Chronicon Macario Melisseno
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
264.1
κελιῶταί μου οἳ ὑπηρετήσαντές με καλῶς καὶ εὐνοϊκῶς διάκεινται, ὡς εἰκός, πρός με, ἔχωσι παρὰ πάντων τῶν υἱῶν ἀγάπην τε καὶ ἀναδοχὴν καὶ προμήθειαν κατὰ τὸ ἀναλογοῦν ἑνὶ ἑκάστῳ αὐτῶν. Ἐξαιρέτως δὲ πάλιν λέγω σοι περὶ τούτου δὴ Φραντζῆ, ὃς ἐδούλευσέ μοι εἰς πάντα ἐπι τηδείως καὶ πιστῶς, ὡς καὶ νῦν αὖθις εἰς τὰ τῆς ἀσθενείας μου πλεῖον τῶν ἄλλων θεραπεύει, ὡς ἐλπίζω, ὅτι καὶ τὰ τῆς ψυχῆς μου μετὰ θάνατον καλῶς οἰκονομήσει. Ἡ νεότης γὰρ αὐτοῦ καὶ τὸ γῆρας τὸ ἐμὸν οὐκ εἴασαν γενέσθαι τι πρὸς αὐτὸν ἀντάξιον τῆς ἀγάπης καὶ δουλοσύνης, ἣν ἐφύλα ξεν εἰς ἐμέ· διὰ τοῦτο ἀφίημι αὐτόν σοι· καὶ ὅπως τῆς εὐχῆς καὶ εὐλογίας τῆς ἐμῆς τύχῃς, ὃ δι' αἰτίαν τοιαύτην παρ' ἐμοῦ οὐκ ἐγένετο αὐτῷ, αὐτὸς ποίησον. Καὶ ταῦτα ἔλεγε καὶ ἐπρόσταττε περὶ ἐμοῦ. Ἐπεὶ δὲ καὶ μετὰ τοῦ δεσπότου κὺρ Κωνσταντίνου πολλὴν ἀγάπην εἶχον κἀγὼ καὶ πληροφορίαν, ἣν ὁ Θεὸς ἐπεδέχετο, ἐξ αἰτίας τοιαύτης, ὅτι ὁ τοῦ πατρός μου ἀδελφὸς ἦν αὐτοῦ παιδαγωγὸς καὶ οἱ υἱοὶ αὐτοῦ οἱ ἐμοὶ ἐξάδελφοι, συνανάτροφοι αὐτῷ καὶ φίλοι καὶ δοῦλοι αὐτῷ, καὶ ἐγὼ μετ' αὐτῶν. Εἶτα τοῦ καιροῦ φέροντος οἰκείωσιν ἐμοῦ πρὸς τὸν μα καρίτην καὶ αἰοίδιμον πατέρα αὐτοῦ καὶ ὅσα αὐτῷ ἦν ἀναγκαῖα δι' ἐμοῦ ηὕρισκεν· ἠγάπα γὰρ ἔχειν με καθόλου εἰς τὴν αὑτοῦ δουλοσύνην. Συ νήθεια γὰρ ἦν καὶ τάξις ἐν τοῖς τῶν βασιλέων οἴκοις χωρεῖν τοὺς τῶν πατέρων κελλιώτας ἐν τοῖς τῶν υἱῶν κελλίοις, ἀλλ' οὐχ οἱ τῶν υἱῶν κελ λιῶται ἐν τοῖς τοῦ πατρός· τοῦτο δὲ ἔτι ζώντων τῶν πατέρων, ἀλλ' οὐχὶ μετὰ θάνατον. Ὡς οὖν ἀπέθανεν ὁ μακαρίτης καὶ ἀοίδιμος πατὴρ αὐτοῦ, μετὰ τὸ πρῶτον αὐτοῦ μνημόσυνον ἐπεστρέψαμεν πάντες οἱ κελλιῶται αὐτοῦ εἰς τὸ παλάτιον· ἔθος γάρ ἐστι καὶ τοῦτο, ὅτι οἱ κελλιῶται αὐτοῦ δὴ τοῦ βασιλέως καταμένειν ἐπὶ τὸν τάφον αὐτοῦ μέχρι τοῦ πρώτου μνη μοσύνου, καὶ οὕτως ἀπήλθομεν εἰς τὴν οἰκίαν, ἔνθα κατέμενεν ὁ ῥηθεὶς δεσπότης κὺρ Κωνσταντῖνος, καθίσαντες ἔξω ὡς οἱ πολλοί. Μαθὼν δὲ τοῦτο ὁ δεσπότης ἀπέστειλε τὸν θεῖον μου καὶ εἴρηκέ μοι δεσποτικῷ προ στάγματι τάδε· Σὺ μὲν τετήρηκας τὴν τάξιν καὶ οὐκ εἰσῆλθες εἰς τὸ κελλίον μου ἐξ ὀρθοῦ, ὡς ἔθος σοι ἦν ἔτι ζῶντος τοῦ αὐθεντός μου τοῦ βασιλέως καὶ πατρός· πλὴν ἡμεῖς ὀφειλέται ὄντες τῆς ἀγάπης καὶ δου λοσύνης τῆς παρὰ σοῦ πρὸς αὐτὸν καὶ πρὸς ἡμᾶς, εὐεργετοῦμέν σοι του δύνασθαί σε ἔρχεσθαι ἐξ ὀρθοῦ καὶ εἰς τὸ κελλίον μου, ὡς καὶ πρότερον ἐποίεις ἔτι ζῶντος τοῦ πατρός μου. Προσταχθεὶς δὲ παρὰ τοῦ βασιλέως καὶ ἀδελφοῦ αὐτοῦ, ἴνα συνακολουθῶ αὐτῷ ἐπερχομένῳ εἰς Πελοπόννη σον, δι' αἰτίαν, ἣν ἐδηλώσαμεν, προστάξας εἴρηκέ μοι ἐξόχως καὶ ὁ ῥη θεὶς δεσπότης κὺρ Κωνσταντῖνος περὶ τοῦ μέλλειν συνακολουθεῖν καὶ σὺν αὐτῷ εἶναί με. Κἀγὼ ἀναφέρας αὐτῷ εἶπα· Καὶ ἐγὼ μεῖζον τούτων 266 ἐπιθυμῶ, σωζομένου μόνον, ἵνα μετὰ ἀποδοχῆς καὶ προστάγματος τοῦ ασιλέως καὶ ἀδελφοῦ αὐτοῦ γένηται. Ὁ δὲ ζητήσας με παρὰ τοῦ ἀδελ φοῦ αὐτοῦ μετὰ λόγων παρακλητικῶν καὶ αἰτιῶν ἀναγκαίων, ὧν ἠναγκά ζετο ἔχειν αὐτὸν χρείαν ἐμοῦ, ἐκεῖνος δὲ ἀπεκρίνατο, ὡς τὸ ζητούμενον ἀδύνατον εἶναι, οὐ δι' ἄλλο εἰ μὴ ἵνα μὴ ἀθετήσῃ τὸ τοῦ πατρὸς πρόστα γμα καὶ τὴν πρὸς ἐκεῖνον ἐμὴν διὰ στόματος παράδοσιν. Ὁ δὲ πάλιν ἐζήτησε τοῦτο διὰ τῆς δεσποίνης καὶ μητρὸς αὑτοῦ καὶ μετὰ αἰτιῶν ἀναγ καίων· μόλις προσέταξε τοῦτο εἰπών, ὅτι ἐλθέτω μεθ' ἡμῶν ὁ Φραντζῆς ἕως τῆς Πελοποννήσου καί, εἰ μὲν ὁ ἀδελφός μου μείνῃ ἐκεῖσε, μενέτω καὶ αὐτὸς μετ' αὐτοῦ, ἐπεὶ καὶ ἡ κυρία μου ἡ δέσποινα προσέταξέ μοι οὕτως καὶ συγχωρεῖ αὐτό. Εἰ δὲ ἐπαναστρέψει ἐνταῦθα μετ' ἐμοῦ ὁ ἀδελ φός μου, οὐ χρὴ εἰ μὴ εἶναι αὐτὸν σὺν ἐμοί, ὡς παρὰ τοῦ βασιλέως τοῦ αὐθεντός μου καὶ πατρὸς προσετάχθη, ὃ καὶ δικαίως ὁφείλομεν ἡμεῖς ποιῆσαι αὐτό. Ἐρχομένων οὖν εἰς τὴν Πελοπόννησον, τῷ μὲν ἤμην τε λείως ὑποχείριος, ὡς προεῖπον, τῷ δὲ ἀγάπῃ καὶ ἐλπίδι προσαπέβλεπον. Ἀποσωθέντες οὖν εἰς Πελοπόννησον καὶ κατὰ τοῦ τόπου τοῦ ἐν Πελοποννήσῳ, ὃς ὑπὸ τοῦ δεσπότου Καρούλου ἐκρατεῖτο, ἀπελθόντες οὖν οἱ αὐθένται καὶ ἀδελφοὶ καὶ βουλὴν ποιήσαντες τοιαύτην, μὴ θαῤῥοῦν τες γὰρ εὐκόλως ὑποτάξαι τὸν τόπον αὐτοῖς, ὃν εἶχεν ὁ Κάρουλος, ὁ μοίως καὶ αὐτὸς οὐκ ἐθάῤῥει δυνηθῆναι φυλάξῃ τὸν τόπον ὃν ἐκέκτητο, ἐπεί τινας τῶν τούτου τόπων ἔλαβον οἱ αὐθένται ἡμῶν, εἰς συμβάσεις ἦλ θον, καὶ εὐδοκήσαντος τοῦ δεσπότου κὺρ Κωνσταντίνου, ἵνα λάβῃ εἰς νόμιμον γυναῖκα τὴν ἀνεψιὰν τοῦδε τοῦ δεσπότου Καρούλου καὶ τὰ ἐν τῇ Πελοποννήσῳ ἐναπομείναντα αὐτῷ κάστρα λάβῃ εἰς προῖκαν αὐτῆς, οὕτω γενομένης τῆς συμφωνίας. II. Τῇ οὖν πρώτῃ Μαΐου τοῦ αὐτοῦ ἔτους σταλεὶς ἐγὼ παρέλαβον τὴν Γλαρέντζαν καὶ ἄλλοι ἕτερα. Καὶ ἐπαναστρέψαντες εἰς Σπάρτην, ἐ νεργεῖτο ἵνα λάβῃ τὸ μοναχικὸν σχῆμα ὁ δεσπότης κὺρ Θεόδωρος, καὶ τρόπον καὶ ἀναβολὴν ποιήσωσι, τοῦ παραλαβεῖν τὴν Πάτραν, ἀναγ καῖον καὶ χρήσιμον τόπον, ἵνα τὴν κατοίκησιν οἱ δεσπό ται καὶ ἀδελφοὶ ποιήσωσι καὶ20 διὰ τὸ μὴ εἰς λακεδαιμο νίαν, ἤγουν Σπάρτην ὁμοῦ εὐρίσκεσθαι τοὺς ἀδελφούς, εἰ μὴ ὁ προ ῤῥηθεὶς δεσπότης κὺρ Θεόδωρος, ὅταν μοναχὸς γενήσηται. Τῷ δὲ πρώτῃ Ἰουλίου τοῦ αὐτοῦ ἔτους ἐξελθόντες ἦλθον κατὰ τῆς Πάτρας οἱ τρεῖς 268 αὐτάδελφοι καὶ περὶ τοὺς μύλους ἔξωθεν τῆς πόλεως σκηνώσαντες, ἐκεῖ σε καὶ τὴν ἀνεψιὰν τοῦ Καρούλου κυρίαν Θεοδώραν ἤγαγον, ἔνθα καὶ ὁ δεσπότης κὺρ Κωνσταντῖνος συνεζεύχθη αὐτὴν καὶ ηὐλογήθη· εἰς δὲ τὴν Πάτραν οὐδὲν ἐκατώρθουν πρὸς ἅλωσιν. Ἀλλ' ἐπεὶ ὥς τι ἀστεῖον ἦν τὰ παρὰ τοῦ δεσπότου κὺρ Θεοδώρου μελετούμενα τοῦ γενέσθαι μοναχόν, ἀθετῆσαι γὰρ ἐβούλετο, καὶ ἀνὰ τῶν ἀδελφῶν σκανδάλου ἦν αἴτιον. Ὡς δὲ εἰς τὰ τῆς Πάτρας συμπέρασμά τι χρηστὸν οὐδὲν κατωρθοῦτο, εἰ μὴ μόνον ἄστυα τρία μικρὰ παρέλαβον, συνηβάσεις ποιήσαντες μετὰ τῶν ἔνδον οἰκούντων, ἵνα τελῶσι πρὸς τὸν ἐμὸν αὐθέντην καὶ δεσπότην κὺρ Κωνσταντῖνον χρυσίνους κατ' ἔτος πεντακοσίους, καὶ οὕτως ἐγεγόνει τὰ τῶν Πατρῶν. Ἐκ τῶν ἐκεῖθεν ἐπανεστρέψαμεν, καὶ ὁ μὲν βασιλεὺς καὶ ὁ δεσπότης κὺρ Θεόδωρος ἀπῆλθον εἰς τὴν Σπάρτην, ὁ δὲ δεσπότης κὺρ Κωνσταντῖνος εἰς τὸ Χλουμοῦτζιν μετὰ τῆς γυναικὸς αὑτοῦ. Μετὰ δέ τινα καιρὸν ὀλίγον βουληθεὶς ἐπανελθεῖν ὁ βασιλεὺς οἰκάδε, ἐμηνύθη ὁ ἀδελ φὸς αὐτοῦ, ὁ ἐμὸς αὐθέντης, εἰς τὴν Σπάρτην ἀπελθεῖν· κἀκεῖθεν διαβι βάσαντες ἀμφότεροι, οἱ τεσσάρεις ἀδελφοὶ20 ὁμοῦ ἡμέραις ὀλί γαις, καὶ τῷ Ὀκτωμβρίῳ μηνὶ τοῦ λζ- ου ἔτους ἀναβάντες ἀπήλθομεν μέχρι καὶ τῆς Κορίνθου. Καὶ ὁ μὲν βασιλεὺς ἐμβὰς εἰς τὰς τριήρεις ἀπῆλ θεν εἰς τὴν Κωνσταντινούπολιν· ὁ δὲ δεσπότης κὺρ Θεόδωρος ἐπανέστρε ψεν εἰς τὴν Σπάρτην καὶ ὁ κὺρ Θωμᾶς ὁ αὐθεντόπουλος σὺν αὐτῷ μέχρι τινὸς ἀπῆλθεν εἰς τὰ Καλάβρυτα. Ἡμεῖς δὲ μετὰ τοῦ αὐθέντου ἡμῶν κὺρ Κωνσταντίνου τοῦ δεσπότου δι' ἄλλης ὁδοῦ ἤλθομεν εἰ Βοστίτζαν. Καὶ γὰρ εἰ καὶ μοναχὸς οὐκ ἐγένετο ὁ δεσπότης κὺρ Θεόδωρος, ἴνα ἅπας ὁ αὐτοῦ τόπος ἐναπομείνῃ τῷ κὺρ Κωνσταντίνῳ τῷ αὐτοῦ αὐταδέλφῳ κα τὰ τὰς συνθήκας τὰς ἀναμεταξὺ αὐτῶν γενομένασ, ἀλλ' οὖν καὶ οὕτως δέδωκε αὐτῷ τὴν Βοστίτζαν καὶ τὰ πέριξ αὐτῆς καὶ εἰς τὸ ἕτερον μέρος τὰ ὅσα ἐν τοῖς ποσὶ τοῖς πρὸς δυσμὰς ἡλίου εἰσὶ τοῦ ὑπερμεγέθους ὄρους τοῦ Ταϋγέτου· ἐξ ὧν ἧν τι βέλτιον φρούριον 270 καὶ χώρα Πελοποννήσου τὸ Λεῦκτρον Μαΐνης, τὸ καὶ Νεκταρία πάλαι καλού μενον καὶ πάντα τὸν ἐκείνου ζυγὸν ἄχρι καὶ τῆς Πύλου τοῦ λεγομένου Οἰτύλου. Ἐκ δὲ τοῦ ἔξω ζυγοῦ τὸ κάστρον Ζαρνάδας καὶ Γαστίτζα, τὸ ἀδιάσειστον Μελέ, Διράχιον καὶ Πολιανούς, Γαρδίκια