Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 292 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
292.1
το, ὁ ἀδελφός μου κατ' ἐμοῦ οὐκ ἐγχειρίζετο οὐδὲν ὃ ἐγὼ εἶχον, καὶ αὐ 292 τὸς καὶ αὐθέντης σου ἀλλοτρόπως εἶχον αὐτό. Τὰ νῦν οὖν εἰ παραλάβω αὐτό, ἀνάγκη ἐστίν, ἵνα διαφερώμεθα μετὰ τοῦ ἀδελφοῦ μου· καὶ οὐ τυγχάνει διὰ πολύ τι, πολλῷ μάλλον διὰ τοσοῦτον, ἀλλ' ἄπελθε ἐν αὐ τῷ καί, ὡς δύνασαι, ποίησον. Ὡς οὖν ἤκουσε ταῦτα, ᾔτησεν, ἵνα ἀκάκως εἰσέλθῃ ἐν τῷ αὑτοῦ πτολιέθρῳ. Προσταχθεὶς ἐγὼ συνώδευσα αὐτῷ μετὰ στρατιωτῶν. Καὶ περὶ τὴν ὁδὸν εὑρεθεὶς Ῥαοὺλ ὁ Θωμᾶς καὶ νομίσας εὔκολον εἶναι, ἵνα ἄρῃ αὐτὸν ἀπ' ἐμοῦ, καὶ εἰς κίνδυνον ἦλθε τοῦ φυέ ναι ἀνὰ τῶν ἀδελφῶν τι μάχιμον καὶ λυπερόν. Ὅμως οὖν Θεοῦ εὐδοκοῦν τος, ἐκεῖνον μὲν σῶον ἀπεκατέστησα οἴκαδε, κἀγὼ ἐπιστρέψας εὗρον τὸν αὐθέντην μου ἐν τῷ τοῦ ἁγίου Ἀνδρέου τοῦ πρωτοκλήτου ναῷ καὶ τάφῳ ἀποσωθέντα τῇ δ- ῃ Ἰουνίου ἑσπέρας. Τῇ ε- ῃ πρωῒ τοῦ αὐτοῦ, ἡμέ ρᾳ πρώτῃ τῆς ἑβδομάδος, ἐξελθόντες πάντες οἱ τοῦ κάστρου ἔγκριτοι με τὰ παντὸς τοῦ λαοῦ καὶ ἐλθόντες μέχρι καὶ τοῦ ῥηθέντος ναοῦ τοῦ ἁγίου Ἀνδρέου, τῷ δεσπότῃ καὶ αὐθέντῃ μου προσεκύνησαν καὶ τὰς κλεῖς τοῦ κάστρου παρέδωκαν αὐτῷ. Καὶ οὕτως κινήσαντες μετὰ πλείστης χαρᾶς ἀμφότερα τὰ μέρη, λέγω τοῦ αὐθέντου μου καὶ τοῦ πτολιέθρου, τινὲς ἔφιπποι καί τινες πεζοί, ἕκαστος κατὰ τὴν ἑαυτοῦ πηλικότητα, καὶ εἰσελ θόντες ἐν τῷ κάστρῳ μέχρι καὶ τῶν κατὰ τὸν ναὸν τοῦ ἁγίου Νικολάου δωματίων ἀπήλθομεν, τῆς μὲν ὁδοῦ πάσης κατεστρωμένης οὔσης πάντων ἀνθέων καὶ εὐκοσμίας, ἐκ δεξιῶν τε καὶ ἐξ εὐωνύμων δόμων πάντοθεν ῥαι νομένων ῥοδοσταμμάτων καὶ ῥόδων καὶ τριακονταφύλλων. Ἀπὸ δ' ἄνω θεν τοῦ φρουρίου, ἤτοι πύργου, διὰ σκευῶν καὶ τζαγκρῶν κακῶς ἐδεξιοῦν το ἡμᾶς, ἀλλ' οὐδὲν ἔβλαψαν. Οἱ γὰρ τοῦ μητροπολίτου κρατήσαντες τὸ φρούριον, ἔτι δὲ καὶ τὰ αὐθεντικὰ παλάτια, τὰ πλησίον αὐτοῦ οἰκήματα, σιταρχήσαντες καὶ ἀφιρώσαντες κατέσχον ἐλπίζοντες, ὅτι ἐλθόντος τοῦ μητροπολίτου διὰ τούτου ἕξειν πάλιν λάβωσι τὸ πτολίεθρον, ὅπερ καὶ πρότερον εἶχεν. Ἡμῶν δὲ ἐπὶ τὴν αὔριον συναχθέντων ἐν τῷ τοῦ ἁγίου Νικολάου ναῷ καὶ παντὸς τοῦ τῶν πολιτῶν δήμου, ὤμοσαν μετὰ ὅρκων, ἵν' ὦσι πιστοὶ δοῦλοι καὶ ὑποτακτικοὶ τοῦ αὐθέντου ἡμῶν τοῦ δεσπότου. Εἶτα ἐζήτησαν κἀμὲ τοῦ κρίνειν ἐν αὐτοῖς καὶ ἰθύνειν· ὁ δὲ αὐθέντης μου ἀπεκρίνατο λέγων· Καὶ μᾶλλον τούτου αὐτῷ ὀφείλομεν καὶ χάριν τῆς ὑμῶν αἰτήσεως ἔσεται αὐτὸς εἰς κεφαλὴν ἐν ὑμῖν. Τῇ δὲ ὀγδόῃ τοῦ αὐτοῦ Ἰουνίου μηνός, διερχομένου μου εἰς Ναύπα κτον, ἴνα πρὸς τὸν βασιλέα πρῶτον ἀπέλθω ἀκουστὸν ποιῆσαι αὐτῷ τὰ ἐν τῇ Πάτρᾳ παρακολουθήσαντα, εἶτ' ἀπ' ἐκεῖσε μετ' ἄρχοντος αὐτοῦ 294 πρὸς τὸν ἀμηρᾶν, κατὰ τὴν τετάρτην τοῦ αὐτοῦ μηνὸς φθάσαντες ἐμεί ναμεν ἐν ἐντῷ τοῦ ἁγίου Ἀνδρέου ναῷ, ἰδοὺ καὶ δύο Τοῦρκοι διερχό μενοι τὴν Ναύπακτον, ὁ μὲν τοῦ ἀμηρᾶ, ὁ δὲ τοῦ Τουραχάνη, προσαγ γέλοντες ἐν προστάγματι, ἴνα μὴ τὴν Πάτραν παραλάβωμεν· οἴτινες δὲ πάλιν ὑπέστρεψαν μετ' ἐμοῦ ἀπολογίαν λαβόντες τοιάνδε, ὅτι ἐπεὶ ὁ παρὼν ἡμῶν ἄρχων ἀπέρχεται πρὸς τὸν ἀδελφόν μου τὸν μέγαν ἀμηρᾶν (δεικνύων ἐμὲ ἔφη αὐτοῖς ὁ δεσπότης ὁ αὐθέντης μου) καὶ ὡς ἐκεῖνος προστάξει, οὕ τω καὶ ποιήσομεν, ἀναχωρησάντων οὖν ἡμῶν ἐν Ναυπάκτῳ ἐμείναμεν. Πρωῒ σκοτίας ἔτι οὔσης ἰδοὺ ἐκεῖσε καὶ ὁ Παλαιοπάτρων μητροπολίτης τοὔνομα Παντοῦλφος Μαλατέστας μετὰ τριήρεως Καταλανικῆς ἔφθασε, Διερχόμενος γὰρ περὶ τὰ νησύδρια τὰ μέσον τῆς ὁδοῦ, ὡς ἔμαθεν, ὅτι ἐδόθη τὸ πτολίεθρον τῷ δεσπότῃ, τὸν πλοῦν ἐποιήσατο διὰ τοῦ ἐκεῖσε κόλπου παρὰ τὴν Αἰτωλικὴν χέρσον ἔγγιστα καὶ ἀπεσώθη εἰς Ναύπακτον πόλιν τῆς Αἰτωλίας, ὅπως καλῶς μάθῃ περὶ τοῦ γεγονότος. Ἐδεήθη οὖν ἐπιμεῖναι κἀμὲ ἐκεῖσε καὶ ἐπὶ τὴν αὔριον. Ἔγωγε ὑπεσχέθην τοῦτο ἕνεκεν δύο αἰτιῶν, τῆς μὲν ἴνα μηνύσω τῷ αὐθέντῃ μου περὶ τοῦ γεγονότος, ὃ καὶ παρ' ἐμοῦ ἔμαθε πρῶτον, τῆς δὲ ἵνα μάθω, τὶς ὁ σκο πὸς αὐτοῦ δὴ τοῦ μητροπολίτου. Διὰ ταύτας οὖν τὰς δύο αἰτίας ἀπέμεινα παρ' αὐτῶ. Μέσον δὲ γενομένου καὶ τοῦ Βηράρδου Μαρκέλλου ἡγεμό νος Ναυπάκτου καὶ εἴδομεν ἀλλήλους, ὃν κἀγὼν βλέψας, ἐθαύμασα, ὅτι ἔοικεν εἰς πάντα τῷ τοῦ Σίδης μητροπολίτῃ. Συνανακείμενος οὖν ἐγὼ αὐτῷ καὶ συνομιλῶν, ἐν τῷ διαλέγεσθαι ἀεὶ μηχανούμενος ἦν, ὅπως γνω ρίσῃ, τίνος ἕνεκεν ἤθελον ἐγὼ ἀπελθεῖν πρὸς τὸν ἀμηρᾶν, κἀγὼ ἐκείνῳ πυνθανόμενος, τὶς ὁ σκοπὸς αὐτοῦ περὶ τῶν κατὰ τῆς Πάτρας συμβάν των. Καὶ μὴ δυνάμενοι εἶς τοῦ ἑτέρου τὰ κρύφια γνωρίσαι ἐοίκαμεν γὰρ ὥς τινες κερδαλέοι ἐποίησαν ἐμπορίας· ὁ μὲν