Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 218 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
218.1
τῶν ἔγγιστα πάντων ἀπὸ τῆς Μαιάνδρου ποταμοῦ Ἀντιοχείας, ὁ Καραμάνος Ἀλισσού- ριος· τὰ δὲ ἀπὸ τῆς Λυδίας καὶ Αἰολίδος ἄχρι Μυσίας τῆς πρὸς τὸν Ἑλλήσποντον ὁ Καλάμης καὶ ὁ υἱὸς αὐτοῦ Καράσης· τὰ δὲ περὶ τὸν Ὄλυμπον καὶ ὅσα τῆς Βιθυνίας ἑξῆς ὁ Ὀτθμάνης. Καὶ οὕτως τὴν αἰχμάλωτον γῆν ἐκείνην μερίσαντες καὶ ὅρια ἐπιτι θέντες, ὁ Ὀτθμάνης φίλαρχος ὢν καὶ πλεονέκτης οὐκ ἠρέμησεν, ἀλλὰ ἀποπηδὼν τὰ ὅρια τῶν ἑτέρων, ἀδικὼν αὐτούς, πολὺν τόπον ἐξ αὐτῶν περιεποιήσατο καὶ πολλὰ ἐλύ πει αὐτούς, καὶ θέλων παντοιοτρόπως ἵνα αὐξήσῃ τὴν ἑαυτοῦ μερίδα καὶ ἀρχήν. Εἶτα πόλεμον ποιήσας κατὰ Ῥωμαίων, μέρος τῆς Βιθυνίας ὑφ' ἑαυτὸν ἐποιήσατο. Καὶ μετὰ τῆς περιφήμου πόλεως Σεβαστείας ἀμηρεύοντος πόλεμον ποιήσας καὶ πιάσας αὐτὸν ἀπέκτεινε καὶ ἐγκρατὴς καὶ κύριος ἐγένετο τῆς τοιαύτης πόλεως καὶ ἐπαρχίας καὶ πᾶ σαν τὴν ἀρχὴν ἐκείνην ὑπέταξεν. Ἐκεῖθεν ἡ βασιλεία αὐτοῦ ἀρχὴν λαβοῦσα, ἐφημί σθη καὶ ἐμεγάλυνεν. Εἶτα πάλιν στραφείς, τὰ ὅσα ἐδυνήθη ὑπὸ τῶν ἑτέρων ὁμοφύλων σατραπῶν καὶ συντρόφων τῆς ἐκείνων μοίρας λῃστρικῶς καὶ δυναστικῶς καὶ μετὰ συ νηβάσεως τινὰς τόπους καὶ φρούρια ἔλαβεν. Εἶτα ἀποθανών, ἐβασίλευσε γὰρ ἔτη κη, καὶ ὁ υἱὸς αὐτοῦ Ὀρχάνης ἐγκρατὴς τῆς πατρικῆς ἀρχῆς ἐγένετο ἐπὶ ἔτους ʹ ωαου ἰνδικτιῶνος ια- ης. Περὶ τῆς βασιλείας Ὀρχάνου Ὁ Ὀρχάνης δέ, ὡς εἴπομεν, κύριος τῆς βασιλείας γενόμενος τοῦ πατρός, τῷ πατρὶ εἰς πάντα ἦν μιμούμενος καὶ ᾔτει τρόπον καὶ ἀφορμάς, ἵνα πλουσίως αὐξήσῃ τὸν κλῆρον καὶ τὴν βασιλείαν αὑτοῦ, καὶ ἡμέραν τε καὶ νύκτα οὐχ ἡσύχαζεν, ἀεὶ πολέμους ἔχειν καὶ ἀγωνίζεσθαι. Καὶ μάχην ἐγείρας κατὰ τῶν ὁμοφύλων αὑτοῦ ἀμη ράδων καὶ πολλὰς νίκας ἤρατο καὶ πᾶσαν τὴν Μυσίαν νόμῳ πολέμου ἐκέρδησε καὶ Λυκαονίαν καὶ Φρυγίαν καὶ Καρίαν καὶ ἕως θαλάττης τῆς περὶ τὸν Εὐρυμέδοντα πο ταμὸν καὶ τὸ ἐναπολειφθὲν μέρος τῆς Βιθυνίας, Νικομήδειαν καὶ Νίκαιαν καὶ ἕτερα πολίχνια οὐκ ὀλίγα καὶ ἄστυα. Καὶ τὴν περίφημον καὶ ὡραίαν πόλιν τῆς Προύσης, ἣ κεῖται ὑπὸ τοὺς πόδας τοῦ Ὀλύμπου ὑπὸ τῶν Ῥωμαίων ἀρχομένην ἐκέρδησεν. Ἐν ἐκείνῳ τῷ πολέμῳ τῆς Προύσης καὶ τὸν πόδα τὸν δεξιὸν ἐπλήγη. Περάσας δὲ καὶ ἐν τῇ Χεῤῥονήσῳ τῆς Θρᾴκης πολίχνιά τινα πολεμήσας ἐπῆρεν. Ὕστερον δὲ τὴν ἀδελφὴν τοῦ βασιλέως. Ἰωάννου εἰς γυναῖκα λαβών, καὶ διὰ τὴν συγγένειαν τῷ βασιλεῖ τῷ καὶ γυναικαδέλφῳ τὰ ἐν τῇ Χεῤῥονήσῳ φρούρια ἐχαρίσατο, ὡς ἀλλαχοῦ ἔφημεν, καὶ τῷ γυναικαδέλφῳ βοηθήσας εἰς τὴν βασιλείαν τὴν πατρικὴν ἀπεκατέστησεν. Ἀπο θανὼν γάρ, ὃς ἐβασίλευσεν ἔτη πεντήκοντα καὶ ἑπτὰ καὶ μῆνας ἐννέα καὶ ἡμέρας ιβʹ, καὶ ὁ υἱὸς αὐτοῦ Ἀμουράτης τὴν ἀρχὴν διεδέξατο.

Intertext edge

Open linked passage

Note