καὶ τὰ περὶ αὐτά, ἔτι δὲ χορηγήσας αὐτῷ καὶ τὰ ὅσα πολί σματα καὶ φρούρια ἦν εἰς πάντα τὸν Μεσσηνιακὸν κόλπον, ἔνθα ῥέει διὰ μέσου καὶ ὁ Πάμισος ἐκεῖνος ποταμός. Ταῦτα δὲ ἐπιτροπικῶς ἤρχετο, τοῦ μεγάλου πρωτοστρά τορος Νικηφόρου τοῦ Μελισσηνοῦ ὄντα, ὃν διὰ τὴν ποικιλότητα τῆς φρονήσεως καὶ τὸ ὄξυ τῆς διανοίας καὶ εἰς τὰ πάντα δεξιώτατον καινοτέροις πείθεσθαι πράγμασι καὶ Μελισσουργὸν ἐπωνόμαζον· διστρισέγγονος γὰρ ἦν τοῦ παλαιοῦ ἐκείνου Νικηφό ρου καίσαρος τοῦ Μελισσηνοῦ, αὐθένται ὄντες ἔκπαλαι καὶ ἐξ ἀρχῆς τῆς πόλεως Αἴ νου καὶ πάσης ἑαυτῆς παροικίας καὶ Μεσσηνιακοῦ τοῦ ἐν τῇ Πελοποννήσῳ κόλπου. Ὁ οὖν εἰρημένος καῖσαρ Νικηφόρος, ὁ ἐπ' ἀδελφὴν γαμβρὸς τοῦ ἄνακτος κὺρ Ἀλε- ξίου τοῦ Κομνηνοῦ καὶ ἀπόγονος πατρικίου Μιχαὴλ τοῦ Μελισσηνοῦ, συγγενοῦς ἐξ αἵματος ποτὲ τοῦ ἀειμνήστου βασιλέως Μιχαὴλ τοῦ Ῥαγκαβὲλ καὶ τοῦ μαγίστρου Λέον τος τοῦ Μελισσηνοῦ τρισέγγονος, ἐγέννησεν Ἀλέξιον, εἰς ὄνομα καλέσας αὐτὸν τοῦ αὐτοκράτορος καὶ γυναικαδέλφου αὐτοῦ. Ὁ δὲ Ἀλέξιος ἐγέννησε Θεόπνεστον, ὁ δὲ Θεόπνευστος Ἀλέξιον καίσαρα, τὸν ἐπονομαζόμενον Σρτατηγόπουλον, καὶ Μιχαήλ· ὁ δὲ Ἀλέξιος καῖσαρ ἐγέννησεν Ἰωάννην· ὁ δὲ Ἰωάννης ἐγέννησε Θεόδωρον καὶ Λέοντα· ὁ δὲ Θεόδωρος ἐγέννησε Λέοντα τὸν σεβαστοκράτορα, ὁ δὲ Λέων τὸν μέγαν πρω τοστράτορα Νικηφόρον καὶ Γεώργιον. Ὃς γέγονε καὶ μητροπολίτης Ἀδριανουπόλεως, ἀποθανούσης τῆς γυναικὸς αὐ τοῦ, διὰ πολλὰς καὶ ἀναγκαίας αἰτίας εἰς κοινὴν ὠφέλειαν, εἰ καὶ τὸ ἄωρον τοῦ θα νάτου ἥρπαξεν αὐτὸν καὶ ἀτελὲς τὸ ἔργον ἀπέμεινεν. Εἰπόντες οὖν ἕτεροι πολοὶ τὰς αἰτίας εἰς πλάτος, ἐγὼ ἐγκατέλιπον. Ἡ δὲ αἰτία τῆς τοιαύτης ἐπιτροπικῆς τοιουτοτρόπως εἶχεν, τῆς πρὸς τὸν δεσπό την κὺρ Θεόδωρον. Ὁ προῤῥηθεὶς Νικηφόρος ὁ Μελισσηνὸς ἔσχεν υἱὸν ὀνόματι Νι κόλαον, ὃν ἀνεγέννησε διὰ τοῦ ἁγίου βαπτίσματος ὁ δεσπότης κὺρ Θεόδωρος. Καὶ ἐν τῷ καιρῷ τῆς μεταστάσεως αὐτοῦ εἰς τὰς ἀΰλους μονάς, καὶ ὁ υἱὸς αὐτοῦ τριετὴς νήπιος ὤν, διαθήκην ποιήσας καὶ ἐάσας τὸν δεσπότην κὺρ Θεόδωρον κύριον καὶ δεσπό την καὶ ἐπίτροπον τοῦ παιδὸς αὑτοῦ καὶ πάντων τῶν αὑτοῦ κτημάτων τε καὶ χρημάτων, κινητῶν καὶ ἀκινήτων, καὶ ἐὰν ὁ υἱὸς αὐτοῦ καὶ κληρονόμος ἐμφὺς ἀποθάνῃ, πᾶσαν τὸν αὐτοῦ κατάστασιν λάβῃ ὁ δεσπότης κὺρ Θεόδωρος τὰ ἐκτὸς καὶ ἐντὸς τῆς Πελο ποννήσου. Ἦσαν γὰρ ἐντὸς τοῦ Μεσσηνιακοῦ κόλπου, Ἀνδροῦσα λέγω καὶ Καλα- μάτα, Μαντίνια, Ἰανίτζα, Πήδημα καὶ Μάνη καὶ Νησὶν καὶ Σπιτάλιν καὶ Γρεμπένι καὶ Καράντζα καὶ Ἀετὸς καὶ Λωῒ καὶ Νεόκαστρον καὶ Ἰθώμη ἡ νῦν λεγομένη Μεσ- σήνη καὶ Ἀρχάγγελος καὶ Σαυλαύουρος καὶ Ἰωάννινα καὶ Λιγούδιστα καὶ Φιλατρία καὶ Πύλος καὶ τὰ ἐν τοῖς ποσὶ τῆς κορυφῆς τοῦ ὄρους τῆς Νίκης τοῦ Δήμου λεγο μένου ἄρχι τοῦ πεδίου τοῦ Στενικλάρου καὶ τοῦ ῥεύματος τῆς Βαλύρας· τὰ δὲ ἐκτός· ἡ μεγάλη Αἶνος καὶ ἡ περὶ αὐτὴν παροικία πᾶσα ἕως καὶ Περιθεωρίου, ἃ καὶ σταλεὶς ἐγὼ κατέσχον ἀντὶ τοῦ δεσπότου. 272 Ὡς ἐπὶ τὸ πλεῖστόν τινας ἐκ τούτου τοῦ γένους τῶν Μελισσηνῶν καὶ Στρατη γοπούλους ἐπωνόμαζον καὶ ἐν ταῖς χρονικαῖς ἱστορίαις οὕτως ἔγραφον δι' αἰτίαν τοιού την· τὸν Ἀλέξιον καίσαρα τὸν Μελισσηνόν, τὸν καὶ τὴν Κωνσταντινούπολιν ἐλευθερώ σαντα ἐκτῆς τῶν Λατίνων χειρῶν. Στρατηγόπουλον ἐπωνόμαζον διὰ τὴν μάμμην αὐτοῦ· καὶ ἔκτοτε τὸ ἐπίκλην τοῦτο εἰς τινας τοῦ γένους τούτου ἐπεκράτησε, τοιούτως ὡς καὶ ὃν εἰρημένον Νικηφόρον καὶ μέγαν πρωτοστράτορα καὶ Μελισσουργὸν ἐπωνό μασαν. Διῆρχε δὲ τὴν εἰρημένην ἐπιτροπικὴν καὶ διοίκησιν καὶ ὁ πρωτοστράτωρ Λέων ὁ Φραγκόπουλος καιρῷ τινι προστάξει τοῦ δεσπότου κὺρ Θεοδώρου· εἶτα τῷ ἀδελφῷ δεσπότῃ κὺρ Κωνσταντίνῳ ἐδωρήσατο μετὰ πάντων τῶν προνομίων ὧν εἶχε, τουτέ στιν, ὡς προείπομεν, ἐὰν ὁ γνήσιος ἐκεῖνος κληρονόμος ἀποθάνῃ, πρὶν τοῦ εἰς νόμον ἡλικίας φθάσῃ, πάντα ταῦτα τὰ τῆς ἐπιτροπικῆς κτήματα ἔσονται τῷ κὺρ Κωνσταν τίνῳ. III. Καὶ τῷ αὐτῷ ἔτει, Μαρτίου τετάρτῃ τέθνηκεν ὁ δεσπό της κὺρ Ἀνδρόνικος, ὁ διὰ θείου καὶ ἀγγελικοῦ σχήματος μετονο 274 μασθεὶς Ἀκάκιος· καὶ ἐτάφη ἐν τῆ τοῦ Παντοκράτορος μονῇ, ἔνθα κατέμενε. 