Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 212 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
212.1
καὶ οὐδένα Χριστιανὸν ἀδικεῖν ποτε ἤθελεν, ἀλλὰ μᾶλλον τοὺς τυχόντας ὑποτεταγμέ νους αὐτῶς πολλὰς χάριτας καὶ εὐεργεσίας ἐποίει καὶ ἐχαρίζετο· καὶ ἦν αὐξένων ὀλί γον τε πρὸς ὀλίγον τὴν αὑτοῦ ἀρχήν. Αὐτὸς γεννᾷ τὸν Ἐρτογρούλην πατέρα τοῦ Ὀτθμάνου. Ἕτεροι μὲν ὑπὲρ τούτων συγγράψαντες ἑτέραν ἔννοιαν ἔχουσιν, ὅτι οὐκ αὐτὸς ὁ Δου*** τζελεπής, οὐχ οὗτος ἦν ὁ τοῦ ἄνακτος Ἰωάννου τοῦ Κομνηνοῦ ἀνεψιός, ἀλλ' ἕτερος συνώνυμος καὶ αὐτὸς τὸ ὅμοιον ὄνομα ἔχων, ὅστις ἦν οὗτος λέγουσιν. Ἑτέρα διήγησις περὶ πόθεν κατάγεται τὸ τῶν Ὀτθουμαλίδων γένοσ XX. Ὁ σουλτὰν Ἀζατίνης χριστιανῶν γονέων ὑπῆρχεν υἱὸς καὶ τῷ θείῳ τε- λεσμένος βαπτίσματι· τύχης δὲ φορᾷ χρησάμενος καὶ αὐτός, οἷα παρ' ἐλπίδα συμβαί νει, σουλτὰν καὶ ἀμηρᾶς καὶ ἀρχηγὸς ἐγεγόνει τῶν Τουρκῶν. Ὃς καὶ ἐν τῷ κρυπτῷ ἐτήρει τὰ τῆς εὐσεβείας κυριώτερα. Καὶ ἐν τῇ Πόλει ἐλθὼν συμμαχίαν ᾔτησε τῷ βα σιλεῖ διὰ τὸν πόλεμον, ὃν εἶχον ἀνὰ μέσον Σκυθῶν καὶ Τουρκῶν· αὐτὸς καὶ τὰς θείας εἰκόνας ἠσπάζετο, καὶ πάντα εἰς προὖπτον τὰ τῶν Χριστιανῶν ἐργαζόμενος. Ἐν δὲ τῷ ἐπαναστρέφεσθαι ἐν τῇ ἀρχῇ αὐτοῦ, ὁ καὶ υἱὸς αὐτοῦ Μελὴκ παρών, καὶ διαβὰς τὸν Ἴστρον ἐκεῖ τὸ κοινὸν χρέος ἐπλήρωσεν. Ὁ οὖν υἱὸς αὐτοῦ Μελήκ, διαβὰς πρὸς τοὺς ἐν Ἀσίᾳ Σκύθας, ἀφ' ὧν τὸ ἐνδόσιμον εἰληφώς, ἦκε ζητῶν τοῖς Τούρκοις τὴν πατρικὴν ἀρχήν. Τῶν μὲν οὖν ἄλλων σατραπῶν πάντως ὡς δεσπότην καὶ αὐθέντην καὶ ἀμηρᾶν αὐτῶν προσκυνησάντων, τὶς δὲ τοὔνομα Ἀμούριος οὐχ ὑπέσχετο, ἀλλὰ δῆμον ἀθροίσας, λῃστρικὸν πόλεμον ἤρατο κατ' αὐτοῦ καὶ τέλος τρεψάμενος ἐδίωξεν ἄχρι θαλάττης· καὶ εἰς τὴν κατὰ Πόντον Ἡράκλειαν διεσώθη καταφυγών. Ἔαρος δὲ ἐπιστάντος παρὰ τοὺς Τούρκους αὖθις ἐλθών, τὴν πατρικὴν ἔλαβεν ἀρχήν, ἀλλ' οὐκ εἰς μάκρος καὶ αὐτὸς τὸν βίον ἀπολιμπάνει, λαθραίως παρά τινων τῶν τῆς βουλῆς καὶ τῆς αὐλῆς αὐτοῦ φονευθείς. Τῆς δὲ τῶν Τουρκῶν ἀρχῆς οὕτως φθαρείσης καὶ τῶν πραγ μάτων ἐκείνων ἐξ εὐταξίας καὶ τύχης