Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 220 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
220.1
Περὶ τῆς βασιλείας Ἀμουράτη Μετὰ οὖν τὸν τοῦ Ὀρχάνου θάνατον ὁ Ἀμουράτης εἰς χεῖρας λαβὼν τὴν τῆς βασιλείας ἐξουσίαν ἐν ἔτει ʹ ωνη- ῳ ἰνδικτιῶνος ιβ- ης· ὃς ἦν εἰς τὰ πάντα ἐπιτήδειος, ἀνδρεῖος καὶ ἀγχίνους, ὑπῆρχε καὶ πολύτροπος καὶ ἐν πολέμοις δεξιὸς ὑπὲρ πάντας τοὺς προγόνους αὑτοῦ, καὶ πολλὰ κατορθώσας ἔργα μνήμης ἄξια εἰς αὔξησιν τῆς αὑ τοῦ ἀρχῆς καὶ βασιλείας. Οὗτος πρῶτος, ὡς εἰρήκαμεν, ἐν τοῖς τῆς Εὐρώπης μέ ρεσι περάσας τὴν Καλλιούπολιν κατέλαβεν, εἶτα καὶ τὴν Ἀνδριανούπολιν, ὁμοίως καὶ ἕτερον οὐκ ὀλίγον μέρος τῆς Θρᾴκης καὶ Μακεδονίας. Ὕστερον δὲ ἀγάπην καὶ ὁρκωμοτικὰ μετὰ τοῦ βασιλέως κὺρ Ἰωάννου ἐποίησεν. Ἀποστατησάντων δέ τινων τῶν σατραπῶν αὐτοῦ ἐν τῇ Ἑώᾳ, μετὰ τοῦ βασιλέως περάσας, ὁμοθυμαδὸν τούτους ἐτροπώσατο. Καὶ μάχην ποιήσας μετὰ τοῦ Ἀμορίου τῶν ἀπογόνων, καὶ πᾶσαν Παφλαγονίαν καὶ ἕως τοῦ ποταμοῦ τοῦ Σαγγάρεως, αὐτοὺς νικήσας καὶ διώξας, ἐκυρίευσε. Καὶ ἐν τῷ μέλλειν περᾶσαι αὖθις ἐν τῇ Εὐρώπῃ, μαθών, ὅτι ὁ υἱὸς αὐτοῦ Μωσῆς μετὰ τοῦ βασιλέως υἱοῦ κὺρ Ἀνδρονίκου ἀπεστάτησαν, λίαν λυπηθείς, καὶ περάσαντες ταχέως ἦλθον. Καὶ στρατὸν στείλαντες κατ' αὐτῶν, νικήσαντες αὐτούς, ἔφυγον. Ὕστε ρον πιάσαντες αὐτούς, ὁ μὲν ἀμηρᾶς τὸν υἱὸν αὑτοῦ ἐθανάτωσεν, ὁ δὲ βασιλεὺς Ἀν δρόνικον τὸν υἱὸν αὑτοῦ ἐτύφλωσεν. Εἶτα μάχην κατὰ τῆς Βουλγαρίας καὶ Σερβίας ποιή σας πολὺ μέρος ὑφ' ἑαυτὸν ἐποιήσατο καὶ νίκας μεγάλας ἤρατο. Καιροῦ δέ τινος πα ρελθόντος, πάλιν κατὰ τοῦ δεσπότου Λαζάρου τοῦ τῆς Σερβίας κρατοῦντος πόλεμον ἐποιήσατο· τρέψας καὶ νικήσας αὐτὸν ἐδίωξε καὶ τὸν στρατὸν αὐτοῦ διεσκόρπισε καὶ πολλὰς πόλεις καὶ χώρας τῆς Σερβίας αὖθις ἐκράτησε. Τριάκοντα καὶ ἑπτὰ μάχας ποιήσας μεγάλας, πάντοτε ἦν τροπαιοῦχος καὶ νικητής. Ὕστερον δὲ ὑπὸ τοῦ προῤῥη θέντος δεσπότου Λαζάρου ἐφονεύθη δόλῳ, βασιλεύσας ἔτη τρία καὶ εἴκοσι. Οἱ δὲ βιζήριδες αὐτοῦ, μὴ εἰδότος τινός, στείλαντες τὸν υἱὸν αὐτοῦ Μπαγιαζήτην ἤγαγον καὶ ἐγκρατὴς τοῦ στρατοπέδου καὶ πάσης ἀρχῆς ἐν Εὐρώπῃ τε καὶ Ἀσίᾳ ἐγένετο. Ἦν δὲ οὗτος ὁ Ἀμουράτης λίαν τοῖς πᾶσι φιλοδωρότατος καὶ δαψιλὴς καὶ τοὺς αὐθέντας καὶ ἄρχοντας Χριστιανοὺς τοὺς ὑποτεταγμένους καὶ δουλωμένους αὐτῷ καὶ εὑρισκομέ νους ἐν τῇ αὐλῇ αὐτοῦ πλεῖστα σιτηρέσια καὶ ἑτέρας εὐεργεσίας καθ' ἑκάστην ἐχαρί ζετο, συνεσθίων καὶ συνομιλῶν αὐτοῖς μετὰ πλείστης χαρᾶς καὶ ἱλαροῦ προσώπου οὐ διέλειπε ποιεῖν. Περὶ τῆς βασιλείας Μπαγιαζήτου Ἄρξας τῆς βασιλείας ὁ Μπαγιαζήτης, ὁ λεγόμενος Ἀλευτορὴς ἐν ἔτει ʹ ωπα- ῳ ἰνδικτιῶνος- ης, ἐν δὲ τῇ τῶν Τουρκῶν διαλέκτῳ ἀλευτορὴς ἀστραπὴ καὶ ἄρκον λέγε ται· καὶ διὰ τὸ εἶναι αὐτὸν ὀξὺν εἰς πάντα καὶ ὁρμητικόν, καὶ τὸ πᾶν ταχέως καὶ μετὰ 222 βίας θέλων ποιεῖν, ὡς ἀστραπὴν ἐπωνόμασαν. Φοβηθεὶς δέ, ἵνα μὴ ὁ ἀδελφὸς αὐτοῦ Μουσουλμάνος ἐνωτισθῇ τὸν τοῦ πατρὸς θάνατον καί τι ἐναντίον συμβῇ, μηχανῇ ἐλο γίσατο· στείλας εὐθὺς ὡς ἐκ προσώπου τοῦ πατρὸς προσεκαλέσατο. Οὗτος δὲ μὴ εἰ δὼς τὰ γενόμενα, ἐν ἀκακίᾳ ἐλθὼν καὶ πιασθεὶς ὑπ' αὐτοῦ ἀπεπνίγη καὶ οὕτως ἀμερί μνως διῆγεν. Ὡς δὲ τὸ ἔαρ ἤγγικε, πάντα τὸν στρατὸν συναθροίσας καὶ ἐν τῇ Ἀσίᾳ περάσας, εἰς τὴν Ἀρμενίαν ἐλθών, πολεμήσας πᾶσαν ἐκυρίευσε καὶ τοὺς Κολχοὺς ἐτροπώσατο καὶ τὴν Ἄμαστριν καὶ τὸν ἀμηρᾶν αὐτῆς Ἔδ Δίνουν. Εἶτα στρατεύει κατὰ τοῦ ἀμηρᾶ Σαρκάνου, νικᾷ αὐτόν τε καὶ τὸν ἀμηρᾶν Μααδές. Τοῦ δὲ φθινοπώρου ἐπι στάντος, διὰ τοῦ χειμῶνος ἐλθὼν κατὰ τοῦ Θεχόει ἀμηρᾶ καὶ Μεθήνου, νικήσας αὐ τοὺς καὶ διώξας καὶ κύριος τῆς αὐτῶν ἀρχῆς πάσης ἐγένετο καὶ τὰς γυναῖκας καὶ τέκνα αὐτῶν ᾐχμαλώτισεν. Εἶτα ἐν τῇ Εὐρώπῃ αὖθις ἐπιστρέψας ἐκστρατεύει κατὰ τῶν Οὐγ γρῶν καὶ ἅπαξ καὶ δὶς αὐτοὺς ἐνίκησε· καὶ τῆς Ἀλβανιτίας μέρος ἐδούλωσε. Καὶ κατὰ τοῦ Μίλτζα, τοῦ τῆς Βλαχίας ἄρχοντος, στρατεύει, πολύν τε τόπον ζημιώσας. Εἶτα ὁ Μίλτζας ἐλθὼν εἰς μάχην φανερὰν ἔν τινι τόπῳ δυσκόλῳ, ὁ ἀμηρᾶς δὲ μεθοδεύων τὸ τοῦ τόπου ἀτύχημα τὴν μάχην καταλιπὼν ἀνεχώρησεν· ὕστερον εἰς συνηβάσεις ἐλθόντες, τέλος ἔταξεν ὁ Μίλτζας διδόναι αὐτῷ καὶ εἰρήνευσαν. Καὶ ἐκ τῶν ἐναπολειφθέντων τῆς Βουλγαρίας καὶ Σερβίας πολὺν τόπον ἔλαβε· καὶ μετὰ τοῦ βασιλέως τῆς Γερμανίας Σιγισμόνδου πόλεμον ποιήσαντες, καὶ ἕως τῆς Νικοπόλεως ὁ Σιγισμόνδος ἔφθασε· καὶ τὰ στρατεύματα συνηντήθη καὶ κακοβουλίας ἕνεκεν τὰ τῶν Χριστιανῶν εἰς ἄκρον ἐσφάλησαν, καὶ τρέψαντες αὐτοὺς μετὰ φόνου πολλοῦ καὶ αἰχμαλωσίας ἐδιώξαν. Εἶτα τὴν Κωνσταντινούπολιν καὶ ἡμετέραν πατρίδα ἐλθὼν ἀπέκλεισε, πολιορκῶν αὐτήν. Καὶ τοσοῦτον ὀξὺς εἰς τὰ πάντα ἦν, ὥστε οὐκ ἀρκεῖτο μόνον τὴν Πόλιν πολιορκεῖν, ἀλλὰ τὸν Γιακοῦμπον μπα σίαν καὶ τὸν Βρενέζην στείλας μετὰ στρατοῦ, χιλιάδας πεντήκοντα ἕξ, ἦλθον κατὰ τῆς Πελοποννήσου καὶ εἰσελθόντες ἐν τῇ νήσῳ, τὰ ὅσα ἐδύναντο, κακὰ ἐποίησαν. ἔφθασαν δὲ καὶ ἕως ἐγγὺς τῆς Κορώνης καὶ Μεθώνης. Εἶτα στραφέντες, τὴν παλαιὰν καὶ ὀνομαστὴν πόλιν τοῦ Ἄργους πολεμήσαντες ἔλαβον. Καὶ τριάκοντα χιλιάδας αἰχμαλώτους λαβόντες ἐν τῇ Ἀσίᾳ ἀποίκους ἐποίησαν· καὶ τὰ τείχη αὐτῆς χαλάσαν τες, ἔρημον κατέλιπον, ἐν ἔτει ʹ γ- ῳ ἰνδικτιῶνος ε- ης. Ἔδ Δῖνος δὲ ὁ ἀμηρᾶς καὶ οἱ ἕτεροι οἱ τῆς ἀρχῆς ἐξωσθέντες παρὰ τοῦ Μπαγια ζήτου, ἐλθόντες πρὸς τὸν βασιλέα Ντεμήρην κλαίοντες τὴν ἀδικίαν, ἣν ἠδικήθησαν, καὶ ὁ Ντεμήρης θέλων αὐτοῖς βοηθῆσαι, στείλας πρέσβυν τινὰ εἰς τὸν Μπαγιαζή την, λέγων ὅτι οὐκ ἔστι δίκαιον κατὰ τῶν ὁμοφύλων καὶ ὁμοπίστων πράττειν οὕτως, καὶ παρῄνει αὐτόν, ἵνα τὴν ἀρχὴν ἑνὸς ἑκάστω αὗθις δώσῃ, εἰ θέλει, φίλοι ἔσωνται. Ὁ δὲ ἀμηρᾶς ἄκρον πλεονέκτης ὤν, καὶ οὐδέποτε ἠρκεῖτο πλούτου καὶ τρόπου. Ὁρ 224 μητικὸς καὶ δεινὸς ὤν, τοῦ πρέσβυος τοὺς λόγους εἰς οὐδὲν ἐλογίσατο καὶ τὸν Ντε μήρην, τὸν αὐθέντην αὐτοῦ ὡς ἄγροικον λέγων ἐνέπαιζεν. Ὁ δὲ Ντεμήρης ἀκούσας ὑπὸ τοῦ πρέσβυος, τὰ ὅσα ἐφθέγξατο κατὰ τούτου ὁ ἀμηρᾶς, καὶ τὴν κενοδοξίαν αὐ τοῦ εἰδώς, ἐθυμώθη καί, πάντα τὸν στρατὸν αὑτοῦ συναθροίσας, κατ' αὐτοῦ βαδίζων ἦν. Ὡς δὲ ἤκουσε, καὶ ὁ Μπαγιαζήτης τὰς αὑτοῦ δυνάμεις συνήθροισε μετὰ σπου δῆς, εἰς συνάντησιν τοῦ Ντεμήρη ἦν ἐρχόμενος ἀνδρείως καὶ θαρσαλέως μετὰ μεγάλης ψυχῆς. Ὑπῆρχε δὲ ὁ στρατὸς τοῦ ἀμηρᾶ χιλιάδες πεντήκοντα καὶ ἑκατόν, τοῦ δὲ Ντε μήρη χιλιάδες ἦσαν ὀκτακόσιες καὶ εἴκοσι· καὶ πάλιν ἡ μεγαλοψυχία τοῦ Μπαγια ζήτου εἰς οὐδὲν τὸν Ντεμήρην ἐλογίζετο. Φθάσαντες