276 Βουλῆς δὲ ἀποκρύφου ἐμοὶ γενομένης παρὰ τοῦ αὐθεντός μου καὶ δεσπότου, ἵνα κατὰ τῆς Πάτρας ἀπέλθωμεν· καὶ εἰ μὲν παραλάβομεν αὐ τήν, μείνωμεν εἰς τὴν Πελοπόννησον καὶ ὁ τόπος, ὃν εἶχεν ἐν τῷ Εὐ ξείνῳ Πόντῳ, δηλονότι τῇ Μαύρῃ θαλάσσῃ δοθείη πρὸς τὸν ἀδελφὸν αὐτοῦ τὸν βασιλέα, εἰ δὲ οὐ παραλάβομεν τὴν Πάτραν, ἐπανα στρέψωμεν αὖθις εἰς τὴν Κωνσταντινούπολιν καὶ αὐτὸς ἔχῃ εἰς τὴν Πε λοπόννησον τὰ τῆς προικὸς αὐτοῦ κάστρη καὶ τὰ τοῦ Εὐξείνου Πόντου, ἤτοι τῆς Μαύρης Θαλάσσης. Τὰ δὲ δοθέντα παρὰ τοῦ δε σπότου κὺρ Θεοδώρου κάστρη καὶ πάντα τὰ τῆς ἐπιτροπικῆς τοῦ Μελισσηνοῦ Νικηφόρου ἐν τῷ Μεσσηνιακῷ κόλ πῳ20 πάλιν δοθῶσιν, ὅπου δ' ἂν ὁ βασιλεὺς διακρίνῃ. Παρηκολούθησε καὶ τοῦτο, ὅπερ ἦν ἀπὸ μέρους βεβαίωσις τῆς ἀποκρύφου μελέτης καὶ βουλῆς. Διερχόμενοι τὴν ὁδὸν τῆς Πάτρας ἐκ Βοστίτζας, ἴνα εἰς τὴν Γλα 278 ρέντζαν καὶ τὸ Χλουμοῦτζιν ἀπέλθωμεν, ἔνθα καὶ ἡ βασίλισσα ἦν, στα λεὶς οὖν Ἀνδρόνικος Λάσκαρις ὁ Παδιάτης πρὸς τοὺς ἐν τῇ Πάτρᾳ ἄρχοντας περί τινων ὑποθέσεων κἀκεῖσε προσμείνας, συνέτυχον αὐτῷ ἰδίως καὶ ἐξόχως ἱερεῖς τε καὶ λαϊκοὶ λέγοντες ἐν μυστηρίῳ περὶ τοῦ, εἰ ὁ αὐθέντης αὐτοῦ θέλει, αὐτοὶ εὑρήσωσι τρόπον, δι' οὗ παραλάβῃ αὐτὸς τὴν Πάτραν. Ἐλθόντος δὲ τοῦ Λασκάρεως καὶ εἰπόντος μετὰ τῶν ἄλλων τὰ τῶν Πατρηνῶν ἀπόκρυφα, ἀπεπέμφθη ὡς ἀδύνατα καὶ περισσά, ἃ ἤ κουσε καὶ ἔλεγε. Σταλεὶς οὖν εἰς κεφαλὴν τῆς Ἰθώμης καὶ20 Ἀνδρού- σης ὁ αὐτὸς Λάσκαρις, ἔτι δὲ καὶ οἱ ἄλλοι ἄρχοντες οἱ εἰς τὰ ἐκεῖσε κά στρη κεφαλάδες, ἀλλὰ δὴ καὶ ὁ πρῶτος τῶν ἀρχόντων τοῦ οἴκου αὐτοῦ ὁ Λάσκαρις Ἀλέξιος ἐλήφθη εἰς κεφαλάτικον τὴν Βοστίτζαν καὶ ἐναπέ μεινεν ἐκεῖσε. Διερχόμενος οὖν, ὡς δεδήλωκα, ὁ ἐμὸς δεσπότης καὶ αὐ θέντης, μετ' ἐμοῦ μόνου ἐνεργοῦντος τὸ περὶ τῆς Πάτρας, εὑρισκό μενοι εἰς τὴν Γλαρέντζαν, ἐγράψαμεν πολλάκις πρὸς οὓς συνέτυχον τῷ Παδιάτῃ, οἱ δὲ καὶ ἀντέγραψαν πρὸς ἡμᾶς, πλὴν ἐκρίνοντο παρ' ἡμῶν ἀδύνατα, ὡς καὶ ὁ καιρὸς ἔδειξε. Τέλος ἐστήσαμεν, ἵνα διὰ νυκτὸς βα δίσαντες εὑρεθῶμεν εἰς τόπον πλησίον τῶν ὁρίων τῶν Πατρηνῶν ἀμπε λώνων, καλούμενον εἰς τὰς Τρεῖς Ἐκκλησίας, αἳ παλαιόθεν ἦσαν· ἐκεῖ σε δὲ εὑρεθῶσι καὶ οἱ ἄνθρωποι καὶ δηλήσωσι πλατύναντες τὰ διὰ γραφῆς· καὶ εἰ μὲν ἦσαν δυνατά, ἐνεργεθῶσιν, εἰ δ' οὐ, ἀπέλθωμεν φανερῶς ἀπο κλεῖσαι τὸ κάστρον καὶ ὡς φέρῃ τὸ φέρον. Καὶ ἰδοὺ ἐγράψαμεν προσ τάγματα πρὸς πάντας τοὺς ἐν τῇ περιοχῇ τῆς Ἰθώμης καὶ20 Ἀνδρού- σης ἐν τῷ Μεσσηνιακῷ κόλπῳ καὶ τῶν ἔσω καὶ ἔξω ζυ 280 γῶν, ἵνα τῇ πρώτῃ τοῦ Μαρτίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἔλθωσι μετὰ ὅπλων καὶ τῶν πλειόνων ἀνθρώπων τῆς ἀρχῆς ἑνὸς ἑκάστου αὐτῶν, καὶ οὕτως τακτικῶς διελθεῖν τὸν τόπον τοῦ πριγκίπου, καὶ δεχθῶσι καὶ συ ναπαντήσωσι τὸν νέον αὐθέντην εἰσερχόμενον ἐν τῷ Μεσση νιακῷ κόλπῳ καὶ ζυγοῖσ· ὁμοίως ἐμηνύθη καὶ τῷ Λασκάρει Ἀλε ξίῳ τῷ ἐκ Βοστίτζας. Ἐλθόντες οὖν ἐκινήθημεν οὐ διὰ τῆς ὁδοῦ τῆς περὶ τὸν Ἀλφειόν, ἀλλὰ διὰ τῆς ἐξ εὐωνύμων· καὶ πάντες ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους καὶ ἐπυνθάνοντο ποῦ ἀπήρχοντο. Περὶ δὲ ἀλε κτοροφωνίας ἤλθομεν περὶ τὸν συμφωνηθέντα τόπον, ἔνθα εὕρομεν τοὺς ἀνθρώπους· καὶ ἰδόντες αὐτοὺς ἀπράκτους εἶναι καὶ ἄπρακτα λέγοντας ἀπεπέμψαμεν. Πρωΐας οὖν γενομένης συμβουλευθέντες, τὶ ἄρα πραχθείη, καὶ διακρίναντες, ἵνα τὸ στρατόπεδον δράμῃ πρὸς τὸ αἰχμαλωτεῦσαι τοὺς ἔξω τῆς