Chronicon Macario Melisseno
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Τῷ δὲ θέρει τοῦ αὐτοῦ ἔτους ὁ τῶν Ἑνετῶν ναυάρχης Νικόλαος δὲ Κανάλης μετὰ τριήρεων ἦλθε κατὰ τῆς Αἴνου καὶ ᾐχμαλώτευσεν αὐ τὴν ἐν ἡμέρᾳ ἑβδόμῃ20· καὶ ἐπιστρέψας παρεγένετο εἰς τὴν Πελοπόν νησον καὶ ᾠκοδόμησε τὴν Βοστίτζαν αὖθις τῷ τοῦ θέρους καιρῷ τοῦ αὐ τοῦ ἔτους. 4. Τῷ δὲ χειμῶνι του αὐτοῦ ἔτους# 22 οη- ου, Ἰαννουαρίου κεʹ, ἔπε σε καθ' ὅλην τὴν νῆσον τοσαύτη χιών, οἵαν οἱ τῶν Κερκύρων ἄνθρωποι οὐκ εἶδον πώποτε, ὥστε καὶ ἀλώπεκας καὶ λαγωοὺς οἰκειοχείρως ἐθή ρευον· ὁμοίως καὶ εἰς τὰ τῆς δύσεως μέρη, πολλῷ δὲ μᾶλλον εἰς τὴν Ἀσίαν, ἤτοι Ἀνατολήν. 5. Περὶ δὲ τὸ τέλος τοῦ ἔαρος τοῦ αὐτοῦ ἔτους ἐστράτευσε κατὰ τῆς Εὐβοίας ὁ τῶν ἀσεβῶν ἄρχων, ἐπὶ τέλος τοῦ Ἰουνίου μηνός. Ὁ δὲ στόλος αὐτοῦ, πρὸ τοῦ ἐξελθεῖν τὸ στρατόπεδον διὰ ξη ρᾶσ, ἐκ Καλλιουπόλεως ἀπῆλθεν εἰς τὴν Λῆμνον καὶ παρέλαβε τὸν Κό τζινον καὶ τὰ περὶ πᾶσαν τὴν νῆσον χωρία πλὴν τοῦ Παλαιοῦ Κάστρου, ἤγουν παλαιοῦ πτολιέθρου20 καὶ τῆς σκάλας καὶ ὑπέστρεψεν. Ἐπελθὸν δὲ τὸ τῆς Πόλεως στράτευμα ἐκ Νικομηδείας, καὶ πόθεν ἂν ἦν, ὁμοῦ ἐξῆλθον καὶ παρεγένοντο εἰς εὔβοιαν· οὓς ἰδὼν ὁ ἔξαρχος ὁ καὶ ναυάρχης τῶν Ἑνετῶν, ἀνεχώρησεν, ἴσως καλῶς ποιήσας, κακῶς δέ, ὅτι οὐ ἠθέλησε δυναμῶσαι τὴν εὐβοίασ πόλιν, ἤτοι ἄστυ. Διερχό μενον δὲ τὸ τοῦ ἀμηρᾶ στρατόπεδον ἀπῆρε τὸν Ἴμβρον καθ' ὁδόν, εἶτα ἦλθεν εἰς εὔβοιαν, καθ' ὃν δὴ μῆνα ἔφθασε καὶ ὁ ἀμηρᾶς· καὶ σφο δρῶς πολεμήσαντος διὰ ξηρᾶς καὶ θαλάσσης, τῇ ιβ- ῃ τοῦ Ἰουλίου μη νὸς παρέλαβε τὸ πτολίεθρον πολέμῳ. Καὶ τούτου γενομένου πάντα τὰ περὶ τὴν νῆσον νησύδρια καὶ ἄστεα ἐδουλώθησαν ἑκουσίως. Ὁ δὲ ἀμη ρᾶς προσκαρτερήσας μικρόν τι, περὶ τὰς ἀρχὰς τοῦ Αὐγούστου ἐξελθὼν ἀπῆλθεν εἰς Κωνσταντινούπολιν. 6. Τὸν δὲ μπεηλάρμπεϊν αὑτοῦ ἐπαφῆκε καὶ ἦλθεν εἰς τὴν Πελο πόννησον. Καὶ οἱ μὲν περὶ τὴν Βοστίτζαν ἀφέντες αὐτὴν ἔφυγον, οἱ δὲ προσεκύνησαν καὶ παρέδωκαν αὐτῷ ταύτην. Διερχόμενος δὲ παρέμπρο σθεν, ὁμοίως ἐποίησαν καὶ οἱ ἐν τῷ Βουμερῷ καὶ τῇ Ὠλαίνᾳ καὶ τῷ Χελιδόνι καὶ οἱ ἐν τῷ Ποντικῷ. Καὶ πάντα ὅσα ἦσαν παρὰ τὸν αἰγιαλὸν ἐκατέλυσαν μέχρι καὶ θεμελίων, τὰ δὲ ἄλλα ἔχουσι. Διελθόντος δὲ αὐτοῦ μέχρι καὶ τοῦ Πριγκιπάτου καὶ ἐπιστρέψας ἐξῆλθε τῆς Πελοπον νήσου20.