δὲ τὰ στρατεύματα εἰς τὰ μέρη τῆς Φρυγίας, συνήντησαν· καὶ ὁ πόλεμος καὶ ἡ συμπλοκὴ καὶ ἡ σύῤῥηξις μεγάλη ἐγεγόνει. Τέλος οἱ τοῦ Μπαγιαζήτου εἰς φυγὴν ἐτράπησαν· καὶ ἐν τῷ φεύγειν αὐτοὺς πολλοὺς πιάσαντες, οἷς οὐδὲν ἕτερον ἀνιαρὸν ἐποίουν, εἰ μὴ μόνον τὰ ἱμάτια καὶ τὰ ὅπλα αὐτῶν ἤρουν καὶ γυμνοὺς ἀπέλυον. Καὶ ἐν τῷ φεύγειν καὶ τὸν Μπαγιαζήτην πιάσαντες καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὸν υἱὸν ταὐτοῦ Μωσῆν καὶ ἑτέρους πολλοὺς ἄρχοντας τῆς αὐλῆς αὐτοῦ πρὸς τὸν Ντεμήρην ἤγαγον. Ὁ δὲ Ντεμήρης ἐμπλήσθη χα ρᾶς διὰ τὴν νίκην καὶ λέγει τῷ Μπαγιαζήτῃ· Κακὴ κεφαλή, διατὶ τὰς ὀρέξεις τὰς κακὰς τῆς σῆς γνώμης οὐκ ἐκυβέρνησας, ἵνα μὴ εἰς τοῦτο ἔλθῃς; Οὐκ οἶδας, ὅτι οὐδεὶς δύναται τῷ ἐμῷ στρατῷ ἀντιστῆναι; Εἶτα θαυμάζων ὁ Ντεμήρης τὴν βασιλικὴν ἀποσκευὴν τοῦ Μπαγιαζήτου καὶ ὡραίαν καὶ τὰς σκηνὰς ἐκείνας τὰς θαυμαστάς, τὰ το σοῦτα ὄρνεα καὶ κύνας κυνηγετικούς, οὓς εἶχε, λέγει πάλιν αὐτῷ· Εἰπὲ ἐμοί, ὦ σαλὲ καὶ παράφρον, τὶς ἡ ὠφέλεια τῆς μεγάλης σου κενοδοξίας μετὰ τοσούτης παρασκευῆς; Ἀποκριθεὶς δὲ ὁ Μπαγιαζήτης λέγει τῷ Ντεμήρη· Οἶδα καλῶς διὰ τὸ εἶναί σε ἄγροι κον Σκύθαν καὶ ἐκ ἀσήμου γένους, ὅτι αἱ βασιλικαὶ παρασκευαὶ οὐκ ἀρέσουσί σοι, διό τι οὐδέποτε ταῦτα ἔπρεπόν σοι· ἐγὼ γὰρ ὡς υἱὸς τοῦ Ἀμουράτη καὶ ἔγγονος τοῦ Ὀρχάνου καὶ δισέγγονος τοῦ Ὀτθμάνου καὶ τρισέγγονος τοῦ Ἐρτογρούλη καὶ ταῦτα καὶ πλείονα πρέπον μοί ἐστι ποιεῖν καὶ λέγειν. Ὁ δὲ Ντεμήρης ἀκούσας τοὺς αὐθά θεις λόγους τοῦ Μπαγιαζήτου, θυμωθείς, κουβούκλιον ἐκ σιδήρου ποιήσας, ἔσω αὐ τὸν ἐνέβαλε καὶ μετ' ὀλίγον αὐτὸν ἀπέκτεινε· βασιλεύσας ἔτη ἓξ πρὸς τοῖς εἴκοσι, ζήσας δὲ ἐν τῇ αἰχμαλωσίᾳ μῆνας ὀκτώ. Περὶ τῶν συγχύσεων τῶν γινομένων διὰ τὸν τοῦ Μπαγιαζήτου θάνατον ἀναμέσον τῶν υἱῶν αὐτοῦ, καὶ ἄλλα τινά XXIII. Τοιουτοτρόπως οὖν τῶν πραγμάτων, ὡς εἰρήκαμεν, ἐλθόντων καὶ τοῦ ἀμηρᾶ Μπαγιαζήτου αἰχμαλωτισθέντος, εἰς ἀταξίαν καὶ κίνδυνον μεγάλον ἡ τῶν Ὀτθ μανλίδων βασιλεία ἐνέπεσε διά τινας διαφορὰς καὶ πολέμους τῶν υἱῶν τοῦ Μπαγια ζήτου· οἳ ὡς ἤκουσαν περὶ τοῦ θανάτου τοῦ πατρὸς αὑτῶν, ἠγωνίζοντο, ἵνα ἕκαστος τῆς βασιλείας τῆς πατρικῆς κύριος γένηται. Καὶ περάσαντες εἰς τὴν Εὐρώπην οἱ τεσ 226 σάρεις αὐτάδελφοι, διὰ τὸν Μωσῆν, ὡς εἰρήκαμεν, αἰχμάλωτον μετὰ τοῦ πατρὸς ἐνα πομείναντα, Ἰωσούφ, ὡς εἴπομεν, φωτισθεὶς τῇ αἴγλῃ τοῦ πνεύματος τοῦ ἁγίου Χριστιανὸς ἐγεγόνει, οἱ δὲ ἕτεροι ἀνὰ μέσον διαφερόμενοι καὶ μάχης γενομένης, Ἰεσ- σαὶ ὀλίγον καιρὸν ὑπερίσχυσε. Καὶ φιλίαν μεγάλην ἔχων μετὰ τοῦ βασιλέως κὺρ Μα νουὴλ καὶ στρατὸν συναθροίσας κατὰ τοῦ ῥηγὸς Οὐγγαρίας ἐλθών, οὐδὲν ἐκατώρθωσε. Καὶ κατὰ τοῦ δεσπότου Σερβίας ἐλθών, οὐδὲν αὐτῷ χρήσιμον ἐγεγόνει Καὶ περάσας ἐν τῇ Ἀσίᾳ, ἵνα ἔλθῃ κατὰ τοῦ ἀδελφοῦ Μουσουλμάνου, καὶ εἰς τὰ μέρη τῆς Καππα δοκῶν ἐπαρχίας συναντήσαντος, Ἰεσσαὶ ἡττηθεὶς ἔφυγε· καὶ ἐν τῷ φεύγειν πιάσαντες αὐτὸν καὶ προσήγαγον τῷ ἀδελφῷ, ὁ δὲ ἐναπέπνιξεν αὐτόν· σταθεὶς ἐν τῇ ἀρχῇ μῆ νας*** καὶ ὁ Μουσουλμάνος ἐγκρατὴς γενόμενος τῆς ἀρχῆς, ὁ Ντεμήρης ἔπειτα τὸν ἀδελφὸν αὐτοῦ Μωσῆν ἐλευθέρωσεν, ὃς περάσας κρυφῶς ἦλθεν ἐν τῇ Εὐρώπῃ· καὶ ὁ δεσπότης Σερβίας χεῖρα ἱκανὴν δώσας καὶ βοηθήσας αὐτῷ, λέγω τῷ Μωσῇ, ἐγκρα τὴς κατὰ τὰ τῆς Εὐρώπης ἐγεγόνει. Μαθὼν δὲ τοῦτο ὁ ἀδελφὸς Μουσουλμάνος ἐν τῇ Ἀσίᾳ, περάσας διὰ τῆς Πόλεως ἐλθεῖν κατὰ τοῦ ἀδελφοῦ, καὶ φιλίαν μεγάλην με τὰ τοῦ βασιλέως ἔχοντος, καὶ τὴν θυγατέρα τοῦ δεσπότου τοῦ κὺρ Θεοδώρου δώσας αὐ τῷ εἰς γυναῖκα, ἡμέρας ὀλίγας ἐν τῇ πόλει διατρίψας, ἐξῆλθε κατὰ τοῦ Μωσῆ. Καὶ πολέμου γεγονότος ὁ Μουσουλμάνος ὑπὸ τοῦ Μωσῆ ἐνικήθη· καὶ πιάσας αὐτὸν ἐθα νάτωσε. Καὶ ὁ Μωσῆς γενόμενος τῆς ὅλης ἀρχῆς κύριος, στόλον ἡτοίμασε διὰ θαλάσ σης καὶ στρατὸν διὰ ξηρᾶς ἐλθεῖν κατὰ τῆς Πόλεως. Μαθὼν δὲ ταῦτα ὁ βασιλεὺς τῶν Ῥωμαίων, ἑτοιμάσας στόλον καὶ οἰκονομήσας καὶ δρουγγάριον καταστήσας Μα νουὴλ τὸν νόθον ἀδελφὸν καὶ ἐγγὺς τῆς νήσου τῆς λεγομένης Πλάτης οἱ στόλοι συναντη θέντες, ὁ τοῦ Μωσῆ στόλος ἐσφάλη καὶ μέρος μέντοι ἐκαταποντίσθη καὶ μέρος ἐβυ θίσθη καὶ τὰ ἐναπολειφθέντα πάνυ ὀλίγα πλοιάρια κακῶς ἔφυγον καὶ ἡ νίκη Ῥωμαίοις ἦν. Καὶ ἔκ τε ξηρᾶς τὰ ὅμοια ὁ Μωσῆς ἔπαθεν· ἄκων ἀνεχώρησε μετὰ αἰσχύνης. Καὶ αὖθις ὁ βασιλεὺς μεθοδεύων μηχανάς, ἵνα παντελῶς νικήσῃ τὸν Μωσῆν, στείλας ἐν τῇ Ἀσίᾳ ἔφερε τὸν τοῦ Μουσουλμάνου υἱὸν Ὀρχάνην καὶ ἐν τῇ Εὐρώπῃ αὐθέντην ἐπέ- βαλε. Καὶ πολέμου γεγονότος, τὰ τοῦ Ὀρχάνου ἐσφάλησαν, ἐπιβουλευθεὶς παρὰ τοῦ κυβερνήτου καὶ πρώτου βιζήρη αὐτοῦ Σαμπάνη καὶ πιάσας αὐτὸν ὁ Μωσῆς ὁ κα θεῖος ἐτύφλωσε. Μεεμέτης δὲ ὁ ὑστερογενὴς υἱὸς τοῦ Μπαγιαζήτου διὰ τὸ εἶναι ἐκ πάντων νεώ τερος καὶ ὑπὸ τῶν ἀδελφῶν πάντων φοβούμενος, φυγὼν ἦλθεν ἔν τινι τόπῳ μετά τι νος τεχνίτου τοξοποιοῦ*** μισθωτὸς ἐγένετο, ἱνὰ μὴ γνωσθῇ τοῖς ἀδελφοῖς. Ἀν δρυνθεὶς δὲ τῇ ἡλικίᾳ ὀλίγον μετὰ τοιαύτης κακουχίας, θεωρῶν οὕτως ἔχειν τὰ πράγ ματα καὶ αὐτὸς τῇ τῆς τύχης φορᾷ χρησάμενος ταῦτα συλλογίζεται καὶ πρὸς τὸν ἀμη ρᾶν Καραμάνον ἐν τῇ Καππαδοκίᾳ ἔρχεται βοήθειαν αἰτῶν. Καὶ ὁ ἀμηρᾶς Καραμά νος δεξάμενος αὐτὸν ἡδέως καὶ χεῖρα δώσας ἐξῆλθε κατὰ τοῦ ἀδελφοῦ Μωσῆ. Καὶ 228 πρώτης καὶ δευτέρας μάχης γενομένης, ὁ τοῦ Μωσῆ στρατὸς ὑπερίσχυσε καὶ ὁ Μεε μέτης καὶ ὁ στρατὸς αὐτοῦ διεσκορπίσθησαν. Ἐκ τρίτου δὲ τὴν τύχην λογισάμενος δοκιμάσαι πρὸς τὸν τῆς Σερβίας καὶ Βουλγαρίας αὐθέντην καὶ πρὸς τὸν βασιλέα ἐλ θὼν βοήθειαν αἰτῆσαι παρ' αὐτῶν, καὶ δώσαντες αὐτῷ χεῖρα ἱκανὴν καὶ στρατόν, ἐξῆλ θεν αὗθις κατὰ τοῦ Μωσῆ· καὶ μάχης γενομένης, ὁ Μεεμέτης ἀπατήσας μετὰ χρημά των πολλοὺς τῶν πρώτων στρατηγοὺς καὶ κυβερνήτας τοῦ Μωσῆ, ἀφέντες αὐτὸν ἔφυ γον πρὸς τὸν Μεεμέτην. Ὁ δὲ Μωσῆς ἰδὼν καὶ αὐτὸς εἰς φυγὴν ἐτράπη καὶ ἐλθὼν ἔν τινι τόπῳ ὑλώδει ἐκρύβη, ὃν εὑρών τις στρατηγὸς τοῦ Μεεμέτη ἐκεῖ αὐτὸν ἐναπέ πνιξε προστάξει τοῦ αὐθέντου αὑτοῦ. Ἐστάθη οὖν ἡ αὐτὴ βασιλεία κινδυνεύουσα διὰ τὰς διχονοίας ἐν ἀλλήλοις τοῖς τέσσαρσιν ἀδελφοῖς ἔτη τρία μῆνας δύο. Περὶ τῆς βασιλείας Μεεμέτη Μεεμέτης δὲ ἐγκρατὴς πάσης τῆς ἀρχῆς καὶ βασιλείας τῆς πατρικῆς μετὰ το σούτων κόπων καὶ ὀδυνῶν γενόμενος ἐν ἔτει ʹ ζ- ῳ ἰνδικτιῶνος τρίτης, πρῶτον μὲν ἔργον μετὰ τὸ λαβεῖν τὴν ἀρχὴν ἐποίησε· τὰ τέλη τῆς Μολδοβλαχίας καὶ Μπογδανίας τὰ, ὅσον ἦν δυνατόν, ἐβάρυνε. Καὶ πᾶσαν χώραν καὶ τόπον ἐν τῇ Ἀσίᾳ, ἐν οἷς οἱ Σκύθαι ἐγένοντο ἐγκρατεῖς μετὰ τὴν