Chronicon Macario Melisseno
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
370.1
Μελισσηνῷ, τῷ υἱῷ ποτὲ Νικηφόρου τοῦ Μελισσηνοῦ, ὃν καὶ Μελισσουργὸν ἐπωνό μαζον, τοῦ καὶ μεγάλου πρωτοστράτορος, ὕστερον δὲ καὶ μητροπολίτου γεγονότος, ὡς ἐν τῷ δευτέρῳ βιβλίῳ τῆς ἡμῶν ἱστορίας ἐμνήσθημεν· καὶ τὴν ἐπιτροπικὴν διοί κησιν, ἣν προειρήκαμεν, τῶν τούτου τόπων καὶ χώρων δώσῃ μοι τοῦ ἰθύνειν καὶ κυ βερνᾶν, ἕως οὗ ἡ ἐμὴ θυγάτηρ τὸ δέκατον τέταρτον ἔτος φθάσῃ καὶ ὁ γάμος τέλειος γένηται. Καὶ αὕτη μὲν ἦν ἡ ὑπόθεσις, περὶ ἧ ἔλεγεν ὁ βασιλεύς, ὅτι αἱ δι' ἐμοῦ πρε σβεῖαι καὶ ὁδοιπορίαι παύσωσιν. 15. Εἴρηκέ μοι καὶ τοῦτο, ὅτι ἐν τῇ Πελοποννήσῳ ἤθελεν ἀποστεῖ λαι ἕτερόν τινα τῶν γηραιῶν ἀρχόντων, ἵνα τὰ ἐκεῖσε, ὡς ἔφημεν, διορ θώσῃ μετὰ τῶν ἀδελφῶν αὐτοῦ· καὶ ἀνάθεσιν δώσῃ, πῶς δεῖ πρᾶξαι ἐν κεφαλαίοις πέντε· εἰ κατὰ πρῶτον κεφάλαιον οὐ δυνηθῇ ποιῆσαι, πρά ξῃ κατὰ τὸ δεύτερον καὶ οὕτω κατὰ διαδοχὴν ἢ τὸ τρίτον ἢ τὸ τέταρ τον ἢ ἐξ ἀνάγκης τὸ πέμπτον. Καὶ εἶπέ μοι περὶ τούτου πάλιν· Ἀλλ' ὑποψίαν ἔχω, ὅτι, ἐὰν ἕτερόν τινα πάρεξ σοῦ ἀποστείλω, οὐ φυλάξει μοι τὴν πρέπουσαν εὔνοιαν καὶ πίστιν, μή πως ἀπατήσωσιν αὐτὸν οἱ δεσπόται καὶ ἀδελφοί μου, ὑποσχόμενοι τούτῳ διὰ χρυσοβούλλου20 τινὰ κώ μην ἢ χώραν αὐτῷ καὶ τοῖς κληρονόμοις αὐτοῦ κατὰ διαδοχήν, καὶ πει σθεὶς ἀποδοκιμάσῃ τὰ τέτταρα εἰρημένα κεφάλαια καὶ πράξῃ κατὰ τὸ πέμπτον, ὅπερ βαρύτατόν μοι ἔσεται. 16. Αὐτὸς οἶδας καὶ τὸν ἀπὸ τῆς Κύπρου ῥηγίσσας τῆς ἐμῆς ἀνε ψιᾶς ἀποσταλέντα μοναχὸν λέγοντά μοι, ὅτι, ἐπεὶ ἡ ῥήγισσα οὐκ εἶχεν ἄνθρωπον πιστὸν καὶ ἐπιτήδειον μηνῦσαί μοι δι' αὐτοῦ, τὰ ὅσα ἦν ἀναγ καῖα, οὔτε δυνατὸν ἦν, ὡς ἐκείνη ἐπεθύμει, συλλαλῆσαί μοι διὰ στόματος, ἐξαποστείλω ἐγὼ πρὸς αὐτὴν ἄνθρωπον ἐκ τῆς ἡμετέρας αὐλῆς δόκιμον καὶ πιστόν. Διὰ τοῦτο ἕτερόν τινα οὐχ ἁρμόζει πάρεξ σοῦ εἰδέναι τὰ μυ στήρια ἡμῶν· καὶ οὐδεὶς ὁ ἁρμοδιώτερός σου, εἰ μὴ μόνον σύ, ὁ πράξας καὶ στήσας καὶ ὁμιλήσας καὶ πληροφορήσας τὰ πάντα μετ' αὐτῆς καὶ ἐν ἑτέρῳ καιρῷ· διὸ οὐ δύναται δι' ἄλλου τινὸς ἡ ὑπόθεσις πέρας λα βεῖν. 17. Ἐγὼ δὲ πάλιν ἀποκριθεὶς εἶπα τῷ βασιλεῖ· Ὡς κελεύει ἡ βα- σιλεία σου, τοιούτως ἔχει. Ἕνεκεν τούτων τῶν εὐλόγων αἰτιῶν ἡ ἐμὴ σύνευνος ἡ δούλη σου ἅμα τοῖς ἐμοῖς συγγενέσιν οὐ κωλύσωσί με, εἰ τύχῃ καὶ ποιήσω τὸ προσταχθέν μοι· ἣν εὐμενίσω, ἀναφέρων αὐτῇ ἔτι περὶ ὧν διὰ τῆς καλοκαγαθίας τῆς βασιλείας σου ἔταξάς μοι περὶ τῆς ἐμῆς θυγατρὸς ὑπανδρίας καὶ τόπων καὶ20 τιμῆς δωρήσεως καὶ ἀναδοχῆς πλέον τῶν ἄλλων ἀρχοντισσῶν. Καὶ οὕτως καιροῦ δὴ ὄντος τοῦ ἀριστῆναι, προσκυνήσας ἐγὼ ἀπῆλθον οἴκαδε. 18. Μετὰ δὲ τὸν ἄριστον ἐλθόντος τοῦ μεγάλου δουκὸς ἐν τῷ πα λατίῳ, ἐφήσατο αὐτῷ ὁ βασιλεύς, τὰ ὅσα μετ' ἐμοῦ ἐλάλησε περὶ τοῦ 372 πρέσβυν με ἐπελθεῖν, ἀλλ' οὐκ ἀπεκάλυψεν αὐτῷ δι' ἣν αἰτίαν. Καὶ προσ έθηκε καὶ τοῦτο, ὅτι ἀναγκαῖόν ἐστι τιμήσωμεν καὶ ἡμεῖς τὸν Φραν τζῆν, διότι τὸ ὀφφίκιον, ὃ κέκτηται, οὐκ ἔστιν εὐχαριστία οὐδεμία πρὸς ἡμᾶς, ἐπεὶ παρὰ τοῦ βασιλέως τοῦ ἀδελφοῦ μου εὐηργετήθη αὐτό. Διὸ λέξον αὐτῷ, ποῖον ἄλλο τῶν ὀφφικίων ὀρέγεται· καὶ ἀκούσωμεν. Καὶ ἐξελ θὼν ὁ δοὺξ καὶ εὑρών με ἐπυνθάνετο, τί ὀφφίκιον ὠρεγόμην, ἵνα δωρή σηταί μοι ὁ βασιλεύς. Ἐγὼ δὲ ἀποκριθεὶς εἶπον, ὅτι κατὰ νοῦν εἶχον καὶ ἐγὼ αἰτῆσαι μεῖζον ὀφφίκιον, ὅπερ οὐ κέκτηται ἄλλος καὶ οὔτε ζῶν τός μου εὐεργετήσῃ τινὶ ἑτέρῳ πλὴν ἐμοῦ· καὶ τὸ πρέπον οὕτως μοι δο κεῖ εἶναι, ὃ καὶ ὀρέγομαι, ἐπεὶ καὶ πρὸ20 τοῦ ἀπελθεῖν με εἰς Τραπεζοῦντα τοσαῦτα ὀνείδη καὶ κατηγορίας ἤκουσα καὶ ὑπέφερα διὰ τὸ εἶναι καὶ ἐτέ ρους δύο ἄρχοντας ἐν τῷ ὀφφικίῳ, ὃ ἔχω· ὃ οὐκ ἤθελα. Ἀλλ' ἵνα βεβαιω θῇ ὁ λόγος μου, ὡς μοι εἴρηκας κἀγὼ ὀρέγομαι, εἰ καὶ ἀρεστόν ἐστι τῷ αὐθέντῃ μου τῷ βασιλεῖ, εὐεργέτησαί μοι τὸ ὀφφίκιον τοῦ μεγάλου κοντοσταύλου. Καὶ οὕτως ἀπῆλθεν ὁ Νοταρᾶς καὶ ἀνέφερε πάντα τῷ βασιλεῖ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Αὐτὸ γὰρ τὸ ὀφφίκιον οὐ δίδωμι οὐδενί, ὅτι ὁ πρώην μου πενθερός ἐστι μέγας κοντόσταυλος, γεγονὼς ἐν τῇ Πελοποννήσῳ παρὰ τοῦ βασιλέως τοῦ πατρός μου, ὅτε ᾠκοδόμει τὸν Ἰσθμόν. Πλὴν