Chronicon Macario Melisseno
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
408.1
τοῦ γένους αὐτῶν διὰ τὸ ἀδύνατα ἐπιχειρίζεσθαι αὐτούς. Ὡσαύτως καὶ ὁ ἀμηρᾶς με στὸς ὑπάρχων διαλογισμῶν καὶ ταραχῆς καὶ δειλίας, καὶ πάσα ἡ βουλὴ αὐτοῦ περίλυπος ὑπῆρχε, πρῶτον μὲν διότι ἐῤῥέθη αὐτοῖς περὶ τῆς ἐπιβοηθείας, δεύτερον δὲ θεωροῦν τες, πῶς τοσοῦτον στράτευμα φοβερὸν καὶ ἀναρίθμητον διὰ ξηρᾶς τε καὶ θαλάσσης τοσούταις ἡμέραις οὐδὲν ἐκατώρθωσαν καὶ πολλάκις τοσούταις μηχαναῖς καὶ δυνάμεσι τὰς κλίμακας ἐν τοῖς τείχεσι βαλόντες κακῶς ἀπεπέμφθησαν καὶ ἀπεκρημνίσθησαν καὶ φόνον πολὺν κατ' αὐτοὺς ἐποίουν, ὥστε τοὺς ἐν τοῖς τείχεσι Τούρκους δειλία προσήγ γισε· τρίτον μὲν ὅτι ἐθεώρουν σημεῖόν τι. 6. Φῶς καταβαῖνον ἐξ οὐρανοῦ ἀστράπτον καὶ δι' ὅλης τῆς νυκτὸς ἄνωθεν τῆς πόλεως ἱστὰν διέσκεπεν αὐτήν. Καὶ ὡς εἶδον αὐτὸ τὸ φῶς, ἐν πρώτοις ἔλεγον, ὅτι ὁ Θεὸς ὠργίσθη τοῖς Χριστιανοῖς καὶ ἤθελεν αὐτοὺς κατακαῦσαι καὶ τοῖς Τούρκοις πα ραδῶσαι εἰς δούλους. Ἔπειτα μὲν ὡς εἶδον, ὅτι πάντοτε μετὰ αἰσχύνης ἐκ τῶν τειχῶν καὶ τῶν κλιμάκων ἀπεκρημνίζοντο καὶ τοσούτας μηχανὰς ποιοῦντες καὶ οὐδὲν ἴσχυ σαν, καὶ ὡς ἤκουσαν καὶ τὴν ψευδοφήμην περὶ τοῦ τῆς Ἰταλίας στόλου καὶ τοῦ Ἰάγκου ἐλεύσεως, πάλιν περὶ τοῦ φωτὸς ἐκείνου ἔλεγον, ὅτι ὁ Θεὸς περὶ τῶν Χριστιανῶν πολεμεῖ καὶ σκέπει αὐτοὺς καὶ ἀντιλήπτωρ αὐτῶν ἐστι, διὸ καὶ αὐτοὶ (οἱ Τοῦρκοι ἔλεγον) οὐκ ἐδύναντο πρᾶξαι οὐδέν. Καὶ διὰ ταύτας τὰς αἰτίας ὁ ἀμηρᾶς ὡς εἴπομεν, καὶ πᾶς ὁ στρατὸς αὐτοῦ λυπούμενοι καὶ κατηφεῖς ὑπῆρχον, ὡς βουληθεὶς ἐπὶ τὴν αὔριον ἐγερθῆναι καὶ τὴν πολιορκίαν λῦσαι. Τῇ δὲ αὐτῇ ἑσπέρᾳ, ἐν ᾗ ἐπὶ τὴν αὔριον ἐβούλετο, ἵνα ἀπέλθωσιν, ὁρῶσι πάλιν ὡς