αἰχμαλωσίαν τοῦ πατρός, πάλιν μετ' ὀλίγον καιρὸν ὑφ' ἑαυτὸν ἀπεκατέστη σε καὶ τοὺς ὁμοφύλους καὶ ὁμοπίστους αὐθέντας, οὓς ὁ πατὴρ ἐξέωσε τῆς ἀρχῆς καὶ ὁ Ντεμήρης ἐλθὼν πάλιν μετέδωκεν αὐτοῖς, οὗτος νόμῳ πολέμῳ αὖθις ἐδίωξε· τὴν Γα λατίαν Καππαδοκίαν τε καὶ Πόντον καὶ ὅσα τῆς ἄνωθεν Ἀσίας ἐκέρδησε. Τὸν Ἰσμαὴλ ἀμηρᾶν τοῦ Σινωπίου ὑποτελῆ ἐποίησε· καὶ ἀπὸ Λυδίας ἕως Αἰολίδος καὶ ἄχρι Μυ σίας τῆς πρὸς τὸν Ἑλλήσποντον κύριος ἐγένετο. Καὶ μετὰ τῆς γερουσίας τῶν Ἑνε τῶν μάχην ποιήσας, ὁ οὖν τῶν Ἑνετῶν στόλος εἶχε ναυάρχον τὸν Πέτρον Λαουρε δανόν· καὶ ἄμφω οἱ στόλοι συναντηθέντες, λέγω τῶν Ἑνετῶν καὶ τοῦ ἀμηρᾶ, ἀναμέ σον Προικοννήσου καὶ Καλλιουπόλεως καὶ, ναυμαχίας γενομένης, πολλαὶ τριήρεις καὶ νῆες τῶν Τουρκῶν κατεποντίσθησαν· μετὰ δὲ ταῦτα ἀγάπην ἐποίησαν. Ἠγάπᾳ δὲ τὸν βασιλέα τὸν κὺρ Μανουὴλ οὗτος ὁ ἀμηρᾶς καὶ τοὺς ἑτέρους αὐθέντας Χριστιανούς, τοὺς ἐγγὺς τῶν ὁρίων αὑτοῦ, καὶ ἐν τῷ μέλλειν αὐτὸν τελευτᾶν, τῷ υἱῷ Ἀμουράτῃ πα ραγγείλας, ἵνα ἔσηται φίλος καὶ βοηθὸς τῷ βασιλεῖ κὺρ Μανουήλ. Οὗτος πρῶτος ἐν τῇ Ἀνδριανουπόλει τὴν καθέδραν ἐποίησεν, ἣν οἱ πρὸ αὐτοῦ ἐν τῇ Προύσῃ εἶχον. Ὑπῆρχε δὲ λιὰν φιλόδωρος καὶ τοῖς φίλοις ἄριστος· ὁμοίως δὲ τοῖς ἔχθροις ἕως τέ λους ζωῆς καμηλοειδῶς διέκειτο, καὶ πάντοτε νέα ἐφευρέματα καὶ μηχανὰς γυρεύων, ἵνα βλάβῃ καὶ ἀφανίζῃ τοὺς κακῶς διακειμένους μετ' αὐτοῦ· ἀποθανὼν δὲ βασιλεύσας ἔτη δέκα καὶ ἑπτά. 230 Περὶ τῆς βασιλείας Ἀμουράτη Ἀποθανόντος οὖν τοῦ ἀμηρᾶ Μεεμέτην τοῦ καὶ Κυρίτζη ὀνομαζομένου, ὁ υἱὸς αὐτοῦ Ἀμουράτης ἐλθὼν τὴν ἀρχὴν διεδέξατο ἐν ἔτει ʹ κδ- ῳ ἰνδικτιῶνος η- ης. Καὶ τοῦ φθινοπώρου ἱσταμένου οὐκ ἠρέμησε διὰ τὸν χειμῶνα, ἀλλὰ τὸν στρατὸν αὑτοῦ συνάξας ἔρχεται κατὰ τοῦ θείου αὑτοῦ Μουσταφᾶ καὶ νικήσας αὐτὸν ἐθανάτωσε. Καὶ εὐθὺς μετὰ τὴν νίκην καὶ τὸν Μιχαὴλ μπεὴν στείλας, ἐλθὼν τὴν Πόλιν ἀπέκλεισεν. Ἡ αἰτία ἦν, ὅτι τῷ Μουσταφᾶ, ὡς ἔμπροσθεν εἰς πλάτος ῥηθήσεται, οἱ βασιλεῖς ἐβοήθουν· εἶτα καὶ αὐτὸς ἐλθών, οὐδὲν κατορθώσας, ἀγάπην μετὰ τῶν βασι λέων ἐποίησε, μεσιτευσάσης τῆς κυρᾶς Μάρως τῆς μητρυιᾶς αὐτοῦ. Εἶτα ἔρχεται κα τὰ τῆς Θεσσαλονίκης κρατουμένης οὔσης ὑπὸ τῶν Ἑνετῶν, ἣν πολιορκήσας καὶ ἀπο κλείσας αὐτὴν ἔλαβε· καὶ ἐκ τῆς Οὐγγαρίας μέρος οὐκ ὀλίγον ἐδούλωσε καὶ μάχην ποιήσας μετὰ τοῦ ῥηγὸς Λαδισλάου αὐτὸν ἐνίκησεν. Ἐλθὼν δὲ κατὰ τῶν Βλάχων καὶ Μολδοβλάχων οὐδὲν ἐκατώρθωσεν, ἀλλὰ ἐζημιω μένος ἐπανέστρεψεν. Εἶτα αὗθις δεύτερον στρατεύει κατ' αὐτῶν· καὶ οἱ Βλάχοι εἰς βοήθειαν τοὺς Οὔγγρους προσκαλεσάμενοι καὶ τοῦ πολέμου γενομένου, ἡ νίκη τῷ ἀμηρᾶ ἦν καὶ αὐτοὶ διεσκορπίσθησαν φεύγοντες. Λέγουσι δὲ ὅτι ἀπέθανον ἐν ἐκείνῃ τῇ μάχῃ πλεῖον ἢ τριάκοντα χιλιάδες Οὖγγροί τε καὶ Βλάχοι, Τοῦρκοι δὲ πάνυ ὀλίγοι. Τῆς παλαιᾶς Ἠπείρου μέρος καὶ Αἰτωλοὺς καὶ Ἀκαρνοὺς Θήβαν τὲ καὶ Ἀθήνανκαὶ πᾶσαν Βοιωτίαν καὶ Ἑλλάδα καὶ Ἰωάννινα ἐδούλωσε πολέμῳ· καὶ τῆς Καισαρείας ἀμηρᾶν εἰς τέλος ἐνίκησε καὶ ἠφάνισε καὶ κύριος τῆς ἀρχῆς ὅλης ἐκείνης ἐγένετο, ἄχρις δέ τινων φρουρίων, ἃ ἦσαν ἔν τισιν ὄρεσιν ὑψηλοτάτοις, ἔνθα ἦλθεν ὁ Καρα μάνος καὶ τὴν κατοίκησιν ἐποιεῖτο. Καὶ ὁ ῥὴξ Λαδισλάος, ὁμοφωνήσας μετά τινων ἑτέρων αὐθέντων Χριστιανῶν, ἔρχεται αὖθις κατὰ τοῦ Ἀμουράτη καὶ ἕως τῆς πόλεως Βάρ νης φθάσαντες καὶ ἐκεῖ μετὰ τοῦ ἀμηρᾶ συναντηθέντες, ἐξ ἀγνωσίας ὁ Λαδισλάος ἐσφά λη· καὶ νικήσας αὐτὸν ἀπέκτεινε καὶ τὸν στρατὸν αὐτοῦ διεσκέδασεν. Εἶτα ἐξέρχε ται κατὰ τῆς ἄνω Μυσίας καὶ πολὺ μέρος ὑποτελὲς ἐποίησε καὶ τὴν Μπόσσιναν καὶ τὸν Καστριώτην Ἰωάννην εἰς ἄκρον ἐδούλωσεν. Οὗτος πρῶτος τοῖς ἰαννητζάροις τὰ προνόμια, ἃ ἔχουσιν, ἐχαρίσατο καὶ εἰς τάξιν, ἣν ἕως τῆς σήμερον ἔταξε πορεύεσθαι. Παλαιόθεν μὲν τὸ αὐτὸ τάγμα ἑτέρας συνηθείας καὶ τάξεις καὶ ἐνδύματα εἶχον. Καὶ γυναῖκας μὴ λαμβάνειν ἔταξεν, ἵνα μὴ ἀσχολοῦνται διὰ γυναικῶν καὶ παίδων φροντί δας, ἀλλὰ μετὰ προθυμίας ἐν τῷ πολέμῳ πάντοτε ἀμερίμνως ἔσωνται· καὶ υἱοὺς αὐτοῦ καλεῖσθαι ἐκέλευσεν. Ὑπῆρχε εἰς τοὺς ὑπηκόους αὑτοῦ πάνυ δίκαιος προθεωρῶν τὰ ἐρχόμενα. Οὐδένα ἀδικεῖν ποτε τοὺς σατραπῶν καὶ κριτῶν πάντας μάλα σφοδρῶς ἐπρόσταττε καὶ, ἐάν τις τὸ πρᾶγμα μικρὸν παρέβαινε, χωρίς τινος συμπαθείας κεφαλι 232 κῶς αὐτοὺς ἐπαίδευεν. Ἦν δὲ ἐν ταῖς μάχαις ῥιψοκίνδυνος καὶ ἡ τύχη πάντοτε αὐτῷ ἐβοήθησεν. Ὕστερον ἐφάνη αὐτῷ, δερβίσης περάσας ἐν τῇ Προύσῃ ἐγένετο, ἤγουν μοναχός, καὶ ζῶντος αὐτοῦ τῷ υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα. Περὶ τῆς βασιλείας Μεεμέτη βασιλέως τῶν Τουρκῶν τοῦ καὶ τὴν Πόλιν λαβόντοσ Ἐλθούσης δὲ πάσης τῆς ἀρχῆς καὶ ἐξουσίας ἐπὶ τὸν Μεεμέτην ἐν ἔτει ʹ νη- ῳ ἰνδικτιῶνος ιδ- ης, διὰ τὸ εἶναι αὐτὸν πάνυ νέον, τινὲς τῶν γηραιῶν βιζήριδων ἔλεγον τῷ Ἀμουράτῃ, ὅτι οὐκ ἔξεστιν ἐμπιστευθῆναι τὴν τοσούτην ἀρχὴν ἔτι τῷ υἱῷ, ἵνα μὴ οἱ τῆς νεότητος καπνοὶ τὴν βασιλείαν κινδυνεῦσαι ποιήσωσιν. Ὁ οὖν Μεεμέτης ταῦτα αἰσθανόμενος, ἐμαίνετο κατ' αὐτῶν καὶ πολλοὺς ὕστερον ἐθανάτωσε· καὶ παιδα ριογέρων ἐν ταῖς μάχαις καὶ ταῖς διοικήσεσιν εἰς ἄκρον ἐγένετο. Ἦν δὲ ὁ νέος δρα στηρὸς καὶ δεινὸς κατὰ πάντα, τοὺς ἐναρέτους καὶ σοφοὺς ἄνδρας ἀγαπῶν καὶ αὐτὸς οὐκ ἀμέθεκτος ἦν σοφίας καὶ τὴν τέχνην τῆς ἀστρολογίας οὐκ ὀλίγον γευσάμενος ἦν Ἀναγινώσκειν ἀεὶ ἠγάπα τά τε κατορθώματα καὶ βίους τοῦ Ἀλεξάνδρου τοῦ Μακεδό- νος καὶ τοῦ Ὀκταβίου Καίσαρος, Κωνσταντίνου τοῦ Μεγάλου τοῦ καὶ Φλαβίου καὶ Θεοδοσίου τοῦ ἐξ Ἱσπανίας βασιλέως Κωνσταντινουπόλεως, αἰτῶν καὶ ἐρευνῶν μη- χανάς, ἵνα τοὺς πάντας ὑπερβῇ καὶ τὰ ὅρια τῆς βασιλείας αὑτῷ εἰς ἄκρον αὐξήσῃ. ὃ καὶ ἐποίησεν. Ἀκούσας οὖν περὶ τοῦ θανάτου τοῦ Ἀμουράτη ὁ Καραμάνος Ἀλιςσούριος ἐκ τῶν ὁρέων καταβὰς πολὺν τόπον ἑαυτῷ περιποιήσατο· ὁ δὲ νέος αὐθέντης ὁ Μεεμέτης στρατὸν ἑτοιμάσας ἔρχεται κατ' αὐτοῦ. Αὐτὸς δὲ φυγὼν πάλιν ταῖς κο ρυφαῖς τῶν ὀρέων διήρχετο, ἕως οὗ μετά τινα καιρὸν παντελῶς ἠφανίσθη. Μετὰ δὲ τὸ διωχθῆναι τὸν Καραμάνον περάσας ἐν τῇ Καλλιουπόλει καὶ εἰς Ἀνδριανούπολιν φθάσας ἡτοιμάσθη καὶ ἦλθε κατὰ τῆς Πόλεως καὶ Ῥωμαίων βασιλείας καὶ τῆς τοι αύτης περιφήμου πόλεως κύριος ἐγένετο καὶ ἡμᾶς ἐκεῖθεν ᾐχμαλώτευσε καὶ ἠφάνισε καὶ ἐξέωσεν. Εἶτα στρατεύει κατὰ τῆς βασιλείας Τραπεζοῦντος καὶ ἐν εὐκολίᾳ μετ' ὀλίγου πολέμου πᾶσαν ἐκείνην τὴν ἀρχὴν ἔλαβε καὶ τὸν βασιλέα αὐτῆς Δαβὶδ τὸν Κομνηνὸν αἰχμάλωτον ἐν τῇ πόλει τοῦ Κωνσταντίνου ἔφερον. Καὶ τὴν περιβόητον πόλιν Σινωπίου, ἣν ὑποτελῆ οἱ πρὸ αὐτοῦ ἐποίησαν, οὗτος πολέμῳ τὸν αὐτῆς ἀμηρᾶν νικήσας κύριος τέλειος ἐκείνης τῆς ἀρχῆς ἐγένετο. Εἶτα τὴν ἀγάπην λύσας, ἣν εἶχε μετὰ τῶν δεσποτῶν, στρατεύει κατὰ τῆς Πελοποννήσου καὶ τοὺς δε σπότους διώξας πᾶσαν τὴν Πελοπόννησον ἔλαβε· καὶ τὸ ἐναπολειφθὲν τῆς Σερβίας μέρος καὶ τὸν δεσπότην αὐτῆς διώξας καὶ τὴν μητέρα πολέμῳ, ἐγκράτης εἰς πάντα ἐγένετο. Χίον δὲ τὴν νῆσον καὶ Λέσβον ἄνευ πολέμου ὑφ' ἑαυτὸν ὑποτελεῖς ἐποίη σεν· ὕστερον δὲ τῆς Λέσβου καθ' ὅλου ἐγκρατῆς πάσης ἐγένετο. Εἶτα ἔρχεται κατὰ 234 τῆς νήσου Κύπρου καὶ μετὰ τοῦ ῥηγὸς εἰς συνηβάσεις ἐλθόντες, τέλος ἔταξε διδόναι αὐτῷ, ἀνεχώρησεν. Εἶτα στόλον ἕτερον ἑτοιμάσας, κατὰ τῆς νήσου Ῥόδου ἐλθὼν ἄπρακτος ἐκ τῶν ἐκεῖθεν διέβη καὶ πολλοὶ ἐκ τοῦ στρατοῦ αὐτοῦ ἀπεκτάνθησαν, διὰ τὸ ἐλθεῖν στόλον τινὰ ἐκ τῆς Ἰταλίας εἰς βοήθειαν. Αὐτὸς δὲ θυμοῦ καχλάζων, ἵνα τὴν ἀνταμοιβὴν τοῖς Ἰταλοῖς ποιήσῃ, στόλον βαρὺν ἑτοιμάσας μετὰ στρατοῦ πολλοῦ ἱππικοῦ τε καὶ πεζοῦ ἔστειλε κατὰ τῆς Καλαβρίας καὶ τῆς Ἀπουλίας· καὶ ἐν τῷ ἀπέρχεσθαι τὸν στόλον Ζάκυνθον καὶ Κεφαλληνίαν ὑποτελεῖς ἐποίησε. Φθάσας δὲ ὁ στόλος ἐν τῇ Καλαβρίᾳ, τὸ φρούριον τὸ ἐν τῇ Ἀπουλίᾳ τὸ λεγόμενον Ὑδροῦς ἀποκλείσας καὶ πολιορκήσας αὐτὸ ἔλαβε. Καὶ ἕτερα φρούριά τινα λαβὼν πρόσω ἐπορεύετο. καὶ ἐὰν μὴ ὁ Θεὸς προεῖδε καὶ αὐτὸν ἐξ ἀνθρώπων ἐποίησε, τὰ ὅμοια ὡς καὶ ἡμεῖς, οἱ Ἰταλοὶ ἔπαθον ἄν. Ἀκουσθεὶς δὲ ὁ θάνατος αὐτοῦ ἐν τῇ Ἰταλίᾳ, οἱ σατράπαι καὶ οἱ κυβερνῆται τοῦ στόλου καὶ τοῦ στρατοῦ, μετὰ συνηβάσεως τὰ φρούρια ἀφέντες, ἐκ τῆς Ἰταλίας ἀνεχώρησαν· καὶ οὕτως τὰ ἐν τῇ Καλαβρίᾳ γεγόνασιν. Ἐβασίλευσε δὲ ἔτη δύο καὶ τριάκοντα· καὶ δέκα βασιλείας ὑπέταξε καὶ ἐδού λωσε καὶ διακοσίας πόλεις ἐκ τῶν Χριστιανῶν ἔλαβε. Πέντε διαλέκτους χωρὶς τῆς αὑτοῦ ὀρθῶς ὡμίλει· ἑλληνικήν, λατινικήν, ἀραβικήν, χαλδαϊκὴν καὶ περσικήν. Λίαν ᾖν εὐφραινόμενος ὁμιλεῖν καὶ διαλέγεσθαι μετὰ σοφῶν καὶ συνετῶν ἀνδρῶν· διὰ τοῦτο καὶ πατριάρχην κὺρ Γεννάδιον ἠγάπα καὶ ἤκουεν αὐτοῦ καὶ συχνάκις ὡμίλει αὐτῷ. Ἔλεγε δὲ ὅτι ἐκ τῶν ἀστρῶν κινήσεως ἐγνώριζεν, ὅτι βασιλεῖς ἔμελλεν ὑπο τάξαι καὶ πολλοὺς τόπους δουλῶσαι, ὡς καὶ ἐγένετο. καὶ οὕτως μὲν, καθὼς ἱστορήσαμεν κατ' ἐπιτομήν, ἡ ἀρχὴ τοῦ γένους τοῦ ἀμηρᾶ Ὀτθμάνου καὶ τῶν ἐξ αὐτοῦ ἀπογόνων ἄχρι καὶ τοῦ Μεεμέτη ἀμηρᾶ· ἐν ταῖς ζωαῖς αὐτῶν μάχας καὶ πολέμους καὶ νίκας ἐπολιτεύθησαν καὶ ἐποίησαν. Ἡμεῖς δὲ τὴν τῆς ἱστορίας ὁδὸν κατὰ τάξιν αὗθις ἀρξώμεθα. Ἐντεῦθεν ἀνακάμπτει τὰ τῆς ἱστορίας περὶ τῶν βασιλέων τῆς Ῥωμαίων ἀρχῆς ὡς ἐν τῶ πρώτῳ κεφαλαίῳ εἰρήκαμεν XXIV. Ἐν δὲ τῷ Ἰουλίῳ μηνὶ τοῦ# 22 κα- ου ἔτους ἐξῆλθεν ἀπὸ τῆς Πόλεως ὁ βασιλεὺς κὺρ Μανουὴλ ἀπελθὼν εἰς τὴν νῆσον Θάσον καὶ ἀπῆρεν αὐτὴν ἐν μηνὶ Σεπτεμβρίῳ τοῦ# 22 κβ- ου ἔτους καὶ αὖθις ἐκεῖθεν ἀπῆλθεν εἰς τὴν Θεσσαλονίκην, εἶτα εἰς τὴν Πελοπόννησον, ἔνθα ᾠκο δόμησε τὸ Ἑξαμίλιον, 236 ἐν ἐκείνῳ τῷ τόπῳ, ὅπου καὶ ἐν ἑτέροις καιροῖς ᾠκοδόμητο, ὅταν ὁ Ἀρταξέρ ξης ὁ βασιλεὺς περάσας ἐκ τῆς Ἀσίας μετὰ τοῦ μυριαριθμήτου ἐκείνου στρατοῦ ἤρχε το κατὰ Λακεδαιμόνων. Εἶτα τὸ μακρὸς τοῦ καιροῦ τὸ τὰ πάντα δαμάζον καὶ ἀνεπι μέλητον ἀφέντες διεφθάρη. Δευτέρᾳ δὲ κτισθὲν ἦν παρὰ τοῦ ἐν βασιλεῦσι ἀειμνήστου μεγάλου Ἰουστινιανοῦ, οὐχ ὑπὲρ ἀνάγκης, ὅτι αὐτὸς γὰρ σχεδόν, εἰπεῖν, τὸν κόσμον ἅπαντα ὑπέταξεν, ἀλλὰ μόνον ἐφάνη αὐτῷ καλόν, ἐπεὶ καὶ ἄλλας ἑτέρας κτίσεις καὶ οἰκοδομὰς ἐποίει, καὶ τὴν Ῥωμαίων ἀρχὴν καλλωπίζων· ἔδοξεν αὐτῷ, καὶ ἡ κτίσις τοῦ Ἰσθμοῦ προστάξας ἐγένετο ἐν τῷ τόπῳ ἔνθα ἔν τινι καιρῷ καὶ ὁ Πατρίκιος Νικήτας ὁ ἐπονομαζόμενος Ὠορύφας τὰς νῆας, ἤγουν τὰς τριήρεις τὰς Ῥωμαϊκὰς διὰ τῆς ξη- ρᾶς τοῦ Ἰσθμοῦ ἐκ τῆς Ἑλλαδικῆς θαλάττης εἰς τὴν δυτικὴν περάσας τοὺς Κρήτης Ἀγαρηνοὺς ἐτροπώσατο. Ἀλλὰ πῶς καὶ διατὶ τὸ αὐτὸ μέγα στρατήγημα καὶ ἔργον περιφανὲς καὶ ἄξιον μνήμης ἐγεγόνει, οὐκ ἐγκαταλείψω, ἀλλὰ τῇ ἡμετέρᾳ ἑνώσω διηγήσει. Ἔτι δὲ καὶ πῶς ἡ νῆσος Κρήτη καὶ τίνι τρόπῳ ὑπὸ τὴν ἐξουσίαν τῶν Ἀγαρηνῶν ἐνέτυχε γενέσθαι καὶ αὖθις πῶς ὑπὸ τὴν ἐξουσίαν τῶν Ῥωμαίων ἐγένετο καὶ πῶς ὑπὸ τὴν ἐξουσίαν τῆς γερουσίας τῶν Ἑνετῶν ἐνέπεσε. Καὶ πάλιν τὸ ἡμέτερον ἔργον ἁψώμεθα καὶ τὸν πλοῦν τῆς νέας ἱστορίας ποιήσωμεν. Περὶ τῶν τοῦ Μωαμέθ διαδόχων ἔνθα καὶ ποῦ ἐβασίλευσαν XXV. Οἱ τοῦ καταράτου Μωάμεθ διάδοχοι καὶ κληρονόμοι τῆς αὐτοῦ ἀρχῆς, πρῶτον μὲν τῆς τῶν Περσῶν ἀρχῆς ἐγκρατεῖς γενόμενοι καὶ Μηδίας καὶ Βαβυλῶνος καὶ Ἀσσυρίων κυριεύσαντες, ἤδη δὲ καὶ Αἰγύπτου καὶ Συρίας καὶ Ἀσίας καὶ Παλαιστίνης καὶ Λιβύης καὶ Ἀφρικῆς καὶ μέρους οὐκ ὀλίγου ἐκ τῆς Εὐρόπης, μετὰ δέ τινα καιρὸν ἀλλήλοις συστασιάσαντες, καὶ ἡ μία αὐτὴ μεγάλη ἀρχὴ εἰς πολλὰ διε μερίσθη καὶ ἄλλον μὲν ἀρχηγὸν εἶχεν ἡ Περσία, ἄλλον δὲ ἡ Βαβυλών, ἕτερον δὲ εἰς τὰ τῆς Ἀσίας ἄνω καὶ κάτω μέρη. Ἕνα μὲν ἀρχηγὸν εἶχεν ἡ Ταρσός, ἕτερον δὲ ἡ Τύ- ρος, ἄλλον τὸ Ἰκόνιον καὶ ἕτερον ἡ Μελιτηνή, ἡ τὰ πολλὰ καλὰ καὶ ἀγαθὰ ῥέουσα· ἕτερον δὲ τὸ Χαλέπιον εἶχε καὶ ἄλλον ἡ Δαμασκὸς καὶ ἕτερον ἡ Αἴγυπτος καὶ ἄλλον ἡ Λιβύη, καὶ ἡ Ἀφρικὴ ἕτερον καὶ ἕτερον ἐν τῇ Εὐρώπῃ ἡ Ἰβηρία εἶχεν, ἣ λέγεται Ἱσπανία· καὶ πρὸς ἀλλήλους οἱ γειτνιῶντες, καθ' ἑκάστην διαφορὰς ἀνὰ μέσον αὐτῶν φυομένας ἐμάχοντο. Οἱ δὲ τῆς Ἱσπανίας οἰκοῦντες Ἀγαρηνοὶ εἰς πολυανθρωπίαν ἐλ- θόντες, καὶ ἣν ἐκατοίκουν γῆν λυπρὰν καὶ μετρίως εὐδαίμονα ὁρῶντες καὶ διὰ τοῦτο τρέφειν αὐτοὺς μὴ δυνάμενοι, προσῆλθον τῷ ἄρχοντι αὑτῶν Ἀπόχαψ ἀμερμουνῇ· με τανάστασιν ἀπῄτουν γενέσθαι αὐτοῖς, πολλά τε στενοχωρούμενοι λέγοντες· καὶ τῶν 238 ἀναγκαίων ἐσπάνιζον. Ὁ δὲ μετὰ χαρᾶς τὸν λόγον δεξάμενος, νῆας μακρὰς εὐθὺς ἐπισκευάσας καὶ δύναμιν ἐξ αὐτῶν ἐμβιβάσας ἐπὶ λῃστείαν ἔχων τὴν ἔννοιαν τῶν πρὸς τὴν Ἡὼ κειμένων νήσων ἐτρέπον καὶ πολλὰ ἐποίουν ταῖς νήσοις, οὐδένα εὑρίσκοντες ἀντὶ παραστασσόμενον· πᾶσαι γὰρ ἤτουν βοηθείας καὶ οὐκ ἐλάμβανον διὰ τὸν βα σιλέα Ῥωμαίων Μιχαὴλ τὸν Τραυλὸν περισπώμενον εὑρισκόμενον ἐν ἐμφυλίοις πο λέμοις· διὰ τοῦτο πολλὰ κέρδη ἐκ πάντων τῶν νήσων ἐκαρποῦντο. Ἔφθασε δέ ποτε καὶ ἕως τῆς Κρήτης καὶ ταύτην καταδραμὼν καὶ ἀνδραποδισάμενος, ὡς ἐνῆν, καὶ τὴν τῆς νήσου καταμαθὼν ἀρετὴν καὶ χάριν ἔφη πρὸς τοὺς ἐπηκόους· Ἰδοὺ γῆ ῥέουσα γάλα καὶ μέλι. Καὶ ταῦτα ὁ βάρβαρος εἶπε περὶ τῆς Κρήτης. Ὁ δὲ ποιητὴς ταύτην ἐγκω μιάζων φησί· Κρήτη τιμηέσσα, τιθήνη Διός, ἦς τὸ μέγεθος περιούσιον, πολλή τε, λιπαρά τε καὶ εὔβοτος. Καὶ οὕτω τὸν στόλον ἐμπλήσας παντὸς