δώσω αὐτῷ ἕτερον μεῖζον ὀφφίκιον, τὸ τοῦ μεγάλου λο γοθέτου. Ὁ δὲ δοὺξ ἀποκριθεὶς εἶπε· Καὶ τί γενήσεται μετὰ τοῦ Πα λαιολόγου τοῦ Μετοχίτου, ὅτι ἡ βασιλεία σου ζητήσει τοῦ δεσπότου τοῦ ἀδελφοῦ σου ἐποίησας στρατοπεδάρχην τὸν τοῦ Καντακουζηνοῦ υἱὸν διὰ τὴν τῆς συγγαμβρίας συγγένειαν καὶ διὰ τὸν πρωτοστράτορα τὸν ἑαυ τοῦ πατέρα; Καὶ ἂν δώσῃς τῷ Φραντζῇ τὸ τοιοῦτον ὀφφίκιον, ὅ ἐστι πρῶτον τοῦ μεγάλου στρατοπεδάρχου, τί γενήσεται; Ὅμως εἰ ἀρεστόν ἐστι τῇ βασιλείᾳ σου, εὐεργέτησον αὐτῷ τὸ τοῦ μεγάλου πριμικηρίῳ ὀφφίκιον, ὅ ἐστι μετὰ τὸ τοῦ μεγάλου στρατοπεδάρχου. Ὁ δὲ βασιλεὺς εἶπεν· Ἐγώ σοι προεῖπον, ὅτι ὁ Φραντζῆς οὐδὲν ὀφφίκιον δέχεται παρ' ἄλλου κρατούμενον, εἰ καὶ μειζότερον εἴη· Πῶς οὖν καταδέξηται τὸ τοῦ μεγάλου πριμικηρίου; Ὅμως ἐκ δευτέρου λάλησον αὐτῷ καὶ ἴδωμεν τὴν γνώμην αὐτοῦ. Λοιπὸν αὖθις ἦλθε πρός με ὁ μέγας δοὺξ λέγων· Ὁ βασιλεὺς ἔφη, ὅτι τὸ τοῦ μεγάλου κοντοσταύλου ὀφφίκιον, ἐπεὶ ὁ πενθερός, αὐτοῦ ἔχει τοῦτο, οὔτε σοι οὔτε ἄλλῳ τινὶ εὐεργετήσει αὐτό, ἀλλὰ δώ σει σοι τὸ τοῦ μεγάλου πριμικηρίου, ὅπερ καὶ πρῶτον τούτου ἐστί. Κἀ γὼ εἶπον αὐτῷ, ὅτι εἰ καὶ πρῶτον τοῦ μεγάλου δουκὸς ὀφφικίου ἧτο, οὐ 374 θέλω ἀφαιρεθῆναι ἀπὸ ἄλλου καὶ20 δοθῆναι ἐμοί. Καὶ οὕτως διελύθη ὁ σύλλογοσ. 19. Βουλευθέντος δὲ μοῦ μετὰ τῶν συγγενῶν μου καὶ φίλων καὶ οἰκείων, περὶ ὧν ὁ βασιλεύς μοι ἐπηγγείλατο, καὶ καλῶς πᾶσιν ἔδοξεν, ἵνα τὸ συνοικέσιον τῆς ἐμῆς θυγατρὸς γένηται. Περὶ δὲ τοῦ ὀφφικίου, ὡς τὸ φέρον φέρῃ· καὶ ἀπέλθω καὶ εἰς Πελοπόννησον καὶ Κύπρον καὶ σὺν ἐμοὶ ἄρω καὶ τὸν ἄριστόν μου υἱὸν τὸν καὶ κρείτ τονα σχεδὸν εἰπεῖν πάντων τῶν συνηλικιωτῶν αὐτοῦ καὶ ἀπὸ τῆς κινητῆς μου περιουσίας τὸ πλέον μέρος, καὶ ἀπελθεῖν ἡμᾶς διὰ ξηρᾶς, ὅπως κἀ κεῖνος ἴδῃ τοὺς τόπους καὶ παιδευθήσεται εἰς πᾶν τὸ χρήσιμον ἐν τῷ βίῳ. Καὶ εἰ ἴδωμεν, ὅτι ὁ ἀμηρᾶς καθ' ἡμῶν βούλεταί τι ποιῆσαι, ἐάσω τὸν υἱόν μου ἐν τῇ Πελοποννήσῳ μετὰ τῆς κινητῆς μου ὑπάρξεως παρὰ τοῖς μητρικοῖς μου20 γνησίοις συγγενέσι τοῖς κατοικοῦσιν ἐν χώραις τοῦ μελλογάμβρου μου20· εἰ δὲ οὐκ ἔσεταί τι, ἐπανα στρέψει πάλιν σὺν ἐμοὶ ἐν τῇ πατρίδι. 