Chronicon Macario Melisseno
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
318.1
σιν, οὕτω καὶ ὁ ἀντίχριστος· ὃς καὶ τὸν ὑπὸ τοῦ Ἐνὼχ καὶ Ἠλιοῦ ἔλεγχον μὴ φέρων ἀνελεῖ ὁ τύραννος, τὸν τοῦ μαρτυρίου στέφανον προξενήσων αὐτοῖς· καὶ γὰρ οὔ πω πεῖραν θανάτου ἔγνωσαν. Λοιπὸν ἕνεκεν τῆς τοῦ παναγίου πνεύματος αἴγλης καὶ τοῖς σοφοῖς ῥήμασι τοῦ αὐτοκράτορος καὶ τοῦ ἱερομονάχου Ματθαίου φωτισθεὶς ὁ Ἑβραῖος τὴν ἁγίαν τριάδα φανερῶς ὡμολόγησε καὶ πάντα τὰ τῆς ὀρθοδόξου πίστεως δόγματα· καὶ τῷ θείῳ βα πτίσματι ἀναγεννηθεὶς ἀντὶ Ξένου Ἐμμανουὴλ ἐπωνομάσθη. XIII. λοιπὸν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Τῇ κζ- ῃ τοῦ Νοεμβρίου τοῦ αὐτοῦ ἔτους διέβη ὁ βασιλεὺς κὺρ Ἰωάννης μετὰ τοῦ πατριάρχου κὺρ Ἰωσὴφ καὶ τοῦ δεσπότου κὺρ Δημητρίου καὶ πωλλῶν ἀρχόντων τῆς συγκλήτου καὶ τῆς ἐκκλησίας καὶ πάντων σχεδὸν τῶν μητροπολιτῶν καὶ ἐπισκόπων διὰ τὴν μελετηθεῖσαν καὶ μὴ ὠφεληθεῖσαν, ἤτοι μᾶλλον εἰπεῖν μὴ ὠφελήσασαν σύνοδον τὴν ἐν Φλωρεντίᾳ συναθροισθεῖσαν, ἔνθα καὶ οὐ συνεπέ ρασε τοῖς πᾶσιν. Οὐ λέγω τοῦτο κατὰ τῶν τῆς ἐκκλησίας δογμάτων· ταῦτα γὰρ παρ' ἄλλοις ἐδόθησαν κρίνεσθαι, ἐμοὶ δὲ ἀρκεῖ ἡ πατρική μου διαδοχὴ τῆς πίστεως, διότι οὐ παρά τινος τῶν ἐκείνων μερῶν τῶν ἐξ ἐναν τίας ἤκουσα λέγειν τὰ ἡμέτερα κάκα εἶναι, ἀλλὰ μᾶλλον καλὰ καὶ ἀρχαῖα, καὶ τὰ ἐκείνων πάλιν οὐ κακά, ἀλλὰ καλά. Καὶ ὡς εἰπεῖν ἐν παραδείγμα τι, ὅτι τὴν Μέσην ὁδὸν τῆς πόλεως τὴν πλατεῖαν καὶ εὐρύχωρον διηρχό μεθα πολλοὺς χρόνους μετά τινων, δι' ἧς κατηντῶμεν εἰς τὴν ἁγίαν Σο φίαν. Εἶτα μετά τινας καιροὺς εὑρέθη παρά τινων καὶ ἄλλη ὁδὸς καταν τῶσα, ὡς λέγουσι, καὶ αὐτὴ ἐκεῖ καὶ παροτρύνουσί με λέγοντες· Ἐλθὲ καὶ σὺ διὰ τῆς ὁδοῦ ταύτης, ἣν εὕρομεν· καὶ γὰρ εἰ καί ἐστιν