Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 336 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
336.1
τριον, αὐτὸς δὲ ἦν ἑτοιμάζων, ἵνα κατὰ τῆς Πόλεως καὶ τοῦ βασιλέως καὶ ἀδελφοῦ αὑτοῦ ἔλθῃ· καὶ ἄπεμψέ με ἄπρακτον ἕνεκεν τούτου. Καὶ ἐν ταῖς ἡμέραις, ἐν αἷς διέτριβον ἐγὼ ἐκεῖσε, ἐν ἀποπλη ξίᾳ δεινῇ περιπεσὼν ὁ Παῦλος ὁ Ἀσάνης ἐναπέψυξεν. Ἐμοῦ δὲ ἐπα- ναστρέψαντος εἰς τὴν Πόλιν καὶ προσμένοντός μου, ὅπως ὁρισμῷ τοῦ βασιλέως ἐπανέλθω πρὸς τὸν αὐθέντην μου εἰς Πελοπόννησον, ἰδοὺ τῇ κγ- ῃ τοῦ Ἀπριλίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐπέδραμεν ὁ δεσπότης κὺρ Δημήτριος μετὰ στρατοῦ καὶ ἀπέκλεισε τὴν πόλιν, φθείρας καὶ ζημιώ σας, οὓς εὗρεν ἔξωθεν, ἔχων μεθ' ἑαυτοῦ συμμάχους μέρος ἱκα νὸν ἐκ τοῦ τῶν Τουρκῶν στρατοῦ· ᾧ δὴ μηνὶ ἐγεννήθη αὐτῷ ἡ θυγάτηρ, ἣν ἔλαβεν ὕστερον εἰς γυναῖκα ὁ ἀμηρᾶς Μεεμέτησ. Καὶ τῷ Ἰουλίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους ἐρχομένου τοῦ αὐθέντου μου καὶ δεσπότου κὺρ Κωνσταντίνου εἰς βοήθειαν τῆς Πόλεως καὶ διὰ τῆς Λέσ βου διελθόντος, ἔλαβε καὶ τὴν δέσποιναν τὴν ἑαυτοῦ σύζυγον μεθ' ἑαυτοῦ. Καὶ ἐν τῇ Λήμνῳ ἐλθόντος, ἐπολεμήθη ὑπὸ τοῦ στόλου παντὸς τῶν Τουρκῶν ἡμέραις πολλαῖς ἐκεῖ εὑρεθέντος· τῇ δὲ Θεοῦ βοηθείᾳ ἀ πέλθεν ἄπρακτος ἀπ' αὐτοῦ ὁ στόλος. Ἡ δὲ δέσποινα ἡ τούτου σύ νευνος, ἀπὸ τῆς περιστάσεως ἀσθενήσασα καὶ ἐκτρωθεῖσα, τῷ Αὐγούστῳ μηνὶ τοῦ αὐτοῦ ἔτους εἰς τὸ Παλαιόκαστρον τοῦ αὐτοῦ τῆς Λήμνου νησίου ἀπέθανε καὶ ἐτάφη. Καὶ τῇ ιδ- ῃ τοῦ Σεπτεμβρίου μηνὸς τοῦ ʹ να- ου ἔτους ἐγεννήθη μοι ὁ ἕτερος υἱὸς Ἀλέξιος. Καὶ τῷ Νοεμβρίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους ἦλθεν εἰς τὴν Πόλιν ὁ δεσ πότης καὶ αὐθέντης μου. Καὶ τῇ α- ῃ Μαρτίου ἔλαβεν ἀπὸ τὴν βασιλέα τὴν Σηλύβριαν καὶ ἀπέστειλεν ἐμὲ ἐκεῖσε διοικεῖν καὶ οὕτως προσέταξέ μοι φυλάττειν αὐτὴν μετ' ἐπιμελείας διὰ τὴν ὑποψίαν, ἣν εἴχο μεν ἐκ τοῦ ἀμηρᾶ καὶ τοῦ δεσπότου κὺρ Δημητρίου καὶ αὐτοῦ δὴ τοῦ βασιλέως. XIX. Τῷ δὲ Ἰουνίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους ἦλθεν εἰς Κωνσταντινούπολιν λέων ὁ20 Φραγκόπουλος ὁ πρωτοστράτωρ, ὁ ἐπ' ἀδελφῇ υἱὸς τοῦ πάλαι μεγάλου πρωτοστράτορος Νικηφόρου τοῦ Με λισσηνοῦ, ὃν ἡ ἱστορία ἀλλαχοῦ ἐδήλωσε. Διὰ τοῦ το καὶ τὴν ἐπιτροπικὴν τοῦ Μεσσηνιακοῦ κόλπου διῆρχεν, ὡς τοῦ ῥηθέντος μεγάλου πρωτοστράτορος ἀνεψιός, προστάξει τοῦ δεσπότου κὺρ Θεοδώρου, ἕως οὗ ἐπιτρέψῃ αὐτὴν τῷ δεσπότῃ κὺρ Κωνσταντίνῳ, ὡς προγέγραπται. Τότε ὁρισθεὶς καγὼ ἐκ τῆς Σηλυβρίας ἦλθον εἰς τὴν Κωνσταντινούπολιν. Καὶ ἀναμεταξὺ τῶν ἀδελφῶν συμφωνίαι γεγόνασι τοιαῦται, ὅτι ὁ μὲν αὐθέντης μου ὁ δεσπότης Κωνσταντῖνος ἀπέλθῃ εἰς 338 Πελοπόννησον καὶ τὸν τόπον ἅπαντα τοῦ δεσπότου κὺρ Θεοδώρου λάβῃ, ὁ δὲ κὺρ Θεόδωρος εἰς τὴν πόλιν ἔλθῃ καὶ τὴν Σηλύβριαν λάβῃ, ἃ δὴ καὶ ἐγένετο. Καὶ τῇ δεκάτῃ Ὀκτωμβρίου τοῦ# 22 νβ- ου ἔτους ὁ αὐθέντης μου ὁ δεσπότης ἐξῆλθε μετὰ νηὸς ἀπὸ τῆς Πόλεως καὶ πλεύσας εἰς Πελοπόν νησον· καὶ πάλιν μετ' αὐτῆς δὴ τῆς νηὸς ὁ δεσπότης κὺρ Θεόδωρος τῷ Δεκεμβρίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους ἀπέσωσεν εἰς τὴν Πόλιν. Καὶ τῷ Μαρ τίῳ μηνὶ παρέδωκα αὐτῷ τὴν Σηλύβριαν· καὶ ἐμβάντος μου εἰς νῆα τὴν ἐκ Κρήτης Ὑαλινᾶ Ἀντωνίου εἰς τὴν τῆς Εὐρίπου Κάρυστον ἐπαφῆκέ με. Καὶ τῇ τρίτῃ τοῦ Ἰουνίου διὰ τῆς ξηρᾶς ὁδοῦ ἔφθασα εἰς τὴν Σπάρ την. Καὶ ὁ δεσπότης κὺρ Θεόδωρος ἐζήτει με τὰ πλεῖστα καὶ παρώτρυνεν, ἵνα καὶ τὴν Σηλύβριαν ἔχω καὶ τῶν πρώτων αὐτοῦ ὑποχειρίων εὑρήσω μαι. Διερχόμενος οὖν κἀγὼ εὗρον καὶ τὸν Ἰσθμὸν οἰκοδομηθέντα παρὰ τοῦ αὐθεντός μου τοῦ δεσπότου τῷ παρελθόντι ἔαρι. Φθάσαντός μου οὖν εἰς τὴν Σπάρτην, μετά τινας ἡμέρας οὐ πολλὰς ἦλθεν εἰς τὴν Κωνσταντινούπολιν μετὰ πλείστων τριήρεων ὁ καρδινά λιος καὶ βικεκαγκελλάριος καὶ καθολικὸς τοῦ πάπα λεγᾶτος διὰ τὴν κατὰ τῶν ἀσεβῶν τοῦ ῥηγὸς τῆς Οὐγκρίας ἐξέλευσιν. Ἐστάλην κἀγὼ αὖθις πρέσβυς πρός τε τὸν βασιλέα καὶ τὸν ἀμηρᾶν καὶ αὐτὸν δὴ τὸν ῥῆγα, ἀλλὰ δὴ καὶ πρὸς τὸν πρεσβευτὴν ἤτοι λεγᾶτον καὶ πρὸς τὸν καπητά νιον Ἀλουΐσιον Λαουρεδανὸν διά τινας ἀναγκαίας δουλείας, πρὸς οὗ προβῶσι τὰ πράγματα. Καὶ διερχομένου μου τὴν Κόρινθον τῇ λ- ῃ τοῦ Αὐγούστου μηνός, ἵνα τὰς τριήρεις τοῦ στόλου φθάσω εἰς Εὔριπον, ἔνθα εὗρον τεθαμμένον τὸν καλοκἀγαθὸν Κορίνθου Μάρκον· ὃς καὶ ἐν τῇ αὐλῇ ἡμῶν ἐγεννήθη καὶ συνανετράφη ἡμῖν καὶ ὑπὸ τοῦ κακοῦ τῆς μητρυιᾶς αὐτοῦ πολλὰ πιεζόμενος μεγάλας θεραπείας παρὰ τῶν γεννητόρων μου εὕρισκεν, ὃς καὶ ἀναγκασθεὶς ἐκ τοῦ πολλοῦ κακοῦ ἔφυγε τοῦ πατρὸς αὑτοῦ καὶ εἰς τὴν τῶν Ξανθοπούλων μονὴν ἀπῆλθε καὶ χρησιμώτατος κατεστάθη. Φθάσας ἐγὼ εἰς Εὔριπον καὶ μὴ εὑρὼν τὰς τριήρεις, δι' ἄλλου πλευ σίμου εἰς Λῆμνον ἀπέσωσα κἀκεῖσε εὑρὼν τριήρην τινὰ βασιλικὴν ἀπε σώθην εἰς Κωνσταντινούπολιν κατὰ τὴν ἀρχὴν τοῦ Νοεμβρίου τοῦ# 22 νγ- ου ἔτους. Καὶ τῷ αὐτῷ μηνὶ ἑνδεκάτῃ, ὁ ῥὴξ τῆς Οὐγκαρίας ἀπεκτάνθη παρὰ τοῦ ἀμηρᾶ εἰς τὴν Βάρναν. τοιουτοτρόπως· Συγκροτηθέντος τοῦ πολέμου ἀνὰ τῶν Οὐγκρῶν καὶ Τουρκῶν, ὁ τοῦ ῥηγὸς στρατὸς ὑπερεῖχε κατὰ πάντα, ὁ δὲ Τουρκῶν ἀμηρᾶς καὶ πᾶσα ἡ συμ βουλὴ αὐτοῦ ἐζήτουν εὐκαιρίαν ἀναχωρῆσαι, εἰ δυνατὸν ἦν· πολὺς γὰρ φόβος καὶ τρό 340 μος ἐνέπεσεν ἐπὶ τοὺς ἀσεβεῖς. Οἱ δὲ Οὖγκροι ἐκ τοὐναντίου μετὰ χαρᾶς καὶ τόλ μης καὶ ἀνδρείας θαρσαλέως ἑστήκεισαν ἐλπίζοντες, ἵνα τῆς νίκης τύχωσι καὶ τὸν ἀμηρᾶν καὶ πάντας τοὺς αὑτοῦ αἰχμαλωτίσωσιν. Ἐπὶ δὲ τὴν αὔριον θέλοντες οἱ Οὔγκα ροι, ἵνα τὸν πόλεμον κροτήσωσι καί, βουλῆς γενομένης ἀνὰ αὐτῶν, ὁ ῥὴξ καὶ ἕτεροί τινες διέκρινον λέγοντες, ἵνα αὐτομάτως ὁ ῥὴξ τὸν πόλεμον συνάψῃ καὶ ἕως τῆς σκη νῆς τοῦ ἀμηρᾶ, εἰ δυνατόν, φθάσῃ, ὅπως ἡ φήμη τῆς νίκης καὶ τῆς ἀνδρείας αὐτοῦ κηρυχθῇ ἐν τῷ κόσμῳ· ῥάδιον γὰρ καὶ ἐν εὐκολίᾳ ἐλογίζοντο τὴν νίκην καθ' ἑαυτούς· Ὁ δὲ Ἴαγκος ὁ καὶ κυβερνήτης αὐτοῦ, ὡς φρόνιμος καὶ πρακτικὸς ἐν πολέμοις τὰ ἐναν- τία φρονῶν, ἔλεγε· Τῆς τύχης τὸ ἄστατον οὐδεὶς οἶδε· διὸ ἡ βασιλεία σου οὐκ ἔστιν ἀνάγκη, ἵνα τοιούτως ἐπιχειρισθῇς, ἐπικίνδυνόν ἐστι τὸ πρᾶγμα, ἀλλ' ἐγὼ πράξω, ὅσα παρὰ τῆς βασιλείας σου προσταχθῶ. Καὶ εἰ μὲν ἡ τύχη ἐμοὶ βοηθήσῃ, ἕως τῆς σκη νῆς τοῦ ἀμηρᾶ ἐγὼ ἀπελεύσομαι, καὶ εἰ μὲν ἡ νίκη ἕως τέλους ἔσεται εἰς ἡμᾶς καὶ ἐγὼ ἐπαναστρέψω, δόξα τῷ Θεῷ, ἡ νίκη τῆς βασιλείας σού ἐστι καὶ ἔσεται· εἰ δὲ ἀπο κτανθῶ, οὐδέν ἐστι τὸ ἐμποδίζον ὑμᾶς. Ἐμβλέψατε τὴν γνῶσιν τοῦ ὄφεως, ὃς πάντοτε τὴν κεφαλὴν σκέπων, ὅλον τὸ σῶμα ὑγιαίνει· εἰ δὲ πληγῇ ἡ κεφαλή, ὅλον τὸ σῶμα ἀπόλ λυται. Τοιούτως καὶ εἰ ἡ βασιλεία σου ἐπιχειρισθῇς καὶ τοὐναντίον συμβῇ, ὁ δέομαι τοῦ Κυρίου μὴ γένοιτο, πάντες ἡμεῖς προφανῶς ἀπολλύμεθα. Ὁ δὲ ῥὴξ μὴ δεχθεὶς τὴν τοῦ Ἰάγκου βουλήν, τῷ πρωῒ συγκροτηθέντος τοῦ πολέμου ἰσχυροῦ καὶ φοβεροῦ, καὶ πολλὴ αἱματοχυσία καὶ σφαγὴ ἐκ τοῦ τῶν Τουρκῶν μέρους ἐγεγόνει. Ὁ δὲ ῥὴξ φθάσας ἄχρις ἐγγὺς τῆς σκηνῆς τοῦ ἀμηρᾶ, ἐβούλετο φεύγειν ὁ ἀμηρᾶς, οἱ δὲ ἰαννι τζαρέοι οὐκ εἴασαν αὐτόν, εἰ καὶ εἰς δειλίαν ἔπεσε, θεωρῶν τὸν ῥῆγα ἀνδρείως μαχό μενον, ἀλλὰ χειροπέδαις σιδηραῖς κρατήσαντες τὸν ἵππον αὐτοῦ, καὶ οὐκ ἐδύνατο φεύ γειν· οἳ καὶ ἠγωνίσαντο ἰσχυρῶς περὶ τῆς τοῦ ἀμηρᾶ σωτηρίας. Ὁ δὲ ῥὴξ δι' ἄλλης ἀνδρείως μαχόμενος, ἵνα τὸν ἀμηρᾶν καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ κερδήσῃ, καί τις τῶν ἰαννιτζάρων τοὔνομα Χαμουζᾶς, ἐκ τῆς Πελοποννήσου ὁρμώμενος, τὸν ὄπισθεν πόδα τοῦ ἵππου τοῦ ῥηγὸς τρώσας ἀξίνῃ, ἣν ῥίψας κατὰ τοῦ ἵππου, καὶ ἐν τῇ γῇ πε σὼν σὺν τῷ ἀναβάτῃ, καὶ οὕτως δραμὼν αὐτὸν ἀπεκεφάλισε· καὶ μετὰ ἀλαλαγμοῦ, ὡς σύνηθες τοῖς ἀσεβέσι, τὴν τούτου κεφαλὴν ὕψωσαν ἐπὶ δόρατος. Καὶ ἰδόντες οἱ Οὗγκροι διεσκορπίσθησαν ἔνθεν κἀκεῖθεν καὶ ἐν τῷ φεύγειν αὐτοὺς πολλοὶ ἑάλωντο καὶ ἐφο νεύοντο· καὶ τοῦτο ἐκ τῆς κακῆς συμβουλῆς συνέβη. Τῷ δὲ εἰρημένῳ ἰαννιτζάρῃ Χαμου ζᾶ ὁ ἀμηρᾶς ἀνταμείψας τὴν ἀνδρίαν καὶ τόλμην αὐτοῦ δρουγγάριον τῆς αὐτοῦ βίγλας τετίμηκεν, ὃ λέγεται τῇ αὐτῶν διαλέκτῳ ἰαννιτζάραγας, καὶ μετ' ὀλίγον καιρὸν καὶ βε ζίρην αὑτοῦ ἐποίησε. Τῇ οὖν ιζ- ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ αὐτοῦ ἔτους γέγονε παγκόσμιος καύσων καὶ ἄξιος μνήμης. 342 Ἐν ᾧ δὴ θέρει καὶ ὁ πνευματικὸς κὺρ Γρηγόριος ὁ Μελισσηνὸσ πατριάρχης ἐγένετο. Καὶ τῇ ιε- ῃ τοῦ Αὐγούστου μηνὸς ἐγεννήθη μοι υἱὸς Ἀνδρόνικος τοὔνομα, ὃς ἔζησεν ἡμέρας καὶ μόνον ὀκτώ. Καὶ τῷ# 22 νδ- ῳ ἔτει, ἐν μηνὶ Δεκεμβρίῳ φθίνοντι, ἐλθόντος μου εἰς τὴν Πελοπόννησον μετὰ τῶν τῆς Ἑνετίας ἐμπορικῶν τριήρεων, καὶ Σεπτεμβρίου πρώτῃ τοῦ# 22 νε- ου ἔτους εὐηργετήθην τὴν ἡγεμονίαν τῆς Σπάρτης καὶ διοίκησιν καὶ πάντων τῶν πέριξ αὐτῆς, ἤγουν Κουλᾶ, Ἑ- βραικῆς, Τρίπης, Τζεραμίου, Παγκότων, Σκλαβοχωρίου καὶ πάντων τῶν ἄλλων αὐτοῦ χωρίων καὶ πάντα τὰ εἰσοδήματα αὐτῶν, ὡς οὐκ εἶχεν οὐ δεὶς ἄλλος πώποτε τὴν τοιαύτην διοίκησιν, εἰπών μοι δὲ καὶ τοῦτο ὁ αὐθέντης μου, ὅτι ἐπεὶ ἕνεκεν τῆς σῆς χρηστῆς δουλοσύνης καὶ τῆς ἐμῆς πρὸς σὲ ἀναδοχῆς καὶ ἀγάπης εὐηργετήσαμέν σοι τὴν τῆς Σπάρτης διοίκησιν, καὶ οὕτως θέλω εἶναι καὶ αὕτη ὡς τῆς Κορίνθου καὶ Πάτρας, ὧν τὴν μὲν ἔχει ὁ Καντακουζηνὸς Ἰωάννης, τὴν δὲ Ἀλέξιος ὁ Λάσκαρις. Καὶ γίνωσκε, ὅτι ἕτερον μεσάζοντα οὐ ποιήσω πάρεξ τὸν Σοφιανὸν Εὐ δαίμονα Ἰωάννην, ὃν ἔχω. Ἀλλ' οὐδ' ἐνταῦθα εὑρήσομαι ἀεί, ἀλλὰ διέ- ξομαι τὸν τόπον μου διὰ πολλὰ ὠφέλιμα. Καὶ ὅταν μὲν εὑρήσωμαι εἰς τὴν Κόρινθον, προστάξω τὰς ἐμᾶς ὑποθέσεις γίνεσθαι καὶ θεωρεῖσθαι καὶ τὰς τοῦ τόπου ἐκείνου μετὰ τοῦ Καντακουζηνοῦ καὶ τοῦ Εὐδαίμονος Ἰωάν νου· καὶ ὅταν πάλιν εὑρήσωμαι ἐν Πάτρᾳ, μετὰ τοῦ Λάσκαρι καὶ τοῦ Εὐδαίμονος Ἰωάννου, καταλιμπάνων τὸν Καντακουζηνὸν εἰς τὴν ἀρχὴν αὐτοῦ· ὅταν δὲ εἶμι ἐνταῦθα, μετὰ σοῦ καὶ τοῦ Εὐδαίμονος Ἰωάννου καὶ ἄλλων, ὅτι, ὅταν Θεοῦ εὐδοκίᾳ λήψωμαι καὶ γυναῖκα, σῇ γνώμῃ ἕξω αὐ τήν. Καὶ ἐνταῦθα τὸν πλείονα χρόνον διαβιβάσω καὶ σὺ ἔσῃ ὁ γνωστό τερος ἐν πᾶσιν εἰς τὰ θεραπείας αὐτῆς. Νῦν δὲ ἐγὼ μὲν ἀπέρχομαι πρὸς κρείττονα οἰκοδομὴν τοῦ Ἰσθμοῦ· σὺ δὲ ἐνταῦθα εὑρισκόμενος ἄρχου καλῶς τὴν ἀρχήν σου καὶ παῦσον τὰς ἀδικίας καὶ τὰς ἐνταῦθα πολλὰς ἀρχὰς καὶ ποίησον πάντας μὴ ἔχειν ἄλλην ἀρχὴν πάρεξ σοῦ ὡς ἐμὲ μό νον αὐθέντην, ἤγουν ἀντὶ ἐμοῦ. Καὶ ἐὰν θέλῃς τοῦ μὴ ποιεῖν ἀδικίας καὶ φιλοπροσωπίας καὶ φυλάττῃς μᾶλλον τοὺς νόμους ἕξεις τὸν μισθὸν ἐκ τοῦ Θεοῦ καὶ ἐξ ἡμῶν εὐχαριστίαν. Ἄπεχε τῶν δώρων, διὰ τὶ μὲν περὶ τῶν δωροδεκτῶν τάδε φησὶν ὁ χρυσοῦς τὴν γλῶτταν· πῦρ κατακαύσει οἴκους δωροδεκτῶν καὶ καρδίας, διὰ τὶ μὲν ἡ δωροδοκία διαφθείρει τὸ δίκαιον καὶ τοσοῦτον ἀποτυφλοῖ ὡς καὶ ἀθώους ὑπὸ καταδίκην ποιεῖ. Ἔτι δὲ καὶ ταύτας τὰς τρεῖς ἀρετὰς δεῖ ἔχειν τὸν κριτήν, τὸν κρίνοντα λαὸν Κυρίου καὶ ὁμοφύλους Χριστιανούς, 344 πίστιν ὀρθὴν εἰς Θεὸν καὶ εἰς τὸν προχειρίζοντα αὐτῷ τὸ ἀξίωμα καὶ ἀλήθειαν ἀπὸ τῆς γλώττης καὶ σωφροσύνην ἀπὸ τοῦ σώματος· καὶ ταῦτα πάντα καλῶς σε οἶδα φυ λάττειν ἐκ νεότητός σου. Καὶ ἐν ταῖς ἀποστολικαῖς διατάξεσιν οὕτως φησίν· ἔστω ὁ κριτὴς ἀπροσωπόληπτος, μήτε πλούσιον ἐντρεπόμενος ἢ κολακεύων παρὰ προσῆκον, μήτε πένητος φειδόμενος· οὐ λήψῃ, γάρ φησι, πρόσωπον δυνάστου, καὶ πένητα οὐκ ἐλεήσῃς ἐν κρίσει, ὅτι τοῦ Θεοῦ ἡ κρίσις. Δίκαιος τὸ δίκαιον διώξεται καὶ οὐκ ἀρέ σει τῷ δικαίῳ ἄδικόν ποτε. Προσκυνήσας οὖν ἐγὼ αὐτὸν καὶ εὐχαριστήσας, ἀπῆλθεν εἰς τὸν Ἰσθμὸν τῇ κη- ῃ τοῦ αὐτοῦ Σεπτεμβρίου. Τῷ δὲ Ὀκτωμβρίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους ἐξῆλθεν ἀπὸ τῆς Γλαρέν τζας ἡ κυρία Ἑλένη, ἡ θυγάτηρ τοῦ κὺρ Θωμᾶ τοῦ δεσπότου, ἵνα ἀπέλ θῃ εἰς τὴν Σερβίαν καὶ Λάζαρον, τὸν υἱὸν κὺρ Γεωργίου δεσπότου, ἄν δρα λάβῃ, ὅπερ καὶ ἐγένετο· καὶ διὰ τοῦτο καὶ δεσπότην αὐτὸν δὴ τὸν Λάζαρον ὁ βασιλεὺς κὺρ Ἰωάννης ἕνεκεν τοῦ Φιλανθρωπηνοῦ Γεωργίου τετίμηκε. Τῇ δὲ κζ- ῃ τοῦ Νοεμβρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἦλθεν ὁ ἀμηρᾶς κατὰ τοῦ Ἑξαμίλου Ἰσθμοῦ καὶ τῇ δεκάτῃ τοῦ Δεκεμβρίου μηνὸς πα- ρέλαβεν αὐτὸν καὶ ἐπόρθησεν. Καὶ ἀπελθόντος αὐτοῦ εἰς Πάτραν, τὴν Πάτρας πόλιν μόνην παρέλαβε καὶ ἐνέπρησε καὶ ἠφάνισε. Καὶ τῷ Αὐγούστῳ μηνὶ τοῦ αὐτοῦ ἔτους ἐστάλην πάλιν ἐγὼ εἰς τὴν Κωνσταντινούπολιν ὑπὲρ πολλῶν τίνων ὑποθέσεων καὶ περὶ τῆς Τρα πεζοῦντος καὶ τῆς Γοτθίας καὶ περί τινος συνοικεσίου διὰ τὸν αὐθέντην μου, ἐπεὶ ἀπ' ἐκεῖσε προεσύντυχον· ἔνθα ἱερομονάχους καὶ ἐκ τῶν ἀνθρώ πων μου προέστειλα ἐν ἐκείνοις τοῖς μέρεσιν, ἐξαιρέτως δὲ καὶ τὸν ἱερο μόναχον τὸν Ἰσίδωρον, τὸν καὶ ὕστερον χρηματίσαντα μητροπολίτην Ἀθηνῶν, μεθ' ὧν ἔγραψα. Καὶ προσμένοντός μου ἐκεῖ τῷ Ἰουλίῳ20 μηνὶ τοῦ# 22 ν- ου ἔτους ἀπέθανεν ὑπὸ λοιμώδους νοσήματος ὁ δεσπότης κὺρ Θεόδωρος ἐν τῇ Σηλυβρίᾳ καί, κομίσαντες τὸ λείψανον αὐτοῦ ἐν τῇ Πόλει, ἔθαψαν αὐ τὸν ἐν τῇ τοῦ Παντοκράτορος μονῇ. Καὶ τῇ ιε- ῃ τοῦ Αὐγούστου μηνὸς τοῦ αὐτοῦ ἔτους, ἀπέθανέ μοι ὁ υἱὸς Ἀλέξιος, ζήσας χρόνους πέντε καὶ μῆνας ἕνδεκα· οὗ ὁ θάνατος σφό δρα μου καθήψατο, οὐκ εἰδότος μου τοῦ ἀθλίου τὰ μέλλοντά μοι συμβῆ ναι λυπηρότερα. 346 Καὶ τῇ λα- ῃ τοῦ Ὀκτωμβρίου μηνὸς τοῦ# 22 νζ- ου ἔτους ἀπέθανε καὶ ὁ βασιλεὺς κὺρ Ἰωάννης, ἐτῶν ὑπάρχων ν ʹ καὶ μηνῶν δέκα καὶ ἡ μερῶν ιεʹ, καὶ ἐτάφη τῇ πρώτῃ Νοεμβρίου ἐν τῇ μονῇ τοῦ Παντοκρά τορος, αὐτοκρατορήσας ἔτη εἴκοσι τρία, μῆνας τρεῖς καὶ ἡμέρας δέκα. Τέλος τῆς βασιλείας Ἰωάννου τοῦ Παλαιολόγου καὶ τοῦ δευτέρου βιβλίου. 348 ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ ΠΕΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΤΟΥ ΚΥΡ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΠΑΛΑΙΟΛΟΓΟΥ ΚΑΙ ΤΗΣ ΠΟΛΕΩΣ ΑΛΩΣΕΩΣ ΚΑΙ ΕΤΕΡΩΝ ΤΙΝΩΝ I. Νοεμβρίου μηνὸς δεκάτῃ τρίτῃ τοῦ# 22 νζ- ου ἔτους ἦλθεν εἰς τὴν Κωνσταντινούπολιν μετὰ νηὸς ὁ δεσπότης κὺρ Θωμᾶς, μὴ εἰδὼς τὸν τοῦ βασιλέως θάνατον· καὶ διερχόμενος τὴν Καλλιούπολιν ἔμαθεν αὐτό. Αὐ τοῦ δὲ παραγενομένου ἔπαυσαν πολλῷ πλέον τὰ ὅσα ὁ δεσπότης κὺρ Δημήτριος καὶ οἱ αὐτοῦ σφετεριζόμενοι ἐνεργοῦσαν βασιλεῦσαι τοῦτον τὸν δεσπότην καὶ πορφυρογέννητον. Ἀλλὰ παρὰ τῶν τῆς Κωνσταντίνου πολιτῶν οὐκ ἄξιον εἶναι ἐκρίνετο, ζῶντος τοῦ πρώτου καὶ τοιούτου ἀδελ φοῦ τοῦ ἐπὶ πάσαις ἀρεταῖς πρωτεύοντος, (εἰ καὶ δυστυχὴς ἦν)· ὅμως τὸ προσῆκον καὶ δίκαιον ἔπραξαν. Προστάξει τῆς ἁγίας δεσποίνης καὶ τῶν υἱῶν αὐτῆς τῶν δεσποτῶν καὶ τῶν ἀρχόντων βουλῇ καὶ γνώμῃ τῷ ἀμη ρᾶ ἐβουλήθησαν ἀκουτίσαι, ὅτι καὶ αὐτὴ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ καὶ τὸ πρωτεῖον τοῦ χρόνου καὶ ἡ ἀρετὴ καὶ ἀγάπη τῶν ἐν τῇ Πόλει σχε δὸν πάντων τὸν κὺρ Κωνσταντῖνον διὰ βασιλέα κρίνουσιν, ἵνα κἀκεῖνος ἐπί σταται τοῦτο. Καὶ τῇ- ῃ τοῦ Δεκεμβρίου ἀπεστάλθην ἐγὼ πρέσβυς πρὸς τὸν ἀμηρᾶν ἀναγγεῖλαι τὰ εἰρημένα. Ὡς οὖν ἀνήγγειλα αὐτὰ τῷ ἀμηρᾶ, ἀκούσας ἐπεκύρωσε καὶ μετὰ τιμῆς καὶ δώρων ἀπέπεμψέ με. Ταῖς αὐταῖς δὲ ἡμέραις καὶ ἄρχοντες ἐκ Κωνσταντινουπόλεως εἰς Πελοπόννησον ἐστάλησαν. Καὶ Ἀλέξιος Φιλανθρωπηνὸς ὁ Λάσκαρις ἐστάλη εἰς τὴν Πόλιν παρὰ τοῦ αὐθέντου ἡμῶν μετὰ τοῦ δεσπότου κὺρ Θωμᾶ ὑπέρ τινων αὐτῶν ὑποθέσεων πρὸς τὸν βασιλέα, μὴ εἰδότες τὸν τοῦ βασιλέως θάνατον. Καὶ φθάσαντες εἰς τὴν βασιλεύουσαν τῶν πό λεων εὗρον τεθνηκότα τὸν ἄνακτα. Καὶ συγχύσεως πολλῆς οὔσης περὶ τοῦ τίνα στεφθῆναι εἰς βασιλέα ἐκ τῶν ἀδελφῶν, κατὰ τὸ διορισθὲν ὑπὸ πάντων, ὡς προείρηται, ἀπεστάλθη ὁ ῥηθεὶς Ἀλέξιος ὁ Φιλανθρωπη νὸς μετὰ Μανουὴλ τοῦ Παλαιολόγου τοῦ λεγομένου Ἰάγρου εἰς Πελο πόννησον, ἵνα εἰς βασιλέα στέψωσι τὸν δεσπότην κὺρ Κωνσταντῖνον 350 τὸν αὐθέντην μου, ὃ καὶ ἔπραξαν ἐν τῇ Σπάρτῃ τῇ ἕκτῃ Ἰαννουαρίου. Καὶ τῇ ιβ- ῃ τοῦ Μαρτίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐφθάσαμεν εἰς τὴν Πόλιν μετὰ τοῦ αὐθέντου ἡμῶν τοῦ νέου ἐστεμμένου βασιλέως Κατα λανικῶν τριήρεων· καὶ παρὰ πάντων ἀσπασίως ἐδέχθη ὁ νέος ἄναξ μετὰ χαρᾶς, ἐμπλησμένοι ἅπαντες ἀγαλλιάσεως καὶ εὐφροσύνης καὶ θριάμ βους μεγάλους ποιήσαντες, ὡς ἔθος ἐστὶ τοῖς νεωστὶ ἐστεμμένοις βασι λεῦσι ποιεῖν. Μετὰ δέ τινας ἡμέρας τὸν αὐτάδελφον αὐτοῦ τὸν κὺρ Θω μᾶν τὸν αὐθεντόπουλον εἰς δεσποτικὸν ἀξίωμα ἀνεβίβασε. Καὶ τῷ αὐτῷ ἔτει ἐν μηνὶ αὐγούστῳ ἐξελθὼν τῆς πόλεως ὁ προῤῥηθεὶς δεσ πότης κὺρ Θωμᾶς ἀπῆλθεν εἰς Πελοπόννησον. Τῇ δὲ πρώτῃ Σεπτεμβρίου τοῦ ʹ νη- ου ἔτους ἐξῆλθε καὶ ὁ δεσπό της ὁ πορφυρογέννητος κὺρ Δημήτριος καὶ ἀπῆλθε κἀκεῖνος εἰς Πελο πόννησον, καὶ συνηβάσεις μεθ' ὅρκων φρικτῶν πρὸ τοῦ ἐξελθεῖν αὐτοὺς τῆς πόλεως ἐνώπιον τῆς κυρίας μητρὸς αὐτῶν καὶ βασιλίσσης καὶ τοῦ αὐτοκράτορος καὶ ἀδελφοῦ καὶ πάντων τῶν τῆς συγκλήτου ἐγκρίτων ἀρ χόντων ποιήσαντες, ἵνα μηδεὶς τοῦ ἑτέρου τοὺς τόπους καὶ ὅρια ὑπερ πηδᾷ καὶ ἁρπάζῃ, ἀλλ' εἰρηνικῶς διάγειν. Οὗτοι δὲ μετὰ ταῦτα μὴ τη ρήσαντες τοὺς ὅρκους, καὶ τὰς συνθήκας ἀθέτησαν· διὰ τοῦτο ἐν ὑστέ ροις, ὣς καθὼς ἐφάνη καὶ εἶδον κἀγώ, κακῶς ἀπέλαβον καὶ πρὸς ἀλλή λους διετέθησαν, ὡς πρόσω διηγήσομαι τὰ παρακολου θήσαντα ἀναμεταξὺ αὐτῶν. Τῇ δὲ τετάρτῃ20 τοῦ Ὀκτωμβρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐστάλην ἐγὼ παρὰ τοῦ αὐθέντου μου καὶ βασιλέως πρὸς τὸν Ἰβερίας κὺρ Γεώργιον μέμπεν, ὃ παρ' ἡμῖν ῥὴξ λέγεται, καὶ πρὸς τὸν βασιλέα Τραπεζοῦντος κὺρ Ἰωάννην τὸν Κομνηνὸν μετὰ δώρων ἀγλαῶν καὶ πολλῆς παρασκευῆς, με τὰ ἀρχόντων καὶ στρατιωτῶν καὶ ἱερομονάχων καὶ μοναχῶν καὶ ψαλτῶν μουσικῶν καὶ ἰατρῶν καί τινων κρουόντων ὄργανα καὶ ἕτερα εἴδη μουσι κά. Καὶ ἐλθόντες εἰς Ἰβερίαν ὑπὸ πάντων ἐδέχθημεν μετὰ χαρᾶς· καὶ κρουομένων τῶν μουσικῶν εἰδῶν καὶ ὀργάνων, πάντες οἱ ἐκεῖθεν ἔτρε χον ἰδεῖν καὶ ἐθαύμαζον λέγοντες, ὅτι ἠκούομεν περὶ τούτων, ἀλλ' αἰσθη τῶς ὡς τὰ νῦν οὐκ εἴδομεν οὔτε ἠκούσαμεν. Οὐχὶ μόνον ἀπὸ τῆς Ἰβε ρίας πόλεως, ἀλλὰ καὶ ἐκ τῶν πέριξ αὐτῆς καὶ περάτων ἔτρεχον ἰδεῖν καὶ ἀκοῦσαι, ὅτι τὸ ὄνομα αὐτῶν ἤκουον, τί δέ ἐστιν, οὐκ ἐγίνωσκον. Καὶ ἐλθόντων πολλῶν, ἐν αὐτοῖς ἦν καί τις γηραιὸς ὡσεὶ ἐτῶν ἑκατὸν καὶ τάδε μοι διηγήσατο. Ἦν τοὔνομα τῷ πρεσβύτῃ Ἐφραίμ, ὁρμώμενος ἔκ τινος τῆς Ἰβερίας πόλεως· ὃς ἐκ νεότητος αὑτοῦ ᾐχμαλωτίσθη ὑπὸ βαρβάρων ἀσεβῶν τῶν ἐκεῖθεν 352 ἐθνῶν, καὶ ἐπώλησαν αὐτὸν εἰς τὰ ἐνδότερα μέρη Περσῶν. Ὁ δὲ κύριος αὐτοῦ ἔμπο ρος ὢν καὶ μετὰ ἑτέρων πολλῶν ἐμπόρων θέλοντες ἐλθεῖν κατὰ τὰ τῶν Ἰνδῶν μέρη ποιῆσαι τὴν αὐτῶν νενομισμένην ἐμπορίαν καὶ περιπατοῦντες ἡμέρας οὐκ ὀλίγας, ἤγ γισαν ἔνδον τῆς τῶν Ἰνδῶν χώρας. Ὁ αὐτὸς Ἐφραὶμ ἐπιθυμῶν φυγεῖν τοῦ ζυγοῦ τῆςαἰχμαλωσίας ἐζήτει εὐκαιρίαν. Καὶ ἐν μιᾷ νυκτὶ πανσελήνῳ ὁ κύριος αὐτοῦ κεκοπια κὼς ἐκ τῆς ὁδοιπορίας καὶ ἕτεροι συνοδοιπόροι, αὐτὸς τῇ τύχῃ φορᾷ χρησάμενος, ἐγερθεὶς φυγὰς ᾤχετο ἐκ τόπου εἰς τόπον, περιπατῶν ἡμέρας πολλὰς ἐν ἐρήμοις τό ποις καὶ ἀβάτοις. Ἔφθασεν εἰς τινας νήσους, ἐν αἷς οἰκοῦσιν οἱ μακρόβιοι· μακρο βίους δὲ ὀνομάζουσι διὰ τὸ ζῆν πλεῖον ἢ ἑκατὸν πεντήκοντα ἔτη ἕκαστος αὐτῶν. Καὶ τοῦτο δὲ γίνεται, λέγουσι, διὰ τῆς τοῦ ἀέρος εὐκρασίας καὶ καθαρότητος, διὰ τὶ μὲν ἐν ἐκείνοις τοῖς μέρεσιν οὐ λείπονται ὄπωρα παντοῖα δι' ὅλου ἐνιαυτοῦ, ὧν τὰ μὲν ἀνθοῦσι, τὰ δὲ ὀμφακίζουσι, τὰ δὲ τρυγᾶται. Ἐκεῖ δὲ καὶ τὰ μεγάλα Ἰνδικὰ γίνονται κάρυα καὶ δυσπόριστα ἡμῖν καὶ πάνυ ἐπιθυμητὰ ἀρώματα καὶ ὁ μαγνήτης λίθος. Οἵ τινες ἄνδρες ἔθνος εἰσὶν εὐσεβὲς καὶ ζῶσι ζωὴν ἀκτήμονα καὶ τὸν Θεὸν δοξάζουσιν. Ἐκ τῶν ἐκεῖθεν καὶ ὁ ποταμὸς ὁ Νεῖλος ἀρχὴν λαμβάνει· ὁ δὲ τρόπος, ὅπου ὁ πο ταμὸς οὗτος τῷ Ἰουλίῳ καὶ Αὐγούστῳ μηνὶ πλημμυρεῖ καὶ οὐχ ἑτέρῳ, ὡς οἱ ἄλλοι ποταμοί, λέγουσιν εἶναι οὕτως, ὅτι οἱ δύο αὐτοὶ μῆνες ἐν ἐκείνοις τοῖς μέρεσιν ὑπάρ χουσι ψυχρότεροι τῶν ἄλλων μηνῶν, διότι ὁ ἥλιος ὑπάρχει πρὸς ἡμᾶς καὶ πρὸς τὸ βόρειον. Ὑψώνεται διὰ τοῦτο τότε μεσοῦντος τοῦ θέρους, τὴν Αἴγυπτον ἐπικλύζει, ὥστε παντὸς ἡλίου τὴν βορειοτέραν διαθέοντος ζώνην καὶ τοῖς ἄλλοις παρενοχλοῦντος ποταμοῖς. Ἐπέρασε δὲ καί τινα ἄλλον ποταμὸν πάνυ ἐπικίνδυνον, ἵνα ὑπάγῃ αὐτόθι εἰς τοὺς μακροβίους, διά τι ζῶον ἀμφίβιον μέγα σφόδρα, ὃ κατοικεῖ ἐν ἐκείνου τοῦ ποταμοῦ τῷ ὕδατι καλούμενον τῇ ἐκείνων διαλέκτῳ ὁδοτύραννον, οἷον καὶ ἐλέφαντα δύναται καταπιεῖν ὁλόκληρον. Εὑρίσκονται δὲ ἐν ἐκείνοις τοῖς ἐρήμοις τόποις καὶ ἕτερα πολλὰ φοβερώτατα ζῶα καὶ θηρία, ἐξ ὧν εἰσὶ δράκοντες πλεῖστοι, μέγιστοι σφό δρα ὡσεὶ πηχῶν ἑβδομήκοντα, τὸ δὲ μέγεθος καὶ τὸ πάχος πολὺ καὶ φρικωδέστατον, σκορπίοι μὲν πηχαῖοι, οἱ δὲ μύρμηκες σπιθαμιαῖοι καὶ πλέον, νυκτερίδες δὲ ὡς κό ρακες θερινοί, μυῖαι δὲ ὡσεὶ στρουθία τὰ ἐπὶ δώματος. Διὰ τοῦτο καὶ ἐκεῖνοι οἱ τό ποι εἰσὶν ἀοίκητοι διὰ τὰ φοβερὰ θηρία καὶ φαρμακώδη. Οἱ ἐλέφαντες δὲ κατ' ἐκεί νην τὴν χώραν εἰσὶ τὸ πλῆθος ὥσπερ καθ' ἡμᾶς οἱ βόες καὶ ἀγέλαι προβάτων, οἳ καὶ ἀγεληδὸν πορευόμενοι βόσκονται. Διατρίψας δὲ οὗτος ἐν ἐκείνῃ τῇ χώρᾳ καιρόν τινα, καὶ τὴν διάλεκτον τοῦ τόπου ἐκείνου καλῶς ἔμαθεν. Καὶ ἐνεθυμήθη, ἵνα ἐν τῇ πατρίδι ἐπανέλθῃ· καί τινι τῶν ἐντοπίων τὴν γνώμην αὑτοῦ εἰπών, παρέλαβεν αὐτὸν καὶ ἤγα γεν ἐν τόπῳ τινί, ἔνθα ἐκ τῶν ἔξωθεν Ἰνδῶν ἀκάτια ἐρχόμενα καὶ φόρτον ποιοῦντα ἀρωμάτων ἦν. Ἐμβὰς ὁ Ἐφραὶμ ἐν ἑνὶ τῶν ἀκατίων καὶ ἐλθών, εὗρε νῆα παμμέγεθον Ἰβηρικήν, καὶ πλεύσας δι' αὐτῆς, ἦλθεν εἰς Ἰβηρίαν, ἤτοι Ἱσπανίαν κατὰ τὴν Πορ 354 τουγαλλίαν, κἀκεῖθεν δι' ἄλλης νηὸς πλεύσας κατὰ τὰς Βρεταννικὰς νήσους καὶ πλη σίον Γερμανίας περάσας, εἰς Ἰβερίαν παρεγένετο, ἔνθα κἀγὼ ἔφθασα. Καὶ οὕτως ταῦ τά μοι ἐξηγήσατο. Ἀπῆλθον οὖν ἐγὼ ἐν ἐκείνῳ τῷ τόπῳ ἕνεκεν συμπεθερίου, ὅπου δ' ἄρα μοι φανήσεται ἐκ τῶν δύο γενῶν. Ἔδει οὖν, ἵνα καὶ μετὰ γράμ ματος, διὰ τὸ ἀναίτιόν μου πλέον, δηλώσω τῷ βασιλεῖ τὰ καλὰ ἀμφο τέρων τῶν μερῶν. Καὶ ἐρχόμενοι περὶ τὴν Ἀμισὸν ἐναυάγησαν. Ἐκεῖσε προσδοκῶν ἐγὼ τὴν ἀπολογίαν, διέτριψα ἐν ἐκείνοις τοῖς μέρεσιν ἔτη δύο καὶ20 ἡμέρας τριάκοντα. Τῷδε καιρῷ τῇ κγ- ῃ τοῦ Μαρτίου μηνὸς τοῦ αὐτοῦ ἔτους τέθνηκεν ἡ ἐν μακαρίᾳ τῇ λήξει, ἡ ἀοίδιμος δέσποινα Εἰ ρήνη, ἡ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθεῖσα Ὑπομονὴ μοναχή. καὶ ἐτάφη εἰς τὴν μονὴν τοῦ Παντοκράτορος, πλησίον τοῦ μακαρίτου καὶ ἀοιδίμου βασιλέως τοῦ συζύγου αὐτῆς. Καὶ τῷ Φεβρουαρίῳ μηνὶ τοῦ# 22 νθ- ου ἔτους ἀπέθανεν ὁ ἀμη ρᾶς ὁ Ἀμουράτης, ὃ κἀγὼ ἔμαθον ἔτι ὢν ἐν τῇ Ἰβερίᾳ20. Ὡςοὖν ἦλθον εἰς Τραπεζοῦντα, εἴρηκέ μοι ὁ βασιλεὺς τοιάδε· Κύριε πρέ σβυ, εἰπεῖν σοι θέλω χρηστὰς ἀγγελίας, εἰ μὴ δεῖ ἀποδοῦνταί σε ἡμῖν τι δῶρον χάριτος. Κἀγὼ ἀναστὰς προσεκύνησα αὐτὸν εἰπών· Ὁ Θεὸς μακροημερεύσῃ τὴν ἁγίαν σου βασιλείαν, ὃς πολυτρόπως εὐεργετεῖς ἡμᾶς· οὕτως καὶ διὰ τὰς νῦν ἀγαθὰς ἀγγελίας αὖθις εὐεργετήσει ἡμᾶς, ἀλλ' ἡμῖν οὐκ ἔστιν ἀντάξιόν τι ἀποδοῦναι τῇ βασιλείᾳ σου τῇ ἁγίᾳ. Καὶ εὐθὺς εἶπέ μοι περὶ τοῦ θανάτου τοῦ ἀμηρᾶ καὶ πῶς ὁ υἱὸς αὐτοῦ ἐγέ νετο αὐθέντης καὶ πλείστας χάριτας ἐποίησε τῷ ἄνακτι· καὶ ἡ εἰρήνη ἐπεκυρώθη, ἀναμεταξὺ αὐτῶν τηρεῖν αὐτήν, ὡς καὶ πρώην μετὰ τοῦ πα τρὸς αὐτοῦ εἶχεν ὁ ἐκείνων οἶκος. Κἀγὼ ἀκούσας οὕτως ἐγενόμην ἄφω νος καὶ τοσούτη ὀδύνη μοι περιείχετο, ὡς εἰ περὶ τοῦ θανάτου τῶν φιλ τάτων ἠκούκειν. Καὶ μικρὸν κατηφιάσας λέγω· Δέσποτά μου, αὕτη οὐ χαρίεσσα ἐπαγγελία ἐστίν, ἀλλὰ καὶ λίαν ὀδυνηρά. Ὁ δὲ λέγει· Καὶ πῶς, χρηστὲ ἄνερ; Κἀγώ· Διότι ὁ τηθνηκὼς ἀμηρᾶς ἦν γέρων καὶ τὸ κατὰ τῆς Πόλεως ἀπεπειράσθη αὐτῷ καὶ οὐκέτι ἐβούλετο ἐγχειρισθῆ ναί τι κατ' αὐτῆς, ἀλλὰ μόνον ἤθελε μᾶλλον εἰρηνεύειν ἢ μάχεσθαι. Ὁ δὲ νῦν γεγονὼς νέος ὤν, παιδιόθεν ἐχθρὸς ἦν τῶν Χριστιανῶν πρὸς τὸ ὑβρίζειν καὶ ἐπαπειλεῖν αὐτούς, λέγων ὅτι, ὅταν καιρὸν εὕρῃ ἐπιτήδειον καὶ τὴν τῆς βασιλείας ἐξουσίαν εἰς χεῖρας αὑτοῦ λήψηται, τὴν ἀρχὴν 356 Ῥωμαίων καὶ πάντων Χριστιανῶν εἶχεν ἐξολοθρεῦσαι καὶ ἀφανίσαι. Τὰ νῦν καὶ ἡ Πόλις ἠπορημένη ἐστὶ διὰ τὸν αὐθέντην μου καὶ βασιλέα νεω στὶ τὰ σκῆπτρα λαβόντα· ὃς καὶ ἐκ τῶν τῆς βασιλείας εἰσοδημάτων πολ λὰ ὀφείλει διὰ τὰς ἐξόδους καὶ τὰ φιλόδωρα, ἃ ἐχαρίσατο τοῖς στρατιώ ταις καὶ πάσῃ τῇ αὐλῇ. Διὸ δεῖται καιροῦ εἰρηνικοῦ πρὸς τὸ ἐξοικονο μῆσαι τὰ τῆς μάχης καὶ τοῦ πολέμου ἀναγκαῖα καὶ ἐπιτήδεια. Καὶ ἐὰν διὰ τὰς ἁμαρτίας ἡμῶν ὁ Θεὸς παραχωρήσῃ, αὐτὸς ὁ ἀλιτήριος ὑπὸ τῆς νεότητος αὐτοῦ καὶ κακογνωμίας ὁρμήσοι ἂν μάχην ποιῆσαι κατὰ τῆς Πόλεως, οὐκ οἶδα τὶ γενήσεται εἰς ἡμᾶς. Ναὶ ἀληθῶς εὐφρόσυνος ἀγγε λία ἦν, εἰ ἀπέθανε ὁ νῦν γεγονὼς νέος ἀμηρᾶς, ἐπεὶ ὁ πατὴρ αὐτοῦ οὐκ εἶχεν ἄλλον υἱόν· καὶ τῷ γηραιῷ ἐκ τῆς λύπης ἐδίδοτο ἀσθένεια, ἐξ ἧς καὶ ὀλιγοχρονία. Καὶ τούτου ἕνεκεν εἰς κίνδυνον καὶ διχοστασίαν μεγά λην ἐνέπιπτεν ἡ τῶν ἀσεβῶν ἀρχή· καὶ ἐν τῷ τούτου καιροῦ μέσῳ ἐδύ νατο ἂν ὁ αὐθέντης μου διορθῶσαι καὶ οἰκονομῆσαι τὰ πάντα· καὶ ἡ ἑαυτοῦ βασιλεία διέβαινεν εἰς κρείττονα προτίμησιν. Ὁ δὲ βασιλεὺς Τραπεζοῦντος ταῦτά μοι ἔφη· Αὐτὸς ὑπάρχεις εἷς τῶν φρονίμων ἀρχόν των καὶ πρακτικῶν τῆς αὐλῆς ἐκείνης· καὶ γινώσκεις κρεῖττον περὶ τού των, ὅμως ὁ Θεός, ὡς δυνατός, ποιήσῃ αὐτὸν εἰς ἀγαθόν. Κἀγὼ ἀπο κριθεὶς εἶπα· Λίαν εὐχαριστῶ τῇ καλοκἀγαθίᾳ καὶ προαιρέσει τοῦ κρά τους σου, διότι ἐγὼ οὔκ εἰμι τοσούτης ποιότητος, ὡς ἡ βασιλεία σου ἐκέλευσας. Ἀκούσας γὰρ ἐγὼ ἔτι, ὅτι ἡ τοῦ προῤῥηθέντος ἀμηρᾶ γυνή, ἡ καὶ τοῦ τῆς Σερβίας δεσπότου θυγάτηρ, μετὰ τὴν τοῦ ἀμηρᾶ καὶ ἀνδρὸς αὐ τῆς θανὴν ἐντίμως καὶ καλῶς ἀπεστράφη πρὸς τοὺς γονεῖς αὐτῆς ἐν τῷ ἰδίῳ οἴκῳ, ἔδει με γὰρ ἐναπομεῖναι εἰς Τραπεζοῦντα διά τινας οὐκ ὀλίγας αἰτίας καὶ εὑρών τινα νῆα μέλλουσαν εἰς Κωνσταντινούπολιν ἀποπλεῦσαι, μεθ' ἧς ἐγὼ ἀπέστειλά τινας ἵππους καὶ παῖδας δύο, οὓς ὁ βασιλεὺς Ἰβερίας μοι ἐδωρήσατο ἐκ τῶν ὑπ' αὐτοῦ αἰχμαλωτισθέντων, ὅτε τὸ Σου μαχὶν ἐσκύλευσε, καὶ ἕτερα πολλά τινα εἴδη φιλοδωρηθέντα ἡμῖν παρά τινων, καὶ πρὸς τὸν αὐθέντην μου τὸν βασιλέα τοιάδε ἔγραψα, περὶ ὧν εἰς Ἰβερίαν ἔπραξα καὶ ὧν εἰς Τραπεζοῦντα ὑποπτεύω ποιῆσαι, καὶ πάν τα τὰ συμβάντα αὐτῷ ἐδήλωσα. Καὶ δοὺς τὰς γραφὰς ἑνὶ τῶν σὺν ἐμοὶ ἀρχόντων, ἔστειλα αὐτὸν καὶ παρήγγειλα αὐτῷ, ἵνα τὴν μὲν μίαν τῶν γραφῶν δώσῃ τῷ βασιλεῖ ἐν τῷ προσκυνῆσαι αὐτόν· ἔφην αὐτῷ καὶ διὰ στόματος, ἵνα τὰ καθ' ἡμᾶς πάντα ἀναφέρῃ διὰ ζώσης φωνῆς, τὴν δὲ 