20. Ἕνεκεν λοιπὸν τῶν εἰρημένων πασῶν αἰτιῶν, δηλονότι τοῦ συνοικεσίου τῆς θυγατρός μου καὶ20 τῆς τῆς μάχης ὑποψίας καὶ τῶν λοιπῶν, ὡς προείπομεν, ἡ σύνευνός μου συνεχώρησε τὴν πάλιν ἐξέλευσίν μου. Ὡς οὖν τὰ τῆς θυγατρός μου συνοικεσίου ἐδιωρθώσαμεν ποιήσαντες τὰ προικοσύμφωνα καὶ ἱερολογίαν τοῦ ἀῤῥαβῶνος, καὶ χαρὰς διὰ τοὺς γάμους ποιήσαντεσ, πάντα τὰ ἀναγκαῖα διὰ τὴν ὁδὸν ᾠκονομήσαμεν, εἰ μὴ μόνον τὰς βασιλικὰς προστάξεις διὰ γραμμάτων προσεδόκουν λαβεῖν. 21. Καὶ ἀπελθὼν εἰς τὸ παλάτιον εἰσελήλυθα ἔνδον τοῦ βασιλέως κελλίου, ὡς σύνηθές μοι, καὶ οὐχ εὗρον αὐτόν· περὶ οὗ ἠρώτησα καὶ ἐῤῥέθη μοι, ὅτι ἐν τῷ τετρασσάρῳ δωματίῳ ἑτέρῳ πλησίον τοῦ κελλίου αὑτοῦ συνελάλει τῷ ἱερεῖ Ἀντωνίῳ τῷ Ῥοδαίῳ. Κἀγὼ προσμείνας μικρόν, ἰδοὺ ὁ βασιλεὺς ἐξερχόμενος θυμοῦ πνέων καὶ λέγει μοι· Εἶδες τὸν μεσά ζοντά σου τὸν Νοταρᾶν, τὶ διὰ τοῦ ἱερέως Ἀντωνίου μηνύει μοι; Εἶτα παραλιπὼν τὴν ὕβριν λέγει μοι πάλιν· Σὺ ἐζήτησας τὸ ὀφφίκιον τοῦ μεγάλου κοντοσταύλου· ἐγὼ εἶπον τῷ Νοταρᾷ, ὅτι οὔτε σοὶ οὔτε αὐτῷ, οὔτε ἄλλῳ τινὶ δώσω διά τινας αἰτίας, ὡς εἶπον, ἀλλ' ἔφην αὐτῷ, ἵνα δώσω σοι τὸ ὀφφίκιον τοῦ μεγάλου λογοθέτου. Ὁ δὲ εἶπέ μοι ὅτι, εἰ Παλαιολόγος ὁ μέγας στρατοπεδάρχης ἀκούσῃ τοῦτο, τί γενήσεται, εἰ σοὶ εὐεργετήσω τὸ τοιοῦτον ἀξίωμα; Καὶ σήμερον ἔστειλεν, ὃν εἶδες ἐξελθεῖν, τὸν ἐν σχήματι καὶ θεωρίᾳ ἐπιτήδειον, τῷ δὲ τρόπῳ καὶ νοῒ ἄγροικον καὶ ἀνωφελέστατον Ἀντώνιον ἱερέα, αἰτῶν μοι, ἵνα τιμήσω τοὺς σκαιοτάτους καὶ ἀσυνέτους υἱοὺς αὐτοῦ, τὸν μὲν πρῶτον μέγαν λο 376 γοθέτην, τὸν δὲ δεύτερον μέγαν κοντόσταυλον, ἐπεὶ καὶ τοὺς θῆτας ἐκεῖ νος ἄρχει, ὅπερ ἐστὶν ἡ ὑπηρεσία τοῦ αὐτοῦ ὀφφικίου. Λοιπὸν λέγω, εὐεργετήσω αὐτοὺς ἄλλα ὀφφίκια μετὰ καιρόν, οὐ τοσούτης ἀξίας ὅμως, ἀλλ' ἐλάττονα· σὺ δὲ ἔσῃ ἀπὸ τοῦ νῦν μέγας λογοθέτης. Τοῦτο δὲ καὶ μόνον παραγγέλλω σοι, ὅτι διὰ τὰ συμβάντα τοῦ καιροῦ καὶ τὰς ποικι λώδεις γνώμας τῶν ἀρχόντων καὶ ἄλλας