Chronicon Macario Melisseno
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
386.1
ἦν χιλιάδες ὀκτὼ ἐπὶ πεντήκοντα διακόσιαι. Οἱ δὲ πρὸς ἀντιπαράταξιν ἄνδρες ὄντες ἔνδον τῆς πόλεως τῆς τοσαύτης εἰς μέγεθος ἦσαν χιλιάδες τέσσαρες καὶ τρεῖς καὶ ἑβδομήκοντα καὶ ἐννακόσιοι ἄνευ τῶν ξένων, μόλις ὄντες χιλιάδες δύο. 7. Ἔγνων γὰρ ἐγὼ τοῦτο οὕτως ἔχειν ἀπὸ αἰτίας τοιαύτης· Τοῦ γὰρ βασιλέως προστάξαντος τοῖς δημάρχοις καὶ στρατηγοῖς, ἔγραψεν ἕκα στος αὐτῶν τὴν δημαρχίαν αὑτοῦ ἀκριβῶς τοὺς δυναμένους σταθῆναι ἐν τῷ κάστρῳ κοσμικούς τε καὶ μοναχοὺς καὶ τίνα τὰ ὅπλα, ἃ ἕκαστος αὐτῶν κέκτηται πρὸς ἄμυναν. Καὶ οὕτως ἕκαστος τῶν δημάρχων δέδωκε τὸν κατάλογον τῆς δημαρχίας αὑτοῦ τῷ βασιλεῖ. Ὁ δὲ κελεύσας με εἶ πεν· Αὐτὴ ἡ διακονία πρὸς σὲ ἀφορᾶ, τὰ φυλακῆς δεόμενα καὶ ἀπό κρυφα. Λῆψον οὖν τὰ τοῦ καταλόγου κατάστιχα καὶ κάθισον ἐν τῷ οἴκῳ σου· ψήφισον ἀκριβῶς πόσοι καὶ τίνες ἄνδρες καὶ πόσα καὶ τί τὰ ὅπλα καὶ ἀσπίδες καὶ τόξα καὶ ἐλεβολικά. Ἐκτελέσας δὲ ἐγὼ τὸ παρὰ τοῦ βασιλέως προσταχθέν μοι παρέστησα τῷ αὐθέντῃ μου καὶ βασιλεῖ τὸ καταστιχίδιον μετὰ λύπης καὶ σκυθρωπότητος πολλῆς· καὶ ἔμεινε ἓν ἀπό κρυφον ἀνὰ ἐμοῦ καὶ αὐτοῦ ἡ ποσότης. 8. Πλὴν δὲ ἦσαν καί τινες ὀλίγοι πάνυ ἔκ τε τῶν ἀρχόντων καὶ τῶν δήμου ἀνωφελέστατοι καὶ δειλοκάρδιοι, οἳ διὰ τὸν φόβον τοῦ πολέμου καὶ τῶν ἑτέρων ἐναν τίων πανοικὶ πρὸ καιροῦ ἐκ τῆς πόλεως ἔφευγον. Ὡς δὲ τοῦτο ἐν τοῖς ὠσὶ τοῦ βασι λέως ἐῤῥέθη, στενάξας ἐκ καρδίας καὶ οὐδὲν ἕτερον ἐποίησεν. 9. Ὑπῆρχε δέ τις ἐκ τῆς Λιγουρίας ἐν ταῖς δύο ναυσίν, ὃς ἦν ναυάρχης καὶ κύριος τῶν νηῶν, ἀνὴρ πάνυ δεξιός, ἀνδρεῖος καὶ φρόνιμος καὶ ἐπιτήδειος, τοὔνομα Ἰωάννης Ἰουστινιανὸς ὁ γεννάδας. Θεωρῶν δὲ αὐτὸν ὁ βασιλεὺς εἰς τὰ πάντα ἐπιδε- ξιώτατον, δήμαρχον καὶ στρατηγὸν ἐπὶ τριακοσίους ἄνδρας προσέταξεν εἶναι καὶ προ βλεπτὴν καὶ διοικητὴν αὐτὸν εἰς ἕτερά τινα ἀναγκαῖα τοῦ πολέμου ἐξουσίαν ἔδωσεν αὐτῷ θαῤῥήσας μεγάλως εἰς αὐτόν, ὡς ὄντως καὶ ἐν τῇ ἀρχῇ ἕργα ἄξια μνήμης ἐποίησεν.