λαμπρᾶς εἰς ἀταξίαν μεγίστην κεχωρηκότων, οὐ μόνον σατράπαι καὶ ὅσοι τῷ γένει καὶ δόξῃ διαφέροντες εἰς πλεῖστα ἔτεμον, τὴν ὅλην διέλαχον ἐπικράτειαν, ἀλλὰ καὶ πολλοὶ τῶν ἀδόξων καὶ ἀνωνύμων, ὄχλους τινὰς συρ φετώδεις προσεταιρισάμενοι πρὸς λῃστρικὸν ἀπέκλιναν βίον καὶ τὰς ὁμόρους χώρας καὶ πόλεις τῶν Ῥωμαίων κακῶς διετέθησαν. Ἐκ τούτων τῶν ἀρχόντων εἷς ὑπῆρχεν ὡς ἱστοροῦσι, καὶ ὁ*** καταγόμενος μὲν ἐκ γένους οὐ τοσοῦτον περιφανοῦς, ὡς φα σίν, ἐν δὲ ἀρεταῖς καὶ ἀνδρείαις περιβόητος, ἦν γὰρ συνετὸς καὶ ἐπιδέξιος καὶ ἐν τῷ λέγειν καὶ πράττειν πάνυ καλὸς καὶ ἐπιτήδειος. Ὥρμητο δὲ ὁ ὄχλος ὁ ὢν μετ' αὐτοῦ ἔκ τινος ἐπαρχίας τῆς καλουμένης*** καὶ διὰ τὴν σύνεσιν καὶ ἀρετὴν καὶ δικαιο σύνην αὐτοῦ πᾶν τὸ τῶν Τουρκῶν γένος ἰδόντες καὶ ἀκούσαντες, αὐτοὶ καὶ συναθροι 214 σθεὶς ἐκεῖνος λαὸς πλεῖστα ἠγάπουν καὶ ὑπετάσσοντο καὶ ἤκουον αὐτοῦ εὐλαβῶς. Οὗ τος γεννᾶ τὸν*** καὶ τὴν πατρικὴν ἀρχὴν διαδεξάμενος, εἰς τὰ πάντα ὅμοιος ἦν τῷ πατρὶ καὶ κατὰ πᾶσαν τὴν Ἀσίαν ἡ φήμη αὐτοῦ ἔδραμε· καὶ οἱ ὑπ' αὐτὸν ὑποτεταγ μένοι καὶ ἕτεροι πολλοὶ ἠγάπουν καὶ εὐλαβοῦντο καὶ τὴν ἀρχὴν αὐτοῦ καλῶς διοί κουν καὶ παντοιοτρόπως καθ' ἑκάστην ἡμέραν ἦν αὐξένων. Αὐτὸς γεννᾷ τὸν Ἐρ τογρούλην. Ὅμως μὲν εἴτε οὕτως ἦν εἴτε οὕτως, ἐάσωμεν ταῦτα καὶ τοῖς φιλομαθέσι καὶ τοῖς ἀναγιγνώσκουσι τὴν κρίσιν ἀφίημι διὰ τὴν ἀμφιβολίαν τῆς διηγήσεως καὶ τῶν ἱστορησάντων τὰς ἐννοίας καὶ ἐπὶ τὸν Ἐρτογρούλλην ἐπανέλθωμεν. Περὶ τοῦ Ἐρτογρούλη XXI. Ὑπῆρχε οὗτος ὁ Ἐρτογρούλης δεινὸς εἰς τὰ πάντα καὶ μεγαλόψυχος ὑπὲρ τῶν πάππον αὑτοῦ καὶ πατέρα καὶ ἐν πολέμοις ἐν ὀλίγῳ καιρῷ δόκιμος ἐγεγό νει καί τινας τόπους καὶ χώρας ὑποτελεῖς Ῥωμαίων αἰφνιδίως ἥρπασε καὶ διὰ τὴν σύγχυσιν τοῦ καιροῦ καὶ ὑπὸ τῶν ἑτέρων τῶν σατραπῶν τῶν ὁμοφύλων αὐτοῦ πολλά τινα φρούρια οὗτος ὑφ' ἑαυτὸν ἐποιήσατο καὶ ἦν φοβερὸς τοῖς πᾶσιν. Ἱστοροῦσι δέ τινες ὅραμα ἰδεῖν τοῦτον τοιόνδε· Ἐρχομένου ἐν μιᾷ τῶν ἡμερῶν ἐν τῇ ὁδῷ, καὶ καύσων ἦν πολύς, ἔδοξεν αὐτῷ ἀναπαυθῆναι μικρόν, κεκοπιακὼς γὰρ ὑπῆρχεν ἐκ τῆς ὁδοιπορίας, καὶ ἀναπεσὼν ὑπὸ τὴν σκιάν τινος δένδρου ἐκοιμήθη. Ἔνθα ἐφά νη αὐτῷ οὐρεῖν μετὰ πόνου μεγάλου αἶμα ἐκ τῆς κοιλίας αὐτοῦ. Καὶ ὅπου τὸ οὖρον ἔπεσε, δένδρον πάνυ ὡραῖον μικρὸν ἀνέφυσεν ἔχον κλάδους ὡς χρυσοῦς καὶ ἁπαλοὺς καὶ τρυφερούς, καὶ ἡ ῥίζα αὐτοῦ στερεά· καὶ δι' ὀλίγου καιροῦ τοσοῦτον οἱ τοῦ δέν δρου κλάδοι ηὐξύνθησαν, ὥστε φαίνεσθαι σκέπειν τὸν κόσμον ἅπαντα. Καὶ ὑποκάτω θεν τοῦ δένδρου σκέπης καθήμενα ἦσαν πᾶν πετεινὸν πτερωτὸν καὶ μέσον τῶν πτη νῶν τούτων τῶν πολλῶν καὶ ἀναριθμήτων καί τινες ἀετοὶ ὑπῆρχον μικροί τε καὶ μεγά λοι. Μακρόθεν δὲ ἐξ ἐναντίας τοῦ δένδρου, ἕτεροι ἀετοί τινες ἦσαν καθήμενοι, σκο πεύοντες τὴν τοῦ δένδρου καλλονήν, καὶ τοὺς ἀετοὺς καὶ τὰ πτηνὰ τὰ ὑποκάτωθεν ὡς τάχα μεμφόμενοι κατεγέλουν. Καὶ ἀὴρ μέν τις ἐκ τῆς τοῦ δένδρου ῥίζης ἐνεφύσησε πάνυ σφοδρῶς καὶ ἀστραπαὶ καὶ βρονταὶ καὶ χειμὼν πολύς. Οἱ δὲ ἀετοὶ ἐκ μακροῦ ἱστάμενοι, μὴ δυνάμενοι ὑποφέρειν τὴν τοῦ πνεύματος καταιγίδα καὶ τοῦ χειμῶνος τὸ ἰσχυρόν, θέλοντες καὶ μὴ θέλοντες ὑπὸ τὴν σκέπην καὶ αὐτοὶ τοῦ δένδρου τοῦ θαυμα στοῦ καὶ εὐσκιοφύλλου ἦλθον, ὧν, τινῶν οἱ ὄνυχες ἐκ τοῦ χειμῶνος τοῦ πολλοῦ ἐκλάσ θησαν, τινῶν δὲ αἱ πτέρυγες ἔπεσον καὶ οὐκέτι ἐδύναντο πέτεσθαι, τινὲς δὲ αὐτῶν καὶ τὸ καθόλου ἐνεκρώθησαν. Ἔξυπνος δὲ γενόμενος μετὰ φόβου τὸ ὅραμά τινι ὀνειρο κρίτῃ τῷ τὴν ἀστρολογίαν εἰς ἄκρον γευσαμένῳ προσελθὼν διηγήσατο. Αὐτὸς δὲ ἐκ τῆς 216 τῶν πλανητῶν καὶ ζωδίων καὶ ἀστέρων κινήσεως γνωρίσας, εἶπεν αὐτῷ οὕτως· Οἱ ὑπὸ σοῦ καταγόμενοι βασιλεῖς μεγάλοι δι' ὀλίγου γενήσονται καὶ ἡ βασιλεία αὐτῶν λίαν αὐξυνθήσεται ἐν τῷ κόσμῳ καὶ αὐθέντας καὶ βασιλεῖς ἑτέρους δουλώσουσι καὶ ἐξώσουσι τῆς ἀρχῆς καὶ ἀποκτενοῦσι καὶ πολλὰ ἔθνη ὑποτελῆ ποιήσουσι· καὶ δου λεύσουσιν αὐτοῖς. Καὶ ἔσονται εὐλαβούμενοι καὶ φοβεροὶ εἰς πᾶν ἔθνος καὶ γένος καὶ γλῶσσαν καὶ φυλήν. Ἀκούσας δὲ ὁ Ἐρτογρούλης περιχαρὴς γενόμενος καὶ εἰς τὰ πάντα, ἃ ἐποίει ἰσχυροτέρως καὶ μετὰ ἐλπίδων μεγάλων καὶ ἀγερώχου γνώμης ἦν ἀγωνιζόμενος. Μετὰ τινὰς ἡμέρας νῆας