ἀγαθοῦ, πρὸς τὴν Ἱσπανίαν ἐπανέστρεψεν. Ὡς δὲ ὁ χειμὼν παρῆλθε καὶ τὸ ἔαρ ἐπέλαμπε, τεσσαράκοντα νῆας πληρώσας ἀνδρῶν μαχίμων καὶ ἄνεμον ἐπιτήδειον τηρήσας πρὸς Κρήτην τὸν πλοῦν ἐποίησε, τὰς ἄλλας τῶν νήσων παρατρέχων. Φθάσας δὲ ἐν τῇ νήσῳ ἐν ἀκρωτηρίῳ τῷ λεγο μένῳ Χάρακι προσορμίζεται καὶ οὐδὲν εὗρεν, οὔτε κατὰ τὴν ἀπόβασιν, οὔτε κατὰ τὴν ἀγωγὴν ἐφάνη, πολέμιον. Ἐλθὼν δὲ ποῤῥωτέρω σταδίων ὡς ἑκατὸν καὶ πῦρ ἐμβα λών, τὰς νῆας πάσας κατέφλεξεν, οὐδὲ μιᾶς φεισάμενος· ὁ δὲ στρατὸς ταραχθεὶς ἐπὶ τὸ πραχθὲν καὶ καταπληγέντες τὴν αἰτίαν ἐπηρώτουν, ἐλθόντες καὶ εἰς λόγους νεω τερικούς. Αὐτὸς δὲ μανεὶς ἀκούων εἶπεν· Ὑμεῖς τούτων αἴτιοί ἐστε, ἀποικίαν ζητοῦν τές μοι καὶ γῆν ἀγαθήν· ἐμοὶ δὲ ταύτης ἑτέρα οὐ νενόμισται κρείττων. Καὶ ἐνταῦθα ἦλθον, ἵνα τὰς ὑμετέρας καὶ ὀρέξεις πράξω. Τὰ νῦν μὴ εἰδότες, ἃ ἐγὼ ποιῶ, φλυαρεῖτε. Οἱ δὲ ἀκού σαντες ἐσίγησαν. Ὡς δὲ γυναικῶν καὶ φιλτάτων ἐμέμνηντό τινες, εἶπεν αὐτοῖς· Ὧδε ὡραῖαι γυναῖκές εἰσι καὶ παῖδας ποιήσατε. Εἶτα τάφρον ὤρυξαν βαθεῖαν καὶ χάρακα περιέμ πηξαν· ὅθεν καὶ ὁ τόπος τὴν ἐπωνυμίαν λαβὼν σώζει τὴν προσηγορίαν· Χάνδαξ ὀνομάζεται κακεῖσε διενυκτέρευον. Μαθὼν δὲ ὁ βασιλεὺς Μιχαὴλ μετ' ὀλίγον τὰ ἐν τῇ Κρήτῃ πραττόμενα ὑπὸ τῶν Σαρακηνῶν παρὰ Φωτεινοῦ πρωτοσπαθαρίου καὶ στρατη γοῦ τῆς Κρήτης, καὶ δύναμιν ἠξίου αὐτῷ στεῖλαι, ἵνα τοὺς ἐχθροὺς ἀποσοβήσῃ, καὶ Δαμιανόν τινα κόμητα τοῦ βασιλικοῦ ἱπποστασίου μετὰ πολλῆς δυνάμεως καὶ πα ρασκευῆς ἀπέστειλεν ὁ βασιλεὺς εἰς τὴν Κρήτην πρὸς βοήθειαν τοῦ στρατηγοῦ Φωτει νοῦ· καὶ ἑνωθέντες μετὰ τῶν Ἀγαρηνῶν οὐδὲν χρήσιμον αὐτοῖς τέλος ἐγεγόνει. Προ σβολῆς δὲ γενομένης, ὁ Δαμιανὸς καιρίᾳ πληγεὶς καὶ τοῖς λοιποῖς τροπῆς γέγονεν αἴτιος καὶ ὁ Φωτεινὸς μόλις ἐν δρυμῶνι διασώζεται καὶ τῷ βασιλεῖ ἄγγελος γίνεται. Ἐγεγό νει δὲ αὐτὸς ὁ πόλεμος καὶ ἡ προσβολὴ μακρόθεν, ἔνθα ἡ πόλις τοῦ Χάνδακος ᾠκο 240 δόμηται, ὡσεὶ σταδίους εἴκοσι, πρὸς τὰ μέρη τοῦ τόπου τοῦ λεγομένου Ἁλμυροῦ ἐν ἔτει ʹ τμ- ῳ. Καὶ πάλιν τοῖς Ἀγαρηνοῖς οὐ διέλιπον φροντίδες, οὐ λογισμοὶ καὶ δει λία καὶ ταραχὴ καὶ μέριμνα. Καὶ αὐτῶν οὔτως ἐχόντων μοναχός τις ἐκ τῶν ὀρέων τῆς νήσου ἐπικαταβάς ἁμαρτάνειν ἔφησεν οἳ ἀσφαλῶς ὑπολαμβάνουσι κατοικήσειν οἰκο δομήσαντες ἐν τῷδε τῷ τόπῳ. Καὶ ἐν τῷ λέγειν ἅμα τόπον δεξιὸν καὶ εὐφυῆ πρὸς πᾶσαν εὐετηρίαν ὑπέδειξε καὶ ἐν τούτῳ φρούριον ἱδρύσαντες καὶ καλῶς ἀκροπολί σαντες, καὶ Χάνδακα ὠνόμασαν· καὶ ἐκ τούτου ὁρμώμενοι τὴν ὅλην νῆσον κατέτρε χον καὶ τὰς λοιπὰς πάσας πόλεις τῆς νήσου ἐδούλωσαν, πλὴν τῆς Γορτύνης καὶ Κυ δωνίας. Καὶ οὕτως μὲν ἡ Κρήτη, ἡ μία τῶν περιφήμων ἑπτὰ μεγάλων νήσων ἑάλω ὑπὸ τῶν Ἱσπανῶν Σαρακηνῶν. Καὶ αὖθις μετὰ ἔτος ἓν ὁ βασιλεὺς Μιχαὴλ ἕτερον στόλον ἐκπέμπει κατ' αὐτῶν. Οὐδὲν ἄξιον ἔργον ἐποίησαν καὶ οἱ Σαρακηνοὶ τοῦ λοιποῦ ἀμε ρίμνως διῆγον καὶ πάσης τῆς νήσου κληρονόμοι καὶ κύριοι γεγόνασι· καὶ πολλοὶ Χρι στιανοὶ ὑπὲρ τῆς ὑγιοῦς ἡμῶν πίστεως τῷ καιρῷ ἐκείνῳ ἐμαρτύρησαν. Ἔστι δὲ ἡ νῆσος αὕτη ὀρεινὴ καὶ δασεῖα, ἔχει δὲ αὐλῶνας εὐκάρπους· τὰ δὲ ὄρη αὐτῆς οὐκ ἐλάττονα τοῦ Ταϋγέτου ἐν τῷ ὕψει. Ἔχει δὲ πόλεις παλαιὰς πλείο νας [ἣ] τῶν ἐννενήκοντα, μεγίστας δὲ καὶ ἐπιφανεστάτας τρεῖς· Κνωσσόν, Γόρτυναν καὶ Κυδωνίαν· ὧν ὁ Μῖνος, ὁ βασιλεὺς Κρήτης, θαλαττοκρατῶν ποτε, τὴν νῆσον τρι χῆ διελών, ἐν ἑκάστῳ μέρει κτίσας πόλιν, τὴν Κνωσσὸν ἐν τῷ καταντικρὺ τῆς Πελο ποννήσου, καὶ αὐτὴ δέ ἐστι προσβόρειος. Οὗτος ὁ βασιλεὺς ὁ Μῖνος, ὡς ἱστορεῖται, πρῶτος τὴν Κρήτην ἐξημερώσας καὶ νομοθέτης ἐγένετο σπουδαῖος. Διὸ λέγει καὶ ὁ ποιητὴς περὶ αὐτοῦ· Διὰ τὴν ἄκραν δικαιοσύνην Μῖνος καὶ Ῥαδάμανθυς, Κρῆται ὄν τες, ὑπὸ τοῦ Διὸς κριταὶ κατεστάθησαν ἐν ταῖς τῶν μακάρων νήσοις. Καὶ ταῦτα πε ρὶ τοῦ Μίνου. Ἡ δὲ Γόρτυνα κεῖται ἐν πεδίῳ πρὸς τὸν Λιβύης πέλαγος, ἀπέχει δὲ τῆς θαλάττης σταδίους ἑξήκοντα. Παλαιόθεν μὲν τετειχισμένη, ὕστερον ὑπὸ τοῦ και ροῦ τὰ τείχη φθαρέντα, ἡ πολιτεία αὐτὴν ἤθελον πάλιν τειχίσαι καὶ ἀρχὴν λαβοῦσα κτίσαντες τεῖχος στάδια ὀγδοήκοντα καὶ στάσεως γενομένης ἀναμέσον τὸ ἔργον ἀτε λὲς διέμεινεν. Ἡ δὲ Κυδωνία μεγίστη τις προσθήκην ἦν· κεῖται δὲ αὕτη ἡ πόλις πρὸς τοῖς ἑσπερίοις τῆς νήσου πέρασι, τὰ δὲ ὄρη τὰ ἐγγὺς αὐτῆς τὰ ὑψηλὰ Τίτυρος κα λοῦνται· ἵδρυται δὲ ἐπὶ θαλάσσης βλέπουσα πρὸς τὴν Λακωνικὴν πεδίαδα, ἀγαθὴ καὶ λίαν πανεύμορφος καὶ πολλὴ κύκλωθεν ἔχουσα. Λοιπὸν εἰς τρία ἡ νῆσος, ὡς προεί πομεν, μεμέρισται καὶ τὸ μὲν πρὸς ἑώαν μέρος ἐν τοῖς μέρεσι τῆς Γόρτυνος Δωριεῖς ἐκάλουν, τὸ δὲ νότιον Ἐτεόκρητας, ὧν εἶναι καὶ τὸ πολίχνιον Πράσου, τὸ δὲ δυτι κὸν μέρος Κύδωνας. Καὶ ἀναμέσον αὐτῶν πολλάκις μάχαι καὶ πόλεμοι ἐγένοντο. Λέ 242 γουσι δὲ καὶ τοῦτο περὶ τῆς Κρήτης, ὅτι διὰ τὸ τῆς νήσου τραχὺ οὐκ ἐδύναντο μετὰ ἁμα ξῶν προσβολὰς ποιεῖν καὶ ἀκοντίζεσθαι· καὶ πρῶτοι διὰ τοῦτο ἔφιπποι οἱ Κρῆτες ἔ δειξαν μάχεσθαι. Κύριοι δὲ γεγονότες τῆς τοιαύτης μεγάλης νήσου τρόπον, ὃν ἔφημεν, οἱ Ἀγα ρηνοὶ καὶ νῆας μακρὰς ποιήσαντες καὶ θαλασσοκρατοῦντες, νεωστὶ τῷ Μίνῳ μιμού μενοι λῃστεύοντες ἦσαν καὶ τὰς Κυκλάδας νήσους ἐλήϊζον· καὶ πολλὴν φθορὰν εἰς τοὺς Χριστιανοὺς καθ' ἡμέραν ἐποίουν. Χρόνων δὲ παραδραμόντων τεσσαράκοντα καὶ ἑπτά, ἐπὶ τῆς βασιλείας Βασιλείου τοῦ Μακεδόνος, Σαὴλ Ἀπόχαψ ὁ ἀρχηγὸς Κρή της, υἱὸν τοῦ ἀμερμουνῆ Ἀπόχαψ τοῦ τὴν Κρήτην κερδήσαντος, αὖθις αὐτὸς λῃστρι κὰς νῆας μακρὰς οἰκονομήσας, ἃς ἤδη γαλέας κατονομάζειν εἰώθασιν, ἤτοι τριήρεις τὸν ἀριθμὸν ὡσεὶ τριάκοντα, κωπαρίων εἴκοσι καὶ δύο ἑκάστη αὐτῶν, καὶ ἑτέρας νῆας, λῃστρικάς, ἐξορμήσας ἐκ τῆς Κρήτης τὰς ἐν τῷ Αἰγαίῳ πελάγει νήσους ἐληΐσατο· εἶτα καὶ αὐτὴν τοῦ Πέλοπος νῆσον κατέλαβε καὶ τὰς κάτωθεν αὐτῆς νήσους ἐλύπουν, Ζάκυνθόν τε καὶ Κεφαλληνίαν. Ἐμηνύθη δὲ τοῦτο τῷ βασιλεῖ διὰ ταχυδρομίας· καὶ ἐξαρτίσας στόλον ἱκανὸν στέλλει κατ' αὐτῶν, καταστήσας δρουγγάριον τῆς αὐτῆς ναυτικῆς δυνάμεως τὸν πατρίκιον Νικήταν, ἄνδρα δεινὸν καὶ δραστηρὸν καὶ ἔμπειρον παντὸς πολέμου, ὑδραίου τε καὶ χερσαίου, ὃς μηχανὰς οἶδεν ὡς οὐχ ἕτερος. Πνεύσαν τος δὲ ἀνέμου βορείου ἡδίστου δι' ὀλίγων ἡμερῶν καταλαμβάνει τὴν Πελοπόννησον. καὶ φθάσας ἐν τῷ λιμένι τῶν Κεγχρεῶν, ὡς εἴρηται, μαθὼν δέ, ὅτι αἱ τῶν ἐχθρῶν τριήρεις τὰ δυτικώτερα μέρη τῆς Πελοποννήσου ληΐζουσι, Μεθώνης καὶ Πύλου καὶ Γλαρέντζας καὶ Πάτρας καὶ τὰ ἕτερα ἐκεῖθεν χωρία, βουλὴν βουλεύεται ἐν τῇ δια νοίᾳ συνετὴν καὶ σοφήν. Καὶ ἦν ἡ βουλὴ καὶ λόγος καὶ ἔργον εὐθύς. Ἰλιγγιάσας γὰρ περιοδεῦσαι τὴν Πελοπόννησον διὰ Μυρμιδόνων καὶ Ἐπιδαύρου καὶ Μαλέου καὶ Νετάρου δυσκόλου πλοῦ καὶ χιλίων μιλίων μῆκος τὴν ἅλω ἀναμετρήσασθαι καὶ προ σήκοντος ὑστερῆσαι καιροῦ, ὡς εἶχεν εὐθὺς τῇ αὐτῇ νυκτὶ διὰ τοῦ Κορινθιακοῦ Ἰσθμὸς πολυχείρια κτησάμενος πρὸς τὴν ἐκεῖθεν δυτικὴν θάλασσαν πλησίον τοῦ ὀρύγματος ὅπου τὸ τοῦ Ἰσθμοῦ τεῖχος ἐγεγόνει, κατὰ τὸ ξηρὸν διαβιβάζει τὰς νῆας. Ἐμβιβάσας δὲ λαὸν καὶ ἄνδρας μαχίμους συντόμως ἐν αὐταῖς ὑπὲρ τὸ ἀρκετόν, ὅσον ἦν δυνατόν, τοῦ ἔργου εἴχετο. Καὶ μηδὲν ἐλπίζοντες οἱ πολέμιοι Κρῆτες, ἐπὶ Μαλέου γὰρ εἶχον ἡμεροσκόπους καὶ νυκτοσκόπους ταχεῖς νῆας φυλάττειν, ἐάν τις στόλος ῥωμαι κὸς ἔλθῃ κατ' αὐτῶν, καὶ οὕτως αἰφνιδίως ἐπιτίθεται αὐτοὺς καὶ συγχύσας καὶ συν ταράξας αὐτούς, εἰς φυγὴν ἐτράπησαν. Τὰς μὲν οὖν πυρπολήσας τῷ ὑγρῷ πυρί, τὰς δὲ καταποντίσας, τὰς δὲ ζωγρήσας τῶν πολεμίων νηῶν, τοὺς δὲ βαρβάρους τοὺς μὲν ἀνελὼν τῷ ξίφει, τοὺς δὲ ὑποβρυχίους ποιησάμενος καὶ τὸν ναυάρχην καὶ αὐθέντην ἀνελών, τοὺς λοιποὺς διασκεδασθῆναι κατὰ τὴν νῆσον ἠνάγκασεν, αὐτὸς μὲν πάντας ζωγρήσας καὶ σαγηνεύσας διαφόροις τιμωρίαις ἐνέβαλε. Καὶ οὕτως οἱ Κρῆτες Ἀγα 244 ρηνοὶ ἰδόντες λίαν ἐφοβήθησαν, τὰς τῶν Ῥωμαίων στρατηγίας καὶ μηχανὰς θαυμάζον τες. Καὶ τὴν τοιαύτην ἀπώλειαν ἐξαίφνης παθόντες, φοβηθέντες καὶ δειλιάσαντες ἠρέ μησαν τοῦ λοιποῦ καιρόν τινα καὶ φόρους τῷ βασιλεῖ Βασιλείῳ ἔστησαν δοῦναι. Και ροῦ παρελθόντος ἐτῶν ὡσεὶ δέκα τὰ συνήθη αὑτῶν οἱ βάρβαροι πάλιν οὐκ ἔπαυον πράττειν καὶ ληΐζειν τὰς νήσους καὶ τοὺς φόρους τοῖς βασιλεῦσι κατὰ τὰς ὑποσχέσεις ἠθέτησαν καὶ οὐκ ἔπεμπον. Ἐτῶν δὲ παρελθόντων ἐβδομήκοντα, ἐπὶ τῆς βασιλείας Ῥωμανοῦ τοῦ παιδίου, τρισεγγόνου τοῦ βασιλέως Βασιλείου τοῦ Μακεδόνος, ὁ βασιλεὺς Ῥωμανὸς στόλον ἱκανὸν καὶ ἀξιόλογον οἰκονομήσας καὶ προπαρασκευάσας στέλλει κατὰ τῶν ἐν τῇ Κρή τῃ Σαρακηνῶν, καταστήσας ἔξαρχον καὶ δεσπότην τῆς αὐτῆς δυνάμεως ὑδραίας τε καὶ χερσαίου τὸν μάγιστρον Νικηφόρον τὸν Φωκᾶν τὸν ὕστερον καὶ βασιλεύσαντα. Καὶ ἐλθὼν ἐν τῇ Κρήτῃ καὶ συμβαλὼν πολλάκις τοῖς Ἀγαρηνοῖς καὶ προσβολλῆς γενο μένης, πάντοτε ὑπερεῖχεν ὁ στρατὸς τοῦ Φωκᾶ· καὶ οὐ δυνάμενοι ἀντιστῆναι οἱ Κρῆτες φόβῳ ληφθέντες ἔφυγον· καὶ τῶν φρουρίων ἐντὸς εἰσελθόντες ἐκλείσθησαν. Ὁ δὲ Φω κᾶς πᾶσαν μηχανὴν πολιορκίας πρὸς τειχομαχίαν ἐπιτήδειον τοῖς ἄστεσιν ἐπαγαγὼν καὶ φοβερὸς φανεὶς τοῖς ἐναντίοις, ὑφ' ἑαυτὸν πᾶν φρούριον τῆς νήσου ἐποιήσατο καὶ τὴν μητρόπολιν αὐτῶν Χάνδακα ἐξεπόρθησε καὶ ἕτερα πολίχνιά τινα, ἃ μὴ ὑπέκυπ τον τῷ αὑτοῦ θελήματι. Καὶ τὸν ἀρχηγὸν Κρήτης Κουρούπη καλούμενον ἐχειρώσατο καὶ τὸν μετ' αὐτὸν ἄλλον πρωτεύοντα Ἀνεμᾶν. Καὶ ταῦτα πάντα κατορθώσας ὁ Φω κᾶς διὰ μῆνας ἑπτὰ καὶ τὴν νῆσον πᾶσαν Ῥωμαίοις ποιήσας ὡς καὶ πρότερον, κρατου μένην ὑπὸ τῶν Ἀγαρηνῶν οὖσαν ἔτη ρκδʹ, ἀπεκατεστάθη δὲ πάλιν ὑπὸ τὴν ἐξουσίαν τῆς ἀρχῆς τῶν Ῥωμαίων διὰ τὰ ἀνδραγαθήματα τοῦ Φωκᾶ ἐν ἔτει ʹ τξη- ῳ ἰνδικτιῶνος*** Ὁ δὲ Φωκᾶς στρατηγοὺς καὶ κυβερνήτας ἐν τῇ νήσῳ καταλιπών, προστάξει βασι λικῇ ἐν τῇ Κωνσταντινουπόλει ἐπανέστρεψε, τῆς νίκης τοὺς θριάμβους αὐτῷ ποιήσαν τες, σταθεῖσα δὲ ἡ νῆσος αὐτῆ ὑπὸ τὴν ἐξουσίαν τῶν Ῥωμαίων ἕως καὶ μέχρι τῆς βασιλείας Ἀλεξίου τοῦ Ἀγγέλου, τοῦ τυφλώσαντος τὸν ἀδελφὸν καὶ τὴν βασιλείαν λα- βόντος, ὡς ἐν τῇ ἀρχῇ τῆς ἡμετέρας ἱστορίας ἐῤῥέθη. Ἔπειτα μὲν τῶν Ἰταλῶν εἰς πολυμερίαν τὴν μοναρχίαν Ῥωμαίων κληρωσαμένων καὶ τοῦ μὲν κόμητος Φλανδρίας Βαλδουΐνου βασιλέως ἀναγορευθέντος Κωνσταντινουπόλεως, τοῦ δὲ Ἐνρί- κου Δανδούλου δουκὸς Βενετίας, ὡς καὶ αὐτὸς αὐτοτρόπως παρῆν, μερίδα οὐ μικρὰν ἔχειν τε ἐξ ὅλου πρὸς τὸ ὅλον, ὅσας χώρας καὶ τόπους τὸ τῶν Ἰταλῶν ἐκτήσατο γέ νος, τὸ τέταρτον καὶ τοῦ τετάρτου ἥμισυ, καὶ δεσπότης παρὰ τοῦ βασιλέως τετίμηται, ὁ δὲ Δάβαλος πρίγκηψ Πελοποννήσου ἐγένετο. Ὁ δὲ Ῥωμανὸς Δελατζιόλης, ὁ ἐκ Φλω- ρεντίας ὁρμώμενος, χρήματα δανείσας τῷ συνδέσμῳ πολλὰ καὶ ἀναλώσας καὶ αὐτο 246 προσώπως παρὼν ἦν, τὴν τῆς Ἀθήνας καὶ Θήβας μερίδα ἐνέτυχε. Καὶ οἱ Λιγουρῖται, ἤτοι Γενουβῖται, ὁμοίως τὴν τῆς Εὐβοίας νῆσον καὶ ἑτέρων τόπων μοῖραν ἐνέτυχον. Ὕστερον δὲ καὶ αὐτοὶ τοῖς Ἑνετίοις τὴν Εὔβοιαν ἔδωσαν. Ἐπειδὴ καὶ ὁ Βονιφάτιοςμαρκίων Μοντεφεῤῥάτου ἀξιολόγῳ μοίρᾳ τὴν συμμαχίαν ἦν ἐνεγκάμενος καὶ κυβερνή της παντὸς τοῦ χερσαίου στρατοῦ ἐγνωρίζετο, ῥὴξ Θεσσαλονίκης παρὰ τοῦ βασιλέως Βαλδουΐνου τετίμηται. Καὶ ἡ νῆσος αὐτὴ τῆς Κρήτης μετὰ τῶν ἄλλων ἐν τῇ ἰδίᾳ μοίρᾳ ἐνέτυχε· μετὰ δέ τινα καιρὸν ἐπεπωλήκει αὐτὴν τῇ τῶν Ἑνετῶν γερουσίᾳ· καὶ οὕτως ἄχρι τῆς σήμερον ὑπὸ τὰς χεῖρας αὐτῶν ἐστι. Καὶ ταύτην τὴν ἱστορίαν τῷ λόγῳ ἡνώσαμεν τῷ ἡμετέρῳ βιβλίῳ εὑρίσκεσθαι καὶ ἐπὶ τὴν τοῦ Ἰσθμοῦ οἰκοδομὴν ἐπα νέλθωμεν. XXVI. Τῷ ʹ κγ- ῳ ἔτει, Μαρτίου ιγ- ῃ, ὁ βασιλεὺς ἀπέσωσεν ἐν τῷ λιμένι τῶν Κεχρεῶν ὀνομαζομένῳ καὶ τῇ η- ῃ Ἀπριλίου ἤρξατο ἀνα καθαίρειν καὶ ἀνοικοδομεῖν αὐτὸν δὴ τὸν Ἰσθμόν, οὗπέρ ἐστι τὸ μῆκος ἢ μᾶλ λον εἰπεῖν τὸ εὗρος ἐκ μιᾶς θαλάττης εἰς τὴν ἑτέραν ὀργυίαις τρισχίλιες καὶ ὀκτακόσιες· Τὸ δὲ μάκρος ἐκ τῆς χέρσου τῆς Ἑλλάδος, ἤτοι τῆς Ἀττικῆς γῆς, μετὰ τὸ καταβῆναι τὴν τραχεῖαν ὁδὸν τὴν λεγομένην Πλάγιον Κακόν, ἕως τῆς πεδιάδος κάτωθεν φθάσαι, ἐν ᾧ τόπῳ ἦν κτισθέντα τὰ τείχη ταῦτα τοῦ Ἰσθμοῦ, στάδια τριάκοντα καὶ***, ἀπὸ δὲ τῶν τειχῶν τοῦ Ἰσθμοῦ ἕως τῆς Κορίνθου τοῦ ὑπὲρ νεφέλας φρουρίου βουνῶν καὶ λόφων καὶ τοῦ Ἰσθμοῦ τέλος ὑπάρχουσι***. Ἔοικε δὲ ἡ Πελοπόννησος πλατάνου φύλλῳ εἰς πάντα· τοῦ δὲ φύλλου τὸ καῦλος ὁ Ἰσθμός ἐστιν. Ἀνέστησε δὲ πύργους ἐν αὐτῷ ἑκατὸν πεντήκοντα καὶ τρεῖς. Καὶ ἔν τινι μαρμάρῳ εὗρον γράμματα γεγραμμένα, λέγοντα οὕτως· Φῶς ἐκ φω τός, Θεὸς ἀληθινὸς ἐκ Θεοῦ ἀληθινοῦ φυλάξῃ τὸν αὐτοκράτορα Ἰουστι νιανὸν καὶ τὸν πιστὸν δοῦλον αὐτοῦ Βικτωρῖνον καὶ πάντας τοὺς ἐν τῇ Ἑλλάδι οἰκοῦντας τοὺς ἐκ θεοῦ ζῶντας. Τῷ δὲ ʹ κδ- ῳ ἔτει, μηνὶ Μαρτίῳ ἐπανέστρεψεν εἰς τὴν Κωνσταν τινούπολιν ὁ βασιλεὺς καὶ ἡ μετ' αὐτοῦ οὖσα πᾶσα σύγκλη τοσ· ἐν ᾧ μηνὶ μετὰ τὴν ἄφιξιν αὐτοῦ δὴ τοῦ βασιλέως ἀπέθανε καὶ ὁ πατιάρχης κὺρ Εὐθύμιος· καὶ τῇ κα- ῃ τοῦ Μαΐου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐγεγόνει πατριάρχης κὺρ Ἰωσὴφ ὁ Ἐφέσου μητροπολίτης. Καὶ τῷ ʹ κε- ῳ ἔτει ἀπῆλθεν εἰς τὴν Πελοπόννησον ὁ βασιλεὺς κὺρ Ἰωάννης ἐν καιρῷ φθινοπώρου· ἐν ᾧ δὴ καιρῷ τὴν Θεσσαλονίκην διερχόμενος, τὸν