358 ἑτέραν γραφὴν ἐπὶ τὴν αὔριον τῷ βασιλεῖ αὖθις δώσῃ. Εἶχε δὲ οὕτως ἡ γραφή. Ἐγὼ ἐν τῷ ἀποσωθῆναί με εἰς Τραπεζοῦντα ἔμαθον τὰ περὶ τοῦ θανάτου τοῦ ἀμηρᾶ παρὰ τοῦ βασιλέως τοῦ ἐνταῦθα καὶ πῶς ἡ ἀμήρισσα ἡ τούτου ἐξαδέλφη ἐπανέστρεψεν εἰς τὴν πατρίδα αὑτῆς πρὸς τοὺς γονεῖς αὑτῆς ἐντίμως καὶ καλῶς. Ὡς δὲ ἤκουσα, ἐσυλλογισάμην κατὰ τὸν ἐμὸν σκοπὸν καὶ τὸ δοκοῦν μοι δηλοποιῆσαι τῷ κράτει σου, ὅτι τῶν δύο συνοικεσίων, περὶ ὧν ἐνθάδε ἐλήλυθα, συμφέρον τῇ βασι λείᾳ σου ἔσεται καὶ λίαν κρεῖττον καὶ ὠφέλιμον εἰς πάντα διὰ πολλὰς αἰτίας, εἰ ἀρεστόν ἐστι τῷ κράτει σου ποιῆσαι τρόπον καὶ ἀναβολήν, ἵνα λάβῃ τὴν εἰρημένην ἀμήρισσαν εἰς γυναῖκα. Τέσσαρα γὰρ μόνα εὑ ρίσκω αἰτία, δι' ὧν ἡ βασιλεία σου αἰτιωμένη οὐ πράξῃ τοῦτο, εἰ αὐτῇ δόξει· πρῶτον μὲν τὸ ἔλαττον τοῦ γένους, δεύτερον δὲ μήπως καὶ ἡ ἐκ κλησία διὰ τὴν συγγένειαν τὴν τοῦ γάμου ἱερολογίαν κωλύσῃ, τρίτον ὅτι ὁ ἀνὴρ αὐτῆς ἦν Τοῦρκος, τέταρτον ὅτι πεντηκονταετὴς οὖσα τῇ ἡλι κίᾳ, εἰ τύχῃ καὶ συλλήψηται ἐν γαστρί, ἐν τῷ μέλλειν τεκεῖν κινδυνεύσῃ, ὡς οἱ φυσικοὶ λέγουσιν, ὡς ἐπὶ τὸ πλεῖστον ἐπισυμβαίνει, ἐπεὶ ἦν στεῖ ρα μὴ τεκοῦσά ποτε. Τῶν τεσσάρων οὖν τούτων αἰτιῶν τὴν διάλυσιν λέ ξωμαι. Πρῶτον μὲν οὐδέν ἐστι παράδοξον, εἰ ταύτην λάβῃς εἰς γυναῖκα, ὅτι ἐλάττονος γένους οὐκ ἔστι τῆς κυρίας μου καὶ ἀοιδίμου σου μητρός. Δεύτερον, εἰ καὶ τὸ συνοικέσιον μετὰ τῆς τοῦ Τραπεζοῦντος βασιλέως θυγατρὸς γένηται, ἕνεκεν τῆς συγγενείας ἐλπίζομεν συγχωρηθῆναι τοῦ το παρὰ τῆς ἐκκλησίας, εἰ εἰς πτωχούς, ὀρφανοὺς καὶ ἐκκλησίας χρή ματα δοθήσονται. Τοσοῦτον μᾶλλον εὐκοπωτέρως συγχωρηθήσεται καὶ τὸ τοῦ δεσπότου Σερβίας θυγατρός, λέγω τῆς εἰρημένης ἀμηρίσσας, διὰ τὰς τοσαύτας χάριτας καὶ εὐεργεσίας, ἃς ὀφείλωσιν αὐτοῖς καθ' ἑκάστην ἡ ἐκκλησία τε καὶ οἱ ἱερομόναχοι καὶ μοναχοὶ καὶ πᾶς ὁ τῆς ἐκκλησίας κλῆρος. Τρίτον οὐκ ἔσεται παράδοξον, εἰ Τοῦρκον ἔσχεν ἄνδρα, ἐπεὶ καὶ ἡ δέσποινα ἡ κυρία Εὐδοκία, ἣν ὁ πάππος σου ἔλαβεν εἰς γυναῖκα, ἄνδρα προέσχε Τοῦρκον καὶ μικροῦ καὶ ὀλίγου τόπου αὐθέντην καὶ παιδία μετ' ἐκείνου ἔτεκεν· αὕτη δὲ τοσούτου μεγάλου αὐθεντὸς καὶ ἀμηρᾶ γυνὴ οὖσα καί, ὡς ἀκούομεν, οὐκ ἐγνώρισεν αὐτήν, διὸ καὶ ἄτεκνός ἐστί. Περὶ δὲ κατὰ τὸ τέταρτον, εἰ καὶ ἐτῶν πλεόνων ὑπάρχει, ἐὰν συλλάβῃ γαστρί, τὸ τοῦ Κυρίου θέλημα γενήσηται, ἐπεὶ συμφέρον τῇ βασιλείᾳ σού ἐστι τὰ προειρημένα αἰτία, ἐὰν γένηται. Μᾶλλον καὶ οἱ γονεῖς αὐτῆς περιχαρῶς καὶ ἀσμένως δέξονται τοῦτο. Ἐξαπόστειλον εὐθύς τινα πιστὸν τῶν τοῦ 360 παλατίου σου ἀρχόντων ἢ τῶν ἱερομονάχων ἢ μοναχῶν καὶ τὰ περὶ τού του διορθώσωσι καὶ ἀναβολὴ οὐδεμία γενήσεται. Ἀποσωθέντων οὖν τῶν γραμματοκομιστῶν μετὰ τῆς νηὸς ἐν τῇ Πόλει τῇ κη- ῃ Μαΐου καὶ ὁ βασιλεὺς ὢν εἰς χοιράγραν, ὡς ἐμηνύθη αὐτῷ, ὅτι τινες ἐκ τῆς Ἰβερίας ἐληλύθασιν, ἐάσας τὸ συάγριον ἐν τοῖς ἀνακτό ροις ἦλθε μετὰ χαρᾶς. Ἐν ᾧ δὲ καιρῷ ἔφθασαν οἱ γραμματοκομισταὶ τῇ κη- ῃ τοῦ Μαΐου, τῇ αὐτῇ νυκτὶ ὑπνώττων ἐφάνη μοι κατ' ὄναρ, ὅτι καὶ ἐγὼ εἰς Κωνσταν τινούπολιν ἔφθασα, καὶ προσπεύσας τῷ βασιλεῖ ἀσπασθῆναι με τοὺς πό δας αὐτοῦ οὐκ εἴασέ με, ἀλλ' ἐπιλαβὼν ἀνέστησέ με καὶ κατεφίλησέ μου τοὺς ὀφθαλμούς. Ἔγωγε ἔξυπνος γενόμενος εἶπα τοῖς περὶ ἐμὲ ὑπνοῦσι τὸ ὅραμα καὶ ὅπως τῆς ἡμέρας μνημονεύσωσιν. Ἰδὼν οὖν ὁ αὐθέντης μου καὶ βασιλεὺς μὴ ἐλθεῖν με, ἀλλ' ἐκ τῶν σὺν ἐμοί, καὶ τὴν πρώτην γραφὴν ἀναγνώσας, περίλυπος ἐγένετο καὶ ἐδυ σφόρει, κατηγορῶν τὴν ἐμὴν βραδύτητα. Ὡς δὲ τὴν ἑτέραν γραφὴν ἐπὶ τὴν αὔριον ἀνέγνω καί, μαθὼν μέλλειν με ἐλθεῖν διὰ τῆς γραφῆσ, ἰδοὺ ἠρκέσθη καὶ χαρίεις ἐναπέμεινε. Καὶ εὐθὺς οἰκονομή σας Μανουὴλ τὸν Παλαιολόγον τὸν τῆς Καντακουζηνῆς τῆς πρωτοστρα τορίσσης ἀνεψιόν, ἐξαπέστειλεν αὐτὸν πρὸς τὸν τῆς Σερβίας δεσπότην, ἵνα δοκιμάσῃ καὶ ἴδῃ, περὶ οὗ ἐν τῇ ἐμῇ ἐπιστολῇ γέγραφα συνοικεσίου. Καὶ ἀκούσαντες οἱ γονεῖς ἡδέως καὶ ἀσμένως τὸν λόγον ἐδέξαντο καὶ ἑτοίμως εἶχον ἐκπληρῶσαι καὶ τὸ ἔργον. Ἄλλον γὰρ οὐκ ἐκώλυσε τὸ τοιοῦτον συνοικέσιον, εἰ μὴ ὅτι ἡ ἀμήρισσα ἐδεήθη τοῦ Θεοῦ εὐχο μένη, τάξασα ἔτι ζῶντος τοῦ ἀμηρᾶ καὶ ἀνδρὸς αὑτῆς, εἰ ὁ Θεὸς οἵῳ δή ποτε τρόπῳ ἐλευθερώσῃ αὐτὴν ἐκ τὰς τῶν ἀσεβῶν χεῖρας, ἑτέρῳ ἀν δρὶ μηκέτι ἐν τῇ ζωῇ αὐτῆς συζευχθείη, ἀλλὰ μένειν αὐτὴν ἐν σοφρω σύνῃ παρθενεύουσαν καὶ κατὰ τὸ δυνατὸν θεραπεύειν Θεῷ τῷ τὴν ἐλευ θερίαν αὐτῆς χορηγήσαντι· δι' ἣν αἰτίαν τὸ συνοικέσιον τοῦτο οὐκ ἐγέ νετο. Τῷ δ' αὐτοῦ ἔτους Αὐγούστῳ μηνὶ διέβη ἀπὸ τῆς Πόλεως ὡς φυ γὰς καὶ ὁ πατριάρχης κὺρ Γρηγόριος. Καὶ ἐγὼ τῇ ιδ- ῃ τοῦ Σεπτεμβρίου μηνὸς τοῦ# 22 ξ- ου ἔτους εἰς Κων σταντινούπολιν ἀπέσωσα μετὰ τῆς νηὸς τοῦ καλοῦ Ἀντωνίου Ῥίτζου τοῦ καὶ ὕστερον μαρτυρήσαντος ὑπὲρ τῆς εἰς Χριστὸν αὐτοῦ πίστεως. II. Τελέσας οὖν ἐγὼ τὸ συνοικέσιον ἐν τῇ Ἰβερίᾳ, ἵνα λάβῃ ὁ αὐ θέντης μου τὴν τοῦ ἐκεῖσε ῥηγὸς θυγατέρα, εἰδὼς ὅτι κρεῖττον ἦν τὸ ἐν τῇ Ἰβερίᾳ ἢ τοῦ τῆς Τραπεζοῦντος, εἶπέ μοι γὰρ ὁ τῆς Ἰβερίας προει 362 ρημένος ῥὴξ τοιάδε· Οὐκ ἔστι συνήθεια παρ' ἡμῖν, ἵνα διδῶσι χρήματα αἱ γυναῖκες τοῖς ἀνδράσιν, οὓς μέλλουσι λαβεῖν, ἀλλ' οἱ ἄνδρες ταῖς γυ ναιξίν. 2. Ἐγὼ δὲ ἀποκριθείς, αἰτῶν ἱλασμὸν παρ' αὐτοῦ λέγων· Οὐκ ἤκουσα πώποτε τοιαύτην συνήθειαν καὶ νόμον, ὡς ἡ βασιλεία σου προστάττεις. Ὁ δὲ βασιλεὺς γελάσας, τάχα θαυμάζων τοὺς λόγους μου, εἶπεν· Οὐκ οἶδας, τιμιώτατε ἄνερ, τί φησιν ὁ μέ γας Καισάρειοσ; Διαφόρων ἐθνῶν καὶ ἠθῶν τρόπον τε καὶ νόμον ἐξηγούμενος, ἐν ἐπιτομῇ τοιάδε φάσκει. Ἐν ἑκάστῃ γὰρ χώρᾳ καὶ ἔθνεσιν ἐν τοῖς μὲν ἐγγράφως νό μος ἐστίν, ἐν τοῖς δὲ ἀγράφως καὶ συνήθεια. Νόμος γὰρ τὰ πάτρια δωκεῖ εἶναι· ὡς πρῶτον Σῆρες οἱ τὸ ἄκρον τῆς γῆς οἰκοῦντες νόμους ἔχουσι τὰ πάτρια ἔθη, μὴ πορνεύειν ἢ κλέπτειν ἢ λοιδορεῖν ἢ φονευεῖν. Νόμος δὲ παρὰ Βακτριανοῖς ἡ ἐκ προγόνων παιδεία καὶ εὐσέβεια, μὴ κρεωφαγεῖν ἢ οἰνοποτεῖν ἢ λαγνεύειν ἢ παντοίᾳ κακίᾳ διαπράττεσθαι, καίτοι γε τῶν παρακειμένων αὐτοῖς Ἴδων τἀναντία διαπραττομένων ἀδεῶς. 3. Ἐν δὲ τοῖς ἐνδοτέροις μέρεσι τούτων ἀνθρωποφάγοι εἰσὶ καὶ τοὺς ἐπιξενω μένους ἀναιροῦντες ἐσθίουσι. Νόμος Χαλδαίοις καὶ Βαβυλωνίοις ἀσελγείας καὶ αἰ σχρουργίας ἀνάμεστος. Ἄλλος δέ παρὰ Πηλέοις νόμος γυναῖκας γεωργεῖν καὶ οἰκο δομεῖν καὶ τὰ ἀνδρῶν πράττειν, ἀλλὰ καὶ πορνεύειν, ὡς βούλονται, μὴ κωλυόμεναι ὑπὸ τῶν ἀνδρῶν αὐτῶν παντελῶς· ἐν αἷς ὑπάρχουσι καὶ πλεῖσται πολεμικώταται καὶ θηρῶσαι τὰ μὴ λίαν ἰσχυρότατα τῶν θηρίων. Ἐν Βρεταννίᾳ δὲ πλεῖστοι τῶν ἀνδρῶν μιᾷ συγκαθεύδουσι γυναικὶ καὶ πολλαὶ γυναῖκες ἑνὶ ἑταιρίζονται ἀνδρί. 4. Αἱ Ἀμαζόναι μέν ποτε καιρῷ ἄνδρας οὐκ εἴχασιν, ἀλλ' ὡς τὰ ἄλογα ζῶα ἅπαξ τοῦ ἐνιαυτοῦ περὶ τὴν ἐαρινὴν ἰσημερίαν ὑπερόριοι γίνονται καὶ μιγνύμεναι τοῖς γειτνιῶσιν ἀνδράσιν ὡς πανήγυρίν τινα μεγάλην ἑορτὴν τῷ καιρῷ ἐκείνῳ ἡγοῦνται· ἐξ ὧν καὶ γαστρὶ συλλαμβάνουσι παλινδρομοῦσι οἴκαδε πᾶσαι. Τῷ δὲ καιρῷ τῆς ἀπο κυήσεως τὰ μὲν ἄῤῥενα φθείρουσι, τὰ δὲ θῆλυ ζωογονοῦσι καὶ τιθηνοῦσιν ἐπιμελῶς καὶ ἐκτρέφουσιν. 5. οὕτως καὶ τὰ ἐνταῦθα, ὡς εἶπόν σοι, ἡ ἡμετέρα συνήθεια, ὡς καθὼς καὶ αὐτὸς μέλλεις μαθεῖν παρὰ ἀξιοπίστων ἀνδρῶν καὶ μὴ θαύμαζε, τιμιώτατε ἄνερ κὺρ Γεώργιε. Διὰ τοῦτο ποιοῦμεν τὸ παρὸν συνοικέσιον μετ' αἰδοῦς καὶ ἀσυμβούλευ τος τῶν τῆς βουλῆς μου καὶ ὑπόσχομαι δοῦναι τῇ θυγατρί μου ἄνευ τῶν πολυτέμων σκευῶν ἀργυρίου καὶ χρυσίου καὶ λίθων, πολυτίμων καὶ μα νακίων διαμαργάρων καὶ χρυσίων καὶ ἑτέρων λίθων, χωρὶς τῶν ἐνδυμά των καὶ ὑφασμάτων πολυειδῶν εἰς ὑπηρεσίαν αὐτῆς, καὶ πάρεξ τούτων νούμια χιλιάδας πεντήκοντα καὶ ἕξ. Ἔτι δὲ καὶ κατ' ἔτος ἔχῃ ἑτέ 364 ρας χιλιάδας τρεῖς τοῦ ποιεῖν αὐτὰς ἐλεημοσύνας εἰς πτωχούς, καὶ ὅπου δ' ἂν δόξῃ αὐτῇ. 6. Σὺ δέ, ἀκούω ἔχειν σε παιδία δύο· τὸ μὲν ἄῤῥεν, ὃ ὁ βασιλεὺς ἀνεγέν νησε διὰ τοῦ θείου βαπτίσματος, καὶ αὐτὸ ἐκείνου ἐστὶ καὶ ἔστω καὶ ἔσται, τὸ δὲ θῆλυ ἔστω ἐκ τῆς σήμερον τῇ θυγατρί μου, ἣ καὶ ὀφειλέ τω τοῦ ὑπανδρεῦσαι αὐτό, ὅπου δ' ἂν σὺ κρίνῃς εἶναι ἄξιον τόπον. Καὶ ὅταν ἔλθῃς σὺν Θεῷ ἆραι αὐτήν, τότε ἐπιδώσω σοι φορτία σηρικοῦ τέτ ταρα· ἔστι γὰρ ἡ μέταξα ἐκείνη ἐξίτηλος καί, ὡς ἠκούσαμεν, πράττεται τὸ φορτίον διὰ χρυσῶν νουμίων πεντακοσίων. 7. Ὡς οὖν πάντα τὰ ἐν τῇ Ἰβερίᾳ καὶ Τραπεζοῦντι καταλεπτῶς ἐδιηγησάμην τῷ βασιλεῖ καὶ αὐθέντι μου, ὡς ἄνωθεν, ἠρώτησα μαθεῖν καὶ περὶ τοῦ τῆς Σερβίας συνοικεσίου. Καὶ ἀποκριθεὶς εἶπέ μοι· Ἐγώ σοι ὀφείλω πολλὰ διὰ τὴν πρός με σὴν ἀγάπην καὶ πίστιν παιδιόθεν καὶ τὴν τοσούτην δουλοσύνην, ἀλλὰ τοῦτο δὴ πλεῖον σήμερον τὸ τῆς Σερ βίας βεβαίωσις καὶ ἀσφάλεια καὶ ἐκσφράγισμά ἐστι τῆς εἰς ἐμέ σου ἀγά πης καὶ δουλοσύνης· καὶ ἀνταμοιβήν σοι ὀφείλω, ἕως ἐν τοῖς ζῶσιν εὑρί σκομαι, ἐπεὶ τοσοῦτον κεκοπίακας ἀεὶ ὑπὲρ ἐμοῦ καὶ μᾶλλον τὰ νῦν ἐγκατέλιπες τὸν οἶκόν σου τοσοῦτον δὴ καιρὸν πόῤῥω τῆς σῆς πατρίδος ξένας χώρας περιερχόμενος. Ὅθεν οἱ ἐκεῖσε κυριεύοντες μεγάλας εὐερ γεσίας καὶ τιμὰς ἐπηγγείλοντό σοι δοῦναι, λέγω οἱ τῆς Ἰβερίας καὶ Τρα πεζοῦντος βασιλεῖς, ἕκαστος αὐτῶν ζητῶν σοι ὑπὲρ αὑτοῦ, ἵνα συνοικέ σιον μετ' ἐμοῦ τελέσῃς· αὐτὸς δὲ ὡς σώφρων καὶ πιστὸς θεράπων διέ κρινας τὸ συμφέρον μοι καὶ τὸ ὠφελιμώτερον ἔδρασας καί, ἃ νενόηκας, ἔγραψας μοι συμβουλεύων. Τοῦτο ἦν μέγα τι ἐκμαρτύριον τῆς πρὸς ἐμέ σου εὐνοίας καὶ ἀγάπης· καὶ πληροφορήθητι ἀληθῶς, ὅτι καὶ παρ' ἐμοῦ ἕξεις ἀξίαν τὴν ἀντάμειψιν, ἕως ἐν τοῖς ζῶσιν ὑπάρχω. 8. Περὶ δὲ τοῦ ἐν Σερβίᾳ συνοικεσίου, οὗπερ ἐρωτᾷς με, τοιουτο τρόπως παρηκολούθησε. Μετὰ τὸ θανεῖν τὸν ἀμηρᾶν καὶ τὴν τούτου σύζυγον ἐπαναστρέψασαν πρὸς τὸν τῆς Σερβίας δεσπότην τὸν πατέρα αὐτῆς, προσῆλθέ μοι συλλαλήσασα ἡ πρωτοστρατόρισσα ἡ συγγενὴς αὐτῆς περὶ τῆς τοιαύτης ὑποθέσεως· καὶ πλείστας δόσεις καὶ προῖκα ἐπηγ γέλλετό μοι, καὶ ἄλλα πολλὰ ὠφελιμώτατα ἔτασσεν ὑποσχομένη ἐν τῷ μέλ λοντι, ἅπερ κἀγὼ ἀπὸ πολλῶν αἰτιῶν ἐνόμισα ταῦτα ἀληθῆ εἶναι καὶ συμ φέροντα. Ὅμως δὲ ἐν τούτῳ ἔδει καὶ ἑτέρα βουλὴ καὶ σκέψις κἀγὼ οὐκ εἶχον μετά τινος συμβουλευθῆναι διὰ τὸ πάντας παθητικῶς διακεῖσθαι. Ἡ κυρία μου ἡ δέσποινα καὶ μήτηρ τοῦ παρόντος βίου ἐξεδήμησε· ὁ μὲν Καντακουζηνός, ὃς ἀπὸ τῶν ἄλλων ἀπροσπαθῶς ἐβού λευε, καὶ αὐτὸς ἀπέθανεν. Ὁ δὲ Λουκᾶς ὁ Νοταρᾶς φανερῶς καὶ ἀφα 366 νῶς λέγει, ὅτι οὐδεὶς τῶν ἄλλων πάρεξ αὐτοῦ οἶδε τί ποιεῖ, εἰ μὴ τὰ παρ' αὐτοῦ λεγόμενα καὶ ποιούμενα διισχυρίζετο ἀληθῆ καὶ καλὰ εἶναι· καὶ πάντα