πόλεως οἰκοῦντας καὶ πᾶσαν τὴν τῶν Ἑβραίων οἴκησιν, ὡς οὖν ἐφάνη ἄπρακτον διὰ πολλὰς αἰτίας, ἰδοὺ καὶ οἱ ἐκ τοῦ κάστρου ἰδόντες ἡμᾶς καὶ ἀπορήσαντες, τὶ ἄρα καὶ ἔνι, οὐ γὰρ προενόμισαν τὸ τυχόν, ἀπέστειλαν ἕνα τῶν ἀρχόντων καί τινα κανονικόν, Μάρκον τοὔνομα, με τὰ καὶ ἀνθρώπου τινὸς πρὸς τὸ μεταφράζειν καὶ ἄλλων ἀνθρώπων, ὅπως μάθωσι, τίνες οἱ ἐπερχόμενοι καὶ διὰ τί. Ὣς οὖν εἶδον ἡμᾶς καὶ πῶς ἡμεῖς ἐζητοῦμεν τὸ κάστρον ἢ μετὰ συνθήκης ἤ, οἴῳ δὴ τρόπων δυνη σώμεθα, παραλάβωμεν αὐτό, ἐπιστρέψαντες μετὰ σπουδῆς ἔκρουσαν τὰς σάλπιγγας καὶ πᾶν ὄργανον πολεμικόν· καὶ εὐθὺς πάντες οἱ ἐντὸς καὶ ἐκτὸς συνήχθησαν εἰς τὸ ὁπλίζεσθαι, ἡμεῖς δὲ ἐπὶ αὔριον ἤρξαμεν τοῦ πολέμου. Ἀποκλεισμὸς τῆς Πάτρας ὑπὸ τοῦ δεσπότου κὺρ Κωνσταντίνου IV. Ἐπὶ τὴν αὔριον οὖν, τυχοῦσα ἡ ἑορτὴ τῶν Βαΐων, ἐκόψαμεν βάϊα μυρσίνης· πᾶν τὸ στρατόπεδον φέροντες ἀνὰ χεῖρας καὶ ἐλθόντες ἐπέ σαμεν περὶ τὰς πύλας τοῦ κάστρου. Ὡς δὲ ἐκείμεθα τῇ κ- ῃ τοῦ αὐτοῦ μηνὸς Μαρτίου, μετὰ τὴν τοῦ μεγάλου σαββάτου ἀκολουθίαν, ἤτοι τὴν θείαν μυσταγωγίαν, ἀριστήσαντες ἦμεν καθήμενοι ἐν τῇ παρεμβολῇ, ἤτοι σκηνῇ τοῦ αὐθέντου ἡμῶν συνομιλοῦντες περὶ πολλῶν, ἰδοὺ ἄφνω τινὲς ὀλίγοι ἔφιπποι ἐξῆλθον ἐκ τῆς πύλης τῆς καλουμένης Ἑβραϊκῆς ἢ τοῦ Ζευγαλατείου, οὕτω καὶ οὕτω γὰρ ὠνομάζετο. Καὶ ὡς ἐφάνησαν, διωχθέντες εἰσῆλθον διὰ τῆς αἰγιαλοῦ πύλης· ἐκεῖσε κατασκευαστικῶς ἦσαν πάντες οἱ τοῦ κάστρου μετὰ τζαγκρῶν καὶ τόξων καὶ σκολόπων. Εὑρεθεὶς οὖν ὁ δεσπότης κἀγὼ προβαδίζοντες πρὸ τοῦ διωγμοῦ τῶν εἰρη 282 μένων, διὰ τὸ τοὺς ἴππους ἡμῶν εὑρεθῆναι κατὰ συγκυρίαν ἡτοιμασμέ νους πλησίον τῆς γεφύρας τῆς ὁδοῦ τῆς ἀπαγούσης εἰς τὸ ἅγιον Ἀν δρέαν, τὶς τῶν Πατρηνῶν τοξεύσας τὸν τοῦ δεσπότου ἴππον, καὶ εὐθέως ἔπεσεν ἐπὶ τῆς γῆς· καὶ δραμόντες οἱ ἐχθροί, ἵνα ἀποκτείνωσιν αὐτὸν ἢ πιάσωσιν, εὑρήθην ἐγὼ ἐκεῖ ὑπέρμαχος. Κἀκεῖνος μὲν Θεοῦ βοηθείᾳ ἀποπλακεὶς τοῦ ἴππου ἔφυγε πεζός. ἐγὼ δὲ κατ' αὐτῶν μαχόμενος ἐπία σά τινα, υἱὸν Σταματέλλου. Ἀλλ' ἔγωγε βαρέως ἐτραυματίσθην ἅμα τῷ ἴππῳ, ὃς οὐκέτι ἴσχυε· καὶ πεσὼν ὁ ἴππος ὁ ἄριστος, ὃς παρὰ τοῦ ἀμηρᾶ ἐδόθη τῷ Ἀσάνῃ Ἰσαακίῳ, ἡνίκα συνήντησεν ἐκείνῳ, ὁ δ' Ἀσάνης τῷγαμβρῷ αὑτοῦ τῷ Φιλανθρωπηνῷ Γεωργίῳ κἀκεῖνος τῷ ἑαυτοῦ ἀνεψιῷ τῷ Κομνηνῷ τῷ τοῦ πρωτοστράτορος Καντακουζηνοῦ γαμβρῷ, ὃν φεύγον τα πρὸς Γαλατᾶν φθάσας ὁ ἀδελφός μου, καὶ ἐπίασεν αὐτόν· καὶ οὕτως ὁ ἀδελφός μου εὐεργετήθη τὸν ἴππον παρὰ τοῦ βασιλέως. Ἔγωγε λαβὼν παρ' ἐκείνου τὸν ἴππον ἀπῆλθον εἰς Πελοπόννησον. Πεσὼν οὖν ὁ ἴππος, ἐπιάσθην πολλαῖς πληγαῖς πεπληγμένος καὶ ἀπαγαγόντες με ἔμβλησαν εἰς τὸν γουλᾶν, ἤτοι τὸν πύργον, ἐν οἴκῳ σκοτεινῷ, ἔνθα ἦσαν μύρμη κες καὶ σιτόφθειρες καὶ μύες διὰ τὸ εἶναί ποτε σίτου ἀποθήκη· καὶ χει ροπέδας σιδηρᾶς περιέθηκαν τοῖς ποσί μου καὶ σειρὰν λίαν βαρυτάτην καὶ στερεὰν μετὰ σκόλοπος μεγάλου κατὰ γῆς πεπηγότος. Ἔνθα κακῶς ἐκοιτώμην ἐν τῇ τοιαύτῃ φρουρᾷ, πικρῶς διάγων ἀπό τε τῶν πληγῶν καὶ τῶν δεσμῶν καὶ τῶν ἄλλων, ὡς δεδήλωται, ἃ ἐν τῇδε φρουρᾷ ὑπῆρχον. Βίος καὶ πολιτεία τῆς ὁσιωτάτης Θωμαΐδοσ V. Ἐνταῦθα δὲ χρὴ διηγήσασθαι ἡμᾶς καὶ περὶ τῆς ὁσιωτάτης Θω μαΐδος. Αὕτη ἐκ γένους χρησίμου ὑπῆρχεν ἐν τῇ Ἀνατολῇ τῆς Ἀσίας καὶ ἀπορφανισθεῖσα, οἱ ἑαυτῆς συγγενεῖς ἤγαγον αὐτὴν εἰς Κωνσταντι νούπολιν καὶ ἔδωσαν αὐτὴν τῇ ἀδελφῇ τῶν τριῶν ἀρχιερέων καὶ ἀδελ φῶν Καβασιλαίων καὶ μητρὶ τοῦ σοφωτάτου Καβάσιλα Νικολάου καὶ εἶχεν αὐτὴν καὶ ἐπαίδευε. Καὶ μετά τινα καιρὸν ἀπῆλθεν εἰς τὴν Θεσ σαλονίκην διὰ τὸ ἐκεῖσε εἶναι τὸν Καβάσιλαν καὶ ἀδελφὸν αὐτῆς ἀρχι ερέα, καὶ ὤκησαν εἰς τὴν μονὴν τῆς ἁγίας Θεοδώρας μετὰ Παλαιλογί νας, ἐναρέτου καὶ λογίας γυναικός, περὶ ἧς πολλάκις πολλοὺς ἤκουσα παρὰ τοῦ ἀοιδίμου βασιλέως κὺρ Μανουὴλ ἐπαίνους, καὶ πολλοὺς κα νόνας εἴς τε τὸν ἅγιον Δημήτριον καὶ ἁγίαν Θεοδώραν καὶ ἄλλους ἁγίους ἀνέγνωσα ἐγὼ ἐκείνης ποιήματα· αἳ εἶχον σὺν αὑταῖς καὶ τὴν ἁγίαν Θω μαΐδα καὶ ἐπαίδευον εἴς τε ἀρετὴν καὶ λόγον. Ὡς δὲ ἦλθεν τὸ τέλος αὐ 284 τῶν, κατέλιπον αὐτῇ πάντα τὰ αὑτῶν, ἀλλὰ δὴ καὶ τὴν τοῦ Κυπριανοῦ γυναῖκα, ἥτις ἀγανακτήσασα τὸ σκληρὸν τοῦ ἀνδρὸς αὑτῆς καὶ ἀπελθοῦ σα πρὸς τὰς ῥηθεῖσας μοναχὰς μοναχὴ ἐγένετο. Ἐπεὶ δὲ τὸ τέλος αὐ τῶν ἐγένετο, πάλιν ὑπετάγη τῇ ἐκείνων κληρονόμῳ καὶ τοῦ βίου, ὅπως δήποτε καὶ τῆς ἀρετῆς καὶ καλῶς διήνυσε τὸν τῆς ὑποταγῆς δρόμον μέ χρι θανάτου, ἡ Κυπριανοῦ λέγω γυνή· ἦν αὕτη τοῦ ἐλθόντος εἰς Κων σταντινούπολιν καὶ τὴν μονὴν κτίσαντος τὴν εἰς ὄνομα τῶν ἁγίων ἐν δόξων μεγαλομαρτύρων Θεοδώρων, ἐπονομαζομένην τοῦ Κυπριανοῦ. Τῶν δὲ ἀσεβῶν τὴν Θεσσαλονίκην παραλαβόντων, ἐξελθοῦσα ἡ ὁσία Θωμαῒς μετὰ τῆς ὑποτακτικῆς αὑτῆς, τῆς Κυπριανοῦ, ἀπῆλθεν εἰς Λῆμνον, ἴνα ἐκεῖθεν πάλιν εἰς τὴν Κωνσταντίνου. Ἐν τῇδε τῇ Λήμνῳ ὁ πάππος μου εὑρισκόμενος μετὰ τῆς γυναικὸς αὑτοῦ καὶ τέκνων, ἡ οὖν πρώτη τῶν αὐτοῦ θυγατέρων ἰδοῦσα τὴν ὁσίαν καὶ τῆς αὐτῆς ἀρετὴν καὶ τὸν λόγον, ἐγκατέλιπε γονεῖς καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ ὃν ἐμνηστεύσατο εἰς ἄνδρα ἅμα τοῖς παισὶ καὶ ἀπελθοῦσα εἰς Θεσσαλονίκην γέ γονε μοναχὴ καὶ ἐν ὑποταγῇ αὐτῆς δὴ τῆς ὁσίας κἀκεῖσε ἀπομείνασα. Κἀκεῖθεν ἐξελθοῦσαι αἱ τρεῖς μόναι ἐν τῇ Κωνσταντινουπόλει, κατήντησαν ἀρχῇ ἐν τῇ μονῇ τῇ ἐπονομαζομένῃ τῆς Κλέραινας. Διαδοθεῖσα δὲ ἡ ἀρετὴ τῆς ὁσίας καὶ εἰς τὴν θείαν Γραφὴν αὐτῆς ἐμπειρία εἴς τε τὸν βασιλέα καὶ πατριάρχην καὶ πάντας τοὺς τῆς πόλεως, ὁ μὲν βασιλεὺς ἐζήτει λαβεῖν ἄλλο τῶν μοναστηρίων μειζότερον καὶ εἰσοδώτερον δοῦ ναι αὐτῇ· ὁ δὲ πατριάρχης τὸ δοῦναι αὐτῇ ἔνταλμα πνευματικῆς ἐξου σίας εἰς τὰς βουλομένας τῆς πόλεως γυναῖκας, οἱ δὲ τῆς πόλεως ἤθελον δοῦναι αὐταῖς πᾶν ἀναγκαῖον εἰς τὸ ἐπισκέπτειν καὶ θεραπεύειν τὰ πρὸς χρείαν αὐτῶν. Οὐχ ὑπῆρχε γὰρ ἐκείναις οὔτε χρυσίον οὔτε ἀργύριον, οὐκ ἄλλο τι, εἰ μὴ τὸ ἐργόχειρον καὶ ἡ τοῦ Θεοῦ διὰ τῶν ἀρχόντων προμήθεια. Λαβοῦσα δὲ μικρόν τι κάθισμα, συνέδραμον εἰς ὑποταγὴν αὐτῆς τοσαῦται, ὅσαι οὐκ ἐχώρησαν εἴς τε τὴν τοῦ Λιβὸς μονὴν καὶ τῆς Κυραμάρθας. Ἡ δὲ οὐ πλείους ᾒ δύο καὶ δέκα προσελάβετο. Καὶ ἦσαν τοιαῦται εἴς τε ἀκτημοσύνην καὶ ὑπακοὴν καὶ σωφροσύνην καὶ πᾶν εἴ τι εἰς Θεὸν εὐαπόδεκτον, ὅτι κατέλιπον οἱ τῆς πόλεως λέγειν ἡ ἁγία, ἀλλ' αἱ ἅγιαι· καὶ αὐτὸ δὴ τὸ ὄνομα εἶχον εἰς τὰς ἁγίας. Καὶ τὸ μὲν τῶν μοναχῶν ἐκείνων γυναικῶν τὸ κοινὸν τῆς τροφῆς καὶ ἐνδυμάτων καὶ τὸ μὴ ἔχειν ἴδιον καὶ τὸ μὴ ποιῆσαι τὸ μικρότερον ἢ πρὸς κοινὴν ἢ πρὸς ἰδίαν χρείαν εἰ μὴ μετὰ συγχωρήσεως ὑπῆρχεν αὐταῖς· καὶ τὸ ἀνυ πόδητον καὶ ὀλιγότροφον καὶ χαμαὶ κεῖσθαι καὶ ἐν εὐτελείᾳ καὶ τἄλλα ὅσα ἀρετῶν εἰσιν ἐκμαρτυρίας τῶν περισσῶν ἐστι διηγεῖσθαι. Ὀμοίως 286 δὲ πάλιν καὶ τῆς αὐτῶν ὁσίας καὶ πνευματικῆς μητρός, τῆς ἐκείνων, συν δρομῆς καὶ ἐπισκέψεως τῶν βασιλέων καὶ δεσποινῶν καὶ ἀρχόντων καὶ ἀρχοντισσῶν, αἱ μὲν χάριν ἐξομολογήσεως, αἱ δὲ εὐχῆς καὶ ἐπισκέ ψεως, τὶς ἂν ἀκριβῶς ταῦτά τε καὶ τὴν ἐκείνης ἀρετὴν δυνηθείη διηγή σασθαι; Ἓν δὲ μόνον διηγησάμενοι δείξωμεν πάντα ἀληθῆ. Τῷ ῥηθέντι μεγάλῳ σαββάτῳ, ᾧπέρ μοι συμβέβεκεν, ἅπερ διηγησάμην, καθημένης τῆς ὁσίας μετὰ τὴν τῆς λειτουργίας τελετὴν ἐν τῇ ἐκκλησίᾳ καὶ σὺν αὐτῇ πᾶσαι αἱ μοναχαὶ αὐτῆς καὶ προσμένουσαι, ἵνα μικρόν τι καὶ ἀπογεύσων ται διὰ τὴν τοῦ ἀντιδώρου μετάληψιν, εἶτα εἰς τὰς πράξεις τῶν Ἀποστό λων τεθῆναι ἀνάγνωσιν, λέγει οὖν ἡ ὁσία· Μοναχαί, ἐγείρεσθε. Αἱ δέ· Τί σοί ἐστι χρεία, κυρία ἡμῶν ἁγία; Ἡ δέ· Τῷ κυρίῳ Γεωργίῳ ἐπῆλ θε πειρασμὸς καὶ δεηθῶμεν τῆς Θεοτόκου ὑπὲρ ἐκείνου. Τὸ δὲ ἀκού σασαι πᾶσαι προσέδραμον αὐτῇ μετὰ δακρύων, ἐξαιρέτως δὲ αἱ τῆς μη τρός μου ἀδελφαί. Καὶ γὰρ ἑτέρα ἀδελφὴ ἡ ὕστερον γεγονυῖα κἀ κείνη μοναχὴ καὶ ὑποτακτικὴ αὐτῆς καλή, προσέδραμε κἀυτὴ μετὰ δακρύων, πυνθανομένη· Τὶ τοῦτο, ὃ λέγεις, κυρία ἡμῶν ἁγία; Ἡ δὲ πρὸς αὐτὰς ἔφη· Μὴ θροεῖσθε· Ὁ Θεὸς ὁ συγχωρήσας τὸν πειρασμὸν χορηγήσει καὶ τὴν βοήθειαν καὶ διάλυσιν αὐτοῦ δὴ τοῦ πειρασμοῦ. Καὶ ἱστάμεναι ἔψαλλον εἰς τὴν Θεοτόκον παράκλησιν δακρύουσαι. Τού του τὶ κρεῖττον εἰς μαρτύριον τῆς εἰς Θεὸν αὐτῆς ἀρετῆς καὶ οἰκειώ σεως; Ζήσασα οὖν οὕτω καλῶς καὶ πολλὰ εἰς μαρτυρίαν τῆς ἀρετῆς αὐτῆς ἐπιδείξας ὁ Θεός, τέλος καὶ ὁ θάνατος αὐτῆς τίμιος ἐναντίον Κυ ρίου ἐγένετο καὶ τῶν ἀνθρώπων προέβη. Ἡμέραις γάρ τισιν ἀσθενήσα σα μικρὸν καὶ πάσας τὰς μοναχὰς κοινῶς νουθετήσασα καὶ καταλείψασα εἰς τὴν ὑποδοχὴν τῆς ἀδελφῆς τῆς ἐμῆς μητρός, ἣ καὶ πρῶτα εἰς ἀρετὴν καὶ ὑποταγὴν αὐτῆς ἦν καὶ πάντα τὰ τοῦ κελλίου αὐτῶν ἐκείνη διοί κει, ἥ τε ὡς ἔθος γενομένη ἐκάθητο, τοὺς μὲν ὀφθαλμοὺς ἔχουσα κεκα λυμμένουσ, τὸ δὲ στόμα ἀεὶ κινοῦσα πρὸς ὕμνους καὶ εὐχαριστίας πρὸς Θεόν. Ἐμιμεῖτο γὰρ πάντοτε ἡ ἁγία τῷ τοῦ θείου χρυσοῤῥήμονος πατρὸς ῥητῷ τῷ λέγοντι· μὴ τάσιν φωνῆς νοήσῃς καὶ μέγεθος, χρῆμα γὰρ ἀνάρμοστον ἁγίοις ἡ κραυγή, ἀλλὰ τὸ νοερὸν τῆς διανοίας καὶ τὴν θερμότητα τῆς ψυχῆς καὶ τὴν συντονίαν τῆς δεήσεως, καθ' ἣν καὶ σιωπούντων ἀκούει ὁ Θεόσ. Ἡ οὖν ἁγία μήτε τι προλαμβάνου σα τροφίμου ἢ ποσίμου, μήτε ὁμιλοῦσα τὸ τυχόν, ἄνευ τῷ καθ' ἡμέραν ἐρχομένῳ ἱερεῖ εἰς τὸ μεταλαμβάνειν αὐτὴν τῶν θείων μυστηρίων, τότε καὶ τὰς χεῖρας καὶ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν αἴρουσα καὶ συγχώ ρησιν αἰτοῦσα μετελάμβανεν. Ἀλλὰ καὶ τοῦ βασιλέως κὺρ Ἰωάννου καὶ τῶν δεσποινῶν καὶ ἄλλων πολλῶν πολλάκις προσερχομένων αὐτῇ, ἀλλὰ δὴ καὶ τότε διὰ τελευταίαν εὐχήν, ἀρχόντων καὶ ἀρχοντισσῶν καὶ ἐγκρί 288 των ἱερομονάχων καὶ μοναχῶν, ἀνένευε καὶ συγχώρησιν καὶ εὐχὴν ἐχο ρήγει. Καὶ οὕτω διαρκέσασα ἡμέρας ἑπτὰ πρὸς Κύριον ἐξεδήμεσε· καὶ ἐτάφη φιλοτίμως, συνδραμόντων σχεδὸν πάντων τῶν ἱερέων, ἱερομονά χων, κλητῶν καὶ ἀκλήτων, ἀρχόντων καὶ ἀρχοντισσῶν. Καὶ ταῦτα μὲν δὴ οὕτως ἔχει καὶ ἀληθῶς. VI. Κειμένου μου οὖν ἐν τῇ φρουρᾷ ἡμέρας τεσσαράκοντα, ὡς ἦλθεν ἡ ἑορτὴ τῆς μνήμης τοῦ ἐλευθερωτοῦ τῶν αἰχμαλώτων ἁγίου μεγαλομάρ τυρος καὶ τροπαιοφόρου Γεωργίου, ἐδεήθην τοῦδε, ὡς κἀγὼ Γεώργιος καὶ παιδιόθεν δοῦλος αὐτοῦ, ἵνα λυτρώσῃ με τῶν δεσμῶν. Καὶ ἀφυπνια σθεὶς ἔδοξέ μοι εὑρεθῆναί με εἰς τὸ περικαλλὲς ἅγιον τέμενος τὸ εἰς τὸ ὄνομα αὐτοῦ, τῶν Μαγγάνων ἐπονομαζόμενον, εἰς τὴν φιάλην ἱστά μενος, ἔχων καὶ τοὺς σιδήρους τοῖς ποσί· διερχομένου τάχα τοῦ βασι λέως, ἵνα εἰς τὴν ἀκολουθίαν τῆς ἐκκλησίας ἀπέλθῃ, ἐδεήθην αὐτοῦ, ἵνα με τῶν ἁλύσεων ἐλευθερώσῃ. Καὶ ὁ μὲν βασιλεὺς εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, ἄρχων τις ἐπιστρέψας πρός με εἶπέ μοι τάδε· Προσέταξεν ὁ βασιλεὺς ὁ αὐθέντης ἡμῶν, ἵνα ἐξάρωσί σου τοὺς σιδήρους, ὃ καὶ ἡ κυρία ἡμῶν ἡ δέσποινα ἐζήτησεν αὐτοῦ καὶ ἅπαντες ἡμεῖς. Καὶ περὶ τὸν ὄρθρον αὐτῆς τῆς νυκτὸς ἰδοὺ ἐν τῇ συνήθει ὥρᾳ οἱ τοῦ πύρ γου ἄρχοντες καὶ ἕτεροι μετὰ σιδηρῶν ὀργάνων ἐκβαλόντες με τῶν ἁλύ σεων καὶ ἐξαιτιῶνται καὶ λέγουσιν, οὐχ ὅτι ἐχθρωδῶς ἔχουσι κατ' ἐμοῦ, καὶ οὐ τρέφουσί με, εἰ μή ἐστι διὰ τὸ μὴ κεκτηκέναι αὐτούς. Καὶ μετὰ δύο ἡμέρας ἐλθόντες πάλιν ζητοῦσί με καὶ ἐδεήθην τοῦ αὐθεντός μου διὰ γραφῆς, ἵνα ἐξαποστείλῃ ἄρχοντας συλλαλῆσαι τοῖς αἰχμαλωτεύσασί με πρὸς συμβίβασιν περὶ τῆς ἐμῆς ἐλευθερίας, ὅπερ καὶ γέγονε. Καὶ συμβιβασθέντες δεδώκασιν αὐτῷ τὸ Σαραβάλε φρούριον