Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 258 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
258.1
αὐτοῦ ἀποσταλείς· καὶ εἴ τι ἂν δεήσῃ, γράψω καὶ διὰ ὑφειλτῶν γραμμάτων πρός τε τὸν γηραιὸν βασιλέα καὶ πρὸς τὸν υἱὸν αὐτοῦ, τὸν βασιλέα κὺρ Ἰωάννην εἰς τὴν Οὐγγαρίαν εὑρισκόμενον. Ἐν δὲ τῷ τέλει τοῦ Ὀκτωμβρίου τοῦ# 22 λγ- ου ἔτους ἐπανῆλθεν εἰς τὴν Πόλιν διὰ τοῦ μέρους τοῦ εἰς τὸν Ἴστρον ποταμὸν κατερχομένου ἐν χώρᾳ τινὶ Κελλίῳ ἐπονομαζομένῃ ὁ βασιλεὺς κὺρ Ἰωάννης, ἀπελθου σῶν τριήρεων ἀπὸ Κωνσταντινουπόλεως ἐκεῖσε· προέπεμψε γὰρ ἀπὸ Οὐγ γαρίας ἄνθρωπον ἀλλόγλωσσον καὶ ἀλλογενῆ τοῦ ἐλθεῖν διὰ ξηρᾶς μετὰ πιττακίου ὑφειλτοῦ· ὃς ἐλθὼν ἐζήτει ἰδεῖν τὸν βασιλέα, λέγων ὅτι ἀνάγκη αὐτῷ ἰδεῖν αὐτὸν καὶ ὁμιλῆσαι σὺν αὐτῷ. Τοῦτο λοιπὸν πῶς ἐδύνατο, τοιοῦτον ἄνθρωπον ἰδεῖν βασιλέα ἀσθενῆ, κατάκοιτος γὰρ ἦν· καὶ μόνος πρὸς μόνον ἤθελε συνᾶραι λόγον. Πολλῶν οὖν λόγων δαπανηθέντων ἐστά λησαν πρὸς τὸν ἄνθρωπον δύο τῶν συγκρήτων μοι καὶ εἶπον αὐτῷ· Ἢ εἰπέ, ὃ βούλῃ τῷ παρόντι, δείξαντες ἐμέ, ἢ ἄπελθε ἔνθα βούλῃ. Ἡνίκα παραλαβών με κατ' ἰδίαν, δέδωκέ μοι χάρτην ὑφειλτόν, ὃς δεδήλωκέ μοι ἔτι δὲ ὅθεν καὶ πότε ἐξῆλθεν. Ὡς δὲ διώρθωσα τὸ ὑφειλτὸν καὶ ἀπῆλθον ἀναγνῶναι τοῦτο, ἀνέφερον ὅτι ζητῶ εὐεργεσίαν, ἐπεὶ χαριέντα ἔμελλον μηνύεσθαι διὰ τῶν ὑφειλτῶν, ἐκεῖσε καὶ τῆς δεσποίνης καθεζομένης καὶ τῆς νύμφης αὐτῆς, τοῦ δεσπότου ἀπόντος εἰς τὸ κυνήγιον. Κἀγὼ ἀναγνώ σας τὸν χάρτην καὶ ἀκούσαντες ὅτι ὑγίαινε καὶ ἔμελλεν ἐλθεῖν καλῶς εἰς τὰ περὶ τὴν Μεγάλην Βλαχίαν, καὶ ὅπως ἀπέλθωσι τριήρεις εἰς τὸν τόπον τὸν ἐπονομαζόμενον Κελλίον ἆραι αὐτὸν καὶ φέρωσι, περὶ οὗ ἐχάρησαν λίαν. Καὶ μετὰ μικρὸν κελεύσας ὁ βασιλεὺς τὸν ἱματιοφύλακα αὑτοῦ ἔδωκε μοι καβάδιον μολυβὸν χαμουχᾶν μετὰ βαρεοκοιλίας ἐνδεδυ μένον καὶ χρυσίου κεντηνάριον· ἔτι δὲ τὸν καὶ κάλλιστον γλωσσόκομον, τὸν μέγαν καὶ ὡραῖον, ὅνπερ ποτέ μου ἐζήτει. Εἶχε γὰρ ὅδε ὁ γλωσσόκομος ἔνδον λάφυρα ἄξια