Chronicon Macario Melisseno
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
414.1
τρισὶν ἡ πόλις πᾶσα ὑμῶν ἔσεται· καί, εἴ τι δ' ἂν σκυλεύσητε καὶ εὕρητε, χρυσίον ἢ ἀργύριον σκεῦος καὶ ἱματισμόν, αἰχμαλώτους τε ἄνδρας καὶ γυναῖκας, μικρούς τε καὶ μεγάλους, οὐδεὶς δυνηθείη αὐτοὺς ὑμῖν αἰτῆσαι ἢ ἐνοχλῆσαι εἰς οὐδέν. Καὶ τελειώ σας τοῦ λέγειν ὤμοσεν αὐτοῖς φυλάξαι, τὰ ὅσα διετάξατο αὐτοῖς. Οἱ δὲ ἀκούσαντες, ἐχάρησαν λίαν, καὶ ἐν μιᾷ φωνῇ πάντες ἀλαλάξαντες, εἶπον κατὰ τὴν ἐκείνων γλῶτταν· Ἀλλά, ἀλλά, Μεεμέτη ῥεσοὺλ ἀλλά, τούτ' ἔστιν ὁ θεὸς τῶν θεῶν καὶ ὁ Μαχού μετ ὁ προφήτης αὐτοῦ. Ἀκούσαντες δὲ ἡμεῖς ἐν τῇ πόλει τὴν τοσαύτην κραυγὴν ὡσεὶ ἦχον μέγαν θαλάσης, ἐλογιζόμεθα τί ἄρα ἦν ἡ κραυγή. VIII. Μετ' ὀλίγον, ὡς ἠκούσαμεν τῆς κραυγῆς, ἐμάθομεν βεβαίως, ὅτι ἐν ἀλη θείᾳ ἐπὶ τὴν αὔριον ὁ ἀμηρᾶς ἡτοίμασε χερσαῖόν τε καὶ ὑδραῖον πόλεμον σφοδρῶς, ὅσον αὐτῷ ἦν δυνατόν, δῶσαι τῇ πόλει. Ἡμεῖς δὲ θεωροῦντες τοσοῦτον πλῆθος τῶν ἀσεβῶν, λέγω, ὡς ἐμοῖ δοκεῖ, ὄντως ἀντὶ ἑνὸς ἐξ ἡμῶν πλεῖον ἢ πεντακόσιοι ἦσαν ἐξ αὐτῶν, ἡμεῖς δὲ εἰς τὴν ἄνω πρόνοιαν πάσας ἡμῶν τὰς ἐλπίδας ἀνεθέμεθα. 2. Καὶ προστάξας ὁ βασιλεύς, ἵνα μετὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων καὶ τῶν θείων ἐκτυπωμάτων καὶ σίγνων οἱ ἱερεῖς ἀρχιερεῖς καὶ μοναχοί, γυναῖκές τε καὶ παι δία, μετὰ δακρύων διὰ τῶν τειχῶν τῆς πόλεως περιερχόμενοι τὸ Κύριε ἐλέησον μετὰ δακρύων κράζωσι τὸν Θεὸν ἱκετεύοντες, ἵνα μὴ διὰ τὰς ἁμαρτίας ἡμῶν ἡμᾶς παρα δώσῃ εἰς χεῖρας ἐχθρῶν ἀνόμων καὶ ἀποστατῶν καὶ πονηροτάτων παρὰ πᾶσαν τὴν γῆν, ἀλλ' ἵλεως γενήσεται ἡμῖν, τῇ αὑτοῦ κληρονομίᾳ, καὶ μετὰ κλαυθμοῦ ἀλλήλους ἀνεθαῤῥύνοντο, ἵνα ἀνδρείως ἀντισταθῶσι τοῖς ἐναντίοις ἐν τῇ ὥρᾳ τῆς συμπλοκῆς. 3. Ὁμοίως καὶ ὁ βασιλεὺς τῇ αὐτῇ ὀδυνηρᾷ ἑσπέρᾳ τῆς δευτέρας συνάξας πάν τας τοὺς ἐν τέλει ἄρχοντας καὶ ἀρχομένους, δημάρχους καὶ ἑκατοντάρχους καὶ ἑτέ ρους προκρίτους στρατιώτας ταῦτα ἔφη αὐτοῖς. Ὑμεῖς μὲν εὐγενέστατοι ἄρχοντες καὶ ἐκλαμπρότατοι δήμαρχοι καὶ στρατηγοὶ καὶ γενναιότατοι συστρατιῶται καὶ πᾶς ὁ πιστὸς καὶ τίμιος λαός, καλῶς οἴδατε, ὅτι ἔφθασεν ἡ ὥρα καὶ ὁ ἐχθρὸς τῆς πίστεως