πλαστὸν υἱὸν τοῦ Μπαγιαζήτου, ἐκεῖνον τὸν Μουσταφᾶν, 248 διωκόμενον ὄντα παρὰ τοῦ ἀμηρᾶ, τοῦ τάχα ἀδελφοῦ αὐτοῦ, ἀπῆρε, καὶ ἀποστείλας εἰς Λῆμνον, εἶτα εἰς Λακεδαιμονίαν. Ἐν δὲ τῷ χειμῶνι τοῦ αὐτοῦ ἔτους λοιμικῆς νόσου γενομέ νης ἐν τῷ Εὐξείνῳ Πόντῳ ἤτοι ἐν τῇ20 Μαύρῃ Θαλάττῃ καὶ πα νοικὶ ὄντες ἔν τινι ἄστει τῶν ἐκεῖσε κεφαλατεύοντες ὁ γαμβρός μου Γρη γόριος Παλαιολόγος Μαμωνᾶς, ἀνὴρ ἄριστος, υἱὸς μεγάλου δουκὸς Μα μωνᾶ τοῦ κυριεύοντός ποτε τῆς Μονεμβασίας καὶ τῶν περὶ αὐτήν, καὶ σὺν αὐτῷ ἡ ἁδελφή μου ἡ γυνὴ αὐτοῦ οὖσα· καὶ ἓν παιδίον αὐτῶν θῆλυ, ὃ εἶχον, ἀπέθανε. Καὶ μετὰ τὰς ἑπτὰ ἡμέρας τῆς θανῆς τῆς παιδίου ἀπέ θανεν ὁ πατήρ, καὶ πάλιν μετὰ ἑπτὰ ἡμέρας τῆς τούτου τελευτῆς ἐτελεύ τησε καὶ ἡ μήτηρ, ἔτι δὲ καὶ ἓξ τῶν ὑποχειρίων αὐτῶν ἀνδρῶν τε καὶ γυναικῶν. Καὶ δύο ἐξ αὐτῶν μόνοι ἐναπελείφθησαν καὶ ἐλθόντες εἰς Κων σταντινούπολιν εἶπον ἐν μιᾷ φωνῇ ταῦτα τοῖς ἀθλίοις μου γονεῦσι καὶ ἐκ τῆς τοσαύτης θλίψεως καὶ ἀπαραμυθήτου λύπης ἐν ἀσθενίᾳ πεσόντες, καὶ σχεδὸν εἰς κίνδυνον θανάτου ἦλθον. Δι' αὐτὴν τὴν αἰτίαν οὐκ ἦλ θεν ὁ γεννήσας μὲ κἀγὼ εἰς τὴν Πελοπόννησον σὺν τῷ αὐθεντοπούλῳ κὺρ Θωμᾶ, εἰς τὴν αὐτοῦ τάξιν ἦν εἰς ὑπηρεσίαν ἐπὶ τραπέζης καὶ κελ λιώτης αὐτοῦ, ὡς ὡρίσθημεν παρὰ τοῦ βασιλέως καὶ πατρὸς αὐτοῦ καὶ ἡτοιμαζόμεθα, καὶ ἀφ' οὗ ὁ μὲν πρῶτος μου ἀδελφὸς ἦν εἰς τὴν Πελο πόννησον μετὰ τοῦ βασιλέως· ὁ δὲ μετ' ἐμὲ ἕτερος, ὡς ἐπῆλθεν ὁ θάνα τος τῶν ἀδελφῶν αὐτοῦ, ἀφεὶς πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς ἀπῆλθεν εἰς τὴν μονὴν τὴν λεγομένην τοῦ Χαρσιανίτου, οὗ ἦν καὶ ὁ κατὰ ἀλή θειαν ὄντως διδάσκαλος ὁ κὺρ Ἰωσὴφ, κἀκεῖσε ἔγινε μοναχός. Ἐν ἐκείνῳ τῷ ἔαρι καὶ θέρει λοιμοῦ γεγονότος ἐν τῇ Κωνσταντι νουπόλει ἀπέθανε καὶ ἡ δέσποινα κυρὰ Ἄννα ἡ ἀπὸ τῆς Ῥωσσίας λοιμώδει νόσῳ καὶ ἐτάφη ἐν τῇ τοῦ Λιβὸς μονῇ. XXVII. Ἐν δὲ τῇ ἀρχῇ τοῦ ʹ κ- ου ἔτους ἐστάλη εἰς Πελοπόν νησον ὁ αὐθεντόπουλος κὺρ Θωμᾶς παρὰ τοῦ βασιλέως καὶ πατρὸς αὐτοῦ· ἐν ὧ δὴ χρόνῳ ἐπανέστρεψεν εἰς Κωνσταντινούπολιν καὶ ὁ βασιλεὺς καὶ πατὴρ αὐτοῦ κἀμὲ εἰς τὸ κελλίον αὐτοῦ προσηγάγετο Μαρτίου ιζ- ῃ, ὑ πάρχοντός μου ἐτῶν ι ʹ ʹʹ, ἐκείνου δὲ τοῦ ἀειμνήστου καὶ μακαρίτου ἐτῶν ἑξήκοντα ὀκτὼ ἥμισυ. Καὶ τῷ ʹ κζ- ῳ ἔτει μηνὶ Νοεμβρίῳ ἦλθεν εἰς τὴν Κωνσταντι νούπολιν καὶ ἡ δέσποινα κυρὰ Σοφία ἡ τοῦ Μοντεφεῤῥάτου μαρκίωνος 250 θυγάτηρ καὶ τῇ ιθ- ῃ τοῦ Ἰαννουαρίου ηὐλογήθη αὐτὴν καὶ ἐστέφθη ὁ βασιλεὺς κὺρ Ἰωάννης ἐν τῇ ἁγίᾳ Σοφίᾳ καὶ μεγάλη ἑορτὴ ἐγένετο ἐν τῇδε τῇ στέψει καὶ ὄντως ἑορτῶν ἑορτὴν καὶ πανήγυριν πανηγύρεων ἐ ποίησαν. XXVIII. Καὶ τῷ κη- ῳ ἔτει ἦλθεν ὁ ἀμηρᾶς ὁ καὶ Κυρίτζης καὶ Μεε μέτης, ἴνα διὰ τῆς Κωνσταντινουπόλεως διέλθῃ εἰς τὴν Ἀνατολήν. Καὶ ἐπρομαθητεύθη παρὰ τῶν κατασκόπων, ὅτι ὑπήγαινεν, ἴνα τὰ τῆς Ἀνατολῆς διορθώσῃ, καὶ ἐν τῷ ἐπανελθεῖν αὐτὸν κατὰ νοῦν ἐλογίζετο ἐλθεῖν κατὰ τῆς Πόλεως, ὡς ἐμελέτα. Πάντες οὖν οἱ τῆς βουλῆς τοῦ βα σιλέως, οἱ ἐμπιστευθέντες τὸ μυστήριον ἄρχοντες καὶ ἐκ τῶν ἱερωμένων παροτρύνοντες ἐβούλευον τῷ βασιλεῖ, ἴνα πιάσῃ αὐτόν. Ἐκεῖνος δὲ οὐκέτι κατεπείσθη λέγων· Οὐκ ἀθετῶ τοὺς ὅρκους, οὓς πρὸς ἐκεῖνον ἐποιησά μην, εἰ καὶ ἐβεβαιούμην, ὅτι, ἐὰν ἔλθῃ καθ' ἡμῶν, μέλλει νικῆσαι καὶ αἰχμα λωτεῦσαι ἡμᾶς. Εἰ πάλιν ἐκεῖνος ἀθετήσῃ τοὺς ὅρκους αὐτοῦ, πρὸς Θεὸν τὸν περισσοτέρως ἐκείνου δυνάμενον τὰ πάντα ἀνατίθημι. Δι' ἣν δὲ τὴν αἰτίαν οὐδέ τινα τῶν υἱῶν αὐτοῦ ἔστειλεν εἰς συνάντησιν τῷ ἀσεβεῖ, εἰ μὴ τοὺς ἀρίστους ἄνδρας, Δημήτριον τὸν Λεοντάριν, Ἰσαάκιον τὸν Ἀ- σάνην καὶ Μανουὴλ τὸν πρωτοστράτορα τὸν Καντακουζηνὸν μετὰ πολ λῶν ἀρχόντων καὶ στρατιωτῶν καὶ δωρεῶν βασιλικῶν. Καὶ συναντήσαν τες αὐτῷ περὶ τὰ Κουτούλου, καὶ ἦλθον μετ' ἐκείνου ἕως τοῦ Διπλοῦ Κίονος· Καὶ δι' ὅλης τῆς ὁδοῦ ὡμίλει ὁ ἀμηρᾶς μετὰ τοῦ Λεοντάρι. Ἐκεῖσε εἰς τὸν Διπλοῦν Κίονα εὑρέθη καὶ ὁ βασιλεὺς σὺν τοῖς υἱοῖς αὐ τοῦ ἔν τινι τριήρει, ἔχοντες καὶ ἑτέραν ἡτοιμασμένην βασιλικῶς, ὅπως δι' αὐτῆς διέλθῃ ὁ ἀμηρᾶς. Ἐμβὰς οὖν ὁ ἀμηρᾶς ἐν τῇδε τῇ τριήρει, πρὸς ἀλλήλους ἐν τῇ θαλάσσῃ χαιρετισθέντες ἠσπάσθησαν, ἕκαστος ἐν τῇ ἰδίᾳ τριήρει ὤν. Καὶ ὁμιλοῦντες ἦλθον ἄχρι τῆς Ἀσίας, ἤτοι τῆς Ἀ- νατολῆς πέραν, ὅπου τὰ νῦν Σκούταρις ὀνομάζεται, πρότερον δὲ Χρυσό πολις. Ἐκεῖνος μὲν ἐξελθὼν τῆς τριήρεως εἰσῆλθεν εἰς τὰς σκηνὰς ἤτοι παρεμβολὰς τὰς αὐτῷ προετοιμασθείας· ὁ δὲ βασιλεὺς καὶ οἱ υἱοὶ αὐτοῦ ἔνδον τριήρεων ἤσθιον καὶ ἔπινον καὶ ἀποστολὰς τροφίμων εἶς πρὸς τὸν ἕτερον ἀπέστελλον. Περὶ οὖν τὸν ἑσπερινὸν ὁ ἀμηρᾶς ἔφιππος ἀπῆλθε καὶ οἱ σὺν αὐτῷ διὰ τῆς ὁδοῦ τῆς περὶ τὴν Νικομήδειαν φερούσης, ὁ δὲ βασιλεὺς καὶ οἱ υἱοὶ αὐτοῦ ἀπῆλθον οἴκαδε. XXIX. Τῷ δὲ ἔαρι τοῦ αὐτοῦ ἔτους ἐπαναστρέψαντος τοῦ ἀμηρᾶ εἰς τὴν Δύσιν διὰ τῆς ὁδοῦ τῆς Καλλιουπόλεως, ἀπῆλθεν εἰς τὴν Ἀνδριανού πολιν· ὁ δὲ βασιλεὺς ἑτοιμάσας τὸν Λεοντάριν Δημήτριον, καὶ πρὸς ἐκεῖ νον ἀπέστειλεν, ἴνα περὶ τῶν προμελετωμένων μάθῃ καὶ αὐτῷ προμηνύ σῃ· ὃν καὶ ἐλέγξῃ περὶ τῆς καλῆς ἀγάπης καὶ τιμῆς, ἣν πρὸς ἐκεῖνον ἐπεδείξατο καὶ περὶ τοῦ περάματος καὶ διὰ τοῦ τοιούτου πρέσβεως, καὶ πρόσωπον λέγω καὶ τὰ δῶρα, ἃ προσεκόμισεν αὐτῷ. Ἰδὼν αὐτὸν ὁ ἀμη ρᾶς μετὰ τιμῆς καὶ ἀγάπης πολλῆς ἐδέξατο τὸν τοιοῦτον· καὶ τέλος εἶπεν 252 αὐτῷ ὁ ἀμηρᾶς, ὅτι ἀσθενῶν εἶχε τινὰς ἡμέρας καὶ μετὰ τὸ ὑγιαίνειν αὐτὸν ὁμοῦ συναυλίσονται καὶ συνομιλήσουσιν. Ἐκεῖνος δὲ μετὰ τρεῖς ἡμέρας τὸ ζῆν ἐξεμέτρησε καὶ οἱ τοῦ παλατίου αὐτοῦ βουληφόροι οὐκ ἀπεκάλυψαν τὸ συμβὰν τῷ Λεοντάρει, ἀλλ' ἐν τῇ σκευῇ αὐτοῦ ὢν καὶ τάχα θαυμάζων, πῶς οὐκ ἐπροσκαλεῖτο αὐτὸν ὁ ἀμηρᾶς, ὅπως καὶ τὰς δουλείας αὐτοῦ ἀκούσῃ. Κατ' αὐτὴν γὰρ ὥραν τούτου τὸν θάνατον μαθών, πολλοὺς γραμματοκομιστὰς ὁ Λεοντάρις ἀπέστειλε πρὸς τὸν βασιλέα· καὶ οὐκ ἐδυνήθησαν ἀπελθεῖν διὰ τὸ εἶναι κλεισμένας τὰς λάθρα φε ρούσας ὁδοὺς εἰς τὴν Πόλιν. Καὶ οὕτως ἡμέραι πλεῖσται παρῆλθον, ἀφ' οὗ δὴ τὸ κατὰ τῆς Πόλεως ἀπεκαλύφθη μυστήριον· καὶ θροῦς μέγας ἐγέ νετο καὶ βουλὴ καὶ μελέτη· καὶ πολλοὺς ἐλέγχους ὁ βασιλεὺς ἔλαβε παρὰ τῶν βουλευόντων, ἴνα πάσῃ αὐτὸν, εὑρισκόμενος γὰρ τότε ὁ βασιλεὺς δι' αἰτίαν λοιμοῦ ἐν τῇ μονῇ τῆς Περιβλέπτου. Μόλις οὖν δι' ἄλλης ὁδοῦ τῆς πρὸς τὴν Μεσέμβριαν ἀπαγούσης ποτὲ ἔστειλεν ὁ Λεοντάρις δρομέα· καὶ ἐκεῖθεν διὰ θαλάσσης ἐλθὼν ἐκομίσατο γραφὴν περὶ τοῦ θανάτου τοῦ ἀμηρᾶ· καὶ ἐγένετο ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸ Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. Καὶ ἰδοὺ ἔπεσον εἰς ἑτέραν βουλὴν καὶ μελέτην· πότερον, ἔχειν μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἀμουράτη ἀγάπην καὶ παραχωρήσωσιν εἶναι αὐτὸν αὐθέντην, ὡς καὶ τὰ ὁρκωμοτικὰ αὐτοῦ διε λάμβανον, ἢ ἵνα φέρωσιν τὸν Μουσταφᾶν ἀπὸ Λακεδαιμονίαν καὶ κατα στήσωσιν αὐτὸν αὐθέντην εἰς τὴν Δύσιν καὶ ὁ Ἀμουράτη ἔσηται ἐν τῇ Ἀσίᾳ αὐθέντης. Τοῦ δὲ βασιλεὺς καὶ πατρὸς τὸ πρῶτον βουλευομέ νου καὶ κρίνοντος δικαίως ἐκ πολλῶν αἰτιῶν, ἴνα ὁ Ἀμουράτης αὐθέντης γένηται, τοῦ δὲ υἱοῦ αὐτοῦ καὶ τοῦ Καντακουζηνοῦ Δημητρίου, ἴνα ποιή σωσι τὸν Μουσταφᾶν, λέγοντες ὅτι ἔδιδεν αὐτοῖς καὶ τὴν Καλλιούπολιν· μόλις δέ ποτε οἱονεὶ ὡς κατὰ παραχώρησιν ὁ βασιλεὺς δέδωκεν ἐξούσιαν τῷ υἱῷ αὐτοῦ λέγων· Ἐγὼ γάρ εἰμι, υἱέ μου, γέρων καὶ ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανάτου· τὴν οὖν βασιλείαν καὶ τὰ αὐτῆς δέδωκά σοι καὶ πρᾶ ξον, ὡς βούλει. Ἐν δὲ τῷ Σεπτεμβρίῳ μηνὶ τοῦ ʹ κθ- ου ἔτους μετὰ πλείστων τρι ήρεων ἀπῆλθεν εἰς τὴν Καλλιούπολιν ὁ βασιλεὺς κὺρ Ἰωάννης ἄγων σὺν αὑτῷ καὶ τὸν ἀμηρᾶν κὺρ Μουσταφᾶν ἀπὸ τῆς Πελοποννήσου καὶ αὐθέν την ἐξέβαλεν εἰς τὴν Δύσιν· καὶ ἡ Καλλιούπολις προσεκύνησεν αὐτόν. Καὶ μετά τινας ἡμέρας ζητηθεῖσα παρὰ τοῦ βασιλέως τάχα κατὰ τὰς ὑπο σχέσεις, ἐν ᾧ ἀπεκρίναντο πάντε οἱ Τοῦρκοι, λέγοντες ὅτι ἐγγὺς τῆς πίστεως ἡμῶν ἡ Καλλιούπολίς ἐστι καὶ μεγάλη τις εὐλάβεια, ἐπεὶ ὁ πρῶ τος τόπος, ὃν ἐλάβομεν ἐν τῇ Εὐρώπῃ ἐστὶ τοῦτο τὸ φρούριον, ἔνθα καὶ τὰς τῆς ἡμῶν πίστεως προσκυνήσεις καὶ τὰ λοιπὰ πρῶτον ἐποιήσαμεν 254 εἰς τὰ τῆς Εὐρώπης μέρη, καὶ οὐκ ἔξεστιν ἡμῖν κατὰ τὸν ἡμέτερον κορὰν δοῦναι αὐτήν, ἀλλὰ δώσωμεν ὑμῖν ἑτέρους τόπους καὶ χώρας ἀντ' αὐτῆς. Ἔτι καὶ ὁ Ἀμουράτης ἐκ τῆς Ἀνατολῆς διὰ πρέσβεων πολλὰ ἔτασσε τοῖςῬωμαίοις, δεόμενος, ἴνα μὴ γενέσθαι τὸν Μουσταφᾶν αὐθέντην βοηθή σωσιν· οἱ δὲ ἡμέτεροι τὰ ἐναντία φρονοῦντες οὐδὲν ἀπεκρίναντο. Περὶ δὲ τὰς ἀρχὰς τοῦ χειμῶνος τοῦ αὐτοῦ ἔτους, διερχομένου τοῦ μπεγλὲρ μπέη Μπαγιαζήτου διὰ τοῦ ἐπάνου Στενοῦ εἰς τὴν Δύσιν, ἀνὴρ χρήσι μος καὶ πρακτικὸς ἐν πολέμοις καὶ βιζίρης ὢν τοῦ πατρὸς τοῦ Ἀμου ράτη, ὃς τὴν Ἄγκυραν ἐκέκτητο εἰς κεφαλάτικον, βουλόμενος, εἰ δυ νατὸν ἦν, κρατῆσαι εἰς τὴν τοῦ Ἀμουράτη ἐξουσίαν τὴν Δύσιν δηλονότι, καὶ τοῦ Μουσταφᾶ πάλιν ἐξελθόντος ἐκ τῆς Καλλιουπόλεως, διήρχετο κατ' αὐτοῦ εἰς τὰ περὶ τὴν Ἀδριανούπολιν· καὶ συναντηθέντες πόλεμος γέγονεν. Ὁ Μπαγιαζήτης ὑπὸ τοῦ Μουσταφᾶ νικηθεὶς καὶ πιασθεὶς ἀπε κτάνθη καὶ τὴν εἰς τὴν Δύσιν πᾶσαν ἀρχὴν τῶν ἀσεβῶν ἐκυρίευσε. Καὶ πάλιν ἐπιστρέψας ὁ Μουσταφᾶς εἰς τὴν Καλλιούπολιν τῷ αὐ τῷ ἔτει καὶ περάσας εἰς τὴν Ἀνατολὴν κατὰ τοῦ ἀνεψιοῦ αὐτοῦ Ἀμου- ράτη εἰς Προῦσαν εὑρισκομένου, ἡττηθεὶς ἐπανέστρεψεν εἰς τὴν Δύσιν. Καὶ τῷ θέρει τοῦ αὐτοῦ ἔτους διῆλθε καὶ αὐτὸς δὴ ὁ Ἀμουράτης μετὰ λιγουρικῶν, ἤ τοι γενουβικῶν νηῶν καὶ διώξας τὸν θεῖον αὐτοῦ καὶ καταλήψας ἀπέκτεινε. ψευσθέντες δὲ ταῖς ἐλπίσιν, ἃς ἔλπιζον ἔχειν, διὰ τὸν θά νατον τοῦ Μουσταφᾶ οἱ βασιλεῖς, οἳ εἰς ταραχὴν λογισμῶν καὶ φόβον ἐνέπεσον διὰ τὴν ἔχθραν, ἣν ἔδειξαν κατὰ τοῦ Ἀμουρά τη, ζητοῦντες τρόπον καὶ αἰτίαν ἵνα, εἰ δυνατὸν ἦν, εἰρήνη καὶ ἀγάπη ἀναμέσον τῶν Τουρκῶν καὶ τῶν Ῥωμαίων γενήσηται. Καὶ στείλαντες πρὸς τὸν ἀμηρᾶν πρέσβεις τὸν Δημήτριον τὸν Καν τακουζηνόν, Ματθαῖον τὸν Λάσκαριν καὶ τὸν γραμματικὸν Ἄγγελον τὸν Φιλομμάτην, ὁ δὲ ἀμηρᾶς μαινόμενος ἦν τῷ θυμῷ κατὰ τῆς Ῥωμαίων ἀρχῆς, δι' αἰτίας ἃς εἴπομεν, καὶ εὐθύς, ὡς εἶδεν αὐτούς, προστάξας ἐν εἱρκτῇ ἐζοφωμένῃ δε σμίους ἔθετο, καὶ ἀσφαλῶς τηρεῖσθαι κελεύσασ. XXX. Περὶ δὲ τὰς ἀρχὰς τοῦ θέρους τῇ ὀγδόῃ τοῦ Ἰουνίου τῷ ʹ λ- ῳ ἔτει, ἀποστείλας ὁ Ἀμουράτης διὰ τοῦ Μιχάλμπεη, καὶ ἀπέκλεισε τὴν Κωνσταντινούπολιν, πολιορκῶν αὐτήν. Καὶ τῇ ιε- ῃ τοῦ αὐτοῦ ἔφθα σε καὶ αὐτὸς ὁ ἀμηρᾶς μετὰ πλήθους στρατοῦ, ἔχων σὺν αὑτῷ καὶ τοὺς ἀποσταλέντας πρὸς αὐτὸν πρέσβεις δεσμίους. Καὶ τῇ κβ- ᾳ τοῦ Αὐγού 256 στου μηνὸς ἐπολέμησεν αὐτὴν δὴ τὴν πόλιν πολέμῳ καθολικῷ· καὶ τῇ ἕκτῃ τοῦ Σεπτεμβρίου μηνὸς τοῦ# 22 λα- ου ἔτους ἀπῆλθεν ἄπρακτος ἀπὸ τῆς Πόλεως θεοῦ βοηθείᾳ. Καὶ τῇ λ- ῇ τοῦ αὐτοῦ μηνὸς ἦλθεν ὁ Μουσταφόπουλος, ὁ τοῦ αὐ τοῦ Ἀμουράτη ἀδελφός, καὶ διελθὼν τὴν πόλιν ἔπεσεν ἔξω εἰς τὸν αὐ θεντικὸν περίβολον· καὶ ἐπὶ τὴν αὔριον τῇ α- ῃ τοῦ Ὀκτωβρίου ἦλθε προσκυνῆσαι τὸν βασιλέα καὶ τοὺς υἱοὺς αὐτοῦ. Καὶ τῇ αὐτῇ ἡμέρᾳ μετὰ τὸ ἄριστον ἐπῆλθε τῷ βασιλεῖ τὸ τῆς ἡμιπληξίας νόσημα· ὃν ἰδόν τες οἱ ἀπὸ τῆς Ἀσίας Τοῦρκοι ἔλεγον θαυμάζοντες, ὅτι ὅμοιος τῷ τῆς αὐτῶν πίστεως Μαχουμέτη ἐστὶ τῇ θεωρίᾳ, ὥς ποτε καὶ ὁ Μπαγιαζήτης ὁ καὶ ἐχθρὸς αὐτοῦ περὶ τούτου εἴρηκε· Καὶ ὅστις οὐκ οἶδε τὸν βασι λέα, ἀπὸ μόνης τῆς θεωρίας αὐτὸν λέξῃ, εἶναι βασιλέα. Ὁ δὲ Μουστα φόπουλος πλημμελήσας πλείσταις ἡμέραις ἐν τῇ Πόλει ἕνεκεν τοῦ τῷ βα σιλεῖ συμβάντος, τέλος ἀπῆλθε μέχρι τῆς Σηλυμβρίας καὶ μικρὸν δια τρίψας ἐκεῖσε, ἐπανέστρεψεν εἰς τὴν Πόλιν καὶ διελθὼν ἀπῆλθεν εἰς τὴν Προῦσαν. Τῷ δὲ ἔαρι τοῦ αὐτοῦ ἔτους ἐπῆλθε καὶ ἀδελφὸς αὐτοῦ κατ' αὐτοῦ εἰς τὴν Ἀσίαν· ἀπέκτεινεν αὐτὸν προδοσίᾳ τῶν ἰδίων αὐτοῦ. XXXI. Τῷ δὲ Μαΐῳ μηνὶ τοῦ αὐτοῦ ἔτους ἑάλω τὸ Ἑξαμίλιον, ἤτοι ὁ τῆς Πελοποννήσου Ἰσθμός, ὑπὸ τοῦ Τουραχάνη καὶ πολλοὶ τῶν Ἀλβα- νιτῶν ἀπεκτάνθησαν. Καὶ τῷ θέρει τοῦ αὐτοῦ ἔτους ἔφυγεν ὁ αὐθεντόπουλος κὺρ Δημή τριος μετὰ Ἱλαρίωνος Δόρια καὶ Γεωργίου Ἰζαοὺλ, γαμβροῦ τοῦ αὐτοῦ Δόρια, καὶ ἀπῆλθον εἰς τὸν Γαλατᾶν, ἴνα ὑπάγωσι πρὸς τοὺς Τούρκους· καὶ πάλιν οὐκ ἀπῆλθον, ἀλλ' εἰς τὴν Οὐγγαρίαν. Καὶ τῇ ιε- ῃ τοῦ Νοεμβρίου τοῦ# 22 λβ- ου ἔτους, διέβη ὁ βασι λεὺς κὺρ Ἰωάννης εἰς τὴν Οὐγγαρίαν, ποιήσας δεσπότην τὸν ἀδελφὸν αὑτοῦ τὸν αὐθεντόπουλον τὸν κὺρ Κονσταντῖνον καὶ καταλείψας αὐτὸν εἰς τὴν Πόλιν ἀντ' αὑτοῦ. Τῇ δὲ κβ- ῃ τοῦ Φεβρουαρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐποιήσαμεν ὁρκωμοτικὸν ἀγάπης μετὰ τοῦ ἀμηρᾶ Ἀμουράτη καὶ τότε τοὺς πρέ σβεις ἠλευθέρωσε. Τότε οὖν αὖθις ἀπήλθομεν πρέσβεις, Λουκᾶς ὁ Νοταρᾶς ὁ καὶ ὕστερον μέγας δοὺξ γενόμενος καὶ ὁ Μελαχροινὸς Μα νουὴλ καὶ ἐγώ, δι' αἰτίας τοιαύτας, ὅτι ὁ μὲν Μελαχροινὸς Μανουὴλ καί ποτε προαπῆλθε πρὸς τὸν ἀμηρᾶν καὶ ἔγνω, ὅτι ἔμελλε γενηθῆναι ἡ ἀγά πη, ὁ δὲ Νοταρᾶς, ἴνα τελέσῃ αὐτὴν καλῶς, ὡς χρήσιμος καὶ καλός, ἐγὼ δὲ ὡς παρὰ τῆς ἁγίας δεσποίνης τῆς συγγενοῦς τοῦ ἀμηρᾶ ἐκ τῆς μητρὸς

Intertext edge

Open linked passage

Note