, τὰ ὅσα ἤθελεν, ἔπραττε καὶ οἱ βάρβαροι ὡς δεύτερον Μωάμεθ ἐδόξαζον. Οὗτος δὲ γεννᾷ υἱὸν ὀνόματι*** ἐκ τῆς Καμερὼ καὶ παιδεύσας αὐτὸν ἑλληνικῇ καὶ ἀραβικῇ σοφίᾳ εἰς πάντα ἔοικε τῷ πατρὶ καὶ πλεῖστα ηὐλαβοῦντο αὐτὸν οἱ βάρβαροι καὶ ἐν τῷ τό πῳ καὶ πάσῃ τῇ ἐπαρχίᾳ, ἔνθα τὴν κατοίκησιν ἐποιεῖτο, αὐθέντης καθίσταται καὶ ἡ φήμη αὐτοῦ εἰς πᾶσαν τὴν Ἀσίαν διέδραμε καὶ διέῤῥεε· καὶ πλείστας νεαρὰς τῶν βασιλέων Ῥωμαίων μεταγλωττίσας ἀραβιστὶ τοὺς Τούρκους τοῦ κρίνειν οὗτος ἐδίδαξεν. Εὑρὼν δὲ καὶ εὐκαιρίαν τινὰ διὰ τὰς συγχύσεις, ἃς ἐποίουν οἱ Ἰταλοὶ κατὰ τῆς Ῥωμαίων ἀρχῆς, τὰ ὅσα ἐγγὺς τῆς δεσποτείας αὐτοῦ Ῥωμαίων ὑπήκοα ὑφ' ἑαυτοῦ ἐποιήσατο·
1.2
III. Ἰδὼν καὶ ἀκούσας ὁ ἀμηρᾶς Μεεμέτης τὰς τοῦ πατρὸς αὑτοῦ νίκας καὶ πο λέμους περιφανεῖς καὶ τῶν ἑτέρων αὑτοῦ τρισκαταράτων προγόνων, ἐν ἑαυτῷ ἐφαντά ζετο, τί ἄρα καὶ αὐτὸς ποιήσῃ ἄξιον μνήμης. Ταῦτα οὖν κατὰ νοῦν λογιζόμενος βου λῇ κακῇ καθ' ἡμῶν χρησάμενος ἦν, ἵνα πόλεμον ἐγείρῃ κατὰ τῆς πόλεως· ἔλεγε γὰρ ἐν ἑαυτῷ· Ἐὰν τὴν Πόλιν νικήσω, ὑπὲρ πάντας τοὺς πρὸ ἐμοῦ ἤδη ἐποίησα, διότι αὐτοὶ μὲν κατὰ τῆσδε τῆς πόλεως πολλάκις πειρασθέντες οὐδὲν ἐκατώρθωσαν. 2. Διὰ ταύτης οὖν τῆς ὑποκεκρυμμένης ἐννοίας καλὸν ἐφάνη αὐτῷ, ἵνα περὶ τὸν Ἀσώματον κατὰ τὸ Στενὸν ἄστυ κτίσῃ, ὡς προείρηται, ὅπως καταφυγὴν ἔχῃ αὐτὸ περὶ ὧν ἐμελέτα ποιῆσαι, ὅπως οὐδὲν τῶν πλοιαρίων, μικρὸν ἢ μέγα, δυνηθείη κατελ θεῖν ἐκ τοῦ Εὐξείνου Πόντου κατὰ τὴν Πόλιν καὶ ἵνα ῥᾴδιον ἔχωσι τὸ πέραμα ἐκ τῆς Ἀσίας εἰς Εὐρώπην. Θέλων δὲ καὶ βιαζόμενος ἵνα τὰ μελετούμενα ὑπ' αὐτοῦ ἀρ χὴν λάβωσιν, ἰδοὺ τῇ κ- ῃ Μαρτίου τοῦ ἑξηκοστοῦ ἔτους ἐλθὼν ἔπεσεν εἰς τὸ Στενόν, ἵνα οἰκοδομήσῃ τὸ ἄστυ. 3. Ἰδὼν οὖν ὁ βασιλεὺς τὰς πανουργίας αὐτοῦ ἐβουλήθη ἀποκαλύψαι αὐτὸς πρῶτος τὴν μάχην, ὅπως αὐτὸν ἐμποδίσῃ. Τινὲς δὲ τῆς συγκλήτου ἱερωμένων τε καὶ λαϊκῶν ἐκώλυσαν τὴν γνώμην καὶ βουλὴν τοῦ βασιλέως λέγοντες· Μὴ ἀποκαλυφθείη ἡ μάχη παρὰ τῆς βασιλείας σου, ἕως ἂν ἴδωμεν, τί βούλεται αὐτὸς πρᾶξαι. Εἰ καὶ ἄστυ κτίσῃ, ἐν εὐκολίᾳ παραλαμβάνομεν αὐτὸ διὰ τὸ ἐγγύτερον εἶναι ἡμῖν. Ὃ καὶ ἐν ὑστέροις εἶδον τελείως καὶ ἀληθῶς, ὅτι ἐλπίδες κεναὶ τρέφουσι τοὺς ἀνοήτους. 