λῃστρικὰς, ὡς ἔνι, οἰκονομήσας, διήρεις καὶ μονήρεις εὐθὺς ἑτοιμάσας καὶ μετὰ ἀνδρῶν μαχίμων καλῶς παρασκευάσας, πολλὰς τῶν Κυκλάδων νήσους τὰς ἐν τῷ Αἰγαίῳ πελάγει τῆς Ἀσίας ἐλεηλάτησε καὶ ἀνδραποδίσατο. Περά σας δὲ καὶ πρὸς τὴν Θρᾴκην ἐν τῇ ἐπαρχίᾳ Αἶνον καὶ Περιθεωρίον πολλοὺς Χριστια νοὺς ᾐχμαλώτισε καὶ ἕως τῆς Εὐβοίας ἐλθὼν καὶ τὴν Ἑλλάδα κατά τινας τόπους ἐζη μίωσε. Φθάσας δὲ ἄχρι καὶ τῆς νήσου τοῦ Πέλοπος καὶ πολλὰ σκῦλα ποιήσας, τὸν πλοῦν τρέψας ἐν τῇ Ἀσίᾳ ἐπανέστρεψε μετὰ πλήθους αἰχμαλώτων καὶ πλούτου καὶ ὑπὸ πάντων τῶν ἑτέρων σατραπῶν καὶ τοῦ κοινοῦ λαοῦ ἀσπασίως ἐδέχθη καὶ μετὰ φωνῶν ἐτίμουν αὐτὸν οἱ βάρβαροι καὶ ἐκ τῶν ἑτέρων σατραπῶν ἔκτοτε μάλιστα ἦν εὐλαβούμενος καὶ προτιμητέος ἦν ἐκ πάντων διὰ τὸ εἶναι ἱκανόπλοον καὶ θαλαττουρ γόν, διατὶ μὲν οὔκ εἰσιν ἀγαθοὶ τὸ γένος τοῦτο τῶν Τουρκῶν ἐν τῇ θαλάσσῃ πλέειν· αὐτὸς δὲ τότε διὰ τὸ πλέειν ἦν θαυμαζόμενος. Οὗτος δὲ γεννᾷ τὸν Ὀτθμάνον ἐξ οὗ Ὀτθμαλίδες ἅπαν τὸ γένος ἐκλήθησαν. Περὶ Ὀτθμάνου XXII. Ἀποβιώσαντος οὖν τοῦ Ἐρτογρούλη, σταθεὶς ἐν τῇ ἀρχῇ ὁ υἱὸς αὐτοῦ Ὀτθμάνης, ὡς εἴπομεν, τὴν ἀρχὴν τὴν πατρικὴν εἰς χεῖρας λαβὼν ἔτει ἐκ τοῦ κόσμου γενέσεως ʹ ψογ- ῳ, ἐν ὀλίγῳ καιρῷ ὁμοφωνήσας μετὰ τῶν ἑτέρων σατραπῶν καὶ πολέ μους τινὰς ποιήσας κατὰ τῶν ὑπηκόων Ῥωμαίων, καὶ ἦν τὰ πάντα τοῦ πολέμου διοι κῶν καὶ κυβερνῶν ὁ Ὀτθάμης. Εἴτα οὐκ ἤρεσεν αὐτῷ κοινῶς οἱ πάντες ὦσιν ἓν καὶ οὐδεὶς ἀεὶ διαφέρειν τοῦ ἐτέρου. Μετὰ μικρᾶς τινος ἀφορμῆς αἰτίαν εὗρον καὶ δια φορᾶς ἀναμέσον γενομένης εἰς συνήβασιν ἦλθον, ἵνα τὰ ὅσα ἐκ τῆς ἀρχῆς Ῥωμαίων ἐκέρδησαν μερίσωσιν, ἵνα ἕκαστος εἰς τὸ τυχὸν κύριος καὶ δεσπότης μόνος γνωρί ζηται. Καὶ πρῶτον μὲν οἱ τοῦ Ἀμορίου παῖδες ὁ Χασὰν καὶ ὁ Μαχούμετ διέλαβον τὰ ἀπὸ τοῦ ποταμοῦ τοῦ Σαγγάρεως μέχρι Παφλαγονίας· τὰ δὲ περὶ Μαγνησίαν καὶ Πριή νην καὶ Ἔφεσον, ὁ Σασάν· τὰ δὲ ἐκεῖθεν μέχρι Σμύρνης καὶ τῶν παραλίων τῆς Ἰω- νίας ὁ Σαρχάνης· τὰ δὲ πλείονα τῆς Μασοφρυγίας καὶ ἔτι μέχρι Φιλαδελφείας καὶ

Intertext edge

Open linked passage

Note