φορτίον εἶχεν ἀντὶ σηρικῆς μετάξης τὰς τῆς θα λάσσης βρύνας, ὁ δὲ ἀντὶ πεπέρεως σχοίνου σπόρον ξηρόν· καὶ συναπαντηθέντες ὁμοῦ ἐπυνθάνοντο ἀλλήλως τὶ τὸ φορ τίον; Ὁ μὲν μέταξα ἔφη ἐστὶ τὸ ἐμόν, ὁ δὲ πέπερι. Καὶ ἕκα στος αὐτῶν ἐνόμιζε μήπως τὸν ἕτερον συμπαίξῃ καὶ οὕτως εἰς συνθήκην ἦλθον, ἵνα ἀνταλλάξωσι τὰ φορτία· καὶ μὴ γινώσκων ὁ εἰς τὰ τοῦ ἑτέρου ἔλαβον φορτία καὶ σπουδαίως ἐπορεύετο ἕκαστος, ἵνα πόῤῥω μακρύνῃ ἀπὸ τοῦ ἄλλου, μήπως ἡ μεχανὴ φανερωθείη. Καὶ παραγενόμενοι ὁ εἷς ἔνθεν καὶ ὁ ἕτερος ἐκεῖ θεν πολλῷ διαστήματι τῆς ὁδοῦ καὶ ἀνοίξαντες οὐχ εὗρον οὐ δέν. 296 Οὕτως ἐπάθομεν κἀμεῖς. Λοιπὸν ὁ μητροπολίτης δεδωκὼς τοῖς ἀπε σταλμένοις Τούρκοις παρὰ τοῦ ἀμηρᾶ καὶ τοῦ Τουραχάνη τοῖς μετ' ἐμοῦ οὖσι γράμματα πρὸς τοὺς ἑαυτῶν ῥηθέντας αὐθέντας, τοὺς αὐτοὺς ἀπο στείλαντας, κἀμοὶ δὲ πολὺς συνέβη λογισμός, μήποτε ὑπόσχεται δοῦναι ἄστεά τινα τῆς Πάτρας, εἴπερ αὐτῷ βοηθήσῃ παραλαβεῖν αὐτήν, ἢ πλῆ θός τι χρημάτων. Καὶ μὴ παυόμενος τῷ λογισμῷ ἕως οὗ μαθεῖν τὸ τὶ πε ριεῖχον τὰ γράμματα, καὶ πολλὰ κοπιάσας καὶ συνεσθίων αὐτοῖς, ἐμέ θυσα αὐτοὺς τὰ μέγιστα· ἀκουσίως διὰ τὸ συγκοινωνεῖν κἀμὲ σὺν αὐ τοῖς πρὸς τὸ πιεῖν, καὶ σχεδὸν ἐμεθύσθην. Καὶ τοσοῦτον μεθύσαντες, ὥστε ἀπῆρα ἀπ' αὐτῶν τὰς ἐπιστολὰς καὶ ἀνεγνωκὼς αὐτὰς καὶ μεταγράψας, πάλιν σφραγίσας εἰάσα αὐτάς. Ὡς δὲ ἔφθασα εἰς τὴν Πόλιν, ἐδόθη μοι συμπρέσβυς Μάρκος Παλαιολόγος ὁ Ἴαγρος, ὁ καὶ ὕστερον πρωτοστρά τωρ, τότε δὲ πρωτοβεστιαρίτης· καὶ ἀντὶ τοῦ συμβοηθεῖν μοι ἐναντίος ἦν κατὰ τῆς ὑποθέσεως, δι' ἣν ἐπηρχόμην· καὶ οὐκ οἶδα τὸ αἴτιον, ἀλλ' ἢ τὸ ὁ φθόνος οὐκ οἶδε προτιμᾶν τὸ συμφέρον. Ἀπελθόντες δ' ὁμοῦ πρὸς τὸν ἀμηρᾶν ἐλάβομεν ἀπολογίαν, ἵνα αὖθις ἀποδώσωμεν τὴν Πά τραν, οἷς προεῖχον αὐτήν. Ἀπελογησάμην οὖν κἀγὼ τῷ πρώτῳ τῆς βου λῆς τοῦ ἀμηρᾶ τοὔνομα Ἰβραὴμ- πασιᾶ, ὅτι τοιαύτην ἀπόκρισιν ἐγὼ οὐ τολμῶ εἰπεῖν τῷ αὐθέντῃ μου· ὅμως, ἐπεὶ ἐκεῖνος ἀπέστειλεν ἐμὲ πρὸς τὸν μέγαν ἀμηρᾶν, προσταξάτω καὶ αὐτός τινα τῶν αὑτοῦ, ἵνα μετ' ἐμοῦ ἔλθῃ καὶ ἀπαγγείλῃ τῷ αὐθέντῃ μου τὸ τοῦ μεγάλου ἀμηρᾶ δόγμα. Καὶ στερεώσας τοῦτο λέγει φρονίμως καὶ χρηστῶς εἴρηκας. Ὁ δὲ Ἴαγρος μεμφόμενος ἐμέ, ὡς ἄπρακτον ἐλογίζετο καὶ μὴ δυνάμενον ἐκτελέσαι τι χρηστόν, εἰ μὴ ἐπιζήμιον. Ἐγὼ δέ, Θεοῦ εὐδοκίᾳ, ἔπραξα τοῦτο καὶ ἦλθε σὺν ἐμοί τις παρὰ τοῦ ἀμηρᾶ πρέσβυς. Καὶ τοῦτο ἦν τὸ πρῶτον αἴτιον τοῦ λαβεῖν τὴν διόρθωσιν τὸ περὶ τῆς Πάτρας. IX. Τῷ δ' αὐτῷ Ἰουλίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους ἀπέθανε καὶ ὁ δεσπό της Κάρουλος εἰς τὰ Ἰωάννινα. Καὶ τῷ ʹ λη- ῳ, ἐν μηνὶ Σεπτεμβρίῳ εἰς τοὺς Κρατικοὺς ἔπραξαν τὸ συνοικέσιον τοῦ αὐθεντοπούλου κὺρ Θωμᾶ οἱ αὐτάδελφοι αὐτοῦ οἱ δεσπόται μετὰ τῆς θυγατρὸς τοῦ πριγκίπου Ἀσάνη Ζαχαρία τοῦ Κεντυ ρίωνος. Ἐν ᾧ δὴ μηνὶ κἀγὼ πάλιν ἐπανέστρεψα εἰς Λάρισσαν πρὸς τὸν Τουραχάνην καὶ τὸ περὶ τῆς Πάτρας τελείως ἐδιώρθωσα. Καὶ τῷ αὐτῷ ἔτει ἐν μηνὶ Νοεμβρίῳ ἡ βασίλισσα κυρία Θεοδώρα εὑρι σκομένη ἐν τῷ Σταμήρῳ ἀπέθανε, καταλείψασα λύπην πολλὴν εἴς τε τὸν ἄνδρα αὑτῆς καὶ πάντας ἡμᾶς τοὺς αὐτοῦ οἰκείους διὰ τὸ εἶναι αὐτὴν καλλίστην. Ἐτάφη δὲ μέχρι τινὸς ἐν μιᾷ τῶν ἐκκλησιῶν τῆς Γλαρέντζας· καὶ μετὰ ταῦτα ἀνεκόμισαν αὐτὴν εἰς τὴν ἐν τῇ Σπάρτῃ τοῦ Ζωοδότου μονήν. 298 Καὶ τῷ Ἰανουαρίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους εὐλογήθη ὁ αὐθεντόπουλος κὺρ Θωμᾶς τὴν κυρίαν Αἰκατερῖναν, θυγατέρα τοῦ ῥηθέντος πριγκίπου ἐν τῇ Σπάρτῃ. Τῇ δὲ κ- ῃ Μαρτίου τοῦ αὐτοῦ ἔτους, ἡμέρᾳ καὶ ὥρᾳ, οἵᾳ οἱ Πατρηνοί με ἐπίασαν, ἐρχομένου μου εἰς τὸ δεσποτᾶτον ὡς πρέσβυς ζητήσει τοῦ Καρού λου δεσπότου ἀνεψιοῦ, καὶ γυναιαδέλφου τοῦ αὐθεντός μου, καὶ τῶν φυ σικῶν υἱῶν αὐτοῦ δὴ Καρούλου, Ἑρκούλου καὶ Μενώνου, ἴνα εἰρηνο ποίησω τούτους εἰς τὰ διαφερόμενα αὐτῶν· ἐποίησαν γὰρ ἐν ὅρκοις συμ φωνίας, λέγοντες ὅτι εἴ τι ἄρα γε διακρίνῃ ὁ ζητήσει ἡμῶν σταλεὶς ἄρχων τοῦ δεσπότου κὺρ Κωνσταντίνου, δηλονότι ἐγώ, περὶ τῶν δια φορῶν αὐτῶν, ὧν εἶχον, στερεώσομεν ἀμφότερα τὰ μέρη· ἐρχόμενος οὖν κατὰ τὰ πλησίον τῆς Ἁγίας Μαύρας νησύδρια ἠχμαλωτίσθην ὑπὸ τῶν Καταλάνων μετὰ καὶ ἄλλων πολλῶν ἀνθρώπων καὶ σκευῶν πολυτίμων· καὶ κρατήσαντές με μέχρι τινὸς ἀπήγαγόν με ἄχρι τῆς Κεφαλληνίας, ὡς δῆθεν διελθόντες εἰς τὰ περὶ τὴν Νεάπολιν. Τέλος ἐπιστρέψαμεν εἰς τὴν Γλαρέντζαν· κἀμὲ δὲ ἐπώλησαν καὶ τοὺς σὺν ἐμοὶ διὰ χρυσίνους χιλιάδας πέντε. Ἐν ᾧ δὴ καιρῷ μηνὶ Μαρτίῳ καὶ ὁ ἀμηρᾶς Ἀμουράτης ἐπολιόρκει τὴν Θεσσαλονίκην, κρατουμένην ὑπὸ τῶν Ἑνετῶν. Καὶ ἀποστείλας ὁ βασιλεὺς πρέσβυν τὸν πρωτοσεβαστὸν Νικόλαον τὸν Χωνιά την καὶ Φραγκόπουλον τὸν πρωτοστράτορα πρὸς τὸν ἀμηρᾶν, λέγων· Οὐκ ἔξεστι με νούσης τῆς ἡμῶν φιλίας καὶ ἀγάπης πολιορκεῖν σε τὰ ἡμέτερα, ὁ δὲ ἀμηρᾶς ἀπε κρίνατο· Ἀληθῶς λέγετε· εἰ ἦτο ἐκ τῶν τοῦ βασιλέως, ἐγὼ οὐκ ἐπιχειριζόμην τι εἰ δὲ καὶ ἐπιχειριζόμην, ἐγκατέλειπον ἄν. Πλὴν τοῖς πᾶσι δῆλόν ἐστι καὶ γνωστὸν ὁ μοίως καὶ τῷ ἀδελφῷ μου τῷ βασιλεῖ καὶ ὑμῖν, ὅτι ἐκ πολλοῦ ἐπώλησε τὴν Θεσσα λονίκην καὶ τὰ πέριξ αὐτῆς πάντα ὡς ἴδιον αὐτοῦ κτῆμα ὁ δεσπότης κὺρ Ἀνδρό νικος τοῖς Ἑνετίοις. Νῦν δὲ οὐκ ἔξεστιν ἐάσω αὐτὴν ἐν μέσῳ τοῦ τόπου ἡμῶν καὶ ὑμῶν ἄρχεσθαι ὑπὸ τῶν Ἑνετῶν. Καὶ οὕτω τῷ Ἀπριλίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους παρέλαβε τὴν θαυμαστὴν Θεσσαλονίκην ὁ ἀμηρᾶς πολέμῳ. Ὁ δὲ δεσπότης καὶ αὐθέντης μου κὺρ Κωνσταντῖνος Μαΐῳ τοῦ αὐτοῦ ἔτους παρέλαβε τὸ τῆς Πάτρας πολίχνιον λιμοῦ αἰτίᾳ καὶ ἄλλης κακο παθείας τῶν ἔνδον αὐτοῦ. Καὶ τῇ δεκάτῃ ἑβδόμῃ Ἰουλίου τοῦ αὐτοῦ ἔτους παρέλαβον οἱ Κα ταλάνοι τὴν Γλαρέντζαν καὶ, κρατήσαντές τινι καιρῷ, εἶτα ἐπώλησαν αὐτὴν διὰ χρυσίνων νουμίων χιλιάδας δυὸ καὶ δέκα τῷ αὐθέντῃ μου· καὶ μετ' ὀλίγον προστάξας πάντα τὰ τεί χη αὐτῆς ἐπόρθησε. 300 Καὶ τῷ Αὐγούστῳ μηνὶ τοῦ αὐτοῦ ἔτους ἐπαναστρέψαντες οἱ ἀπὸ τοῦ βασιλέως κὺρ Ἰωάννου πρὸς τὸν πάπαν Μαρτῖνον πρέσβεις, Μάρκος λέ γω ὁ Ἴαγρος καὶ μέγας στρατοπεδάρχης καὶ ὁ μέγας πρωτοσύγκελλος καὶ ἡγούμενος τῆς σεβασμίας βασιλικῆς μονῆς τοῦ Παντοκράτορος καὶ ὁ ἱερομόναχος καὶ πνευματικὸς Μακάριος ὁ Μακρὴς ὀνομαζόμενος, ἀνὴρ ἄριστος κατά τε λόγον καὶ ἀρετὴν καὶ σύνεσιν καὶ διερχόμενοι τὴν Πελοπόννησον ἐποίησαν δι' ὁρισμοῦ τοῦ βασιλέως δεσπό την τὸν αὐθεντόπουλον κὺρ Θωμᾶν. Καὶ τῷ# 22 λθ- ῳ ἔτει μηνὶ Σεπτεμβρίῳ εὐηργετήθην ἐγὼ, τὴν τῆς Πάτρας ἡγεμονίαν. Καὶ τῷ αὐτῷ ἔτει ἐν μηνὶ Ὀκτωμβρίῳ ἀπῆρεν ὁ μπεγλάρμπεης τῶν Τουρκῶν τοὔνομα Σινάνης τὰ Ἰωάννινα καὶ τὴν αὐτῶν περιοχήν. Καὶ τῇ κ- ῃ Μαρτίου τοῦ αὐτοῦ ἔτους, ἐν ἡμέρᾳ καὶ ὥρᾳ τῇ αὐτῇ, ἐν ᾗ καὶ τὰ προγεγονότα μοι συνέβη, ἐδεξάμην καὶ τὸ λυπηρὸν ἐμοὶ μήνυμα παρὰ τοῦ αὐθεντός μου διὰ γράμματος ἐκ τῆς Βοστίτζας, ὅτι τοῦ παρελ θόντος Ἰανουαρίου ζ- ῃ τέθνηκε λοιμώδει νόσῳ ὁ ἄριστος κἀμοῦ φίλος Μακά ριος ὁ καὶ Μακρὴς καλούμενος, ὁ παρ' ὀφθαλμῷ μὲν πατριαρχικῷ ὑπερηφάνῳ καὶ ἀπλήστῳ ἀγαρικῆ καρδίᾳ αἱρετικός, παρὰ δὲ ὀφθαλμῷ παντοκρατο ρικῷ ἀκοιμήτῳ καὶ ἀληθεῖᾳ δικαζούσῃ ὀρθόδοξος ὤν. Ὅς τινι καιρῷ καὶ εἰς Κωνσταντινούπολιν ἐπανῆλθεν ἀπὸ τοῦ Ἁγίου Ὄρους καὶ τὴν μόνην τοῦ Παντοκράτορος ἔλαβε παρακινήσει καὶ συνεργίᾳ ἐμῇ, ὡς οἱ πάντες ἐπίσταντο· καὶ συνάρσει μὲν πρῶτον τοῦ παντοκράτορος θεοῦ, ἔπειτα δὲ σπουδῇ τε καὶ ἐπιμελείᾳ ἐμοῦ τε κἀκείνου, καὶ πᾶν καλὸν πρὸς σύστασιν καὶ εὐκοσμίαν εἰς τὴν αὐτὴν μονὴν προεχώρησε. Καὶ τῷ τέλει τοῦ ἔαρος αὐτοῦ δὴ τοῦ ἔτους ἦλθεν ὁ Τουραχάνης καὶ κατεχάλασεν αὖθις τὰ τοῦ Ἰσθμοῦ τείχη καὶ πολλὴ λοιμικὴ νόσος γέ γονεν ἐν τῇ Πάτρᾳ. X. Καὶ τῇ λα- ῃ Ἰανουαρίου τοῦ# 22 μ- οῦ ἔτους σταλθεὶς ἐγὼ ἀπῆλ θον πρέσβυς πρὸς τὸν βασιλέα καὶ πρὸς τὸν ἀμηρᾶν, ἀφ' οὗ δὴ τοῦ βα σιλέως καὶ τὸ τοῦ πρωτοβεστιαρίτου ὀφφίκιον τότε εὐηργετήθην. Ἐν ᾧ ἔτει καὶ τῷ Μαρτίῳ μηνὶ καὶ ἡ ἐναλλαγὴ τῶν τόπων ἀμφοτέρων τῶν ἀδελφῶν καὶ δεσποτῶν κὺρ Κωνσταντίνου καὶ κὺρ Θωμᾶ ἐγένετο· ὁ μὲν ἀπῆρεν τὰ Καλάβρυτα καὶ πάντα τὰ ἐκεῖσε, ὁ δὲ τὴν Γλαρέντζαν καὶ τὰ πέριξ αὐτῆς πάντα. Καὶ τῷ# 22 μα- ῳ ἔτει τέθνηκεν ἡ τοῦ Μαλατέστα θυγάτηρ, γυνὴ τοῦ δεσπότου κὺρ Θεοδώρου τοῦ πορφυρογεννήτου, ἡ κυρία Κλεώπα τοὔνομα, καὶ ἐτάφη ἐν τῇ τοῦ Ζωοδότου μονῇ. 302 Καὶ τῷ# 22 μβ- ῳ ἔτει Ἰαννουαρίου ζ- ῃ πάλιν ἀπῆλθον πρέσβυς πρὸς τὸν κὺρ Ἀντώνιον τὸν Κομνηνὸν Δελατζιόλην τὸν τῶν Ἀ- θηνῶν αὐθέντην καὶ πρὸς τὸν ἀμηρᾶν καὶ πρὸς τὸν βασιλέα. Ἐν ᾧ δὴ Ἰαννουαρίῳ τῇ κθ- ῃ αὐτοῦ, νυκτὸς ὥρᾳ τρίτῃ ἐπυρπόλησαν παῖδές τινες ἀρχοντόπουλοι τὸν ἐν Βλαχέρναις εἰς ὄνομα τῆς Θεομήτορος ναὸν τὸν περικαλλῆ τε καὶ θεῖον καὶ θαυματουργόν, θέλοντες πιάσαι τινὰς νεοττοὺς περιστερῶν. Ὃς ναὸς ἔκειτο ἐντῇ Κωνσταντινουπόλει πλησίον τοῦ Κερατίου κόλπου20 ἐν τῷ αἰγιαλῶ20. Καὶ τοῦτο ἀκηκόαμεν ἐν τῇ Κονσταντινουπό λει ἀπερχόμενοι τῇ πρώτῃ Φεβρουαρίου, ὥρᾳ μετὰ τὸν ἑσπερινὸν τῆς δεσποτικῆς ἑορτῆς τῆς ὑπαπαντῆς. Καὶ ἐπεὶ ὁ εἰρηκὼς οὐκ ἐγνώσθη, ἐλογισάμεθα ψεῦδος εἶναι, καὶ διελθόντες παρέμπροσθεν μονὰς πέντε οὐδὲν περὶ τούτου ἠκούσαμεν· καὶ εἰς τὴν ἐν τῷ Ῥαιδεστῷ ἕκτην μονὴν ἡμῶν ἐμάθομεν τοῦτο ἀκριβῶς, πῶς καὶ πότε ἐγένετο, ὅπερ καὶ παράδοξον. Καὶ κατ' ἀρχὰς τοῦ θέρους τοῦ# 22 μγ- ου, ἀπέθανε καὶ ὁ τῶν Ἀ θηνῶν αὐθέντης καὶ Θηβῶν ὁ προῤῥηθεὶς κὺρ Ἀντώνιος Δελατζιόλης ὁ κομνηνὸσ καὶ ζητήσει τῆς ἐκείνου γυναικὸς Μαρίας Μελισ σηνῆς, θυγατρὸς Λεόντος τοῦ Μελισσηνοῦ, πρώτου ἐξαδέλφου Νικηφόρου τοῦ Μελισσηνοῦ, ὃν προεδη λώσαμεν, ἐστάλην ἐγὼ μετὰ ἐνόρκου ἀργυροβούλλου καὶ πολλῶν στρατιωτῶν, ἵνα παραλάβω τὴν Ἀθήναν καὶ Θήβαν καὶ ἄλλον ἀντ' αὐτῶν εἰς τὴν Πελοπόννησον αὐτῇ δώσω τόπον κατὰ τὰ μέρη τῆς Λακω νικῆς πλησίον ὧνπερ εἶχε τῆς αὑτῆς πατρικῆς κλη ρονομίας καὶ προικός, αἵ εἰσιν αἱ κάτω γεγραμμέναι χῶραι καὶ πόλεις καὶ κῶμαι· Ἄστρον, Ἅγιος Πέτρος, Ἅγιος Ἰωάννης, Πλατάμονας, Μέλιγον, Προάστειον, Λεωνίδης, Κυπαρισσία, Ῥέοντας καὶ Σίτανας· καὶ οὕ- τως ἐγγὺς αὐτῶν δώσω αὐτῇ τόπον, ὁπόσον καὶ οἷον φανή σεταί μοι εἰς γνώμην καὶ βουλὴν αὐτῆσ. Προλαβόντος δὲ τοῦ Τουραχάνη καὶ τὴν Θήβαν ἀποκλείσαντος, ἣν καὶ παρέλαβε μετά τινας ἡμέρας, ἄπρακτος ἐγὼ ἐπανέστρεψα ἀπὸ τοῦ Ἰσθμοῦ, τοῦτο παραγγελίαν γὰρ ἔχοντός μου. Εἰς δὲ τὰ Στυλάρια εὑρισκομένου τοῦ δεσπότου καὶ αὐθεντός μου καὶ τὰς τῶν Ἑνετῶν ἐμπορικὰς τριήρεις προσδοκοῦντος, ἴνα ἐμβὰς εἰς τὴν Πόλιν ἀπέλθῃ, ἰδοὺ ἐγὼ ἄπρακτος ἔφθασα. χι. Καὶ ἐμβάντες εἰς τὰς τῶν Ἑνετῶν τριήρεις καὶ φθάσαντες εἰς Εὔ βοιαν, ἔδοξε τῷ αὐθέντῃ μου καλὸν εἶναι ἀποστεῖλαί με πρὸς τὸν Του ραχάνην ἐν Θήβῃ εὑρισκόμενον, ἵνα τὰ περὶ τῆς Ἀθήνας αὐτῷ δηλο 304 ποιήσω. Καὶ παραγενομένου μου ἐδέχθη με μετὰ χαρᾶς καὶ ἐπληροφό ρησέ μοι μεθ' ὅρκου λέγων ὅτι· Εἰ ἔγνωκα τοῦτο, πρὶν οἴκοθεν ἐξελ θεῖν με ἐνταῦθα, ἕνεκεν τῆς πρὸς τὸν δεσπότην ἀγάπης καὶ πρὸς σὲ γνω ριμίας χαριέντως, ὃ αἰτεῖς, πληρῶσαι εἶχον, ἐπεὶ ἄνευ προστάγματος τοῦ μεγάλου αὐθέντου ἐποίησα τοῦτο, διότι ὅτε ἤμην ἐν τῷ οἴκῳ μου πλεί στας προφάσεις ἐδυνάμην εὑρεῖν, νῦν δὲ πρόφασιν οὐκ ἔχω οὐδεμίαν. Φιλοφρονηθεὶς δὲ φιλοτίμως ἐγὼ παρ' ἐκείνου, καὶ τοὺς υἱοὺς αὑτοῦ προ σέφερέ μοι εἰς προσκύνησίν μου. Καὶ παρετίθετο αὐτοὺς ἐμοὶ καὶ τῷ αὐ θέντῃ μου, ἐξ ὧν ἦν εἷς ὁ νῦν πολὺς καὶ μέγας Ἀμάρης, καὶ οὕτως τῶν ἐκεῖθεν ἐπανέστρεψα ἄπρακτος. Καὶ ἐπεὶ προλαβόντες οἱ ἐν τῇ Εὐβοία ἦραν τὴν γέφυραν, ἀκουσίωςκθ- ῃ ἦν Αὐγούστουἡμεῖς ἐμείναμεν ἐν ἐκείνῃ τῇ νυκτὶ εἰς τὰς ἔξωθεν τῆς γεφύρας πέτρας, ἐν ᾗ καὶ πολλὰ ἐναντία ἐπάθομεν ἀπό τε ψύχους καὶ πείνας καὶ ἀπὸ τῆς ξηρότητος τῶν πετρῶν, ἀπό τε φόβου λῃστῶν καὶ τῶν ἀπὸ τοῦ Τουραχάνη στρατοῦ, διὰ τὸ ξένους τοὺς ἴππους εἶναι, οὓς ἐκ τοῦ πτολιέθρου ἐδανεισάμεθα ὅτι καὶ παροιμία ἐγένετο ἐπὶ κακῷ τοῖς μετ' ἐμοῦ τότε οὖσιν εἰς τὸν μετέπει τα, ἤτοι ἐπιόντα χρόνον. Ἀναβάντες οὖν εἰς τὰς τριήρεις ἐπὶ τὴν αὔριον, τῇ κγ- ῃ τοῦ Σεπτεμ βρίου μηνὸς τοῦ# 22 μδ- ου ἔτους εἰς τὴν Κωνσταντινούπολιν ἐφθάσαμεν. XII. Τῇ δὲ κε- ῃ Μαρτίου τοῦ αὐτοῦ ἔτους ἦλθεν εἰς τὴν Πόλιν ἡ τοῦ Παρασπονδύλου μεγάλου δουκὸς θυγάτηρ ὀνόματι Ζωὴ μετὰ βασιλικῆς τριήρεως, ἐσταλμένη μετὰ Παλαιολόγου τοῦ Μανουήλ, ἵνα κομίσωσιν αὐτὴν, ἣν δὴ καὶ μετά τινας ἡμέρας ηὐλογήθη αὐτὴν ὁ δεσπότης κὺρ Δη μήτριος. Μεθ' ἧς δὴ τριήρεως παρεγένετο εἰς τὴν Πόλιν καὶ ὁ δεσπότης κὺρ Θεόδωρος διὰ τὸ εἶναι αὐτὸν ἐν τῇ πόλει διάδοχον, ὡς δεύτερος ἀδελ φός, τῆς βασιλείας· ὃ καὶ ὁ βασιλεὺς ἐπεκύρει αὐτὸ ἀκουσίως, ὅτι τὸν κὺρ Κωνσταντῖνον τὸν αὐθέντην μου καὶ ἀδελφὸν αὐτοῦ πλεῖον ὠρέγετο ἔχειν αὐτὸν ἐγγὺς αὑτοῦ ἐν τῇ πόλει, ὡς καὶ ὁ λόγος προϊὼν δηλώσει. Ἐπεὶ δὲ οὕτως παρηκολούθησε τὸ πρᾶγμα, ἐσπούδαζεν, ἵνα εἰς Πελοπόν νησον καὶ τοὺς τρεῖς ἀδελφοὺς ἐγκατοικίσῃ. Ὁ γοῦν αὐθέντης μου πά λιν ὁ δεσπότης κὺρ Κωνσταντῖνος μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ κὺρ Θωμᾶ τοῦ δεσπότου, ἦν γὰρ μεθ' ἡμῶν ἐν τῇ πόλει ὁ πρῶτος ἄρχων τοῦ οἴκου ἐκείνου ὀνόματι Ῥαοὺλ Μιχαήλ, ἐσπούδαζον, ἴνα οἱ δύο μὲν σὺν τῷ βασιλεῖ μείνωσιν ἐν τῇ πόλει· οὗτοι δὲ οἱ δύο αὐθένται εἰς τὴν Πελο πόννησον. Διὰ ταύτην δὴ τὴν αἰτίαν καὶ τῷ Ἰουνίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους διέβη ἀπὸ τῆς Πόλεως εἰς τὴν Πελοπόννησον ὁ δεσπότης κὺρ Κωνσταντῖνος, ὡς φεύγων, μετὰ ἀκατίου τινός, κἀγὼ δὲ παρ' αὐτοῦ στα 306 λεὶς πρὸς τὸν ἀμηρᾶν διὰ ταύτην τὴν αἰτίαν, ἴνα αὐτὸν ὑπὲρ ἑαυτῶν ἔ χωσι. Καὶ οὕτως ἀπελθὼν τὰ ἀνατεθειμένα μοι καλῶς ᾠκονόμησα καὶ διὰ ξηρᾶς εἰς Πελοπόννησον ἔφθασα. Εὗρον δὲ τοὺς ἀδελφοὺς καὶ αὐ θέντας ἔχοντας ὄχλησιν μάχης μεγάλης· ὄπισθεν γὰρ τοῦ κὺρ Κωνσταντί νου τοῦ αὐθεντός μου, σταλεὶς μετὰ τριήρεως ὁ κὺρ Θεόδωρος, ἴνα κατὰ τῶν δύο ἀδελφῶν αὑτοῦ μάχηται καὶ στρατοῦ πλείστου