4. Ἐγὼ δὲ ἐναπέμεινα τῆς πορείας ἧς ἠτοιμάσθην, λέγοντες σήμερον καὶ αὔ ριον ἴδωμεν καὶ ὅτι διὰ ξηρᾶς οὐχ ἁρμόζει, ἐπεὶ ἐπικίνδυνόν ἐστι τὸ πρᾶγμα, ἀλλ' εὑρήσωμεν πλεύσιμον ἀνὰ τούτου. 5. Τῷ Ἰουνίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους, ἰδοὺ ἐδημοσιεύθη ἡ μάχη· καὶ τοῦ καθ' ἡμῶν στρατοπέδου δραμόντος, ᾐχμαλώτευσε πάντας τοὺς ἔξωθεν τῆς πόλεως οἰκοῦντας. Ἐν ᾧ καιρῷ ἐτελείωσε καὶ τὸ ἄστυ καὶ ἐν αὐτῷ ᾠκοδόμησε πύργους τρεῖς ἰσχυρούς, τοὺς δύο μὲν χερσαίους, τὸν δὲ ἕτερον κατὰ θάλασσαν, ὃς καὶ ὀλίγον τι μείζων τῶν δύο ὑπῆρχε. Τὸ δὲ πάχος τῶν τείχων ἦν εἴκοσι καὶ δύο ποδῶν, τὸ δὲ ἔσωθεν αὐτῶν εὐρύχωρον ἦν τριάκοντα καὶ δύο ποδῶν. Εἶτα ἐν μολύβδῳ σκεπάσας τοὺς πύργους καὶ τὸ ἄστυ καλῶς ἀσφαλί σας καὶ ἐν αὐτῷ φρουροὺς κατέστησε. 380 6. Καὶ τῇ κη- ῃ τοῦ Αὐγούστου ἐγερθεὶς ἐκεῖθεν ἐλθὼν ἔπεσεν ἐπὶ τὰς σούδας τῆς πόλεως· καὶ τῇ πρώτῃ20 τοῦ Σεπτεμβρίου μηνὸς τοῦ# 22 ξα- ου ἔτους διέβη εἰς τὴν Ἀνδριανούπολιν, ὡς φαίνεται, ἵνα ταῖς δύο αὐταῖς ἡμέραις ἴδῃ τὰ τείχη τῆς πόλεως καὶ τάφρους καὶ εἴ τι ἕτε ρον αὐτὸς ἐλογίζετο. 7. Καὶ τῷ αὐτῷ φθινοπώρῳ Ὀκτωμβρίου πρώτῃ στείλας τὸν Τουραχάνην καὶ τοὺς δύο υἱοὺς αὐτοῦ Ἀχουμάτην καὶ Ἀμάρην μετὰ πλείστου στρατοῦ ἐν τῇ Πελοποννήσῳ, ἵνα μαχόμενοι ἐμποδίζωσι τοὺς δεσπότας καὶ ἀδελφοὺς τοῦ βασιλέως δι' ὅλου τοῦ χειμῶνος, ἵνα μὴ ἔχωσι καιρὸν ἐπιτήδειον καὶ εὐκαιρίαν τῷ ἀδελφῷ καὶ τῇ πόλει βοηθῆσαι καὶ συμμαχῆ σαι. Ἐλθόντος οὖν τοῦ Τουραχάνη καὶ τὰ τείχη τοῦ Ἰσθμοῦ αὖθις ἁλώσαντος καὶ προσβο- λῆς γενομένης, ἀμφοτέρων τῶν μερῶν πλεῖστοι ἀπεκτάνθησαν· καὶ διὰ τὸ παμπληθεῖς εἶναι τοὺς ἀσεβεῖς, οἱ ἡμέτεροι εἰς φυγὴν ἐτράπησαν, οὐ δυνάμενοι τοσοῦτον ἀντι στῆναι. Αὐτὸς δὲ καταλιπὼν τὴν Κόρινθον καὶ διὰ μέσου τῆς νήσου ἐρχόμενος, αἰχμα λωτεύων, ἁλὼν καὶ σκυλεύων καὶ ἀνδραποδίζων, οὓς εὗρε, καὶ ἔφθασεν ἄχρι τῆς Ἀρ καδίας ἐπαρχίας καὶ τοῦ Μεσσηνιακοῦ κόλπου, καὶ τὴν ὁδὸν βαδίζων τῆς Ἰθώμης καὶ πάντα τὸν Μεσσηνιακὸν κόλπον ληϊσάμενος ἄχρι τῆς Μαντινίας ἐγγύς. 8. Ἰδὼν δὲ τὸ τοῦ τόπου στενὸν καὶ δύσχωρον, δι' οὗ ὁ στρατὸς οὐκ ἐδύνατο ὁδεύειν ὁμοῦ πάντες, τῷ υἱῷ αὐτοῦ Ἀχουμάτῃ μέρος οὐκ ἀγενοῦς στρατοῦ δώσας καὶ τὴν ὁδὸν τὴν ἐρχομένην ἐν τῷ Λεοντάρῃ παρήγγειλεν ὁδεύειν· ὁ δὲ δι' ἄλλης ὁδοῦ ᾤχετο. Μαθόντες δὲ τοῦτο οἱ δεσπόται καὶ ἀδελφοὶ στείλαντες τὸν Ματθαῖον Ἀσά νην μετὰ στρατοῦ λαθραίως, καὶ ἦλθεν ἐν τῷ τόπῳ, οὗ ἔμελλον περάσαι. Καὶ αἰφνι δίως εἰς αὐτοὺς συῤῥάξαντες πολλοὺς ἀπέκτειναν καὶ ᾐχμαλώτισαν· ἐν οἷς εἰς ἦν τῶν αἰχμαλώτων καὶ ὁ Ἀχουμάτης, ὁ τοῦ Τουραχάνη υἱός, ὃν ἀπέστειλαν ἐν Σπάρτῃ πρὸς τὸν δεσπότην κὺρ Δημήτριον. 9. Καὶ τῇ ιζ- ῃ τοῦ Ἰαννουαρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐγεννήθη καὶ ὁ τῶν Παλαιολόγων γένους καὶ τῆς βασιλείας διάδοχος καὶ τοῦ τῶν Ῥωμαίων μικροῦ τούτου σπινθῆρος κληρονόμος, ὁ κὺρ Ἀνδρέας ὁ Πα- λαιόλογος, ὁ υἱὸς τοῦ δεσπότου κὺρ Θωμᾶ τοῦ πορφυρογεννήτου. Καὶ ταῦτα μὲν δὴ οὕτως ἔχει τὰ τῆς Πελοποννήσου. IV. Ὡς δὲ τὸ ἔαρ ἐπελάμψεν, ὁ ἀμηρᾶς, ὃν εἶχε κατασκευασμένον στόλον, οἰκο νομήσας, τὰς ἐλεβόλεις καὶ ἐλεβολίσκους καὶ ἑτέρας μηχανάς, ἃς εἶχε προητοιμασμέ 382 νας, εἶτα ἔμπροσθεν στείλας τὸν Χαρατὴ μπασιᾶν μετὰ στρατοῦ, ἐλθὼν ἀπέκλεισε τὴν πόλιν. Καὶ πρὸ τοῦ ἐλθεῖν τὸν ἀμηρᾶν, τοὺς ἔξωθεν πύργους τῆς πόλεως τοὺς ἐν ἀ γροῖς καὶ κώμαις, ἐν οἷς ἦσάν τινες ἄνθρωποι συναχθέντες διὰ τὸ ἀφνίδιον τοῦ στρα τοῦ, ἐπολιόρκησε καὶ ἐπῆρεν. Ἐξ αὐτῶν μέρος ἐδουλώσαντο καὶ μέρος ἐκ τοῦ λιμοῦ καὶ τῆς ἄλλης κακοπαθείας ἐπῆρε καὶ οὐκ ὀλίγους Χριστιανοὺς ᾐχμαλώτευσε. Τὰ δὲ τοῦ πολέμου ἀναγκαῖα ἐπιτήδεια καὶ μηχανίαι ἀνὰ μέσου ἤρχοντο πολλά· ἔφερον γὰρ ἐλεβόλεις πολλάς. Ἐξ αὐτῶν δέ τινες τοσοῦτον ὑπῆρχον εἰς μέγεθος, ἃς οὐκ ἐδύνοντο τεσσαράκοντα ζεύγη βοῶν ἢ καὶ πεντήκοντα σύρειν ἑκάστην αὐτῶν καὶ πλέον ἢ δύο χιλιάδες ἄνθρωποι. 2. Καὶ τῇ β- ᾳ τοῦ Ἀπριλλίου ἔφθασε καὶ ὁ ἀμηρᾶς μετὰ πλήθους ἀναριθμήτου στρατοῦ ἱππικοῦ τε καὶ πεζικοῦ. Καὶ ἐλθὼν τὴν σκηνὴν αὑτοῦ πήγνυσιν ἐξ ἐναντίας τῆς πύλης τοῦ ἁγίου Ῥωμανοῦ καὶ ὁ στρατὸς ὡσεὶ ἄμμος θαλάσσης ἐκ τῆς μιᾶς θα λάσσης καὶ τῆς ἑτέρας. Καὶ ὁ τῆς Ἀνατολῆς στρατὸς ἐπήξατο τὰς σκηνὰς αὑτῶν ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ ἀμηρᾶ καὶ ἕως τῶν ἀκτῶν τῆς θαλάσσης τῆς Πύλης τῆς Χρυ σῆς, ὁ δὲ τῆς Ἐυρώπης ἐν τῇ ἀριστερᾷ καὶ ἕως τῆς Ξυλίνης Πύλης τῶν ἀκτῶν τῆς θαλάσσης τοῦ Κερατίου Κόλπου. Καὶ ὁ ἀμηρᾶς περιεκυκλοῦτο