Chronicon Macario Melisseno
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
404.1
τὸν κίνδυνον καὶ θέλουσαι φυγεῖν, ἐπὶ τὸ μέρος τοῦ Γαλατᾶ ὀλίγον ἐλθοῦσαι τὴν στάσιν ἐποίησαν, ὅπως διὰ τῶν ὑψηλοτάτων οἴκων σκέπωνται. Ὁ δὲ ἀμηρᾶς μὴ φει δόμενος τῶν οἴκων πολλοὺς ἐχάλασεν, ἵνα ἀκολύτως καταμάχηται τῶν νηῶν. Καὶ ἦν θαυμάσαι, ὅτι πλεῖον ἢ ἑκατὸν τριακοντάκις τὰς ἐλεβόλεις ῥίψας οὐδέν τι πλέον τὰς νῆας ἔβλαψεν, οὔτε ἄνθρωπον ἐθανάτωσεν, εἰ μὴ γυναῖκά τινα πέτρα πεσοῦσα ἐκ τῶν τειχῶν ἀπέκτεινεν. 3. Ἡμέρας δέ τινας τῆς τελείας συμπλοκῆς τὸ σύνηθες παρελκύσας ὁ ἀμηρᾶς, ἀκροβολισμοὺς μακρόθεν ἐνέδιδεν ἡμῖν· καὶ ταῖς ἐλεβόλεσιν ἡμέρᾳ τε καὶ νυκτὶ οὐκ ἔπαυον τὰ τείχη σφοδρῶς τύπτειν. Καί τινες μὲν οἱ μὴ ὄντες ἔμπειροι τοσοῦτον τοῦ πολέμου, βλέποντες μὴ γίνεσθαι συμπλοκὴν τοὺς διατεταγμένους αὑτῶν τόπους ἀφί νοντες ἐν τοῖς οἴκοις αὑτῶν ἤρχοντο. Οἱ δὲ Τοῦρκοι εὐκαιρίαν εὑρόντες μετὰ ἀγκίστρων σιδηρῶν ἔν τισι τόποις τὰς οὖσας σπυρίδας χώματος μεστὰς εἰς τῶν ἀνθρώπων σκέπην ἐν τῇ συμπλοκῇ κάτω ἔσυρνον· οἱ δὲ δήμαρχοι ἀντ' αὐτῶν ἑτέρας ἔβαλον. Μαθὼν δὲ ὁ βασιλεὺς παρὰ τοῦ στρατηγοῦ, ὅτι, ᾧ τρόπῳ εἰρήκαμεν, καὶ δι' ἣν αἰτίαν συνέβαινε τοῦτο, τοὺς τοὺς τόπους αὐτῶν ἀφέντας σφοδρῶς ἀπειλήσατο. Αὐτοὶ δὲ ἀπεκρίναντο λέγοντες, ὅτι, διὰ τὸ μὴ ἔχειν αὐτοὺς τὶ φαγεῖν ἢ τί πιεῖν, ὁμοίως καὶ αἱ γυναῖκες αὐτῶν καὶ τέκνα, τοῦτο ἐποίησαν. Ἀκούσας δὲ ὁ βασιλεὺς ὥρισεν, ἵνα πάντες οἱ μὴ δυνάμενοι μάχεσθαι ἕνεκεν γήρους ἢ ἑτέρας αἰτίας τοὺς ἄρτους καὶ πᾶν βρώσιμον διαμερίζειν κατ' οἶκον καὶ πύργον κατὰ τὴν ἀναλογίαν ἑνὸς ἑκάστου. 4. Καὶ ὁ πόλεμος ἡμέραν καθ' ἡμέραν ηὔξανε διὰ τὸ καθ' ἑκάστην εἰς τοὺς ἐναντίους ἐκ τοῦ τῆς Ἀσίας κλίματος νέος στρατὸς οὐ διέλιπεν ἔρχεσθαι· τὰ δὲ ἡμέ τερα ὀλιγόστευον καὶ ἐταπεινοῦντο ὥσπερ σελήνη λειψίφωτος διὰ τὸν καθημερινὸν θάνατον. Τινὲς δὲ ἐκ τῶν ἡμετέρων ἀπειθεῖς καὶ ἀπάνθρωποι τὰ ἡμῶν ταπεινοῦσθαι βλέποντες καὶ εὐκαιρίαν εὑρόντες κατὰ τὰς πονηρὰς αὐτῶν ὀρέξεις, στάσεις καὶ ἀκα ταστασίας καθ' ἡμέραν ἐποίουν καὶ ὕβρεις καὶ λοιδορίας εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως κατὰ τοῦ δυστυχοῦς βασιλέως καὶ τῶν ἑτέρων ἀρχόντων ἐκ τοῦ μιαροῦ αὐτῶν λάρυγγος ἐξέχεον, μήτε τὸν Θεὸν φοβούμενοι μήτε τὸν βασιλέα ἢ τοὺς ἀνθρώ πους ἐντρεπόμενοι. Αὐτὸς δὲ ὁ τρισμακάριστος τῷ τοῦ Δαβὶδ ῥητῷ μιμούμενος, τό· Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ, καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς, ὅτι οἱ ἐχθροί μου ζῶσι καὶ κεκραταίονται ὑπὲρ ἐμέ, ὅτι ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. Καί τινες μὲν προσήρχοντο αὐτῷ λέγοντες, ὅτι ὁ δεῖνα καὶ ὁ δεῖνα τάδε ἔφη· τινῶν δὲ καὶ περιπατῶν ἤκουε. Καὶ ἰδοὺ τὸ ῥητὸν ἐν ἡμῖν ἐπληρώθη τὸ φάσκον· Τῶν μὲν εὐτυχούντων πάντες ἄνθρωποι φίλοι, τῶν δὲ δυστυχούντων οὐδ' αὐτὸς ὁ γε 406 νήτωρ. Κατά τινας γνώμας διαφόρων ποιητῶν περὶ δυστυχίας γραψάντων τάδε· Δρυὸς πεσούσης πᾶς ἀνὴς ξυλεύεται. Δεῖ τοὺς μὲν εἶναι δυστυχεῖς, τοὺς δὲ εὐτυχεῖς. Ἐπ' ἀνδρὶ δυστυχοῦντι μὴ πλάσῃς κακόν. Ἐξ γὰρ ἡδονῆς φύεται τὸ δυστυχεῖν. Μή' μβαι νε δυστυχοῦντι, κοινὴ γὰρ τύχη. Μηδέποτε σαυτὸν δυστυχῶν ἀπελπίσης. Νόμιζε κοι νὰ πάντα δυστυχήματα. Οἴμοι, τὸ γὰρ ἄφνω δυστυχεῖν μανίαν ποιεῖ. Τῶν δυστυχοῦν των εὐτυχὴς οὐδεὶς φίλος. VII. Τῇ δὲ εἰκοστῇ τετάρτῃ τοῦ Μαΐου ἐψιθυρίσθη, ὅτι ὁ ἀμηρᾶς βούλεται διὰ ξηρᾶς καὶ θαλάσσης τῇ εἰκοστῇ ἐννάτῃ τοῦ αὐτοῦ πολεμῆσαι ἡμᾶς σφοδρῶς μετὰ συμβολῆς καὶ συῤῥάξεως καὶ ἐμβολῆς. Οἱ δὲ στρατηγοὶ καὶ δήμαρχοι πάντες καὶ μά λιστα Ἰωάννης ὁ Ἰουστινιανὸς οὐκ ἔπαυον πᾶσαν μηχανὴν ποιεῖν εἰς ἀντιπαράταξιν τῶν ἐναντίων· καὶ δι' ὅλης νυκτὸς τοὺς τοίχους τοὺς πεσόντας ἐν τῷ τύπτεσθαι ὑπὸ τῶν ἐλεβόλεων ἐδιώρθωνον μυριοτρόπως. 