συναθροισθέντος ἄμφω τοῖς μέρεσι καὶ πόλεμός τις ἀνὰ αὐτῶν γέγονε. Τῷ# 22 με- ῳ ἔτει καὶ ἀπεστάλησαν παρὰ τοῦ βασιλέως πρέσβεις πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, ὁ ἄγαν χρηστὸς Διονύσιος ἱερομόναχος ὁ χρημα τίσας καὶ μητροπολίτης Σάρδεων καὶ ὁ Δισύπατος Γεώργιος· καὶ οὗτοι τὴν μάχην μικρόν τι κατεπράϋναν. Τέλος δὲ πάλιν ἄλλων ἐλθόντων πρέσ βεων, τοῦ Μελισσηνοῦ λέγω Γρηγορίου ἱερομονάχου καὶ πνευμα τικοῦ τοῦ καὶ χρηματίσαντος ὕστερον πατριάρχου Κωνσταντινουπόλεως, ὃς καὶ παρ' ἄλλοις Στρατηγόπουλος ἐπωνομάζετο καὶ σὺν αὐτῷ δὴ καὶ τοῦ Γρηγορίου20, πάλιν τοῦ Δισυπάτου, καὶ ἐμοῦ20, συμβιβασάντων καὶ συμφωνησάντων αὐτούς, ἴνα ὁ μὲν αὐθέντης μου καὶ δεσπότης ἀπελθὼν παροικήσῃ ἐν τῇ Κωνσταντινουπόλει, ὁ δὲ κὺρ Θεό δωρος καὶ κὺρ Θωμᾶς οἱ δεσπόται ἐν τῇ Πελοποννήσῳ, καὶ τῇ ε- ῃ τοῦ Σεπτεμβρίου τοῦ# 22 μ- ου διέβη ἀπὸ τῆς Πάτρας διὰ ξηρᾶς εἰς τὴν Εὔριπον ἀπέλθων ὁ αὐθέντης μου, λέγω, σὺν ἡμῖν. Καὶ ἐμβάντες εἴς τινα τῶν Ἑνετῶν τριήρεα ἀπό τινος ἄστεος τῆς Εὐρίπου, εὐβοίας λεγο μένησ ἐν ᾗ δὴ τριήρει ἦν καὶ ὁ ποτὲ ἐν τῇ Πάτρᾳ κανόνικος Μάρ κος, ἡνίκα ἀπήλθομεν κατ' αὐτῆς, ὃς γέγονε καὶ λεγάτος παρὰ τοῦ πά πα Εὐγενείου, τοῦ συγγενοῦς αὑτοῦ, καὶ παρ' ἐκείνου ἔτι καὶ πρὸς τὸν βασιλέα πρέσβυς ἀπεστάλη. Καὶ τῇ κδ- ῃ τοῦ αὐτοῦ μηνὸς Σεπτεμβρίου ἀπεσώθημεν εἰς τὴν Πόλιν. Ἀλλ' ἐπεὶ ἐν τῷδε τῷ καιρῷ διάλεξίς τις σεσημειωμένη ἐγένετο ἀναμεταξὺ τοῦ βασιλέως κὺρ Ἰωάννου καί τινος Ἑβραίου Ξένου τοὔνομα, τοῦ μετέπειτα διὰ τῆς τοῦ ἁγίου βαπτίσματος ἀναγεννήσεως μετονομασθέντος Ἐμμανουήλ, λοιπὸν οὐκ ἀφήσω τοῦ διηγεῖσθαι Ἐν πρώτοις ἐρωτηθεὶς ὁ βασιλεὺς παρὰ τοῦ Ἑβραίου τοιάδε· ΕΡΩΤΗΣΙΣ· Ε ΒΡΑΙΟΣ· Πῶς ἦν δυνατὸν τεκεῖν τὴν Μαρίαν τὸν Χριστὸν παρθένον οὖσαν; Ὁ ΒΑΣΙΛΕΥΣ ΑΠΟΚΡΙΘΕΙΣ· Πῶς ἔτεκεν ὁ Ἀδὰμ τὴν Εὔαν χωρὶς γυναι- κός; Καὶ πῶς ἐξήνθησεν ἡ γῆ χωρὶς σπέρματος; Πῶς ἔβλυσεν ὕδωρ ἡ ἀκρότομος πέ 308 τρα; Πῶς τοῦ Ἀαρὼν ἐβλάστησεν ἡ ῥάβδος; Πῶς οὐρανόθεν κατεπέμφθη τὸ μάννα; Πῶς ἐπληθύνετο ἡ ὑδρία τοῦ ἀλεύρου; Πῶς ὁ ἔλαιον Ἐλισσαιὲ ἔβλυσεν εἰς τοὺς κε- ράμους; Πῶς ἡ ῥάβδος τοῦ Ἰεσσαὶ ἐβλάστησεν ἄνθος; Πῶς ἐπὶ Γεδεὼν ὁ πόκος ἀπεῤῥύη δρόσον; Πῶς ἐπὶ Σαμψὼν ἔβλυσεν ὕδωρ τὸ ὀστοῦν; Πῶς ἐφύλαττε τοὺς παῖ δας ἀφλέκτους ἡ κάμινος; Πῶς ἐπὶ Μανωὲ ἀνήφθη ἡ πέτρα δίχα ὕλης; Πῶς ἐκαίετο ἡ βάτος ἐπὶ Μωϋσέως καὶ οὐ κατεκαίετο; Πῶς οὐ κατεφλέχθη Ἠλίας ἐπὶ τὸ ἅρμα τὸ πύρινον ἐπιβάς; Πῶς ὁ Ἡσαΐας εἶδε τὸν Κύριον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμέ νου καθήμενον; Πῶς ὁ Δανιὴλ ἐφανέρωσε τὸ κεκρυμμένον ἐνύπνιον τοῦ Ναβουχοδο νόσωρ; Πῶς ὁ οὐρανὸς τοὺς ἀστέρας κατέχει μὴ βασταζόμενος; Πῶς ἡ νὺξ ἐγέννησε τὴν ἡμέραν καὶ γίνεται; Πῶς τὸ φῶς τοῦ ἡλίου φωτίζει πάντα κόσμον; Εἰ ταῦτα σὺ ἑρμηνεύσῃς με, ἐρωτῶ σε, οἶδα ὅτι καταλαμβάνεις καὶ τὴν γέννησιν τῆς Παρθένου, ἀλλὰ ἀλλότριος κἀκείνων καὶ τούτων. ΕΒΡΑΙΟΣ ΠΑΛΙΝ ΕΡΩΤΗΣΑΣ· Εἰ οὐκ ἀναγκαίως ἀλλ' ἑκών, ὡς αὐτὸς φής, ἀπέθανεν ὁ Χριστός, φονεὺς ἄρα ἑαυτοῦ νομίζοιτ' ἂν εἰκότως καὶ ψυχικῆς διὰ τοῦτο τιμωρίας ἄξιος; Ο ΒΑΣΙΛΕΥΣ. ΑΠΟΚΡΙΣΙΣ· Πολύ τι, Ξένε, τοῖν λόγοιν ἀμφοῖν μεταξὺ τὸ διά φορον· ἀλλὰ θαῦμα γ' οὐδὲν ὁμοῦ τοῖς ἄλλοις ἀγνοεῖν σε καὶ τοῦτο. Φονεὺς γὰρ ἑαυ τοῦ λέγοιτ' ἂν δικαίως ὁ ἑαυτὸν διαχειρίσας, οὐχ ὁ ὑπὲρ τῆς τῶν φιλουμένων ἀγά πης ἀφειδήσας ἑαυτοῦ καὶ θάνατον ὑποστάς. Ὁ γὰρ τοιοῦτος οὐκ αὐτόχειρ, ἀλλὰ φίλος προσηκόντως ἀληθὴς κάλοιτ' ἂν ὡς ἑαυτὸν ὑπὲρ τῶν φιλουμένων προδούς, ἵν' ἐκείνους, εἰ οὕτως τύχοι, τῶν ἐπικρεμαμένων θανάτων ἐξέληται. Ταῦτ' ἄρα φιλανθρω πίας, καὶ ὁ Χριστὸς ἀποίσεται μᾶλλον χάριν ἢ τοιούτοις ἐγκλήμασιν ὑποκείσεται. ΞΕΝΟΣ ΕΒΡΑΙΟΣ. ΕΡΩΤΗΣΙΣ· Πόσων ἄρα δεινῶν αἴτιον ἀεὶ τὸ ψεῦδος κα θίσταται· Ὁ γὰρ προφήτης οὐχ ἡ παρθένος, ἀλλ' ἡ νεᾶνίς φησιν ἕξει, δηλονότι συ νελθοῦσα ἀνδρί· ὑμεῖς δὲ τὰς ἑαυτῶν ἐπερείδειν βουλόμενοι τερατείας τὴν παρθένον τῆς νεάνιδος ἀντειλήφατε. Τί γὰρ ἄν τις καὶ λέγοι, πόσον ἐντεῦθεν ἴλιγγον καὶ μό νον λεγόμενον ἐμποιεῖ καὶ τὴν ἀπιστίαν ἡλίκην κατάγει τῶν ἀκροωμένων; Τὶς γὰρ τῶν ἐκ τοῦ παντὸς αἰῶνος παρθένον ἤκουσε τετοκυῖαν; Εἴ μοι μίαν ἔχει δεικνύναι τις, πρὸς οὐδ' ὁτιοῦν ἀντερῶ περαιτέρω. Ο ΒΑΣΙΛΕΥΣ· Εὖ λέγεις· Δεῖξόν μοι σὺ Θεὸν ἕτερον ἐξ οὐρανοῦ κατεληλυ θότα καὶ σάρκα φορέσαντα, κἀγώ σοι δείξω τήν, ὡς αὐτὸς ἀξιοῖς, παρθένον αὐτὸν γεν νήσασαν. Σὺ δ' ἀλλ' ἐπεί τοι τούτῳ πιστεύειν ὑπισχνῇ, εἴ σοί τις καὶ ἄλλο τοῦτον ἔχει δεικνύναι γεγενημένον, δεκτέον ἂν εἴη σοι καὶ τοῦτο πρῶτον καὶ μόνον ὄν, ἐπεὶ κἀ κεῖνο πρὸς οὐδὲν ἕτερον ἀφορᾶν ἔμελλεν, εἴπερ πρῶτον ἦν. Εἰ δ' οὖν, τοῦτο μὲν ἐα τέον, δεῖξον δὲ σύ μοι, πῶς Μωσῆς τοὺς ὑμετέρους πατέρας τὴν Ἐρυθρὰν περαιω θῆναι πεποίηκε κἀκ τῆς πέτρας τοσοῦτον ἔβλυσεν ὕδωρ, ὡς ἅπαντα τὸν λαὸν κορε σθῆναι, καὶ ἡ κιβωτὸς τοῖς ἱερεῦσιν ἀνεχομένη καὶ τὸν Ἰορδάνου διαστήσασα ῥοῦν ἐπὶ τοῦ ξηροῦ διέβη καὶ τὰ Ἱεριχούντια κατεσείσθη τείχη καὶ τῇ μηλωτῇ τὸν Ἰορ- δάνην αὖθις Ἐλισσαῖος διέῤῥηξε καὶ διῃρέθη τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν, αὐτὸς δὲ ἐπὶ ξηροῦ διέβη. Ἆρα κατὰ φύσιν τι γενέσθαι τούτων ἔστιν εἰπεῖν; Οὐδαμῶς· Εἰ δ' ἐκεῖ να ὑπὲρ φύσιν, οὐδὲ τὸ τῆς παρθένου κατὰ φύσιν Ὑμῶν δὲ καλῶς τὴν ἀπειθείαν ὁ 310 μεγαλοφωνότατος ἐστηλίτευσεν Ἡσαΐας· Ὅλην τὴν ἡμέραν, λέγων, ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. Καὶ πρὸς πάσας μὲν γὰρ τὰς περὶ τοῦ Χριστοῦ προφητείας ἐναργεῖς οὔσας καὶ σαφεστάτας μαινομένων τρόπον διάκεισθε, οἳ τῶν ὁδῶν τὰς τετριμμένας ἐκκλίνοντες, κατὰ κρημνῶν πολλάκις ἑαυτοὺς ὦσαν, μᾶλ λον δὲ τῶν ἄλλων πρὸς τὴν παροῦσαν, σαφεστέραν οὖσαν τῶν εἰρημένων. Ὅμως γε μὴν ἀνωτέρω μικρὸν αὐτὴν ἀναλάβωμεν, ἴν' ἴδωμεν σαφέστερον, τὶς ἡ τῶν εἰρημένων τῷ προφήτῃ διάνοια καὶ περὶ τίνων ἐστίν. Προσέθετό, φησι Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· οὐ μὴ αἰτήσω, οὐδ' μὴ πειράσω κύριον. Καὶ εἶπεν Ἡσαΐας διὰ τοῦτο δώσει Κύριος ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξε ται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Βούτυρον βοῶν καὶ γάλα προβά των καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρά, ἐκλέξεσθαι τὸ ἀγα θόν, διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ ἐκλέξασθαι τὸ ἀγαθόν. Ἀπ' ἀρχῆς τοίνυν αὖθις κατ' ὀλίγον ἐκτιθέντες σκοπῶμεν. Προσέθετο Κύ ριος λαλῆσαι τῷ Ἄχαζ λέγων αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· οὐ μὴ αἰτήσω, οὐδ' οὐ μὴ πειράσω Κύριον. Ἐξετάσαι τοίνυν πρῶτον δίκαιον, τίς ἦν ἡ αἰτία τῆς τοῦ Ἄχαζ παρακοῆς, ὥστε μὴ θελῆσαι ποιῆσαι τὰ προστεταγμένα παρὰ Θεοῦ. Φαμὲν δὴ οὖν ὡς ἄνθρωπος ὢν ματαιό τητι καὶ ἀπονοίᾳ συνεζηκὼς καὶ ἐπὶ ψευδοπροφήτας χρησμολόγους καὶ τοιούτους ἀγυρ τικοὺς κεχηνὼς ὑπερφρονεῖν οὐκ ὤκνει τῶν θείων ἐπιταγμάτων. Ὅθεν τὸ καταφρονητικὸν οἱονεὶ καὶ τὴν ἀναίδειαν Ἡσαΐας ὀνειδίζων ἐκείνου, διὰ τοῦτό, φησι, δώσει Κύ ριος αὐτῷ σημεῖον, ὁ ἀποστείλας με δηλονότι πρός σε τὸν βέβηλόν τε καὶ δυσσε βῆ, τὸν κατορχησάμενον τῶν θείων ἐπιταγμάτων. Μὴ γὰρ δὴ νομίσῃς ἀπεστάλθαι με πρός σε ὡς ἄξιον ὄντα· πόῤῥω γὰρ εἶ σὺ τοῦ τοιοῦτος εἶναι, ὥστε οὐ σοῦ γε ἕνεκα, ἀλλὰ τοῦ οἴκου Ἰούδα καὶ πάντων ἀπέσταλμαι τῶν υἱῶν Ἰσραήλ· διὰ τοῦτο οὖν δώσει Κύριος αὐτὸς ὑμῖν συμεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Εἰ μέν, ὡς σὺ φῄς, νεᾶνιν ὁ προφήτης προὔ λεγεν ἐν γαστρὶ ἕξειν ὡμηληκυῖαν ἀνδρί, μάταιον ἦν ἀτεχνῶς καὶ λίαν ἀλόγιστον τὸ σημεῖον τοῦτο καλεῖν. Ἄνευ δὲ τούτου καὶ τὸ νεᾶνις ἀντὶ τοῦ παρθένος εὑρήσεις ἐφι στὰς ἐν τῷ Δευτερονομίῳ. Φησὶ γὰρ ὡς ἐάν τις βιάσηται ἐν τῷ πεδίῳ νεάνιδα, παρ θένον δηλαδὴ· ἀλλαχοῦ δὲ ἐάν τις εὕρῃ τὴν παῖδα τὴν μεμνηστευμένην καὶ βιασά μενος κοιμηθῇ μετ' αὐτῆς, ἀποκτενεῖτε τὸν ἄνθρωπον μόνον καὶ τῇ νεάνιδι οὐ ποιή σετε οὐδέν. Καὶ ὁ Ἔσδρας δὲ νεάνιδα καλεῖ τὴν τῷ βασιλεῖ καὶ προφήτῃ Δαβὶδ γε γηρακότι συγκοιμωμένην παρθένον, ἢ περιθάλψεως αὐτῷ χάριν ὑπὸ γήρως κατεψυγμέ νῳ συνεκοιμᾶτο καὶ οὐδὲν ἕτερόν τι. Φησὶ γὰρ ὅτι καὶ οὐκ ἔγνω ταύτην ὁ βασιλεύς. Ἐπεὶ δ', ὥσπερ εἴπομεν, καὶ συλλαβεῖν γυναῖκα συγκοιμωμένην ἀνδρὶ καινὸν οὐδὲν ἦν, οὐδὲ σημεῖον εἰκότως τοῦ Κυρίου τοῦτ' ἂν ἐκάλεσεν ὁ προφήτης, λείπεται τοῦτο νο μίζειν αὐτὸν εἰρηκέναι σημεῖον δεδόσθαι παρὰ Θεοῦ, τὸ παρθένον ἄνευ ἀνδρὸς τε 312 κεῖν, ὃ δὴ καὶ πέρας ἔσχε, κἂν ὑμεῖς τἀληθὲς σαθροῖς τισι λόγοις καὶ ἀσυστάτοις οἰκειότερον δὲ εἰπεῖν ἀνοήτοις περιτρέπειν ἐπιχειρεῖτε. Ἄξιον δὲ μηδὲ τοῦτο παρατρέ χειν ὡς, εἰ μὴ ἐν τῇ παρθένῳ Μαρίᾳ τὸ σημεῖον εἴληφε πέρας, πῶς δὲ ἐξ αὐτῆς ὁ γεγε νημένος οὐκ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ' ἐκ πνεύματος ἁγίου κατὰ τὸ προφητικὸν λόγον Ἐμμανουὴλ ὠνομάσθη, ἤγουν μεθ' ἡμῶν ὁ Θεός, ἢ δη λονότι ὁ Θεὸς ἔσται μεθ' ἡμῶν τῶν ἀνθρώπων, ἤγουν ὅμοιος ἡμῖν ἄνθρωπος ἔσται καὶ Θεὸς ὁ αὐτὸς ὑπάρχων. Ὡσαύτως δὲ καὶ διὰ τοῦ καλέσουσι τὴν πληθὺν πᾶ σαν εἴρηκε τῶν ἀνθρώπων, ὃ καὶ ἐγεγόνει. Τούτοις δὲ καὶ τὰ ἐν τῷ Βάρουχ τοῦ Ἱερε μίου παντάπασι συμφωνεῖ, οὗτος γάρ φησιν ὁ Θεὸς