Chronicon Macario Melisseno
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
328.1
Περίοδος ἀπὸ Ἑνετίας εἰς Φεῤῥαρίαν XV. Φεβρουαρίου οὖν τῇ εἰκοστῇ ὀγδόῃ ἐξελθόντες τῆς Ἑνετίας ὅ τε βασι λεὺς καὶ ὁ δεσπότης καὶ πᾶς ὁ κλῆρος καὶ ἡ συνοδία αὐτῶν ἔπλεον Φεῤῥαρίας ὁδόν, ὁ δὲ πατριάρχης ἀπέμεινεν ἐν Ἑνετίᾳ δι' ἔνδειαν τῶν πλοιαρίων. Οὗτοι δὲ ἦλθον, ἵνα τὰ διὰ μέσου ὡς μὴ πάνυ ἀναγκαῖα ἐάσω, εἰς τὸ καστέλλι Φραγκουλῆ, ἔνθα ἀπέσω σαν καὶ ἐστήσαντο ἅπαντα τὰ πλοῖα, τὰ ἐκ τῆς Ἑνετίας εἰς Φεῤῥαρίαν ἐλθόντα. Ἦλ- θον οὖν διὰ ξηρᾶς ἄρχοντες ἔφιπποι ὡσεὶ πεντήκοντα καὶ προσεκύνησαν τὸν βασιλέα. Καὶ ὁ λεγᾶτος ἦλθε μετ' αὐτῶν, ὅστις ποτε ἦλθε μετὰ τριήρεως τοῦ πάπα ἐν τῇ Κρή τῃ καὶ ἐν Κωνσταντινουπόλει· αὐτὸν γὰρ ἀπέσταλκεν ὁ πάπας ἰδεῖν τὴν βουλὴν τοῦ βασιλέως. Τότε γοῦν προστάξας ὁ βασιλεὺς τοῦ ἀγαγεῖν αὑτῷ τῷ πρωῒ ἵππους ἑκατὸν πεντήκοντα, ὅπως πορευθῇ διὰ ξηρᾶς εἰς Φεῤῥαρίαν, ἔνθα ἦν ὁ πάπας, ἔμειναν οὖν ἐν ἐκείνῳ τῷ τόπῳ ἐκείνῃ τῇ νυκτί. Τῷ δὲ πρωῒ κελεύσαντος τοῦ βασιλέως, ἀπῆλθον τὰ πλοῖα διὰ τοῦ ποταμοῦ εἰς Φεῤῥαρίαν, αὐτὸς δέ, ὡς εἴρηται, ἐπορεύθη διὰ ξηρᾶς, τὰ δὲ πλοῖα διὰ τοῦ ποταμοῦ ἐπορεύθησαν. Ὁ γὰρ βασιλεὺς διὰ ξηρᾶς ἀπελθὼν ὥρᾳ ἕκτῃ τῆς ἡμέρας εἰσῆλθεν ἔφιππος εἰς Φεῤῥαρίαν μετὰ τιμῆς καὶ παῤῥησίας μεγάλης· ἦσαν γὰρ μετ' αὐτοῦ πολλοὶ μητροπολῖται, δηλονότι ἐπίσκοποι τοῦ πάπα, καὶ ὁ αὐθέν της τῆς χώρας ὡσαύτως, ἤγουν ὁ μαρκίων, ἕτι δὲ καὶ ἱερεῖς τοῦ βασιλέως καὶ ὁ πνευματικὸς αὐτοῦ, ὁ μέγας πρωτοσύγκελλος κὺρ Γρηγόριος, καὶ ἕτεροι ὡσεὶ διακό σιοι τὸν ἀριθμόν. Καὶ οὕτως εἰσῆλθον μετὰ σαλπίγγων καὶ παντὸς γένους μουσικοῦ. Ἡ δὲ πᾶσα πόλις τῆς Φεῤῥαρίας συνέδραμεν ἰδεῖν τὴν τοῦ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως ἔλευσιν μετὰ αἰδοῦς καὶ τιμῆς καὶ εὐβλαβείας. Καὶ ὁ μὲν βασιλεὺς ἐκαθέζετο ἐφ' ἵππου ὡραιοτάτου μέλανος καὶ εὐτρεπισμένου μετὰ ἐρυθροῦ καὶ χρυσοϋφάντου χασδίου· ἄρχοντες δὲ καί τινες ἄλλοι συνηπείγοντο αὐτῷ, μετὰ οὐρανίας λευκοειδοῦς ἐπισκεπάζοντες αὐτόν, καὶ αὕτη