2. Εἶτα ὁ Ἰουστινιανὸς στείλας πρὸς τὸν μέγαν δοῦκα τὸν Νοταρᾶν ἐξαποστεῖ λαι αὐτῷ τινας τῶν ἐλεβόλεων, αἱ ὑπῆρχον ἐν τοῖς μέρεσιν, οὗ ἐφύλαττεν αὐτός, ὁ δὲ κὺρ Λουκᾶς ὁ Νοταρᾶς οὐκ ἠθέλησε δοῦναι αὐτάς, λέγων, ὅτι καὶ ἐν ἐκείνοις τοῖς μέρεσιν ἀνάγκη ἦν εἶναι αὐτάς. Ὁ δὲ Ἰουστινιανὸς ἀντέλεγεν, ὅτι οὐδεμία χρεία ἦν ἐλεβόλεις τοσούτας ἐν ἐκείνοις τοῖς μέρεσι τοῖς ὑδρείοις. Διὰ ταῦτα μὲν οὖν αἴτια ἦλθον καὶ εἰς λόγους νεωτερικοὺς καὶ ὕβρεις ἐξέχεον ἐκατέρωθεν τῶν στομάτων εἷς κατὰ τοῦ ἑτέρου. Καὶ ὁ Ἰουστινιανὸς τὸν Νοταρᾶν ἀνωφελῆ καὶ ἀλάστορα καὶ ἐχθρὸν τῆς πατρίδος ἐκάλει, αὐτὸς δὲ αὐτὸν ἐξ ἐναντίας ὕβρεις ἑτέρας ἐνέπλυνεν. 3. Ἀκούσας δὲ ὁ βασιλεὺς ταῦτα, παραλαβὼν αὐτοὺς κατ' ἰδίαν λέγει· Ἀδελ- φοί, οὐκ ἔστι καιρὸς ἀνάμεσον ἡμῶν τοιούτως ποιεῖν λέγειν καὶ μάχεσθαι, ἀλλὰ καὶ τοῖς μισοῦσιν ἡμᾶς συγχωρήσωμεν καὶ τῷ Θεῷ δεηθῶμεν, ἵνα λυτρωθῶμεν ἐκ τοῦ προφανοῦς στόματος τοῦ αἰσθητοῦ τούτου δράκοντος. Καὶ ἑτέρους οὐκ ὀλίγους λό γους αὐτοῖς εἰπών, εἰρηνοποίησεν αὐτούς· καὶ ἕκαστος τούτων ἐν τῷ ἐμπιστευθέντι αὐτῷ τόπῳ ἐπανέστρεψε, τὴν ὑπηρεσίαν αὑτοῦ ἐκπληρῶν. 4. Ὁ δὲ Ἰουστινιανὸς φοβερὸς ἐφάνη τοῖς ἐναντίοις καὶ μάλιστα ἐν ἐκείναις ταῖς ἡμέραις ἐν τῷ λέγειν καὶ διορθώνειν καὶ πράττειν· καὶ ἀκροβολισμοὺς καὶ πολέ μους καθ' ἑκάστην κατὰ τῶν ἐναντίων ἐποίει· καὶ πολλοὺς μὲν ἐζώγρει, ἑτέρους δὲ μαχαίρας ἐποίει παρανάλωμα. Καὶ τὰ κατορθώματα καὶ ἔργα τοῦ ἀνδρὸς οἱ πάντες ἐθαύμαζον καὶ λυτρωτὴν καὶ σωτῆρα τῆς πόλεως ἔλεγον. Πλὴν οὐκ εἰς τέλος οὕτως ἐνέμεινε καὶ τὴν φήμην, ἣν μετὰ ἀνδρείας ἐκέρδησεν, ὕστερον ἡ δειλία διέφθειρεν. 5. Ἡμῶν δὲ οὕτως ἐχόντων, ἰδού τις φήμη ψευδὴς ἐῤῥέθη εἰς τὸ ἐναντίων στρα τόπεδον, ὅτι ἐκ τῆς Ἰταλίας στόλος εἰς βοήθειαν τῆς πόλεως ἔρχεται, ὁμοίως καὶ ὁ Ἰάγκος ὁ κυβερνήτης τῶν Οὐγκρῶν μετὰ πλείστου στρατοῦ ἱππέων τε καὶ πεζῶν κα τέρχεται τούτων. Ἀκούσαντες δὲ οἱ τῆς Ἄγαρ φόβος πλεῖστος διέσχεν αὐτούς· καὶ κατὰ τοῦ ἀμηρᾶ ἀρὰς ἔλεγον καὶ διεγόγγυζον λέγοντες, ὅτι αὐτὸς ἔσεται ὁ ἀφανισμὸς