ἡμῶν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, ὡσανεὶ ἔλεγεν οἶδε πᾶσαν ἐπιστήμην ὡς αὐτοσοφία ὤν, καὶ πάντας τοὺς λόγους αὐτῶν ὡς δημιουργὸς αὐτῶν ὤν· καὶ ἔδω κεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὑτοῦ, ἤτοι τῷ δούλῳ αὑτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. ΞΕΝΟΣ. ΕΡΩΤΗΣΙΣ· Μηδενός πω τῶν ἐξ αἰῶνος, ὦ βασιλεῦ, ἀνθρώπων ὑπὲρ τὰ χίλια ἔτη ζήσαντος, πῶς αὐτὸν Μεσσίαν, τετρακοσίων ἐγγὺς ἤδη καὶ χιλίων παρῳ χηκότων ἐνιαυτῶν, ἔτι ζῆν ὑπειλήφατε; Ἀδύνατον γάρ. Εἰ δ' ἀποθανεῖν φαίητε, ψεῦδος αὖθις ἔσται περιφανὲς αὐτὸν εἶναι τὸν Μεσσίαν· οὐδὲ γὰρ Ἠλίας ἦλθεν, ὥς φασιν, αὐτὸν γεννηθέντα χρῖσαι. Ο ΒΑΣΙΛΕΥΣ. ΑΠΟΚΡΙΣΙΣ· Πλανᾶσθε, Ξένε, μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ· Ἥξειν μὲν γὰρ τὸν Θεσβίτην Ἠλίαν καὶ λέγεται καὶ πιστεύεται, οὐκ ἐπὶ τὸ χρῖσαί γε μὴν τὸν Κυρίον· ἀλλ' ἐπείπερ ἀπόκειταί τινα γεννηθῆναι μυσαρὸν ἄνθρωπον ἐκ τοῦ γένους, ὥς φασί τινες, τῶν Ἑβραίων, πᾶσαν ἐν ἑαυτῷ δεξόμενον τοῦ διαβόλου τὴν ἐνέργειαν, καὶ ποιεῖν δι' αὐτῆς σημεῖα καὶ τέρατα, Θεὸν ἑαυτὸν καὶ Χρι στὸν ὀνομάζοντα, ὥστε μὴ μόνον πολλοὺς τῶν τότ' ὄντων πλανηθῆναι Χριστιανῶν, ἀλλὰ τὸ καταλελειμμένον ὀλίγον μέρος τοῦ γένους τῶν Ἰουδαίων, ἤτοι ἔθνους, τῇ πλά νῃ τοῦ ἀντιχρίστου συναπαχθῆναι, ἥξειν φασὶ τηνικαῦτα τόν τε Ἠλίαν καὶ Ἑνὼχ ἀπεσταλμένους ὑπὸ Θεοῦ σπλάγχνα οἰκτιρμῶν λαβόντος, διδάξαι τε καὶ ἐπιστρέψαι τούς τε ἄλλους καὶ δὴ τὸ ταλαίπωρον τῶν Ἑβραίων ἔθνος εἰς τὴν τοῦ Χριστοῦ, ταὐτὸ δὲ εἰπεῖν τὴν τῆς ἁγίας Τριάδος πίστιν, ἵνα μὴ τὸ σύμπαν ὑπὸ τοῦ διαβόλου καταπο θείη. Εἰ γὰρ καὶ διὰ τὸν εἰς τὸν Χριστὸν φόνον ἐχθροὺς ἑαυτοὺς εἰργάσαντο τοῦ Θεοῦ καὶ τοῦ εὐαγγελίου, ἀλλ' ἀγαπητοί εἰσι διὰ τὴν εἰς τοὺς πατέρας αὐτῶν τοῦ Θεοῦ ἀ γάπην. Οὓς μὲν οὖν οἶδεν ἡ θεία πρόνοια ἀνεπιστρόφως ἔχοντας πρὸς μετάνοιαν κα ταλέλοιπεν· οὓς δὲ ᾔδει τὸ θεῖον εὐγνωμόνως τοῦ εὐαγγελίου κῄρυγμα δεξομένους, οὐ παρεῖδε. Τότε τοίνυν πληρωθήσεται ἡ λέγουσα προφητεία τοῦ Ἡσαΐου ἐὰν ᾗ ὁ ἄ ριθμος τῶν υἱῶν Ἰσραὴλ ὑπὲρ τὸ ἄμμον τῆς θαλάσσης, τὸ κατέλειμμα τοῦ Ἰσραὴλ σωθήσεται. Καὶ διὰ ταῦτα γοῦν Ἠλίας ὑπὸ Θεοῦ πεμφθήσεται τότε, οὐχὶ δ' ὡς ὑμεῖς, χρίσων τὸν Μεσσίαν· τὸ γὰρ τοιαῦτα λογοποιεῖν ἀμαθῶν ἐστιν, ὥς που γε εἰρηκὼς ἔφθην, καὶ τῆς γραφῆς παντάπασιν ἀμνήτων. Ὁ δὲ Χριστός, καθὸ μὲν θεός, καὶ ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ ἐστὶ καὶ ἐν τῷ παντὶ καὶ ὑπὲρ τὸ πᾶν, τὸν γὰρ οὐρανὸν 314 καὶ τὴν γὴν ἐγὼ πληρῶ, λέγει Κύριος· καθὸ δὲ ἄνθρωπος, οὔτε χίλια ἔτη ἔζησεν, οὔτε ἐνταῦθα ἤγουν ἐν τῇ γῆ ἐστίν, ἀλλ' ἔζησε μὲν ὑπὲρ τριάκοντα ἔτη σταυρωθεὶς δὲ ὑπὸ τῶν κακίστων πατέρων ὑμῶν τέθνηκε. Καὶ τὸ μὲν ἅγιον αὐτοῦ σῶμα ἐτέθη ἐν μνη μείῳ, φθορὰν μὲν δεξάμενον, οὐ διαφθορὰν δέ, ἡ δὲ θεία ὑπόστασις, ἀχωρίστως τῷ προ σλήμματι ἡνωμένη κατῆλθεν εἰς ἅδου σὺν τῇ θείᾳ ψυχῇ, πάντας μὲν τῶν χρονίων ἐλευ θερώσασα δεσμῶν, ἀναστήσασα δὲ μετ' ἐξουσίας θεϊκῆς τὸ σῶμα, ὃ προσελάβετο, τὴν μὲν φθορὰν ἤδη καὶ τὸν θάνατον ἀποβεβληκός, ἀφθαρσίαν δὲ καὶ ἀθανασίαν ἐνδεδυ κός. Χριστὸς μὲν οὕτω τριήμερος ἀναστὰς καὶ τὸν Ἀδὰμ τῶν δεσμῶν ἀνεὶς καὶ τὴν πρὶν δίαιταν τὸν παράδεισον αὐτῷ δούς, τοῖς ὑπολειφθεῖσι τῶν μαθητῶν ἕνδεκα συγγενόμενος, ὁ γὰρ Ἰούδας ἀπῆλθεν, εἰς ὃν οἱ προφῆται τόπον εἰρήκεσαν, εἰς κόλασιν δηλόνοτι τὴν ἀτελεύτητον, μεθ' ἡμέρας τεσσαράκοντα τῆς ἐκ νεκρῶν ἀναστάσεως ἀνελήφθη εἰς τοὺς οὐρανούς, πάντων αὐτῷ τῶν μαθητῶν ὁμοῦ τῇ παναγίᾳ μητρὶ συμ παρόντων τε καὶ ὁρώντων· καὶ νῦν ἐστὶν ἐν οὐρανοῖς τῷ Θεῷ καὶ πατρὶ συγκαθήμενος καὶ συμπροσκυνούμενος ὑφ' ἁπάσης τῆς οὐρανίου ἱεραρχίας. Παρὼν καὶ Ματθαῖος ὁ ἱερομόναχος καὶ μέγας πρωτοσύγκελλος βασιλικῇ προστάξει ταῦτα ἔφη καὶ ἀπελογήσατο. ΚΑΙ Ο ΜΕΝ ΞΕΝΟΣ ΕΡΩΤΩΝ ΕΙΠΕΝ ΟΥΤΩΣ· Πῶς ἤδη τὸν Μεσσίαν ἐλη λυθέναι φατέ, τὸν Θεσβίτην μὴ ἥκοντα κατὰ τὰς τῶν προφητῶν ῥήσεις; Ο ΜΑΤΘΑΙΟΣ ΑΠΟΚΡΙΘΕΙΣ· Ἄκουσον, ὦ Ξένε, καὶ σύνες· Δύο τὰς τοῦ Χριστοῦ παρουσίας οἱ προφῆται κηρύττουσι, ταύτην τε τὴν ἤδη γεγενημένην καὶ τὴν εἰς ἔπειτα τῇ τελευτῇ τοῦ κόσμου φανησομένην· καὶ τῆς μὲν μιᾶς, τῆς δευτέρας, πρό δρομον ἔσεσθαι τὸν Ἠλίαν λέγουσι, τῆς δέ γε προτέρας Ἰωάννης ἐγένετο, ὃν ἄγγελον μὲν ὁ προφήτης ὠνόμασε Μαλαχίας οὐ μόνον ὡς τὴν προτέραν αὐτοῦ παρουσίαν ἐγγὺς οὖσαν μηνύοντα, ἀλλὰ καὶ ὡς βίον ἀσπασόμενον μικροῦ τοῦ τῶν ἀγγέλων ἐξ ἐφαμίλλου χωροῦντα. Ἠλίαν δὲ καὶ τοῦτον ὁ Χριστὸς ἐκάλει, οὐκ ἐπειδὴ Ἠλίας ἦν, ἀλλ' ὅτι τὴν αὐτὴν ἐκείνῳ πληρῶν ἐτύγχανε