ὀρυκτοῖς χαρακώμασι καὶ ξυλίνοις περισταυρώμασι· καὶ ἔξωθεν τοῦ χαρακώματος περιίσταντο οἱ ἰαννιτζά ροι σὺν τοῖς ἄλλοις εὐγενέσι τοῦ παλατίου αὐτοῦ. Ὁ δὲ μπασιᾶς ὁ τοῦ ἀμηρᾶ συγ γενῆς ἐλθὼν ἐσκήνωσεν ἅμα τῷ ἐμπιστευθέντι αὑτῷ στρατῷ ἄνωθεν τοῦ Γαλατᾶ. Καὶ τῇ αὐτῇ ἡμέρᾳ ἔφθασε καὶ μέρος τοῦ αὐτοῦ στόλου καὶ ἐπλησίασεν ἐν ταῖς ἀκταῖς τῆς θα λάσσης τῆς πόλεως. Ἦσαν δὲ τριήρεις ὡσεὶ τριάκοντα καὶ τεσσαράκοντα δρόμωνες, νῆες δὲ καὶ πλοιάρια καὶ μονήρεις τριάκοντα καὶ ἑκατόν. Καὶ οὕτως παρέπεται τῇ πόλει πολιορκῶν αὐτὴν πᾶσι τρόποις καὶ μηχαναῖς, διὰ ξηρᾶς καὶ θαλάσσης περικυκλώσας τὰ δέκα ὀκτὼ μίλια τῆς πόλεως. 3. Καὶ ὁ βασιλεὺς προσέταξε τὴν σειρὰν τὴν σιδηρᾶν τὴν βαρυτάτην ἐν τῷ στόματι τοῦ λιμένος βαλεῖν, ἵνα τοῦ στόλου, λέγω τῶν πολεμίων πλοίων κωλύσῃ τὴν ἔφοδον. Ἔσωθεν δὲ τῆς ἀλύσου τὰς παρατυχούσας νῆας ἐνέβαλον, ὅπως ἰσχυροτέρως κωλύσωσι τὴν ἔφοδον καὶ κατὰ τῶν ἐχθρῶν ἀντιμάχωνται. Ἦσαν δέ νῆες τοιαῦται αἱ ἔνδον· ἐκ μὲν Λιγουρίας τρεῖς, ἐκ δὲ Καστελλίας τῆς Ἰβηρίας τῶν Ἱσπανῶν μία, ἐκ τῆς Γάλλων Προβεντζίας***, ἐκ δὲ τῆς Κρήτης τρεῖς, ἐκ τῆς πόλεως λεγομένης 384 Χάνδαξ ἡ μία, αἱ δὲ δύο ἀπὸ Κυδωνίας, πᾶσαι εἰς παράταξιν πολεμικὴν καλῶς ἡτοι μασμέναι. Ἔτυχον δὲ καὶ ἐκ τῶν Ἑνετῶν τριήρεις ἐμπορικαὶ μεγάλαι τρεῖς, ἃς παρ' Ἰταλοῖς εἴωθε γρόσσας γαλέρας καλεῖν ἢ μᾶλλον εἰπεῖν γαλεάτζας, καὶ ἕτεραι τριή ρεις ταχεῖαι πρὸς φύλαξιν καὶ ὑπηρεσίαν τῶν ἐμπορικῶν τεταγμέναι. Καὶ προστάξας ὁ βασιλεύς, ἵνα καὶ αὐταὶ ἐναπομείνωσιν εἰς συνδρομὴν τῆς πόλεως, καὶ οὕτω τὰ τοῦ λιμένος ᾠκονόμητο. 4. Ἐκ δὲ τῆς χέρσου ἔστησαν οἱ ἐναντίοι τὴν μεγάλην ἐκείνην ἐλέβολιν, πλά τος ἔχουσαν ἐπὶ τοῦ στόματος σπιθαμὰς δύο καὶ δέκα, καὶ ἑτέρας πόλλας ἐλεβόλεις ἀξίας θεάματος· καὶ στρατήγιον ὀρυκτὸν ποιήσαντες ὑψηλὸν καὶ μετὰ ξύλων σταυρώ σαντες, αὐτὰς ἄνωθεν ἔβαλον καὶ ἐν τόποις τέσσαρσι καὶ δέκα τὰ τείχη τῆς πόλεως σφοδρῶς ἔτυπτον. Καὶ ἐκ πετροβόλων μηχανημάτων πολλαὶ οἰκίαι περιφανεῖς ἐγγὺς τῶν τειχῶν ἠχρειώθησαν καὶ μάλιστα τὰ ἀνάκτορα. Ἐκ δὲ τῶν ἐλεβόλεων τὴν πόλιν ἐθορύβουν κροτοῦντες καὶ κλονοῦντες τοῖς τείχεσι καὶ τοῖς πύργοις ἐνέδιδον· καὶ διαμφὶς οὐκ ἔλιπον θάνατοι ἐκ τε τῶν