θέας πολλὰ καὶ καλὰ καὶ ἕτερα εἴδη θαυμάσια, ἅπερ ἐδόθησαν ὕστερον μετὰ τὴν ἀποδημίαν αὐτοῦ ἐκ τῆς ἔνθεν ζωῆς, τὰ μὲν τοῖς υἱοῖς αὐτοῦ, τὰ δὲ ὑπὲρ τῆς ἁγίας ψυχῆς αὐτοῦ. Τοῦτον γὰρ τὸν ὡραῖον καὶ θαυμαστὸν γλωσσόκομον ἀπὸ καιροῦ ὠρέχθην αὐτόν· διὸ ἔδοξέ μοι ζητῆσαι τοῦτον δεόμενος τῷ βασιλεῖ. Ὁ δὲ ἀπεκρί νατό μοι ὅτι αὐτὸς ὁ γλωσσόκομος ὑπῆρχε τοῦ πατρός μου τοῦ βασι λέως καὶ ἐν αὐτῷ, ὡς οἶδας, εἶχε πολλὰ καλὰ λάφυρα καὶ λίθους πολυτί μους καὶ ἕτερα πλεῖστα βασιλικὰ εἴδη, πλείονα ὧν εἶδες· ἐγὼ δὲ θέλω πάλιν δωρῆσαι αὐτὸν τῷ βασιλεῖ τῷ υἱῷ μου, ἴνα ἐν αὐτῷ ἔχῃ κἀκεῖνος μετὰ τῆς εὐχῆς τοῦ πατρὸς μοῦ καὶ ἐμοῦ τὰ ἑαυτοῦ· καὶ ἄπεμψέ με. Καὶ τότε διὰ τὰς χρηστὰς ἀγγελίας, ἃς ἐκόμισα αὐτῷ, προσέταξεν, ἴνα λάβω τὸν εἰρημένον γλωσσόκομον, ὃν καὶ ἔσχηκα μετὰ τῆς ἁγίας αὐτοῦ εὐχῆς πλήρη πολλῶν χρησίμων καὶ τιμίων πραγμάτων τούτου τοῦ ματαίου βίου 260 Κελεύσασα ἔτι καὶ ἡ δέσποινα, ἵνα σηρικὸν ἔνδυμα προσφέρωσί μοι καλὸν προύσινον καὶ νομίσματα πεντήκοντα, ἡ δὲ νέα δέ σποινα μηνύσασά μοι, ὅτι τὸ δεῖνα αὐτῆς ἔνδυμα ἔσεται τῇ ἐμῇ συνεύνῳ, ὅταν γυναικὶ συναρμοσθῷ καὶ χρύσινοι τεσσαρά κοντα. Τῇ δὲ κα- ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ αὐτοῦ ἔτους κεκοίμηται ὁ ἐν τῇ μακαρίᾳ τῇ λήξει ἀοίδιμος καὶ εὐσεβής, ὁ εἰρημένος βασιλεὺς κὺρ Μα νουήλ, ὃς διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετωνομάσθη πρὸ ἡμε ρῶν δύο τῆς θανῆς αὐτοῦ Ματθαῖος μοναχὸς καὶ ἐτάφη ἐν τῇ σεβασμίᾳ βασιλικῇ καὶ περικαλλεῖ μονῇ τοῦ Παντοκράτορος μετὰ πένθους καὶ συν δρομῆς, οἵα γέγονε πώποτε πρός τινα τῶν ἄλλων. Ἦσαν δὲ πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ ἔτη οζʹ καὶ ἡμέραι εἴκοσι πέντε, ἐξ ὧν ἐβασί λευσεν ἔτη δύο καὶ τεσσαράκοντα. Οὗτος οὖν ὁ βασιλεὺς κὺρ Μανουὴλ ἐγέννησεν υἱοὺς τούσδε καὶ θυγατέρας· πρώτην θυγατέρα τὴν***, εἶτα Κωνσταντῖνον, Ἰωάννην τὸν βασιλέα, Ἀνδρόνικον τὸν δεσπότην, θυγατέρα τὴν***, Θεόδωρον τὸν δεσπότην καὶ Πορφυρογέννητον, Μιχαὴλ τὸν αὐθεντόπουλον, Κωνσταν τῖνον τὸν δεύτερον τὸν καὶ βασιλέα γενόμενον, Δημήτριον τὸν δεσπότην καὶ κὺρ Θωμᾶν τὸν δεσπότην. Ζῶν δὲ ὁ βασιλεὺς καὶ πατὴρ αὐτῶν διεμέρισεν ἑκάστῳ τούτων τούσδε τοὺς τό πους, δι' ἣν αἰτίαν μέγα κακὸν τῇ Ῥωμαίων ἀρχῇ προεξένησε. Πρῶτον μὲν τὸν Ἰωάν- νην βασιλέα εἴασε, τῷ δὲ δεσπότῃ κὺρ Ἀνδρονίκῳ τὴν Θεσσαλονίκην καὶ τὰ ἑαυτῆς δέδωκεν. Οὗτος δὲ βλαβεὶς ὑπὸ βαρυτάτης ἀσθενίας, ἔδοξεν αὐτῷ πωλῆσαι τὴν Θεσσα λονίκην τῇ τῶν Ἑνετῶν γερουσίᾳ διὰ χρυσίνους χιλιάδας πεντήκοντα. Εἶτα περάσας ἦλθεν ἐν τῇ Πελοποννήσῳ ἐν χώρᾳ λεγομένῃ Μαντινίᾳ καὶ μετὰ υἱοῦ αὑτοῦ Ἰωάννῃ τὴν διατριβὴν ἐποίει, ἕνεκεν τῆς τοῦ ἀέρος εὐκρασίας· ὕστερον δὲ μοναχὸς γεγονὼς κατῴκησεν ἐν τῇ Κωνσταντινουπόλει ἐν τῇ μονῇ τῇ λεγομένῃ τοῦ Παντοκράτορος. Τῷ δὲ δεσπότῃ κὺρ Θεοδώρῳ τὴν Λακεδαιμονίαν καὶ τὰ ἑαυτῆς δέδωκε· τῷ δὲ βασιλεῖ κὺρ Κωνσταντίνῳ τὰ τοῦ Εὐξείνου Πόντου μέρη, λέγω Ἀγχίαλον καὶ Μεσέμβριαν καὶ τὰ αὐτῶν· τῷ δὲ δεσπότῃ κὺρ Δημητρίῳ καὶ τῷ δεσπότῃ κὺρ Θωμᾷ τὰ ἐναπομείναντα ἐν τῇ Πελοποννήσῳ. Καὶ τῷ# 22 λδ- ῳ ἔτει, μηνὶ Αὐγούστῳ, ἡ δέσποινα κυρὰ Σοφία φυ γοῦσα διέβη εἰς τὴν ἑαυτῆς πατρίδα, δι' αἰτίαν ὅτι ὁ βασιλεὺς κὺρ Ἰωάννης, ὁ ἀνὴρ αὐτῆς οὐκ εἶχε τοσούτην εὔνοιαν καὶ ἀγάπην πρὸς αὐτὴν καὶ εἰρήνη ἀνὰ αὐτῶν οὐ διέκειτο, διὰ τὸ ἐρᾶσθαι τὸν βασι λέα ἑτέραις γυναιξίν, ἕνεκα οὐκ ἦν ἡ δέσποινα ἐκ φύσεως ἐστολισμένη ὡραιότητα. Τέλος τοῦ πρώτου βιβλίου. 262 ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ ΑΡΧΟΜΕΝΟΝ ΜΕΤΑ ΤΗΝ ΘΑΝΗΝ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΚΥΡ ΜΑΝΟΥΗΛ ΤΟΥ ΠΑΛΑΙΟΛΟΓΟΥ. ΚΑΙ ΑΡΧΗ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΥΙΟΥ ΑΥΤΟΥ I. Ἐν τῷ καιρῷ οὖν τοῦ ʹ λδ- ου ἔτους μηνὶ Αὐγούστῳ διέβη τὰ βασιλικὰ σκῆπτρα καὶ πᾶσα ἡ τῆς βασιλείας ἐξουσία πρὸς Ἰωάννην τὸν υἱὸν τοῦ ἐν μακαρίᾳ τῇ λήξει καὶ μνήμῃ εἰρημένου κὺρ Μανουὴλ βασιλέως, ὃς καὶ προεστεμμένος ἦν εἰς βασιλέα. Καὶ τῷ, λε- ῳ ἔτει, Αὐγούστῳ κθ- ῃ, ἤγαγον διὰ θαλάσσης μετὰ τριή ρεων τὴν κυρὰ Μαρίαν τὴν Κομνηνὴν ἐκ Τραπεζοῦντος, θυγατέρα Ἀλε ξίου τοῦ Κομνηνοῦ βασιλέως Τραπεζοῦντος. Ἐν δὲ τῷ# 22 λ- ῳ ἔτει μηνὶ Σεπτεμβρίῳ ηὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης, ἣν καὶ αὐ γοῦσταν ἀνηγόρευσε. Καὶ τῷ αὐτῷ ἔτει μηνὶ Νοεμβρίῳ αὐτὸς δὴ ὁ βασι λεὺς ἐξελθὼν τῆς Πόλεως ἀπῆλθεν εἰς Πελοπόνησον τῇ κ- ῃ Δεκεμβρίου σὺν τῷ αὑτοῦ αὐταδέλφῳ κὺρ Κωνσταντίνῳ δι' αἰτίαν τοιαύτην, ὅτι ὁ ἑαυτῶν αὐτάδελφος ὁ δεσπότης κὺρ Θεόδωρος ἐβούλετο μοναχὸς γενέσθαι, καὶ ὁ κὺρ Κωνσταντῖνος ἐναπομείνῃ αὐθέντης εἰς πᾶσαν τὴν Πελοπόννησον, ὃς μεταμεληθεὶς ὕστερον οὐκ ἐγένετο. Μεθ' ὧν κἀγὼ ἀρχῇ εἰς τὴν Πελο πόννησον ἦλθον, εἰς δουλοσύνην τοῦ βασιλέως ὤν, καὶ ἴνα ἀποβλέπω καὶ τὸν δεσπότην κὺρ Κωνσταντῖνον δι' αἰτίαν τοιαύτην. Ὅτε ὁ μακάριος καὶ ἀοίδιμος πατὴρ αὐτῶν ἤγγιζε πρὸς τὸ ἀποθανεῖν, προσέταξέ με καὶ ἔγραψα τοιαῦτα οἰκειοχειρῶς, οὐχὶ ὡς διαθήκην αὐτοῦ, οὐ γὰρ διατί θενται οἱ βασιλεῖς, ἀλλὰ προστάττουσιν. Ἐν ᾗ προστάξει διωρίζετο τάδε· ἴν' ἔχῃ ἕκαστος τῶν υἱῶν αὐτοῦ ὁ μὲν τόδε, ὁ δὲ τόδε ἀπὸ τῶν ἰδίων αὐτοῦ λαφύρων καὶ λίθων πολυτίμων καὶ ἀξιολόγων εἰδῶν, καὶ τὸ λοιπὸν τῆς οὐσίας αὐτοῦ, ἤγουν τῆς ἔσω τοῦ παλατίου, ἰματισμοὶ καὶ παρασκευαὶ μερισθῶσι εἰς τέσσαρα μέρη· εἰς παραστάσιμα καὶ λειτουργίας ὑπὲρ αὐτοῦ κατεπέκεινα τῶν συνήθων, ἃ πολυτελῶς καὶ καλῶς ἐτέθησαν, τὰ δὲ ἕτερα μέρη τρία εἰς πτωχούς, εἰς ἰατροὺς καὶ εἰς τοὺς αὐτοῦ κελλιώτας· ἐπίτρο ποι δὲ ὦσιν ὁ πνευματικὸς αὐτοῦ ὁ ἐντῇ τῶν Ξανθοπούλων μονῇ Μακά ριος ὁ ἐξ Ἰουδαίων, ὁ διδάσκαλος Ἰωσὴφ ὁ ἐν τῇ τοῦ Χαρσιανίτου μο- νῇ καὶ ἐγώ. Καὶ ἀναγνωσθείσης ταύτης δὴ τῆς πράξεως παρ' ἐμοῦ ἔ μπροσθεν αὐτοῦ καὶ τῆς δεσποίνης καὶ τοῦ βασιλέως καὶ υἱοῦ αὐτῶν καὶ μόνον, τέλος προσέταξε τῷ υἱῷ αὑτοῦ λέγων· Υἱέ μου, ἤκουσας ἃ προσε ταξάμην ὑμὶν περὶ τῶν ὑπηρετησάντων με ἰδίων, ἔγραψε γάρ, οἱ δὲ

Intertext edge

Open linked passage

Note