ἐπιμελανίζουσα ὡς ἰδέα οὐρανοῦ. Καὶ ἕτερος ἵππος λευκὸς ὡραιότατος εὐτρεπισμένος καὶ αὐτὸς τὰ αὐτά, καὶ χρυσοῦς ἀετοὺς ἐπὶ τοῦ χασ δίου ἔχων καὶ ἕτερα χρυσᾶ πλέγματα, ἐπορεύετο ἔμπροσθεν τοῦ βασιλέως, μὴ ἔχων ἀναβάτην. Ὁ δὲ μακαριώτατος πάπας ἦν καθήμενος ἐπὶ τοῦ παλατίου αὑτοῦ μετὰ παν τὸς τοῦ κλήρου, καρδιναλίων δηλαδὴ μητροπολιτῶν, ἐπισκόπων, ἱερέων καὶ ἄλλων τοῦ ἱερατικοῦ καταλόγου καὶ ἀρχόντων καὶ αὐθεντῶν πολλῶν, ἐκδεχόμενος τὸν βα σιλέα. Καὶ ἐλθόντες οἱ ἔμπροσθεν ἔφιπποι, τινὲς μὲν τῶν ἀρχόντων ἐπέζευσαν καὶ αὐτὸς ὁ δεσπότης καὶ εἰσῆλθον διὰ τῆς μεγάλης πύλης ἔνδον τοῦ παλατίου, οὖ ἦν ὁ πάπας τὸν δὲ βασιλέα εἰσήγαγον ἔφιππον δι' ἑτέρας πύλης. Γνοὺς οὖν ὁ πάπας, ὅτι ἐγγύς ἐστι τῆς πύλης ὁ βασιλεύς, ἀνέστη καὶ περιεπάτει, ὃν καὶ εὗρεν ὁ βασιλεὺς ὄρθιον· καὶ θέλων γονυπετῆσαι, οὐκ ἀφῆκεν αὐτὸν ὁ πάπας, ἀλλ' ἐδέξατο αὐτὸν εἰς τοὺς κόλ πους αὑτοῦ· καὶ δοὺς τὴν χεῖρα ἠσπάσατο αὐτὴν ὁ βασιλεύς, καὶ ἐκάθισεν αὐτὸν ἐξ ἀριστερῶν αὐτοῦ, οἱ δὲ καρδινάλιοι παρὰ τοὺς πόδας αὐτῶν ἐποίησαν τὸν ἐν Χριστῷ 330 ἀσπασμόν. Καὶ ὁμιλήσαντες λόγους μυστικοὺς τῆς εἰρήνης ἀνεχώρησαν ἀπ' ἀλλήλων. καὶ ὁ μὲν πάπας ἔμεινεν ἐν τῷ παλατίῳ αὑτοῦ, ὁ δὲ βασιλεὺς ὑπὸ τῶν συνερχομένων αὐ τῷ ἐφίππων ἤχθη μετὰ σαλπίγγων ἐν ἑτέρῳ παλατίῳ εὐτρεπισμένῳ πάνυ καλῶς κἀκεῖ σε ἀνεπαύσατο μετὰ τῶν ἀρχόντων αὑτοῦ καὶ τῶν ὑπηρετῶν βασιλικῶς, μηνὶ Μαρτίῳ τετάρτῃ, ἡμέρᾳ Τρίτῃ. Περὶ τῆς ἐλεύσεως τοῦ πατριάρχου εἰς Φεῤῥαρίαν XVI. Πλησιάσαντος τοίνυν τοῦ πατριάρχου ἡμῶν ἐν τῷ ἐρύματι Φραγκουλῆ, ἔτι αὐτοῦ μακρὰς ἀπέχοντος, ἰδοὺ πρὸς συνάντησιν αὐτῷ ναῦς τις ἐρχομένη κατά χρυσος καὶ συρομένη ἐν τῷ ποταμῷ παρὰ τῆς σκάφης αὐτῆς, καὶ ἐζήτουν τὸν πατριάρ χην εἰσελθεῖν ἐν αὐτῇ· ἦν γὰρ διώροφος καὶ τριώροφος, ὡς ἡ παλαιὰ ἐκείνη τοῦ Νῶε κιβωτός. Καὶ ἐκείνη ἀσφαλῶς ἦν περιησφαλισμένη. Αὐτὴ μὲν ὅσον μὲν ἐν τῷ ὕδατι. πίσσῃ κεχρισμένη ὑπῆρχεν, ὅσον δὲ τὸ φαινόμενον ἐν χρώμασι διαφόροις ἦν κεκαλωπισμένον. Μικρὸν δὲ ἀνωτέρω παραθυρίδες τετορνευμέναι, ὡς ἄν τις