αἰτίας μὴ προσκυνήσῃς με εἰς παράστασιν ἑορτῆς, ὡς ἔξεστι τῷ ὀφφικίῳ σου, εἰ μὴ ὁ νοτάριος γράψει ἐν ταῖς πρὸς τοὺς αὐταδέλφους μου καὶ τὴν ἀνεψιάν μου τὴν ῥήγισσαν ἐπιστολαῖς καὶ ἁπλῶς πρὸς πάντας, οὓς μέλλω γράψειν περὶ τῆς ἐκεῖσε ἀποδημίας, σὺ δὲ ἀντιγράψεις πάλιν ἐκεῖθεν πρός με καὶ πρὸς πάντας τοῦ οἴκου σου. Εἰ καὶ ἐν τούτῳ τῷ μέσῳ ἀκούσωσιν οἱ μὴ θέλοντες καὶ φανήσεται αὐτοῖς αὐστηρὸν ἢ πικρόν, θέλοντες καὶ μὴ θέλοντες κατα πίωσιν αὐτό. Ἐγὼ δὲ ἀπεκρίθην τῷ βασιλεῖ λέγων· Κύριος ὁ Θεὸς μακροημερεύσῃ τὸ κράτος σου. Ὅμως δεόμενος παρακαλῶ τὴν ἁγίαν σου βασιλείαν, ἐὰν μέλλῃ συμβῆναι δι' ἐμέ τι σκάνδαλον, δι' οὗ προ ξενηθήσεται λύπη τῷ κράτει σου, μὴ γένοιτο εἰς τὸν αἰῶνα, ἀλλὰ μᾶλλον καὶ τὸ δέρμα μου ἀφαίρεσον, εἰ εἰς εἰρήνην καὶ εὐφροσύνην τῇ βασι λείᾳ σου εἴη. Ὁ δὲ εἶπέ μοι· Ὡς πιστὸς θεράπων εἴρηκας. Ὅμως μὴφρόντιζε περὶ τούτου οὐδέν· Λυποῦμαι γὰρ πῶς, μὴ περισκεπτόμενοι τὰς πρός με τοσούτας παρὰ σοῦ θεραπείας καὶ φιλίας, βούλονται κατὰ σύγ κρισιν τῶν σῶν ταῖς ἑαυτῶν ὑπολήψεσιν ἀποπηδᾶν τοὺς προσήκοντας βαθμοὺς τῶν ὀφφικίων. Πλὴν προσκάλεσον ἐνταῦθα τὸν τὰ ταύτης ὑπη ρεσίας ἐμπιστευθέντα νοτάριον. 22. Καὶ ἐλθὼν ὁ νοτάριος, προστάξας ὁ βασιλεὺς εἶπεν αὐτῷ· Προ είπομέν σοι, πρὸς τίνα καὶ τίνα ἔδει σε γράφειν τὰς τῆς πιστώσεως ἐπι στολάς, οἷς γράψον, ὅτι μέλλουσι μαθεῖν τὸ πᾶν ὑπὸ τοῦ μεγάλου λογο θέτου Γεωργίου τοῦ Φραντζῆ. Καὶ εἰ μὲν ζήσωμεν καὶ πρόσω, γράψεις αὐτὸν καὶ συγγενῆ ἡμῶν. Καὶ ἐάν τινι οὐκ ἀρέσῃ, ἄκοντες ὑπομεί νωσι καὶ ἀντὶ νέκταρος ἢ μυρεψικοῦ ποτοῦ τὴν χλοὴν καταπιέτωσαν· εἰ μὴ καὶ σύ, νοτάριε, ἔχε τοῦτο ὡς ἀπόκρυφον μέχρι ἡμερῶν τινῶν. Καὶ συγκατασκευάσας τὰ προστάγματα ἔλαβα αὐτὰ καὶ προσεδόκουν σήμερον ἢ αὔριον προσκυνῆσαι τῷ βασιλεῖ, ἤγουν λαβεῖν ἄδειαν, ἵνα ἀπέλθω, ἰδοὺ ἐξῆλθε τῆς Ἀνδριανουπόλεως ὁ ἀμηρᾶς, βαδίζων καθ' ἡμῶν, καὶ προσ μείναντες ὀλίγον, ἵνα ἴδωμεν, μή ποτε κατὰ τὴν ὁδὸν συναντήσῃ ἡμῖν τι ἀπευκταῖον. 378 Ἀρχὴ τῶν ὀδυνῶν καὶ ἀφανισμοῦ τῆς βασιλευούσης τῶν πόλεων