σύνηθες τὸ φῶς ἐκ τῶν οὐρανῶν καταβαῖ νον· καὶ οὐχ ἥπλωτο, ὡς σύνηθες ἕως ἄνωθεν τῆς πόλεως δι' ὅλης τῆς νυκτὸς ἵστα το, ἀλλ' ἐκ μακροῦ μόνον ἐφάνη καὶ εὐθὺς διασκορπίσαν ἀφανὲς ἐγένετο. Ὡς οὖν εἶδον αὐτὸ ὁ ἀμηρᾶς καὶ πάντες οἱ αὐτοῦ χαρᾶς πολλῆς πλησθέντες ἔλεγον· Ὁ Θεὸς τὰ νῦν ἐγκατέλιπε τοὺς Χριστιανούς. Καὶ αὐτὸ ἔκριναν οἱ τῆς μιαρᾶς αὐτῶν θρη σκείας καὶ πλάνης σοφοὶ καὶ γραμματεῖς, πῶς τὴν πόλιν ἔμελλον κερδῆσαι τὸ φῶς ἐδήλου· καὶ οὕτως πάντες ἐλπίδας εἶχον χρηστάς, ὧν καὶ ἐπέτυχον διὰ τὰς ἁμαρ τίας ἡμῶν. 7. Ἀλὶ πασίας μὲν ὁ πρῶτος τῆς βουλῆς αὐτοῦ, ὁ ὑπὲρ πάντας δόκιμος καὶ πρακτικός, θεωρῶν τὸν ἀμηρᾶν οὕτως διαλογιζόμενον καὶ τοὺς ἑτέρους πάντας μεστοὺς φόβου καὶ δειλίας, εἰς τὸ φαινόμενον καὶ αὐτὸς ἐλυπήθη, ἔσωθεν δὲ ἠγάλλετο. Καὶ ἡ αἰτία ἦν, ὅτι αὐτὸς πάντοτε τῷ ἀμηρᾷ ἐν ταῖς βουλαῖς ἔλεγεν, ἵνα μὴ πόλεμον ἐγείρῃ κατὰ τῆς Πόλεως, ὅπως μὴ οἱ δυτικοὶ αὐθένται ἀκούσωσι καὶ συναχθέντες ὁμονοήσωσι καὶ τοὺς Τούρκους ἐξ τῆς Εὐρώπης ἐξώσωσι. Καὶ τότε πάλιν δεικνύων ὡς λυπούμενος ἔλεγε τῷ ἀμηρᾷ· Ἐγὼ ἐξ ἀρχῆς ταῦτα ἐνωτιζόμην περὶ τούτων, πῶς ἔμελλον γενέσθαι καὶ πολλάκις ταῦτά σοι εἴρηκα καὶ οὐκ ἤκουσάς μου. Τὰ νῦν δὲ πάλιν, ἐὰν ἀρεστόν σοι ἔσῃ, ἐκ τῶν ἐντεῦθεν ἀναχωρήσωμεν, καλόν ἐστιν, ἵνα μή τι χεῖρον γένηται. Καὶ ὁ ἀμηρᾶς ἀκούων τοὺς λόγους τούτους, ἡμιθανὴς ἐκ τῆς λύπης 410 καὶ τῆς περιφρονήσεως ἐναπέμεινε, πῶς μετὰ αἰσχύνης τοσαύτης ὡς φεύγων ἀναχω ρήσῃ. 8. Ἰδὼν δὲ αὐτὸν οὕτως ἑστῶτα καὶ διαλογιζόμενον Σογὰν πασίας ὁ δεύτερος βιζήρης αὐτοῦ, ἐσυμβούλευσε τὸν ἀμηρᾶν, ἵνα τὴν μάχην κινήσῃ καθ' ἡμῶν, διὰ τὸ φθονεῖν ἀλλήλως τῷ Ἀλὶ πασίᾳ· κεκρυμμένην γὰρ ἔχθραν εἶχον ἀναμεταξύ. Καὶ οὕτως ἀναθαῤῥύνας αὐτὸν, λέγει· Ἵνα τί, ὦ ἀμηρᾶ, ἕστηκας σκυθρωπὸς καὶ λυπού μενος καὶ τί ἡ δειλία ἡ ἐμπεσοῦσά σοι καὶ τί οἱ ἀναβαίνοντες διαλογισμοὶ ἐπὶ τὴν καρ δίαν σου; Ὁ Θεὸς μετὰ σοῦ ἐστι· μὴ λύπησαι· Οὐχ ὁρᾷς διὰ τοῦ φωτὸς ἐκείνου ση μεῖον, ὅτι τὴν πόλιν ταύτην εἰς χεῖράς σου λήψῃ; Οὐχ ὁρᾷς τοσούτου μυριαριθμήτου λαοῦ τε καὶ στρατοῦ πλῆθος, ὃ ἔχεις, καὶ καλῶς εἶ ἡτοιμασμένος; Καὶ πᾶσα παρα σκευὴ καλὴ καὶ πολλὴ ὑπάρχει σοι. Ὁ στρατὸς τοῦ Μακεδόνος Ἀλεξάνδρου οὐχ ὑπῆρχε ποτὲ τοσοῦτος, ὡς τὸν σόν, οὐδὲ τοσαύτας παρασκευὰς ἐκεῖνος εἶχε· καὶ τὸν κόσμον ἐκυρίευσεν ὅμως. Ἐγὼ μὲν οὐ πιστεύω, οὐκ ἐλπίζω ἐκ τῆς Ἰταλίας ἐνταῦθα στόλον ἐλθεῖν, ὥς τινες λέγουσι καὶ ὁ ἀδελφός μου ὁ Ἀλὶ πασίας εἴρηκε, διότι κα λῶς μὲν οἴδατε, ὅτι ἡ πολυαρχία τῶν Ἰταλῶν αὐθέντων καὶ τῶν λοιπῶν ἑσπερίων ἀνάρχους ποιεῖ αὐτοὺς εἶναι καὶ ἐν αὐτοῖς οὐκ ἔστιν ὁμόνοια. Καὶ ὅταν πάλιν τινὲς αὐτῶν ὁμονοήσωσι μετὰ κόπου καὶ συνηβάσεων πολλῶν, ἐν ὀλίγῳ καιρῷ καὶ οὐκ εἰς μάκρος λύεται ὁ τούτων σύνδεσμος· καὶ ἐν συνδέσμῳ ὄντες εἷς κατὰ τοῦ ἑτέρου περιερ γάζεται, πῶς ἁρπάξαι δυνήσηται τὰ τοῦ ἑτέρου, καὶ ἀλλήλως προσέχονται καὶ φυλά τονται. Πολλὰ μὲν οὖν βουλεύονται καὶ λογίζονται καὶ λέγουσι καὶ ὀλίγα πράττουσι· καὶ ἡ τῆς ἑσπέρας βουλὴ τῷ πρωῒ οὐκ ἀρεστή ἐστι πάλιν αὐτοῖς. Καὶ ὅταν ἡ βουλὴ σταθῇ, ἐν τοῖς ἔργοις χρονίζουσι· καὶ τοῦτο ποιοῦσιν, ἵνα κατὰ τὰς αὐτῶν ὀρέξεις καὶ γνώμας καιρὸν ἐπιτήδειον εὕρωσι. Καὶ ὅταν ἔργον τι ἐπιχειρισθῶσι καὶ ἀρχὴν ποιήσωσιν, οὐδὲν κατορθώνουσι διὰ τὰς ἀσυμφωνίας αὑτῶν. Καὶ μάλιστα τὰ νῦν, κα θὼς γινώσκετε, νέας διαφορὰς ἀναμέσον μέρος τι ἐξ αὐτῶν ἔχουσιν. Ὅμως πάλιν ἐγὼ ἐρῶ, ὅπερ ἐστὶ ἀδύνατον, δι' ἃς αἰτίας εἴρηκα· εἰ στόλος κατὰ ἀλήθειαν ἐκ τῆς Ἰτα λίας ἔλθῃ, τίς ἐξ αὐτῶν ἀνάγκη ἡμῖν, ὅτι οὐδέποτε ἐλεύσεται λαός, ὅσον τὸν ἀριθ μὸν τὸ ἥμισυ τοῦ ἡμετέρου στρατοῦ, ἀλλ' οὔτε τὸ τέταρτον μέρος. Διό, ὦ ἀμηρᾶ ἡμέ τερε αὐθέντα, θάρσει· οὐκ ἀνάγκη ἐστὶ πρὸς τὸ παρὸν φόβον ἔχειν σε εἰ μὴ μόνον ἐκ τοῦ Θεοῦ. Καὶ ἀνδρίζου καὶ ἀγάλλου καὶ ἴσχυε καὶ ἡ τέχνη ἡ τοῦ πυρός, οὐκ ὀκνεῖ σου, σήμερον καὶ αὔριον ἵνα μετὰ τῶν ἐλεβόλεων, ὅσον δυνατόν, τὰ τείχη πλέον τα πεινώσωσιν· Οἱ τούτου γὰρ λόγοι καὶ βουλὴ τῷ ἀμηρᾷ πλεῖστα ἤρεσκον καὶ χαρίεις ἐναπέμεινε καὶ ἀναψυχὴν ἐκ τῆς λύπης ἔλαβε. Καὶ προστάξας λέγει· Ἀναθεώρησον τὸν στρατὸν ἐν τῇ νυκτὶ ταύτῃ καὶ γνώρισον αὐτούς, ἐν τίνι γνώμῃ εἰσίν. Αὐτὸς δὲ ποιήσας τὸ προσταχθὲν καὶ ἐλθὼν λέγει· Εἶδον τὸν στρατὸν καὶ ἐγνώρισα· το 412 σοῦτός ἐστιν ὁ στρατός, ὅτι μάχου μετὰ χαρᾶς καὶ ἡ νίκη ἡμετέρα ἐστίν. Ἀπεκρίθη οὖν ὁ ἀμηρᾶς καὶ εἶπε· Λοιπόν, ὦ Σογάν, ἀρεστόν σοί ἐστιν, ἵνα καὶ ἡμεῖς τὰ νῦν τὴν τύχην γνωρίσωμεν, εἰ ἀρεστὸν αὐτῇ ἐστι καὶ βοηθήσῃ ἡμῖν ὡς καὶ ἑτέροις πολλοῖς. Στεῖλον οὖν ἐπὶ τὸν Γαλατᾶν φυλακήν τινα, ἵνα μὴ λαθραίως ἐξ αὐτοῦ περάσωσι καὶ τῇ πόλει βοηθήσωσιν. 9. Ἀκούσας δὲ ταῦτα ὁ Ἀλὶ πασίας ἐλυπήθη λίαν καὶ αἰσχυνθείς, ὅτι ὑπερί- σχυσαν οἱ λόγοι τοῦ Σογὰν πασία καὶ ἐκ τοῦ φθόνου ἤθελεν, εἰ δυνατόν, ποιῆσαι μηχανήν, ἵνα οὐδὲν πράξωσι κατὰ τῆς πόλεως. Ἐμήνυσε τῷ βασιλεῖ τὰ συμβάντα καὶ παραίνει αὐτὸν μὴ φοβεῖσθαι, διότι ἐν τοῖς πολέμοις ἄδηλος ἡ τύχη ἐστὶ πολλάκις· καὶ διὰ τοῦτο οἱ φύλακες φυλάττουσιν ἀγρύπνως. Ἦν δὲ τοῦτο τῇ ἑβδόμῃ καὶ εἰκο στῇ τοῦ Μαΐου ἑσπέρα, ὁ δὲ ἀμηρᾶς προστάξας δι' ὅλης ἐκείνης τῆς νυκτὸς καὶ τῆς ἐπιούσης ἡμέρας φῶτα καὶ φανοὺς ποιήσωσι καὶ νήστεις δι' ὅλης τῆς ἡμέρας διατε λέσωσι καὶ ἑπτάκις λουσθῶσι καὶ τοῦ Θεοῦ νήστεις καὶ καθαροὶ δεηθῶσιν, ὅπως τὴν πόλιν νικήσωσιν, ὃ καὶ ἐγένετο. 