λίθον κινεῖ, ὡς ὁ λόγος, ὡς καὶ αὐτὸς καλῶς ἐπίστασαι. Ὁ μέγας δομέστικος ἐχθρωδῶς διάκειται εἰς τὰ τῆς Σερβίας, καὶ ὁμονοήσας μετὰ τοῦ Καντακουζηνοῦ Ἰωάνου, παροτρύνοντές με ἀεί, ἵνα τὸ τῆς Τραπε ζοῦντος συνοικέσιον γένηται. Τίνι γὰρ τότε ἐδυνάμην συμβουλεύεσθαι; Μετὰ μοναχῶν καὶ τῶν τοιούτων; Ἀπράγμονές εἰσι. Μετὰ ἀρχόντων; Καὶ οὐδεὶς ἐφρόντιζε μὴ προκείμενός τινι, μή πως δημοσιεύσῃ αὐτὰ τοῖς ἄλλοις. Λοιπὸν ἐγὼ ἐδεινοπάθουν εἰς τὴν σὴν βραδύτητα. Ἐλθούσης δὲ τῆς γραφῆς σου, ἰδοῦ καὶ σὲ καὶ τὴν γνώμην σου ἔγνωκα· καὶ ἃ εἴχο μεν καὶ ἡμεῖς προσυνιστάμενα, φρονίμως καὶ καλῶς ἔλυσας. Καὶ εὐθὺς τὸν Παλαιολόγον καὶ τὸν Εὐδαίμονα Ἰωάννην ἀπέστειλα, δι' ἄλλα μὲν τὸ φαινόμενον, ὡς ἀπὸ τῆς θείας αὐτοῦ τῆς πρωτοστρατορίσσης εἴπῃ τοῦτο. Καὶ ἰδοὺ ἠκούσαμεν τὸ αἴτιον τοῦ κωλύματος καὶ ἐπαύσαμεν. 9. Λοιπὸν σὺν Θεῷ τελέσωμεν τὸ τοῦ βασιλέως τῆς Ἰβερίας. Καὶ γεγονότος χρυσοβούλλου καὶ ὑπογραφέντος, περιεῖχεν οὕτως, ὅτι ἐκείνου μὲν ἡ θυγάτηρ ἔστω γυνὴ αὐτοῦ καὶ δέσποινα τῆς Κωνσταντινουπόλεως καὶ αὐτὸς δὴ ὁ βασιλεὺς ἔστω ἀνὴρ αὐτῆς κατὰ τὰς πάσας συμφωνίας, ἃς μετ' ἐμοῦ ἔστησεν ὁ ῥηθεὶς ῥὴξ τῆς Ἰβερίας. Καὶ κληθεὶς προσῆλθε κατενώπιον τοῦ βασιλέως ὁ ἐκ τῆς Ἰβερίας μετ' ἐμοῦ ἐληλυθὼς πρέσβυς. Καὶ ὁ βασιλεὺς οἰκειοχείρως ἔμπροσθεν τούτου ἐποίησε σταυροὺς τρεῖς μετὰ κινναβάρεως εἰς τὸ ἀνώτερον τοῦ χρυσοβούλλου μέτωπον εἰς βε βαίωσιν κατὰ τὴν ἐκείνων συνήθειαν· καὶ ἔδωσε τὸν χρυσόβουλλον ἐπὶ τὰς χεῖρας τοῦ πρέσβεως καί φησιν αὐτῷ· Ἰδοὺ οὗτος, ἐμὲ δεικνύων, σὺν Θεῷ τῷ ἐρχομένῳ ἔαρι ἐλεύσεται μετὰ τριήρεων παραλαβεῖν τὴν νεόνυμφον τὴν ἐμὴν σύνευνον. Προσκυνήσας οὖν ὁ πρέσβυς ἀνεχώρησεν. 10. Ἐπεὶ δὲ ἀπὸ τῆς ἀρχῆς τοῦ αὐτοῦ ἔτους ἐψιθυρίζετο, ὅτι ὁ ἀμη ρᾶς ἐβούλετο ἐλθεῖν κατὰ τὸ Στενὸν ἐγγὺς τοῦ ἀνωτέρου μέρους τῆς τοῦ Ἀσωμάτου κώμης οἰκοδομῆσαί τι φρούριον, καὶ βουλῆς γενομένης, ἵνα ὁ βασιλεὺς εἰς Πελοπόννησον στείλῃ, μηνύων τοῦ ἐλθεῖν ἕνα τῶν αὐτα δέλφων αὐτοῦ, οἷος δ' ἄν τις βουλήσηται τούτων καὶ ὁμοφωνήσῃ, εἰς ὅσα αἱ βασιλικαὶ γραφαὶ διελάμβανον, ἵνα ἀνάγκης ἐπελθούσης ἴδωσιν, εἰ ὁ ἀμηρᾶς βούλεται πρᾶξαί τι κατὰ τῆς βασιλείας, ἀπέλθῃ πρὸς τοὺς δυτικοὺς αὐθέντας καὶ συμαχίαν αἰτήσῃ, ἐν τῷδε τῷ μέσῳ παρῆλθον ἡμέ ραι τινές. 11. Εἶτα προστάξας ἐλθεῖν με ἐνώπιον αὑτοῦ εἶπέ μοι τάδε· Πρω τοβεστιαρῖτα, περὶ τῆς βουλῆς, ἧς ἐστήσαμεν, ἑτοιμάσθητι τοῦ ἀπελθεῖν σε εἰς Πελοπόννησον· καὶ ὡς ἂν διορθώσῃς τὴν ἐκεῖσε ὑπόθεσιν, ἵνα 368 τις τῶν ἀδελφῶν μου ἐλεύσηται ἐνθάδε, ἀναγκαῖόν ἐστιν ἀπελθεῖν σε ἐκεῖθεν εἰς Κύπρον πρὸς τὴν ἐμὴν ἀδελφόπαιδα τὴν ῥήγισσαν. Ἡμεῖς δὲ ἐνταῦθα ἑτοιμάσωμέν σοι τὰ ἐπιτήδεια τῆς ὁδοῦ. Μετὰ τὸ ἐλθεῖν σε κἀκεῖθεν πορεύσῃ αὖθις εἰς τὴν Ἰβερίαν, ὅπως ἄρῃς τὴν νεόνυμφον τὴν ἐμὴν σύνευνον τὴν μελλοκυρίαν σου. Ἔγωγε ἀποκριθεὶς εἶπον αὐτῷ· Οὐ δύναμαι παραβῆναι τοῦ προστάγματός σου τοῦ μὴ τελέσαι, ὡς κελεύ εις, ἀλλ' ἡ σύντεκνος καὶ δούλη τῆς βασιλείας σου, ἡ γυνή μου, ὑποπτεύω μὴ πότε διὰ τὸ συχνάκις με ἀπουσιάζειν αὐτῆς ἀγανακτῶσα ἀποκαρή σηται μοναχὴ ἢ καὶ ἐάσας με ἄλλον λάβῃ, χθὲς γὰρ ἐλήλυθα ἀπὸ Ἰβε ρίας, διατρίψας ἐκεῖ ἔτη δύο, καὶ εἰ ἀναχωρήσω αὖθις ἐν βραχημερίᾳ οἴκοθεν, εὔλογον αἰτίαν εὑρήσει καὶ δικαίαν πρόφασιν τοῦ πρᾶξαι ἓν ἐξ ὧν εἴρηκα. Ὁ δὲ βασιλεὺς γελάσας εἶπέ μοι· Ἀλλ' αὐτὸς λέξον αὐτῇ, ἵνα ταύτην καὶ μόνην τὴν ὁδοιπορίαν συγχωρήσῃ σοι ποιῆσαι, καὶ ἐνόρ κῳ προστάγματι τάσσω· μηκέτι σε ἐνοχλήσω τοῦ ἐξελθεῖν σε πατρίδοθεν. Καὶ μᾶλλον καλῶς ἐπίστασαι τὰ ὅσα σοι ἐπηγγειλάμην εὐεργετῆσαί σε καὶ τί τὰ ἀνὰ ἡμῶν συλλαληθέντα καὶ τὶ βουλόμεθα ποιῆσαι. Καὶ τοῦτο βέβαιόν ἐστι καὶ χωρὶς ἐνόρκου προστάγματος, ὅτι αἱ πρεσβεῖαι καὶ ὁδοιπορίαι αἱ ὑπὸ σοῦ παύσωσι. 12. Μηνύσω δὲ καὶ πρὸς τὸν μέγαν δοῦκα τὸν Νοταρᾶν ὅτι, ἐπεὶ τὸ τοῦ μεγάλου δουκὸς ὀφφίκιον κτῆται, οὐ δύναται ἔχειν καὶ τὸ μεσα στικόν· καὶ τοῦτο λέγω, ἵνα σοι δωρήσω. Ἀλλ' ὅμως οὐκ ἔστι πρέπον, ἵνα ἀφαιρέσω αὐτὸ ἐξ αὐτοῦ, ἔστι γὰρ ὡς καταφρονεῖν, εἰ μὴ ἀνα βολὴν καὶ τρόπον ποιήσωμεν, ἵνα αὐτοθελῶς ἐγκαταλείψῃ αὐτὸ ἐκεῖ νος. Καὶ ἐχέτω δὴ πάλιν τὸ πρωτεῖον τῆς στάσεως καὶ τῆς βουλῆς καί τι σιτηρέσιον δι' ἄλλου τρόπου, ἐπεὶ χρὴ ποιῆσαι κἀμὲ δύο τῶν ἀρχόν των συμβούλους, ὡς καὶ ὁ βασιλεὺς ὁ ἀδελφός μου εἶχεν, ἱν' ὦσι μετ' ἐμοῦ δι' ὅλης τῆς ἡμέρας ἐν τῷ παλατίῳ τοῦ προβλέπειν, διορθώνειν καὶ πράττειν τὰς ἀναγκαίας δουλείας καὶ ὑποθέσεις τῆς βασιλείας. 13. Καὶ οὕτως ἐμηνύθη ὁ μέγας δοὺξ διὰ τοῦ ἐμοῦ καὶ αὐτοῦ συν τέκνου, τοῦ ἱερομονάχου καὶ πνευματικοῦ πατρὸς Νεοφύτου τοῦ ἐν τῇ τοῦ Χαρσιανίτου μονῇ. Καὶ ἀκούσας ὁ Νοταρᾶς περὶ τοῦδε τοῦ ὀφφικίου ἔστερξε, πλὴν ἑκουσίως ἢ ἀκουσίως οὐκ οἶδα· καὶ μᾶλλον ἐδείκνυεν, ὅτι καὶ πρὶν ἢ τοῦ εἰπεῖν αὐτῷ περὶ τούτου ἐλογίζετο ποιῆσαι, ὅπως καὶ ὁ βασιλεὺς ἀντιχαρίσηται τοῖς υἱοῖς αὐτοῦ ἄλλην τινὰ τιμήν. Ταῦτα οὖν πέρας οὐκ ἔλαβον διὰ τὴν ταχέως ἐπελθοῦσαν εἰς ἡμᾶς κοινὴν συμφοράν. 14. Καὶ πάλιν εἶπε μοι ὁ βασιλεύς, ὅτι ἤθελεν εὐεργετῆσαί μοι καὶ τοιαύτην χάριν, ἵνα συζεύξῃ εἰς γυναῖκα τὴν ἐμὴν θυγατέρα τῷ νεανίσκῳ ἐκείνῳ Νικολάῳ τῷ

Intertext edge

Open linked passage

Note