τοιουτοτρόπως, ἵνα ἐγερθῇ καὶ ἀπέλθῃ εἰς τὸν οἶκον αὐτοῦ ἐν τῇ Γλαρέντζᾳ· καὶ μέχρις ὅλου Μαΐου, εἰ μὲν ἔλθῃ ὁ μητροπολίτης καὶ αὐθέντης αὐτῶν, ποιη σάτω ἐκεῖνος, ὡς θέλει, εἰ δ' οὔ, παραδώσωσιν αὐτῷ τὸ κάστρον. Καὶ γεγονότων ὅρκων καὶ παραλαβομένου καὶ τοῦ Σαραβάλε, τῇ πέμπτῃ Μαΐου ἀπῆλθε μέχρι τῆς Σκλαβίτζας καὶ τοῦ Τεριόλου τῶν ὁρίων, δι' ἐμὲ δὲ ἐπαφῆκεν Ἰωάννην τὸν Ῥωσατᾶν, ἵνα με ἄρῃ, σωζομένου γὰρ με- τὰ τὸ ἐλευθερωθῆναί με ἕξωσι τὸ βέβαιον τὰ πραχθέντα. Καὶ ἐλευθερω θεὶς ἡμιθνὴς σχεδόν, ἀπέσωσα ἔνθα ἦν ὁ αὐθέντης μου, ὃς ἰδών με με τὰ χαρᾶς πολλῆς καὶ λύπης, τὸ μὲν ὅτι ἤμην οὕτως ἡμιθνής, τὸ δὲ ὅτι ἠλευθερώθην, καὶ πολλὰ εἶπε πρὸς ἔπαινον καὶ παραμυθίαν μου. Ἀπελ θόντος μου οὖν εἰς τὴν σκηνὴν τὴν ἐμήν, προσέφερόν μοι εὐεργεσίαν τοιάνδε· ἱμάτιον ἐπανώφορον διπλοῦν χαμουχᾶν πράσινον ἀπὸ Λούκκας ἀξιότιμον μετὰ καὶ πρασίνου ὑφάσματος καὶ καλοῦ ἐνδεδυμένον, σκού φιαν Θεσσαλονικαίαν μετὰ χρυσοκοκκίνου χασδίου ἐνδεδυμένην, καβά 290 διον κερμεζὴν χαμουχᾶν μετὰ βαρέων καταρούχων ἐνδεδυμένον, κουρτζου βράκαν χαμουχᾶν χρυσὸν προύσινον καὶ φωτᾶν προύσινον καὶ σπάθην ἐγκοσμημένην καὶ φλωρία, ἤτοι νούμια χρυσᾶ, χιλιάδας τρεῖσ. VII. Ἐπὶ τὴν αὔριον οὖν ἀπελθόντες εἰς Γλαρέντζαν, ἰδού τις ἄρχων τοῦ ἀμηρᾶ μετά τινας ὀλίγας ἡμέρας λέγων, ὅτι ἡ Πάτρα τελεῖ τῷ ἀμηρᾷ τέλη καὶ διαβαίνει αὐτῷ εἶναι. Ἄπεχε διὸ αὐτῆς καὶ μὴ πολιόρκει αὐ τήν· εἰ δ' οὔ, πέμψωμεν στρατὸν κατὰ σοῦ. Ὁ δ' αὐθέντης μου ἀποκρι θεὶς αὐτῷ εἶπεν· Ἡμεῖς ἠκούσαμεν, ὅτι θέλουσι παραδοῦναι αὐτὴν τοῖς Καταλάνοις· οὐκ οὖν δοκεῖ μοι πρέπον εἶναι ἐᾶσαι ἡμᾶς τούς γε καὶ ἐχθροὺς τοῦ ἀδελφοῦ μου τοῦ μεγάλου ἀμηρᾶ καὶ ἡμῶν παραλαβεῖν αὐ τοὺς τὸ τοιοῦτον κάστρον, ἤτοι πτολίεθρον, τὸ ἐν μέσῳ τῶν ὁρίων ἡμῶν κείμενον. Διὰ τοῦτο ἀπήλθομεν ἐκεῖ καὶ ἐξετάσαντες τὸ πρᾶγμα ἐστή σαμεν, ἵνα μὴ γένηται· καὶ ἰδού, ὡς βλέπεις, ἠγέρθημεν ἐπανελθόντες οἴκαδε. Οὐ μετὰ πολλὰς ἡμέρας ἔχω κατὰ νοῦν, ἵνα ἀποστείλω πρὸς τὸν ἀδελφόν μου τὸν μέγαν ἀμηρᾶν τοῦτον δὴ τὸν ἄρχοντα, δεικνύων ἐμέ, ὃς δηλοποιήσει αὐτῷ καὶ πλείονα ἄλλα, ἃ ἀναμεταξὺ ἡμῶν δεῖ ἐνερ γεῖσθαι. Ὁ οὖν Τοῦρκος ἀκούσας τούτους τοὺς λόγους, ἔτι δὲ καὶ φι λοδωρηθεὶς καλῶς, ἀπῆλθε χαίρων. Ἐκείνου δὲ ἀναχωρήσαντος, προ σέταξέ μοι λέγων· Ἰδοὺ προετοίμαζε τὰ πρὸς χρείαν τῆς ὁδοῦ. Καὶ μὴ εἰδὼς ἐγὼ τὸ τυχόν, ἀνέφερον αὐτῷ, ὅτι εἰ μὴ ἔλθῃ ὁ μητροπολίτης, Θεοῦ εὐδοκοῦντος, καὶ δώσωσιν ἡμῖν τὸ κάστρον, κἀγὼ ἀναῤῥωσθήσω ὀλίγον, ἀλλ' ὅμως ἑτοιμάσω πάντα τὰ εἰς ἐκπλήρωσιν τῆς προστάξεώς σου. VIII. Τῆς δὲ προθεσμίας ἐλθούσης καὶ μὴ ἐλθόντος τοῦ μητροπολί του, τῇ αῃ Ἰουνίου τοῦ αὐτοῦ ἔτους ἀπηρχόμεθα κινήσαντες εἰς Πά τραν. Ἐν ταύταις οὖν ταῖς ἡμέραις καὶ ὁ αὐθεντόπουλος ὁ κὺρ Θωμᾶς τὸ τοῦ πριγκίπου Κεντυρίωνος πτολίεθρον τὴν Χαλαντρίτζαν, τοῦ καὶ μετέπειτα γεγονότος πενθεροῦ αὐτοῦ, ἐπολιόρκει. Ὁ δὲ αὐθέντης μου ἅμα τῷ ἀδελφῷ αὑτοῦ διήρχοντο διὰ τῆς ὁδοῦ τῆς φερούσης εἰς Πάτραν. Κατελ θόντες οὖν ἐμείναμεν ὁμοῦ εἰς τὴν Καμενίτζαν. Ἰωαννίκιος Βαλότας οὖν ὁ τοῦ πριγκίπου ἐκεῖσε ἄρχων, ὡς ἔμαθε τοῦτο, αἰτήσας ἀφίρωσιν, ἵνα ἀμφοτέρους τοὺς αὐθέντας ἔλθῃ προσκυνῆσαι, καὶ ἐλθών, εὐθὺς τὰς τοῦ πτολιέθρου κλεῖς ἐκβαλών, δέδωκε ταύτας τῷ αὐθέντῃ μου τῷ δεσπότῃ εἰπών· Τοῦτό ἐστι πτολίεθρον ἰδίως τοῦ αὐθέντου μου καὶ συγγάμβρου τῆς βασιλείας σου, καὶ γὰρ ὁ τοῦ πριγκίπου υἱὸς προέλαβεν εἰς νό μιμον γυναῖκα τὴν ἀδελφὴν τῆς βασιλίσσης κυρίας Θεοδώρας, ὅς μοι προσέταξεν, ἵνα παραδώσω τοῦτο τῇ βασιλείᾳ σου. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Οὕτως ἔχει, ὅτι συγγενοῦς μου ἐστὶν ὁ τοιοῦτος τόπος, ἀλλ' οὐ γνησιεστέρου τοῦ ἀδελφοῦ μου. Λοιπὸν εἰ προγενέστερον ἐποίει τοῦ