αὕτη, δι' ἧς ἀπέρχῃ, καλὴ καὶ ἀρχαία καὶ ἡμῖν ἀρχῆθεν γνωστὴ καὶ σὺν ὑμῖν διερ χομένη, ἀλλὰ καὶ αὕτη, ἣν εὕρομεν νῦν, καλή ἐστιν. Ἐγὼ δὲ ἀκούων παρὰ μὲν τῶν, ὅτι καλή ἐστι, παρὰ δὲ τῶν ὅτι οὐ καλή, καὶ ἀσυμφω νία οὖσα ἐν τῷ μέσῳ20, διὰ τὶ μὴ εἴπω· Μετ' εἰρήνης ἀπέρχεσθε καλῶς εἰς τὴν ἁγίαν Σοφίαν, ὅθεν βούλεσθε ἐγὼ πάλιν διέλθω διὰ τῆς ὁδοῦ, ἣν μεθ' ὑμῶν πολὺν χρόνον διηρχόμην, καὶ καλὴν αὐτὴν καὶ παρ' ὑμῶν καὶ τῶν προγόνων μου μαρτυρουμένην καὶ διηρχομένην; Οὐ διὰ ταύτην οὖν τὴν αἰτίαν εἶπον τὸ ὡς μὴ ὠφελήσασαν, ἀλλ' ἕνεκεν τῆς ἀσυμφωνίασ. Εἴθε ἕνωσις εἴη τῶν ἐκκλησιῶν καὶ στερήσαι με ὁ Θεὸς τῶν ὀφθαλμῶν μου. Ἀλλὰ διὰ τί; Ὅτι καὶ αὐτὴ ἡ τῆς συνόδου ὑπόθεσις ἦν αἰτία πρώτη καὶ μεγάλη, ἵνα γένηται ἡ κατὰ τῆς Κωνσταντινουπόλεως τῶν ἀσεβῶν ἔφοδος, καὶ ἀπὸ ταύτης πάλιν ἡ πολιορ κία καὶ αἰχμαλωσία καὶ τοιαύτη καὶ τοσαύτη συμφορὰ ἡμῶν. Καὶ ἀκούσατε λόγους ἀληθεῖς, τὴν αὐτοαλήθειαν προβαλλομένου μου μαρτυρίαν. Εἶπεν ὁ ἀοίδιμος βασιλεὺς κὺρ Μανουὴλ πρὸς τὸν υἱὸν αὐτοῦ, 320 τὸν βασιλέα κὺρ Ἰωάννην, μόνος πρὸς μόνον, κἀμοῦ μόνου ἱσταμένου ἔμπροσθεν αὐτῶν· καὶ ἐκπεσόντος λόγου περὶ τῆς συνόδου ἔφη· Υἱέ μου, βεβαίως καὶ ἀληθῶς ἐπιστάμεθα ἐκ μέσου τῆς καρδίας αὐτῶν δὴ τῶν ἀσε βῶν, ὅτι λίαν διστάζουσι φοβούμενοι, μήπως συμφωνήσωμεν καὶ ἑνωθῶ μεν τοῖς δυτικοῖς Χριστιανοῖς. Δοκεῖ γὰρ αὐτοῖς ὅτι, εἰ τοῦτο γένηται, γενήσεταί τι κακὸν μέγα κατ' αὐτῶν παρὰ τῶν εἰρημένων δυτικῶν δι' ἡμᾶς. Λοιπὸν τὸ περὶ τῆς συνόδου μελέτα μὲν αὐτὸ καὶ ζήτει, καὶ μάλιστα ὅταν χρείαν ἔχῃς φοβῆσαι τοὺς ἀσεβεῖς, τὸ δὲ ποιῆσαι αὐτὴν μηκέτι ἐ πιχειρισθῇς αὐτό, διότι ὡς βλέπω τοὺς ἡμετέρους, οὔκ εἰσιν ἁρμόδιοι πρὸς τὸ εὑρεῖν μέθοδον καὶ τρόπον ἑνώσεως συμφωνίας τε καὶ εἰρήνης καὶ ἀγάπης καὶ ὁμονοίας, εἰ μὴ φροντίζουσι πρὸς τὸ ἐπιστρέψαι αὐ τούς, λέγω τοὺς δυτικούσ, ὡς ἦμεν ἀρχῆθεν. Τοῦτο δὲ ἀδύ νατον ὄντως· σχεδὸν γὰρ φοβοῦμαι, μὴ καὶ χεῖρον σχίσμα γένηται· καὶ ἰδοὺ ἀπεκαλύφθημεν τοῖς ἀσεβέσι. Τοῦ δὲ βασιλέως, ἔδοξε, μὴ δεξαμέ νου τὸν λόγον τοῦ πατρὸς αὐτοῦ, μηδὲν εἰπὼν ἀναστὰς ἀπῆλθε. Καὶ μι κρὸν σύννους γεγονὼς ὁ μακαρίτης καὶ ἀοίδιμος πατὴρ αὐτοῦ, ἐμβλέψας πρός με εἶπε· Δοκεῖ τῷ βασιλεῖ τῷ υἱῷ μου εἶναι αὐτὸν ἁρμόδιον βασι λέα, πλὴν οὐ τοῦ παρόντος καιροῦ· βλέπει γὰρ καὶ φρονεῖ μεγάλα καὶ τοιαῦτα, οἷα οἱ καιροὶ ἐχρῇζον ἐπὶ τῆς εὐημερίας τῶν προγόνων ἡμῶν. Πλὴν τῇ σήμερον ὡς παρακολουθοῦσιν ἡμᾶς τὰ πράγματα, οὐ βασιλέα θέλει ἡμῶν ἡ ἀρχή, ἀλλ' οἰκονόμον· φοβοῦμαι γὰρ μή ποτε ἐκ τῶν ποιη μάτων καὶ ἐπιχειρισμάτων αὐτοῦ γένηται χαλασμὸς τοῦ οἴκου τούτου· προεῖδον γὰρ καὶ τὰς ἐνθυμήσεις αὐτοῦ καὶ ὅσα ἐδόξαζε κατορθῶσαι μετὰ τοῦ Μουσταφᾶ καὶ εἶδον καὶ τὰ τέλη τῶν δογμάτων, ἐν τίνι κινδύνῳ ἡ μᾶς ἤγαγον. Ἕτερον βεβαιοῦν τὴν ποτὲ βουλὴν τοῦ ἀοιδίμου πατρὸς αὐτοῦ· ὡς ἔκρινεν, ἵνα ἀπέλθῃ εἰς τὴν σύνοδον, ἐστάλη πρὸς τὸν ἀμηρᾶν πρέσβυς Ἀνδρόνικος ὁ Ἴαγρος, δηλῶσαι τοῦτο πρὸς ἐκεῖνον ὡς τάχα φίλον καὶ ἀδελφόν. Κακεῖνος ἀπεκρίνατο, ὅτι οὐ φαινεταί μοι καλὸν εἶναι, ἵνα ὑπάγῃ καὶ τοσοῦτον μοχθήσῃ καὶ καταναλώσῃ τὸν βίον αὐτοῦ καὶ μετέ πειτα τί τὸ κέρδος; Ἰδοὺ ἐγὼ ὑπὲρ αὐτοῦ, εἰ χρείαν ἔχει χρημάτων δι' ἔξοδον καὶ εἴσοδον καὶ ἄλλο τι πρὸς θεραπείαν αὑτοῦ, ἕτοιμός εἰμι θε ραπεῦσαι αὐτόν. Καὶ ἐγένετο πολὺς λόγος καὶ βουλή, πότερον γένηται τὸ τοῦ ἀμηρᾶ θέλημα, ἢ ἀπελθεῖν αὐτοὺς εἰς τὴν σύνοδον. Ὅμως ἐγένετο, ὅπερ ἤθελεν ὁ βασιλεὺς ἢ μᾶλλον ἡ κακὴ τύχη. Ἐξελθόντος οὖν τοῦ βασιλέως ἀπὸ τῆς πόλεως καὶ ἀπερχομένου, ἐβουλεύσατο ὁ ἀμηρᾶς ποι ῆσαι μάχην κατὰ τῆς Πόλεως καὶ στρατόπεδα πέμψαι κατ' αὐτῆς καὶ τοῦ το παρὰ πᾶσι τοῖς αὐτοῦ ἐβεβαιώθη καὶ ἐστερεώθη ἄνευ μόνου τοῦ Χαλὶλ πασία, ὅστις ἀνέστη λέγων ὅτι, εἰ κατὰ τῆς Πόλεως ποιήσῃς μάχην, μᾶλλόν ἐστιν ἐπιβλαβές, μήπως ὁ βασιλεὺς ἐξ ἀνάγκης, δεηθεὶς παρὰ τῶν Λατίνων βοήθειαν, ἐπικυρώσῃ τὰ δόγματα αὐτῶν, καί, ὁμονοήσαν 322 τες ὁμοῦ, γενήσεται ὅπερ ἐνδοιάζομεν. Ἀλλ' ἄφες αὐτὰ τὰ νῦν, ἕως ἂν 322 ἴδῃς, τὶ πράξει αὐτός. καὶ εἰ μὲν ὁμονοήσωσι, σὺ ἀγάπην ἔχεις μετ' ἐκεί νου καὶ ὅρκους. Εἰς τὸ πρόσω πάλιν, ὡς ἴδῃς, οὕτω καὶ πράξεις. Εἰ δ' οὐχ ὁμονοήσωσι, τότε μᾶλλον ἐξέρχεται ὁ λογισμὸς καὶ μετὰ πλείονος θάρσους ποιήσεις, ὃ βούλῃ. Καὶ αὕτη ἡ βουλὴ τὸν μὲν ἀμηρᾶν τοῦ σκο ποῦ ἐκώλυσεν. Περὶ δὲ τοῦ Χαλὶλ πασία τὴν βουλὴν δόντος τοῦ καιροῦ μαθεῖν ἡμᾶς ἄλλα τῶν ἄλλων, ὁ οὖν αὐθέντης μου ὁ δεσπότης καὶ οἱ ἄρχοντες ἐξώρθωσαν τὸν Παλαιολόγον Θωμᾶν καὶ πρὸς τὸν βασιλέα ἀ πέστειλαν· καὶ λογισμὸς καὶ τρικυμία ἐν τῇ Πόλει περιέπεσε πλείστη, ἕως οὗ πάλιν μάθωμεν τὴν ἰσχύσασαν βουλὴν τοῦ Χαλὶλ πασία. Καὶ ἰδοὺ ὡς ἐγὼ προεῖπον ἕνεκεν τῶν τοιούτων σκανδάλων τὸ ὡς μὴ ὤφελε γενέ σθαι τὴν σύνοδον. καὶ τὴν μὲν ἀπὸ Κωνσταντινουπόλεως εἰς Ἰταλίαν περίο δον, ὡς περισσὸν οὖσαν γραφῇ παραδοῦναι, διὰ τὸ μῆκος ταύ την ἐάσω. Τὴν δὲ εἰς τὴν Ἑνετίαν εἰσέλευσιν τοῦ βασιλέως Ἰωάννου καὶ τῶν σὺν αὐτῷ, ὡς λαμπρὰν καὶ αἰδέσιμον, ἔτι γε μὴν καὶ ἀξίαν, ταύτην διηγήσωμαι κατὰ τὸ δηλοποιηθέν μοι παρὰ τοῦ δεσπότου κὺρ Δημητρίου20. Περὶ τῆς τοῦ βασιλέως κὺρ Ἰωάννου εἰς Ἰταλίαν ἐλεύσεως ἕνεκεν τῆς συνόδου XIV. Κατὰ τὴν ἑβδόμην τοῦ Φεβρουαρίου μηνὸς ὁρμήσασαι ἐκ τοῦ Παρεντίου πᾶσαι αἱ τριήρεις ὁμοῦ, ἡ δὲ βασιλικὴ τριήρης διὰ τὸ εἶναι αὐτὴν ταχυτέραν τῶν ἄλλων προαπέσωσε τῶν ἄλλων εἰς Ἑνετίαν καὶ ἔφθασεν εἰς τὸν ἅγιον Νικόλαον*** τῇ η- ῃ τοῦ μηνὸς, ὥρᾳ β- ᾳ τῆς ἡμέρας. Ἐξῆλθον οὖν ἐκ τῆς Ἑνετίας πλεῖστα πλοιάρια εἰς συνάντησιν τῷ βασιλεῖ· καὶ τοσοῦτον ἦν τὸ πλῆθος, ὅτι σχεδὸν εἰπεῖν μὴ φαί νεσθαι τὴν θάλασσαν δυναμένην ἐκ τοῦ πλήθους τῶν ὁλκάδων. Ἐξῆλθεν οὖν ὁ λόγος ἐκ τῆς τῶν Ἑνετῶν γερουσίας ἤτοι αὐθεντίας μὴ ἐξελθεῖν ἐκ τῆς τριήρεως τὸν βα σιλέα ἕως τὸ πρωΐ, ἵνα συνεξέλθῃ ὁ δοὺξ σὺν πάσῃ τῇ γερουσίᾳ ποιῆσαι τὴν προ σήκουσαν τιμὴν καὶ ἀσπασμὸν τῷ βασιλεῖ· καὶ ἐγένετο οὕτως. Καὶ μετ' οὐκ ὀλίγην ὥραν παρεγένετο ὁ δοὺξ σὺν τοῖς μεγιστᾶσιν αὑτοῦ καὶ γερουσίᾳ καὶ προσεκύνησε τὸν βασιλέα καθήμενον, ὁμοίως καὶ οἱ ἄρχοντες καὶ πάντες ἀσκεπεῖς. Ἐκάθητο δὲ ἐκ δεξιῶν αὐτοῦ ὁ δεσπότης, ὁ ἀδελφὸς αὐτοῦ κὺρ Δημήτριος, μικρὸν κατωτέρω τοῦ βα σιλικοῦ θρόνου· καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως ἐκάθισεν ὁ τῶν Ἑνετῶν δούξ. Καὶ συλλαλήσαντες ἀλλήλοις λόγους χαιρετισμοῦ καὶ ἕτερα μυστήρια, εἶπεν ὁ δοὺξ τῷ βασιλεῖ ὅτι· Τῷ πρωῒ ἐλεύσομαι σὺν πᾶσι ποιῆσαι τὴν ὀφειλομένην τιμὴν τῇ βα σιλείᾳ σου ἐν Θεῷ ἁγίῳ καὶ συναντῆσαι αὐτῇ μετὰ παῤῥησίας καὶ ἐλεύσῃ ἐντὸς Ἑνε τίας. Καὶ οὕτως ἀνεχώρησεν ὁ δοὺξ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Πρωΐας δὲ γενομένης, 324 ἐπιφωσκούσης Κυριακῆς, Φεβρουαρίῳ θη-, ὥρᾳ πέμπτῃ τῆς ἡμέρας, ἦλθεν ὁ δοὺξ μετὰ τιμῆς μεγάλης ἅμα τοῖς ἄρχουσι καὶ συμβούλοις αὑτοῦ τοῖς τῆς γερουσίας καὶ συγκλήτου ἑτέροις ἄρχουσι πλείστοις ἐντὸς πορθμείου τινὸς, ἐν ᾧ ἔθος ἦν τῇ γε ρουσίᾳ εἰσιέναι αὐτούς, κατὰ τὴν ἐκείνων διάλεκτον πουτζιδῶρον καλούμενον· ὃ ἦν εὐτρεπισμένον καὶ κεκαλυμμένον διὰ ἐρυθρῶν καλυμμάτων, καὶ χρυσοῦς λέοντας εἶχεν ἐν τῇ πρύμνῃ καὶ χρυσᾶ περιπλέγματα, καὶ ὅλον ἐζωγραφισμένον ποικίλων καὶ ὡραιοτάτον ἱστοριῶν, δηλονότι τὸ εἰρημένον πουτζιδῶρον ἦν ἡ κύμβη ἤτοι πλοιάριον αὐθεντικόν. Ἦλθον δὲ μετ' αὐτοῦ καὶ ἕτεραι ἡμιτριήρεις, αἱ κατὰ τὴν τῶν Λατίνων διάλεκτον τετραήρεις ἐπονομαζόμεναι, ὡσεὶ δύο ἐπὶ δέκα, καὶ αὐταὶ εὐτρεπισμέναι καὶ ἐζωγραφισμέναι ἐντὸς καὶ ἐκτός, κατὰ πάντα ὅμοια τοῦ δουκός. Ἐν οἷς ᾖσαν ἄρχοντες πλεῖστοι καὶ κύκλωθεν κύκλῳ σημαίας εἶχον χρυσᾶς καὶ σάλπιγγας ἀπείρους καὶ πᾶν εἶδος ὀργάνων. Εἶχον δὲ καί τινα τετραήρη ἐξαίρετον πάνυ, εἰς ὄνομα τάχα τῆς βασιλικῆς τριήρεως, ἣν ἐποίησαν ὡραιοτάτην καὶ ποικίλην· κάτωθεν γὰρ οἱ ναῦται ἔμβλεα ἔχοντες φορέματα χρυσοπετάλινα καὶ ἐπὶ τὰς κεφαλὰς αὑτῶν εἶχον σημεῖον τὴν εἰκόνα τοῦ πανευφήμου Μάρκου τοῦ εὐαγγελιστοῦ καὶ ὄπισθεν τούτου τὸ βασιλικὸν σημεῖον· εἶτα οἱ τζαγκράτορες ἄλλης θέας ἐνδύματα καὶ σημείας φέροντες· καὶ κύκλωθεν τοῦ αὐτοῦ πλοίου, ἤτοι τετραήρεως ὅλης, σημαίας βασιλικάς, εἰς τὴν πρύμναν χρυσᾶς σημείας καὶ πλείστας καὶ ἀνθρώπους τεσσάρεις ἐστολισμένους μεθ' ἱματίων χρυσοζωγραφίστων καὶ τρίχας κοκκινοχρύσας ἐπὶ τὰς κεφαλὰς αὑτῶν. Μέσον δὲ τούτων τῶν τεσ σάρων ἀνήρ τις εὐειδὴς πότε μὲν ἐκαθέζετο πότε δὲ ἵστατο, φέρων ἱμάτια χρυσοΰφαντα καὶ λαμπρά, κρατῶν καὶ ἐν τῇ χειρὶ σκῆπτρον, ὥσπερ τριήρεως κύριος δεικνύων εἶναι. Καὶ ἕτεροι ἄρχοντες ὡς ἐξ ἀλλοδαποὺς χώρας ὑπάρχοντες ἑωρῶντο φέροντες ἄλλης ἰδέας ἐνδύματα πάνυ ποικίλα, λατρεύοντες αὐτὸν μετ' εὐλαβείας τάχα. Ἔμπροσθεν δὲ τῆς πρύμνης ἵστατο ὄρθιόν τι ὡς στῦλος ὑψηλός. Ἄνωθεν δὲ τοῦ στύλου ὡς τράπεζα τετράγωνος ὀλιγώτερον ὀργυιᾶς μιᾶς· ἐπάνω δὲ τῆς τραπέζης ἐκείνης ἀνὴρ ἵστατο ὡπλι σμένος ἀπὸ ποδῶν ἕως κεφαλῆς, ἀστράπτων ὡς ἥλιος, κρατῶν ἐν τῇ χειρὶ αὑτοῦ ὅπλον φοβερόν· δεξιᾷ δὲ καὶ ἀριστερᾷ αὐτοῦ ἐκάθηντο δύο παῖδες ἀγγελικὰ φοροῦντες, καὶ πτερωτοὶ ἦσαν ὡς ἄγγελοι. Καὶ οὗτοι οὐκ ἐν φαντασίᾳ, ἀλλ' ἀληθῶς ἄνθρωποι ἦσαν κινούμενοι. Καὶ ὡς δύο λέοντες ἦσαν ἐν τῇ πρύμνῃ χρυσοῖ καὶ μέσον αὐτῶν ἀετὸς δικέ φαλος καὶ ἄλλα πλεῖστα ὡς φαντάσματα. Καὶ ἄλλα τινά, ἃ οὐδεὶς δύναται γραφῇ πα ραδοῦναι, ἦν γὰρ ὠκὺς πάνυ ἡ τετραήρης, ὡς πότε μὲν ἔμπροσθεν τῆς βασιλικῆς τριή ρεως, πότε δὲ πλαγίως· καὶ ἐπορεύετο κύκλωθεν μετὰ ἀλαλαγμοῦ καὶ σαλπίγγων πολ λῶν. Ἕτερα δὲ πλοιάρια καὶ ὁλκάδες ἦλθον, ὧν οὐκ ἔστιν ἀριθμός. Ὡς ἀδύνατόν τινα ἀριθμῆσαι ἄστρα οὐρανοῦ καὶ φύλλα δένδρων ἢ ἄμμον θαλάσσης ἢ ψεκάδας ὑετοῦ, οὕτω κἀκεῖνα ἀριθμῆσαί τις οὐ δύναται. Καὶ ἵνα μὴ πολλὰ λέγω καὶ διαλέγωμαι, ἰδοὺ προ 326 σήγγισεν ὁ δοὺξ τῇ βασιλικῇ τριήρει μετὰ τῆς γερουσίας αὐτῶν. Καὶ ἀνελθὼν ἐπροσ κύνησε τὸν βασιλέα καθήμενον ἐπὶ θρόνου, ὢν ἐκ δεξιῶν αὐτοῦ ὁ ἀδελφὸς αὐτοῦ, ὡς εἴρηται, καθήμενος κατώτερον τοῦ βασιλικοῦ θρόνου. Καθίσας οὖν καὶ ὁ δοὺξ ἐξ ἀρι στερῶν αὐτοῦ, ἐπὶ ὁμοίου σκάμνου τῷ τοῦ δεσπότου, καὶ κρατῶν αὐτὸν τῇ χειρί, συνω μίλουν ἀσπασίως καὶ οὕτως κατὰ μικρὸν εἰσήρχοντο μετὰ παῤῥησίας μεγάλης, μετὰ σαλπίγγων καὶ παντὸς γένους μουσικοῦ, ἐν τῇ λαμπρᾷ καὶ μεγάλῃ Ἑνετίᾳ καὶ ὄντως θαυμαστῇ καὶ θαυμαστοθάτῃ πλουσίᾳ καὶ χρυσοειδεῖ, τετορνευμένῃ, πεποικιλμένῃ καὶ μυρίων ἐπαίνων ἀξίᾳ, τῇ σοφῇ καὶ σοφωτάτῃ Ἑνετίᾳ· εἰ καὶ δευτέραν γῆν τῆς ἐπαγ γελίας ὀνομάσῃ τις, οὐχ ἁμαρτάνει. Περὶ αὐτῆς, οἶμαι, καὶ ὁ προφήτης λέγει ἐν τῷ εἰκοστῷ τρίτῳ ψάλμῳ· Ὁ Θεὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν. Τί γὰρ ἂν ζητή σῃ τις καὶ οὐχ εὑρήσῃ ἐν αὐτῇ; Διὰ τοῦτο πολλῶν ἐπαίνων καὶ μεγάλων ἀξία ὑπάρχει καί ἐστιν. Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη τῆς ἡμέρας, ὅτε ἤρξατο εἰσέρχεσθαι ἐν τῇ Ἑνετίᾳ καὶ ἐπλεοπόρουν ἕως δύσεως ἡλίου καὶ ἐκατήντησαν ἐν τοῖς οἴκοις τοῦ τῆς Φεῤῥαρίας μαρκίωνος. Ἡ δὲ πόλις πᾶσα ἐσείσθη καὶ ἐξῆλθον εἰς συνάντησιν τῷ βασιλεῖ· καὶ κρότος καὶ ἀλαλαγμὸς μέγας ἐγένετο. Καὶ ἦν ἰδεῖν ἔκστασιν φοβερὰν τῇ ἡμέρᾳ ἐκείνῃ, τὸν πολυθαύμαστον ἐκεῖνον τοῦ ἁγίου Μάρκου ναόν, τὰ παλάτια τοῦ δουκὸς τὰ ἐξαί σια καὶ τοὺς ἄλλους τῶν ἀρχόντων οἴκους παμμεγέθεις ὄντας, ἐρυθροὺς καὶ χρυσίῳ πολλῷ κεκοσμημένους, ὡραίους καὶ ὡραίων ὡραιοτέρους· οἱ μὴ εἰδότες ἐπ' ἀληθείας οὐ πιστεύσουσιν, ἀλλ' οἱ εἰδότες οὐ δύνανται γραφῇ παραδοῦναι τὴν καλλονὴν καὶ τὴν θέσιν καὶ τῶν ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν τὴν σύνεσιν, τὸ παμπληθὲς τοῦ λαοῦ ἑστώτων πάντων καὶ χαιρόντων ὁμοῦ καὶ εὐφραινομένων ἐπὶ τῇ εἰσόδῳ τοῦ βασιλέως ἐξέστη γὰρ ἡ ψυχὴ πάντων βλεπόντων τὴν τοιαύτην παῤῥησίαν, ὥστε λέγειν καὶ αὐ τοὺς ἐκστάσει· Ὁ οὐρανὸς σήμερον, ἡ γῆ καὶ ἡ θάλασσα γέγονε, δῆλον, ὥσπερ τὰ ἐν τῷ οὐρανῷ κτίσματα καὶ ποιήματα τοῦ Θεοῦ οὐ δύναταί τις αὐτῶν καταλαβεῖν, ἀλλὰ μόνον ἐκπλήττεται, οὕτω καὶ τὰ τῆς ἡμέρας ἐκείνης ἐκπλήττοντο θεάματα βλέποντες. ἀλλὰ πολλὴ ἡ μεταξὺ ἑκατέρων διαφορά. Ὅταν οὖν ἦλθον εἰς τὴν μεγάλην γέφυραν ἐκεί νην, ἣν καὶ Ῥεάλτον καλοῦσιν, καὶ ἦραν αὐτὴν ἄνω, ὑφ' ἧς διέβη ἡ τριήρης· ἦν δὲ κἀκεῖσε πλῆθος λαοῦ καὶ σημεῖα χρυσοειδῆ καὶ σάλπιγγες καὶ κρότοι καὶ ἀλαλαγμοὶ καὶ ἁπλῶς εἰπεῖν πᾶν εἶδος ἐξαισίου θεάματος. Ἔτι τοὺς ἐπαίνους καὶ τιμήν, ἣν ἔδει ξαν πρὸς τὸν βασιλέα, τίς διηγήσεται; Ἀπῆλθον οὖν, ὡς προεῖπον, ἐν τοῖς οἴκοις τοῦ μαρκίωνος. Ἐκεῖσε γοῦν ἔστησαν τὴν τριήρην. Ἦν δὲ ὥρα δύσεως ἡλίου καὶ ἀποχαιρετίσας ὁ δοὺξ καὶ οἱ ἄρχοντες ἀπῆλθον οἴκαδε.