εἰκάσαι, μετὰ κιόνων λεπ τῶν ἦσαν αὐταὶ καὶ μετὰ μαρμάρων κοκκίνων, καὶ ἄνωθεν τούτων πρόσκυψις ὡραιο τάτη, ὑπεράνω δὲ πάσης τῆς νηὸς κύκλωθεν πολεμικὰ ὄργανα καὶ ἐν μέσῳ μαγειρεῖον διὰ τὸ ἄνωθεν εἶναι τοῦ καπνοῦ, καὶ κλῖμάξ τις παρὰ τῇ πρύμνῃ, καὶ ἑτέρα τῇ πρώ ρᾳ πρὸς τὸ ἀνέρχεσθαι καὶ κατέρχεσθαι τοὺς ὑπηρέτας αὐτῆς. Ἔσωθεν δὲ παλάτιον ἄλ λο, ὡσάν τις εἴπῃ ναὸν περικαλλῆ, καὶ κοιτῶνες διάφοροι περικεκαλυμμένοι βήλοις χρυσοῖς. Κύκλωθεν δὲ ἀναβαθμίδες καὶ προβαθμίδες καὶ καταπετάσματα καὶ θρόνοι κα τεστρωμένοι τάποις μακροῖς· κύκλωθεν θεωρία λαμπρὰ καὶ περιφανὴς καὶ ἀξιέπαινος. Κάτωθεν δὲ τοῦ παλατίου ἄλλο ὡς κατώγαιον αὐτοῦ καὶ ὑποθῆκαι ὑπῆρχον πολλαί, αἱ μὲν οἴνου, αἱ δὲ ἰχθύων, αἱ δὲ τροφῶν ἄλλων. Ἡ δὲ καλάθωσις τοῦ ὀρόφου αὐτῆς καὶ ἡ θαυμαστὴ ἀνάπαυσις τῶν κοιτώτων ἐν αὐτῇ ὑπῆρχον ὡραιόταται. Κατὰ οὖν τὴν τῶν Ἰταλῶν διάλεκτον ἐκαλεῖτο ἡ ναῦς ἐκείνη ὀρομπούρκιον. Εἰσῆλθε γοῦν ἐν αὐτῇ ὁ πατριάρχης μετὰ τῶν ἀρχιερέων καὶ παντὸς τοῦ κλήρου· καὶ ἦν ἰδεῖν πλέουσαν τὴν νῆα διὰ τοῦ ποταμοῦ ὡσεὶ παλάτιον καὶ μηδόλως εἰκάζουσαν εἶναι ἐν ὕδατι, ἀλλ' ὡς ἐν ξηρᾷ. Πλεύσαντες οὖν διὰ τοῦ ποταμοῦ ἦλθον εἰς Φεῤῥαρίαν, καὶ πέμψαντες ἀπὸ Ἑνετίας πρὸς τὸν πάπαν πρέσβεις τὸν Ἡρακλείας μητροπολίτην κὺρ Ἀντώνιον καὶτὸν Μονεμβασίας κὺρ Θεοδόσιον. Τῷ πρωῒ δὲ ὥρᾳ πρώτῃ τῆς ἡμέρας παρεγένοντο τεσσάρεις καρδινάλιοι καὶ ἐπίσκοποι πέντε ἐπὶ εἴκοσι καὶ ὁ μαρκίων ὁ τῆς Φεῤῥα ρίας κύριος καὶ σὺν αὐτῷ πλῆθος ἀρχόντων ἐφ' ἵππων καὶ ἡμιόνων ὀχουμένων συ 332 ναντῆσαι τῷ πατριάρχῃ. Ἦν δὲ ὁ πατριάρχης ἔφιππος ἐρχόμενος ἐν τῷ μέσῳ δύο 332 καρδιναλίων μετὰ τιμῆς μεγάλης. Καὶ εὐθὺς ἀπελθόντες εἰς τὸ τοῦ πάπα παλάτιον, ἠσπάσαντο ἀλλήλους τῷ ἁγίῳ φιλήματι. Ἀφίεμεν οὖν τὰ ὅσα ἐν τῇ συνόδῳ συμβάντα καὶ τὰ ἀπὸ τούτου εἰς ἡμᾶς παρακολουθήσαντα. XVII. Τῷ δὲ μ- ῳ ἔτει, τῇ κ- ῃ Ἰαννουαρίου μηνός, εὐλογήθην ἐγὼ Ἑλένην τὴν θυγάτερα τοῦ ἐπὶ κανικλείου Ἀλεξίου Παλαιολόγου τοῦ Τζαμπλάκωνος· καὶ ἦν ἐν τῷδε τῷ συνοικεσίῳ παράνυμφος ὁ αὐθέντης μου ὁ δεσπότης κὺρ Κωνσταντῖνος, ὁ κατὰ τὸ ἡμέτερον ἔθος στεφανώ σας ἡμᾶς. Καὶ Μαΐου πρώτῃ τοῦ# 22 μζ- ου ἔτους ἐγεννήθη μοι υἱὸς τοὔ νομα Ἰωάννης, ὃν καὶ ὁ προῤῥηθεὶς αὐθέντης μου ὁ δεσπότης ἀνεγέννησε διὰ τοῦ θείου βαπτίσματος. Τῇ δὲ ιζ- ῃ τοῦ Δεκεμβρίου τοῦ# 22 μη- ου ἔτους τοῦ παρόντος μα ταίου βίου μετέστη ἡ δέσποινα ἡ κυρία Μαρία ἡ ἀπὸ τῆς Τραπεζοῦντος· καὶ τῇ πρώτῃ Ἰουνίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἀπέθανε καὶ ἡ δέσποινα κυρία Εὐγένεια ἡ τοῦ Κατελιούτζη θυγάτηρ τοῦ τῆς Λέσβου αὐθέντου· καὶ ἐτάφησαν αὖται ἐν τῇ τοῦ Παντοκράτορος μονῇ. Καὶ σφοδρὸς εἴ πέρ ποτε χειμὼν τότε ἐγένετο. Καὶ τῇ ιζ- ῃ τοῦ αὐτοῦ μηνὸς τὸ κοινὸν χρέος ἐπλήρωσε καὶ ἡ κυρία Ζωὴ ἡ βασίλισσα καὶ ἐτάφη ἐν τῇ τῆς κυρίας Μάρθας μονῇ. Καὶ τῷ Φεβρουαρίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους ἐπανέστρεψαν πάντες εἰς Κωνσταντινούπολιν, οἱ ἐν τῇ Ἰταλίᾳ ἀπελθόντες ἕνεκεν τῆς συνόδου, ὁ βασιλεὺς λέγω καὶ ὁ δεσπότης καὶ οἱ λοιποί, ἄνευ τῶν ἐκεῖσε ἐν Ἰτα λίᾳ ἐναπολειφθέντων τριῶν, τοῦ πατριάρχου κὺρ Ἰωσὴφ ἐν Φλωρεντίᾳ πρὸς Κύριον ἐκδημήσαντος καὶ τοῦ Σάρδεων μητροπολίτου ἐν Φεῤῥα ρίᾳ. Καὶ ὁ Νικαίας πρόεδρος ἐν Ῥώμῃ ἐναπέμεινε τοὔνομα Βησσαρίων, ὃν μετὰ τὴν τοῦ πατριάρχου ἀπὸ τῶν ὧδε ἀποδημίαν ὁ βασιλεὺς καὶ ἡ σύνοδος αὐτὸν εἰς πατριάρ χην ἐψηφίσαντο. Εἶτα ἕνεκέν τινων συγχύσεων καὶ σκανδάλων μὴ ἐλθὼν εἰς Κωνσταν τινούπολιν, ἀλλ' εἰς Ῥώμην προσμείνας, ὁ ἄκρος ἀρχιερεὺς καρδινάλιον ἐποίησεν αὐ τὸν καὶ πλεῖστα σιτηρέσια αὐτῷ ἐδωρήσατο. Τῇ δὲ κζ- ῃ Μαρτίου τοῦ αὐτοῦ ἔτους, τῇ τῆς Χριστοῦ ἀναστάσεως Κυριακῇ, ἐγεννήθη μοι ὁ δεύτερος υἱὸς Ἀλέξιος, καὶ ζήσας τριάκοντα ἡμέρας μόνον. Καὶ τῷ ἔαρι τοῦ αὐτοῦ ἔτους ἐγένετο πατριάρχης Κωνσταντινουπόλεως κὺρ Μητροφάνης, ὁ πρὶν Κυζίκου μητροπολίτης. 