ἐλεβόλεων καὶ ἐλεβολίσκων καὶ μπαλεστρῶν τε καὶ τόξων καὶ ἑτέρων μηχανημάτων. Καὶ ὁ πόλεμος οὐκ ἔπαυε καθ' ἡμέραν τε καὶ νύκτα καὶ αἱ συμπλοκαὶ καὶ αἱ συῤῥήξεις καὶ οἱ ἀκροβολισμοί, ἐλπίζων ὁ ἀμηρᾶς διὰ τὸ ὀλίγους εἶναι ἡμᾶς καὶ ἰσχυρῶς κεκοπιακότες εὐκόλως θηρεῦσαι τὴν πόλιν· καὶ οὐκ εἴα ἡμᾶς ἄνεσιν λαβεῖν οὐδ' ὅλως. Ἡ δὲ μεγάλη ἐκείνη καὶ ἰσχυρὰ ἐλέβολις διὰ τὸ συνεχῶς σφενδονίζειν, καὶ οὐ τοσοῦτον τὸ μέταλλον ὑπῆρχε καθαρόν, διεῤῥάγη ἐν τῷ βάλλειν τὸν τεχνίτην τὸ πῦρ καὶ εἰς πολλὰ διεμερίσθη κλάσματα· καὶ ἐκ τούτων πολλοὶ ἀπεκτάνθησαν καὶ ἐπλήγησαν. Καὶ ἀκούσας ὁ ἀμηρᾶς ἐλυπήθη λίαν· καὶ προσέταξεν, ἵνα ἀντ' αὐτῆς ἰσχυροτέραν ἄλλην ποιήσωσι. Καὶ ἕως τῆς αὐτῆς ἡμέρας οὐδὲν ἄξιον ἔργον καθ' ἡμῶν ἐκατώρθωσε. 5. Καὶ τῇ ιε- ῃ τοῦ αὐτοῦ ἔφθασε καὶ ὁ ἐναπολειφθεὶς στόλος αὐτοῦ ἔκ τε τοῦ Εὐξείνου Πόντου καὶ Νικομηδείας καὶ Ἀσίας, ὧν ὁ ἀριθμὸς εἴκοσι καὶ τριακόσια ἱστία. ἐξ ὧν ὑπῆρχον τριήρεις δέκα καὶ ὀκτώ, διήρεις τεσσαράκοντα καὶ ὀκτώ, τὸ δὲ λοιπὸν τοῦ στόλου ἄχρι τοῦ ἀριθμοῦ τῶν τκʹ ἱστίων ὑπῆρχον νῆες μακραὶ καὶ πλοῖα, τῶν γε τὸ φορτίον ἦν μαχίμων καὶ τοξότων ἀνδρῶν παμπόλλων τὸν ἀριθμόν. ὑπῆρχον γὰρ ἐν τούτοις καὶ δρόμωνες φορτίοι πέντε καὶ εἵκοσι, ἃς εἶχον πεφορτισμένας ξύλα, τίτανον, πέτρας καὶ ἑτέρας ὕλας ἐπιτηδειὰς πρὸς πολιορκίαν πόλεως. Πλὴν ἐν τῷ λι μένι οὐ ῥαδίως εἶχον τὴν εἴσοδον δι' αἰτίαν, ἣν εἴπομεν. Ἐλθόντες ἐκ τῆς ἑῴων πε ραίας κάτωθεν ὀλίγον τι τοῦ Διπλοῦ Κίονος καὶ μέχρι τῆς ἐκκλησίας τοῦ ἁγίου Κων σταντίνου ἐγγὺς τὴν στάσιν μετὰ ἀγκύρων ἐποίησαν. 6. Τῇ δὲ δεκάτῃ ἕκτῃ τοῦ αὐτοῦ ἀριθμήσας τὸν στόλον καὶ τὸν τῆς χέρσου στρατὸν ἱππέων τε καὶ πεζῶν, καὶ εὗρε τριήρεις καὶ διήρεις, μονήρεις δρόμωνας, νῆας καὶ πλοῖα εἴκοσι καὶ τετρακόσια ἱστία· ὁ δὲ τῆς χέρσου στρατὸς ὁ θέλων μάχεσθαι
1.3
I. Ἁλωθεὶς οὖν κἀγὼ καὶ πάντα τὰ δυσχερῆ καὶ κακὰ τῆς αἰχμα λωσίας ὑπενεγκὼν ὁ ἄθλιος, τέλος ἐξηγοράσθην· τῇ πρώτῃ τοῦ Σεπτεμ βρίου τοῦ# 22 ξβ- ου ἔτους ἀπέσωσα εἰς τὴν Πελοπόννησον ἐν τῇ Σπάρ τῃ. Τῆς δὲ γυναικός μου καὶ τῶν τέκνων μου ἁλωθέντων ὑπό τινων γε ρόντων Τουρκῶν, καλογνώμων ὄντων, καὶ παρ' αὐτῶν πάλιν πραθέντων τῷ πρώτῳ ἱπποκόμῳ τοῦ ἀμηρᾶ, ὃς λέγεται τῇ ἐκείνων διαλέκτῳ μερα χούρης, ὃς καὶ ἄλλας πολλὰς τῶν ἀρχοντισσῶν ἠγόρασε καὶ πολλοῦ ἐράνου ἐπέτυχε δι' αὐτῶν, τοῦ δὲ κάλλους καὶ ἄλλων χρηστῶν ἠθῶν τῶν τέκνων μου μὴ δυναμένων κρυβῆναι, μαθὼν περὶ αὐτῶν ὁ ἀμηρᾶς, ἀπῆρεν αὐτά, δοὺς τῷ εἰρημένῳ αὑτοῦ πρωτοϊπποκόμῳ χρήματα πολλά. Ἐναπέμεινε δὲ ἡ ἀθλία αὐτῶν μήτηρ μόνη μετὰ μιᾶς καὶ μόνης ἀνα τραφείσης αὐτῆσ, αἱ δὲ ἄλλαι διεμερίσθησαν. 2. Καταφρονοῦντες μέμφονται καὶ κατηγοροῦντες ἐλέγχουσιν ἡμᾶς οἱ Λατῖ νοι καὶ λέγουσιν, ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ διὰ τὸ μὴ ὀρθῶς φρονεῖν ἡμᾶς τὸ τῆς πίστεως ἀπωλέσαμεν τὴν βασιλείαν. Ἡμεῖς δὲ λέγομεν, ὅτι ἁμαρτωλοὶ ὑπάρχομεν καὶ οὐδεὶς ἀναμάρτητος εἰ μὴ εἷς ὁ Θεός. Περὶ δὲ τοῦ ὀρθῶς φρονεῖν γινώσκετε, ὅτι ἡμεῖς καινοτομίαν οὐδεμίαν ἐποιήσαμεν εἰς τὰ τοῦ εὐαγγελίου ῥητά, εἰ μὴ πιστεύο μεν καὶ δοξάζομεν, τὰ ὅσα οἱ αὐτόπται τοῦ λόγου καὶ ὑπηρέται ἡμᾶς ἐδίδαξαν· καὶ ὃ αἱ ἅγιαι καὶ οἰκουμενικαὶ ἑπτὰ σύνοδοι καὶ αἱ κατὰ καιρὸν τοπικαὶ ἡμῖν ὄντως παρέδωσαν, ἀληθῶς καὶ βεβαίως κρατοῦμεν, ὡς ἐδίδαξεν ὁ ἁγιώτατος Σίλβεστρος ἐν τῇ πρώτῃ συνόδῳ καὶ ὁ ἁγιώτατος πάπας Δάμασος ἐν τῇ δευτέρᾳ συνόδῳ καὶ ὁ ἁγιώ τατος πάπας Καιλεστῖνος ἐν τῇ τρίτῃ συνόδῳ καὶ ὁ ἁγιώτατος πάπας Λέων ἐν τῇ τε τάρτῃ συνόδῳ καὶ ὁ ἁγιώτατος πάπας Βιγίλιος ἐν τῇ πέμπτῃ συνόδῳ καὶ ὁ ἁγιώτατος πάπας Ἀγάθων ἐν τῇ ἕκτῃ συνόδῳ καὶ ὁ ἀγιώτατος πάπας Ἀδριανὸς ἐν τῇ ἑβδόμῃ συνόδῳ· ὡς ἴστε πάντες, ὅτι ἔθεντο καὶ ἀναθεματισμοὺς καὶ ἀφορισμοὺς ἀλύτους, μή τις τολμήσῃ προσθεῖναι ἢ ἐκλεῖψαι ἢ ὅλως παρασαλεῦσαι ἅπερ ἐκεῖνοι εὐαγγελι κῶς καὶ ἀποστολικῶς καὶ ἀκριβῶς ἐξακολουθοῦντες διὰ πνεύματος ἁγίου ἐσφραγί σαντο. Μάρτυρες τῶν αὐτῶν αἱ συνοδικαὶ βίβλοι καὶ τὰ συνοδικὰ συγγράμματα τῶν κατὰ καιρὸν ἄκρων ἀρχιερέων, ἤτοι πάπων, καὶ τῶν ἁγίων μεγάλων ἐκείνων συνό 460 δων, ὡς ἠριθμήσαμεν, ἐκ τῆς ὑμετέρας ὄντες καὶ αὐτοὶ τῆς φυλῆς τῶν Λατίνων, ἄν δρες θεοφρουρούμενοι ἔργῳ καὶ λόγῳ τετιμημένοι. Ταύτην τὴν παράδοσιν ἡμεῖς ἀσφα λῶς κρατοῦμεν, ἵνα μὴ εἰς ἀφορισμὸν τῶν ἁγιωτάτων ἀποστόλων καὶ τῶν ἁγίων οἰκου μενικῶν ἑπτὰ συνόδων καὶ τῶν ἁγιωτάτων ἐκείνων ὄντως ἄκρων ἀρχιερέων πέσωμεν. Καὶ ἡμεῖς εὐαγγελικῶς καὶ ἀποστολικῶς κρατοῦμεν τὴν παράδοσιν τῆς πρεσβυτέρας Ῥώμης, τὸ γὰρ ἡμέτερον δόγμα παρ' ἀμφοτέρων εὖ πάντοτε ὡμολογεῖτο, τὸ δὲ ἐξ αὐτῶν καινοτομηθὲν αὐτοῖς μόνοις ἀκαταγόρητον εἶναι δοκεῖ· καὶ ἡμᾶς ἔδει κριτὰς αὐτῶν εἶναι καὶ κατηγόρους, καὶ οὐκ αὐτοὺς ἡμῶν. 3. Τὰ νῦν δὲ νεωστί τινες αὐτῶν θεολόγοι ἢ καὶ μᾶλλον εἰπεῖν καινολόγοι οὐκ αἰσχύνονται ἐπ' ὀκρίβαντος ἀναβαίνειν διδάσκοντες λέγειν ἐῤῥόρουμ Γραικόρουμ, τουτέστι σφάλματα ἡμέτερα, εἶτα μὴ ἔχοντές τι ἕτερον εἰπεῖν εἰ μὴ μόνον, ὡς προεί πομεν, διὰ τὸ μὴ ἡμᾶς ὀρθῶς φρονεῖν τὴν βασιλείαν ἀπωλέσαμεν, καὶ αὐτοὶ τάχα, ὡς δῆθεν ὀρθόδοξοι ἴσως ὄντες αὐτοί, ἑαυτῶν τὴν βασιλείαν κρατοῦσιν, οὐκ εἰδό τες ὅτι οὐ πάντες οἱ κρατοῦντες πάντως ὀρθόδοξοι, οὐδ' αὖθις οἱ κρατούμενοι αἱρε τικοί, ὥς ἐστιν ἰδεῖν ἐφ' ἡμῖν· μὴ γὰρ ὀρθόδοξοί εἰσιν οἱ Ἰσμαηλῖται, ὅτι κρατοῦσιν ἡμῶν, καὶ πρὸ τούτων οἱ εἰδωλολάτραι, οἳ τοὺς Χριστιανοὺς ἐδίωκον, ἢ πάλιν οἱ Αἰ γύπτιοι ἢ Βαβυλώνιοι οἵ ποτε ἐξουσιάζοντες τῶν Ἰσραηλιτῶν. Ἀλλ' οὐκ ἔχουσι τί εἰπεῖν. δῆλον γάρ, ὅτι οἱ μὲν κυριεύσαντες ἀσεβεῖς, οἱ δὲ κυριευόμενοι εὐσεβεῖς. Διὰ τοῦτο οὐ δεῖ αὐτοὺς κομπάζειν ἐπὶ τῆς αὐτοκρατίας. Καὶ ἐπὶ τούτοις ἀντεροῦμεν αὐ τοῖς, πῶς οἱ κατὰ τὴν Μυσίαν καὶ Ῥωσίαν καὶ Ἰβηρίαν τὴν ἑῴαν καὶ Ἀβασγίαν οἰκοῦντες καὶ ἐν λοιποῖς τόποις ἄρχουσι καὶ ἄρχονται ἀφ' ἑαυτῶν, καίτοι γε τοῖς ἡμετέ ροις δόγμασιν ἀκολουθοῦσι. 4. Καὶ ἄλλως τὸ σχίσμα τῶν ἐκκλησιῶν ἐποίησεν ὁ πάπας Στέφανος ὁ Συρφρών, ὃς καὶ πρῶτος τοῖς Ἰταλοῖς μετὰ ἀζύμων παρέδωκεν ἐπιτελεῖν τὴν ἁγίαν ἱερουργίαν καὶ τὴν προσθήκην εἰς τὸ σύμβολον τὸ ἅγιον φανερῶς ἐκύρηξε καὶ τὰς τρίχας τοῦ πώγωνος πρῶτος ἀπέθριξε καὶ τοῖς ὑπ' αὐτὸν πᾶσιν οὕτως ἐξέδωκε, βασιλεύοντος μὲν τῆς νέας Ῥώμης τῷ τότε καιρῷ τοῦ ἀειμνήστου βασιλέως Κωνσταντίνου τοῦ Μονο μάχου, πατριαρχεύοντος δὲ Μιχαήλ, τῇ ἐπωνυμίᾳ Κηρουλάριος. Οὗτος οὖν ὁ πατριάρ χης γνώμῃ τοῦ βασιλέως καὶ τῶν τριῶν πατριαρχῶν καὶ τοῦ Βουλγαρίας ἀρχιεπισκό που καὶ Κύπρου καὶ πάσης τῆς ὑπ' αὐτὸν συνόδου τὸν εἰρημένον πάπαν Στέφανον τῶν διπτύχων ἐξέβαλον, ζητοῦντες τὴν τῶν ἀζύμων καὶ τῆς προσθήκης τῆς ἐκβολῆς αἴτιον, κόσμου ἔτει,# 22 φ- ῷ, ἰνδικτιῶνος ια- ης. 5. Ἡ δὲ ἐκκλησία