10. Τῇ δὲ δευτέρᾳ ἑσπέρας ἐπὶ τὴν ἡλίου δύσιν μετὰ τὸ δειπνῆσαι αὐτοὺς ὁ ἀμηρᾶς σταθεὶς δημηγορῶν ταῦτα ἔφη· Ὡς τέκνα φίλτατα ἐκ Θεοῦ καὶ τοῦ αὐτοῦ προφήτου Μωάμεθ καὶ ἐμοῦ τοῦ δούλου αὐτοῦ, δέομαι καὶ παρακαλῶ ὑμᾶς, ἵνα ἐπὶ τὴν αὔριον ἄξιον ἔργον μνήμης αἰωνίου ποιήσατε, ὡς καὶ οἱ πρὸ ἡμῶν πανταχοῦ ἕως τοῦ νῦν, ὡς δῆλόν ἐστιν, ἐποίησαν, καὶ μετὰ προθυμίας λοιπὸν καὶ γενναιότητος καὶ μεγαλοψυχίας τοὺς τοίχους ἄνωθεν μετὰ τῶν κλιμάκων ὡς πτερωτοὶ διέλθατε· καὶ τὴν φήμην, ἣν οἱ πρὸ ἡμῶν, ὡς εἴπομεν, ἐκέρδησαν καὶ ὁ Θεὸς ἐχαρίσατο, μὴ γένοιτο, ἵνα ἡμεῖς ἀπολέσωμεν αὐτήν, ἀλλὰ μάλιστα νῦν ἡ ὥρα ἤγγικεν, ἵνα αὐτὴν πολλυπλα σίως αὐξήσωμεν. Καὶ ἑτέρους πολλοὺς λόγους στρατιωτικοὺς εἰπὼν αὐτοῖς, διέγειρε τούτους εἰς μεγαλοψυχίαν, ἵνα γενναίως πράξωσιν. Εἶπε πάλιν αὐτοῖς· Εἰ καί τις ἐξ ὑμῶν ἀποκτανθῇ, ὡς ἔθος ἐστὶν ἐν τοῖς πολέμοις, γεγραμμένον ἐστὶν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, ὡς καλῶς οἴδατε, ἐν τῷ ἡμετέρῳ κορᾶν παρὰ τοῦ προφήτου ἡμῶν λέγοντος, ὅτι ὁ ἀποθανὼν ἐν καιρῷ τοιούτῳ ὁλόσωμος ἐν τῷ παραδείσῳ μετὰ τοῦ Μωάμεθ' ἀρι στήσει καὶ πιεῖ· καὶ σὺν γυναιξὶ καὶ παιδαρίοις ὡραίοις καὶ παρθένοις ἐν τόπῳ χλοε ρῷ καὶ μυρισμένῳ ἄνθεσιν ἀναπαυθήσεται καὶ ἐν λουτροῖς ὡραίοις λουσθήσεται· καὶ ἐν ἐκείνῳ τῷ τόπῳ ἐκ τοῦ Θεοῦ ἕξει ταῦτα. Ἐνταῦθα δὲ πάλιν πᾶς ὁ ἐμὸς στρατὸς καὶ ἄρχοντες τῆς αὐλῆς μου, ἐὰν νικήσωμεν, παρ' ἐμοῦ ἀπὸ τοῦ νῦν ἄχρι τέλους ζωῆς αὐτῶν ἕξουσι τὸν μισθὸν ἕκαστος τούτων διπλάσιον, οὗ τὰ νῦν ἔχουσι. Καὶ ἡμέραις