334 χῃιιι. Καὶ τῇ ἕκτῃ Δεκεμβρίου μηνὸς τοῦ# 22 μθ- ου ἔτους προ σετάχθην ἀπελθεῖν με εἰς Λέσβον, ἔνθα καὶ κατέστησα, ἵνα εἰς γυναῖ κα λάβῃ ὁ δεσπότης κὺρ Κωνσταντῖνος ὁ αὐθέντης μου τὴν κυρίαν Αἰκατερῖναν, θυγατέρα τοῦ τῆς εἰρημένης νήσου αὐθέντου κὺρ Ντορῆ Παλαιολόγου τοῦ Γατελιούτζη, καὶ τὴν τοῦ γάμου μνηστείαν ἐποίησα. Τῇ δὲ ι ῃ Ἀπριλίου τοῦ αὐτοῦ ἔτους, τῇ τοῦ πάσχα ἁγίᾳ Κυριακῇ, ἐγεννήθη μοι θυγάτηρ τοὔνομα Θάμαρ, ἣν ἀνεδέξατο καὶ αὐτὴν ἐκ τοῦ ἁγίου βαπτίσματος ὁ εἰρημένος δεσπότης κὺρ Κωνσταντῖνος ὁ αὐθέντης μου. Καὶ αὐτῇ τῇ ἡμέρᾳ ὁ Παῦλος Ἀσάνης παραλαβὼν τὴν θυγατέρα αὐ τοῦ Ἀσανῖναν ἔφυγεν εἰς Μεσέμβριαν, δι' αἰτίαν ὅτι ἐρώμενος αὐτῆς ὁ δεσπότης κὺρ Δημήτριος, εἰς λέχος ἐζήτει αὐτήν· ὁ δὲ βασιλεὺς καὶ κὺρ Κωνσταντῖνος ὁ δεσπό της, οἱ αὐτάδελφοι αὐτοῦ ἅμα τῇ δεσποίνῃ καὶ μητρὶ οὐκ ἠνέσχοντο ἀκοῦσαι. Αὐτὸς δὲ ἐν τῷ ἐπανελθεῖν εἰς Μεσέμ βριαν, καὶ τοῦ δεσπότου κὺρ Δημητρίου ἐκεῖ κρυφῶς παραγενο μένου20, εἰς νόμιμον γυναῖκα ἔλαβεν αὐτήν. Τῇ δὲ κζ- ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἀπῆλθεν εἰς Λέσβον ὁ αὐθέντης μου ὁ δεσπότης κὺρ Κωνσταντῖνος μετὰ βασιλικῶν τριήρεων καὶ ἔλαβεν εἰς γυναῖκα τὴν εἰρημένην κυρίαν Αἰκατερῖναν τὴν Κατελιού τζεναν δρουγγαρίου ὄντος ἐν ταῖσδε ταῖς τριήρεσι Νοταρᾶ τοῦ μετὰ ταῦτα γενομένου μεγάλου δουκός. Καὶ τῷ Σεπτεμβρίῳ μηνὶ τοῦ# 22 ν- οῦ ἔτους καταλείψας ἐκεῖσε τὴν δέσποιναν εἰς τὸν αὐτῆς πατέρα τὴν καὶ γυ ναῖκα αὑτοῦ ὁ αὐθέντης μου, καὶ ἤλθομεν εἰς τὴν Πελοπόννησον μετὰ τῶν αὐθεντικῶν τριήρεων καὶ ἑτέρας ἄλλης τριήρεως τῆς Λέσβου. Τῇ δὲ κ- ῇ Ὀκτωμβρίου τοῦ αὐτοῦ ἔτους προσταχθεὶς ἐγὼ διέβην πρέσβυς πρὸς τὸν ἀμηρᾶν καὶ πρὸς τὸν βασιλέα, ἔχων καὶ ἀπόκρυφον μυστήριον, ὅτι ἐὰν δώσῃ τοῦτο ὁ βασιλεύς, ἀπελθεῖν με πρὸς τὸν δεσ πότην κὺρ Δημήτριον ἄνω εἰς τὴν Μεσέμβριαν καὶ δώσω ἐκείνῳ ἅπαντα τὸν τόπον, ὃν ὁ αὐθέντης μου ἐν τῇ Πελοποννήσῳ εἶχεν· αὐτὸς δὲ ἔλθῃ πάλιν εἰς τὴν πόλιν καὶ ἔχῃ τὴν Σηλυμβρίαν καὶ τὰ ἄλλα τὰ ἐκεῖσε τῆς Μαύρης Θαλάσσης, ἤτοι τοῦ Εὐξείνου20 Πόντου ἄχρι τῶν Δέρκων, διὰ τὸ ἐγγὺς εἶναι τῆς πόλεως ἕνεκεν τῆς ἐλπίδος τῆς βασι λείας, ὡς ἠγάπα καὶ ὁ βασιλεύς, ὅς με καλῶς ἀπεδέξατο. Καὶ ἀποσώσας ἐγὼ τῷ Ἰαννουαρίῳ μηνὶ εἰς Μεσέμβριαν πρὸς τὸν δεσπότην κὺρ Δημή