τῆς Ἀλεξανδρείας καὶ Ἀντιοχείας καὶ Ἱεροσολύμων, ἡ Θβαῒς ἡ πιστή, ἡ Λιβύη ἡ ὁσία ἡ τοὺς πολίτας θρέψασα τῆς βασιλείας τῶν οὐρανῶν, καθώς φησιν ὁ θεῖος Κοσμᾶς, ἐν ποίῳ καιρῷ ἐδουλώθησαν ὑπὸ τοῦ ἀμηρᾶ Οὐμάρου, ὅστις ἦν ὁ τρίτος μετὰ τὸν τρισκατάρατον Μωάμεθ, καὶ ᾐχμαλωτίσθησαν; Καὶ τοῦτο φανερόν ἐστι καὶ ἐγεγόνει ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου, κόσμου ἔτει# 22 ρλδ- ῳ, πρὶν τὴν ἁγίαν καὶ οἰκουμενικὴν ἕκτην σύνοδον συναθροισθῆναι, ὅπου οὔτε σχίσματα ἐν ταῖς ἐκκλησίας ὑπῆρχεν οὔτε διαφοραί. Μετὰ δέ τινα καιρὸν 462 οἱ βασιλεῖς μετὰ κόπου οὐκ ὀλίγου τὴν ἁγίαν πόλιν ἐκ τῶν χειρῶν τῶν ἀσεβῶν ἠλευ θέρωσαν καὶ ὑπὸ τὴν ἐξουσίαν Ῥωμαίοις ἐποίησαν. Καὶ πάλιν ἐκ δευτέρου ἐπὶ τῆς βα σιλείου τοῦ πορφυρογεννήτου τοῦ λεγομένου Βουλγαροκτόνου ὁ τῆς Αἰγύπτου ἀμη ρᾶς Ἀζίζιος τὴν ἁγίαν πόλιν πάλιν ἔλαβε πολέμῳ καὶ τὸν τάφον τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐγηγερμένον πολυτελῶς θεῖον ναὸν κατεστρέψατο καὶ τὰ εὐαγῆ ἐλυ μήνατο μοναστήρια καὶ τοὺς ἀσκουμένους ἁπανταχοῦ τῆς γῆς ἐκείνης μοναχούς, Ἰτα λοὺς τὸ πλέον καὶ Ῥωμαίους καὶ ἐξ ἑτέρων φυλῶν, ἐφόνευσε καὶ ἐφυγάδευσε. Πάνυ θαυμαστόν ἐστιν, ὡς λέγουσιν, ἡνωμένων οὐσῶν τῶν ἐκκλησιῶν τῷ τότε καιρῷ, πῶς ὁ Θεὸς ἐπαρέδωκεν αὐτοὺς εἰς χεῖρας ἀσεβῶν, ὥστε ἐκ πάντων τούτων ἦν ἰδεῖν, ὅτι οὐ διὰ παρανομίαν τινὰ παρεδόθημεν τοῖς ἐχθροῖς ἡμῶν, ἀλλὰ πρὸς μερικὴν παιδείαν ὡς καὶ οἱ πρὸ ὑμῶν ἅγιοι. Καὶ πάντα γὰρ ὃν ἀγαπᾷ κύριος, παιδεύει, μαστιγεῖ δὲ υἱόν, ὃν παραδέχεται, καὶ τὰ ἑξῆς. Πιστὸς γάρ, φησιν, ὁ Θεός, ὃς οὐκ ἀφήσει ὑμᾶς εἰς τέλος πειρασθῆναι, ὑπὲρ ὃ δύνασθε. Καὶ ὁ Δαβίδ· Παιδεύων ἐπαίδευσέ με ὁ κύριος, τῷ δὲ θανάτῳ οὐ παρέδωκέ με. 6. Καὶ τοῦτο ἄκουσον· ὥσπερ τοίνυν ἡ τῶν Ἀσσυρίων βασιλεία κατελύθη ὑπὸ τῶν Βαβυλωνίων, τῶν δὲ Βαβυλωνίων ὑπὸ τῶν Περσῶν, ἡ δὲ Περσῶν ὑπὸ τῶν Μακεδόνων, ἡ δὲ Μακεδόνων ὑπὸ Ῥωμαίων, οὕτως καὶ ἡ τῶν Ῥωμαίων κατελύθηὑπὸ τῶν Ὀτθουμαλίδων. Τῶν δὲ Ὀσμανλιδῶν, ἤτοι Ὀτθουμαλίδων τῶν καὶἈγαρηνῶν τέλος ἕξει ἐν τῷ προσήκοντι καὶ ὡρισμένῳ καιρῷ καὶ καταλυθήσεται ὑπὸ τοῦ ξανθοῦ γένους· ἅμα μετὰ τῶν πρακτόρων ὅλον Ἰσμαὴλ τροπώσουν κατὰ τοὺς χρησμοὺς τῶν θείων ἀνδρῶν. 464