διακονίαν· ὥσπερ γὰρ ἐκεῖνος πρόδρομος ἔσται τῆς δευτέρας παρουσίας, οὕτω καὶ οὗτος τῆς προτέρας ἐγένετο. Οὐ παρὰ τοῦτο δὲ μόνον, ἀλλ' ὅτι καὶ βίον μετῄει κατάκρας τῷ ἐκείνου συμβαίνοντα. Ἀλλ' οἱ μὲν προφῆται καὶ ἀμφοτέρων μέμνηνται τούτων καὶ τοὺς προωδευκότας, ἑκατέρας κηρύττουσιν· ὑμεῖς δὲ τὴν μὲν προτέραν σιγῇ κακούργως παρέρχεσθε, εἴ γε καὶ τῷ νῷ τῆς γραφῆς ἀτεχνῶς ἐπιβάλλετε, τῆς δὲ δευτέρας μέμνησθε μόνης, ἧς ὁ Θεσβίτης προδραμεῖ τε πάντως Ἠλίας. Ἀλλὰ γὰρ καὶ τῶν χρησμῶν αὐτῶν ἀκουσώμεθα. Ὁ θεσπέσιος Μαλαχίας τὴντοῦ σωτῆρος βουληθεὶς παρουσίαν διδάξαι καὶ ὡς ἥξει τῆς δικαίας ἀνταποδόσεως ὁ καιρός, πρῶτον μὲν τὴν προτέραν ἐπιφάνειαν αὐτοῦ προθεσπίζει καὶ δείκνυσι τὸν μὲν Ἰωάννην τὸν βαπτιστὴν ἐκείνης προηγούμενον, ἰδοῦ γὰρ ἐγώ, λέγων, ἐξαποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὑτοῦ Κύριος, πάντων γὰρ ἀγνοούντων ὁ σωτήριος τόκος 316 ἐγένετο· ναὸν γὰρ τὴν ἀνθρωπείαν ὠνόμασε φύσιν, ἣν ὁ Θεὸς λόγος ἀνέλαβε. Πρὸς δὲ τῇ προτέρᾳ καὶ τὴν δευτέραν ἔλευσιν ὑπογράφει· Ἰδοὺ ἔρχεται Κύριος παντο κράτωρ καὶ τὶς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ ἢ τὶς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐ τοῦ; ἀδυσώπητος καθιεῖται κριτὴς ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Εἶτα δι δάσκει κατὰ τὴν προτέραν αὖθις παρουσίαν ὑπ' αὐτοῦ δρώμενα. Διότι αὐτὸς πορεύε ται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων· καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων τὸ ἀργύριον καὶ τὸ χρυσίον. Σημαίνει διὰ τούτων ὁ προφήτης τὴν διὰ τοῦ ἁγίου πνεύματος κάθαρσιν, ἣν θεανδρικῶς ὁ λόγος πολιτευσάμενος ἡμῖν ἐχαρίσατο· καὶ γὰρ ἐν τούτῳ μυστικῶς τοὺς προσιόντας ἀναχωνεύει καὶ νεουργεῖ, τῷ πυρὶ τοῦ πνεύματος χρώμενος οἷα δημιουργὸς ὁ δεσπότης, καθάπερ τινὶ πόᾳ τῷ ὕδατι τοῦ βαπτίσματος τὸν τῆς ἁμαρτίας ῥύπον ἀποσμήχει καὶ τῷ πυρὶ τοῦ πνεύματος τοῦ ταύτης ἰοῦ τὰς ἡμετέ ρας ἐλευθεροῖ ψυχάς. Μεθ' ἣν τοῖς μὴ φυλάξασιν εἰς τέλος τὴν ψυχὴν ἀκηλίδωτον φοβερὸς ὀφθήσεται καὶ ἀπαραίτητος κολαστής, τὸ δεύτερον αὖθις ἐπανιών. Καὶ μετά τινα, τῆς δευτέρας πάλιν ἐπιδημίας ὑπομιμνήσκει· Ἰδοὺ ἐγὼ ἀποστελλῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, καὶ σημαίνων τὸν καιρὸν ἐπήγαγε· Πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, τὴν τῆς δευτέρας λέγων ἐπιφανείας. Διδάσκει δέ, ἅπερ ὁ μέγας Ἠλίας ποιήσει παραγεγόμενος Ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν. Ἐπειδὴ οἱ πατέρες τῶν ἀποστόλων οἱ Ἰουδαῖοι, τοῦτο ἔοικε λέγειν, ὅτι ἀποκαταστή- σει τοῖς δόγμασι τῶν υἱῶν αὐτῶν, ἤτοι τῶν ἀποστόλων, τὰς τῶν πατέρων καρδίας, του τέστι τοῦ γένους τῶν Ἰουδαίων τὴν διάνοιαν· ἀποκαταστήσει δὲ τοὺς εὑρηθησομένους τηνικαῦτα πρὸς τὴν εἰς Χριστὸν εὐγνώμονα πίστιν ὡς εἰς πατρῶον περὶ τὴν εὐσέβειαν κλῆρον, πάλαι δι' ἀπιστίαν ἐκπεπτωκότας αὐτοῦ. Καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλη σίον αὐτοῦ. Καὶ τοὺς ἀδελφοὺς γὰρ ἀδελφὰ παρασκευάσει φρονεῖν. Καὶ δεικνὺς τὸν σκοπὸν, δι' ὃν Ἠλίας πρότερος παραγίνεται, ἐπήγαγε· Μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην, ἵνα μὴ εὑρὼν ὑμᾶς ἅπαντας ἐν ἀπιστίᾳ εἰς τὴν ἀτελεύτητον κόλασιν παρα πέμψω. Ἐνταῦθα περιφανέστερον τὴν δευτέραν καὶ φοβερὰν τοῦ Κυρίου περιουσίαν ἐνέφηνε· τῇ γὰρ προτέρᾳ οὐκ ἦλθε τὴν γῆν πατάξαι, ἀλλὰ σῶσαι. Ἆρ' οὐ φανερῶς καὶ ἠκριβομένως καὶ ἀμφοτέρας τὰς τοῦ σωτῆρος ἐδήλωσε παρουσίας; Ἡ μὲν γὰρ ἤδη γεγένηται θαυμασίοις ἡμᾶς ὄμβροις ἐπιβλύσασα χαρισμάτων· ἡ δὲ πρὸς τῷ τέ λει τοῦ παρόντος αἰῶνος γενήσεται, εὐθύνας τῶν ἑκάστῳ βεβιωμένων εἰσπράττουσα. Εἰ οὖν τὴν ἐπὶ τὸ σῶσαι μόνον γεγενημένην παραφαῦλον ἡγεῖσθε, τὴν δὲ ἐπ' εὐθύ νην ἄγουσαν τοῦ Μεσσίου παρουσίαν ἐπιζητεῖτε, σκοπεῖτε, μὴ πρὸ ἐκείνης λάθητε λύκῳ προσιόντες ἀντὶ ποιμένος καὶ τῷ τοῦ ἀντιχρίστου στόματι περιπέσητε καὶ σὺν ἐκείνῳ τῷ πυρὶ τῷ αἰωνίῳ παραπεμπόμενοι ἀνόνητα μετακλαύσησθε. Ἢ οὐ καὶ τοῦ τον μετὰ τὴν χρόνου περίοδον καὶ τῶν ἡμερῶν αὐτοῦ ἐξαρίθμησιν ὁ προφήτης ἐπι δημήσειν εἴρηκε Δανιήλ, θηρίον τροπικῶς ὀνομάσας παρὰ τὸ τῆς γνώμης ἀτίθασον γέμον ἀπονοίας καὶ δυσσεβείας καὶ τῷ τοῦ πυρὸς ποταμῷ τῷ ὑπ' ὄψιν ῥέοντι τοῦ κρι τοῦ πρὸ τῶν ἄλλων δοθήσεσθαι; Ὥσπερ γὰρ ὁ διάβολος παρὰ πάντα τὸν νῦν αἰῶνα τῆς ἡμετέρας γνώμης ἀφείθη βάσανος καὶ τοῦ τῆς ψυχῆς αὐτεξουσίου γυμνάσιον, εἰ προαιρετικῶς ἔχομεν τοῦ καλοῦ καὶ τῆς ἀρετῆς, τοὺς γὰρ ἀρίστους ἡ πάλη δείκνυ

Intertext edge

Open linked passage

Note