ἡμῶν βούλεται μετὰ πάσης μεχανῆς ἰσχυροτέρως καὶ τέχνης στενοχωρῆσαι ἡμᾶς καὶ ἐμβολὴν διὰ ξηρᾶς καὶ σύῤῥαξιν διὰ θαλάσσης μετὰ συμπλοκῆς μεγάλης δῶσαι ἡμῖν μετὰ πάσης δυνάμεως, ἵνα, εἰ δυνατόν, ὡς ὁ ὄφις τὸν ἰὸν ἐκχύσῃ· καὶ ὡς λέων ἀνήμερος καταπίῃ ἡμᾶς βιάζεται. Διὰ τοῦτο λέγω καὶ παρακαλῶ ὑμᾶς, ἵνα στῆτε ἀνδρείως καὶ μετὰ γενναίας ψυ χῆς, ὡς ἐξ ἀρχῆς ἄχρι τοῦ νῦν ἐποιήσατε, κατὰ τῶν ἐχθρῶν τῆς ἡμετέρας πίστεως. Παραδίδωμι δὲ ὑμῖν τὴν κλεινήν τε περίφημον καὶ εὐκλεῆ ταύτην μεγαλοπρεπεστά την καὶ εὐγενῆ πόλιν τὴν ὄντως ἐκλαμπροτάτην καὶ βασιλεύουσαν τῶν πόλεων ἡμῶν πατρίδα. 416 4. Καλῶς οὖν οἴδατε, ἀδελφοί, ὅτι ἕνεκέν τινων τεσσάρων ὀφειλέται κοινῶς ἐσμεν πάντες, ἵνα προτιμήσωμεν ἀποθανεῖν μᾶλλον ἢ ζῆν, πρῶτον μὲν ὑπὲρ τῆς πίστεως ἡμῶν καὶ εὐσεβείας, δεύτερον δὲ ὑπὲρ τῆς πατρίδος, τρίτον μὲν ὑπὲρ τοῦ βασιλέως, ὡς χριστὸν Κυρίου, καὶ τέταρτον ὑπὲρ συγγενῶν καὶ φίλων. Λοιπόν, ἀδελφοί, ἐὰν ὀφει λέται ἐσμὲν ὑπὲρ ἑνὸς ἐκ τῶν τεσσάρων αὐτῶν ἀγωνίζεσθαι ἕως θανάτου, πολλῷ μᾶλ λον ἡμεῖς ὑπὲρ πάντων τούτων, ὡς βλέπετε προφανῶς, καὶ ἐκ πάντων μέλλομεν ζημιω θῆναι. Ἐὰν διὰ τὰ ἐμὰ πλημμελήματα παραχωρήσῃ ὁ Θεὸς τὴν νίκην τοῖς ἀσεβέσιν, ὑπὲρ τῆς πίστεως ἡμῶν τῆς ἁγίας, ἣν ὁ Χριστὸς τῷ οἰκείῳ αὑτοῦ αἵματι ἡμῖν ἐδωρή σατο, κινδυνεύομεν· ὅ ἐστι κεφάλαιον πάντων. Καὶ ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τις καὶ ζημιωθῇ τὴν ψυχήν, τί τὸ ὄφελος; Δεύτερον, πατρίδα περίφημον τοιαύτην ὑστε ρούμεθα καὶ τὴν ἐλευθερίαν ἡμῶν. Τρίτον, τήν ποτε περιφανῆ, νῦν δὲ τεταπεινωμέ νην καὶ ὠνειδισμένην καὶ ἐξουθενημένην ἀπολλύωμεν βασιλείαν καὶ ὑπὸ τυράννου καὶ ἀσεβοῦς ἄρχεται. Τέταρτον δὲ καὶ φιλτάτων τέκνων καὶ συμβίων καὶ συγγενῶν στερούμεθα. 5. Αὐτὸς δὲ ὁ ἀλιτήριος ὁ ἀμηρᾶς πεντήκοντα καὶ ἑπτὰ ἡμέρας ἄγει σήμερον, ἀφ' οὗ ἡμᾶς ἐλθὼν ἀπέκλεισε καὶ μετὰ πάσης μηχανῆς καὶ ἰσχύος καθ' ἡμέραν τε καὶ νύκτα οὐκ ἐπαύσατο πολιορκῶν ἡμᾶς. Καὶ χάριτι τοῦ παντεπόπτου Χριστοῦ Κυρίου ἡμῶν ἐκ τῶν τειχῶν μετὰ αἰσχύνης ἄχρι τοῦ νῦν πολλάκις αἰσχρῶς ἀπεπέμφθησαν. Τὰ νῦν δὲ πάλιν, ἀδελφοί, μὴ δειλιάσητε, ἐὰν καὶ τεῖχος μέροθεν ὀλίγον ἐκ τῶν κρό των καὶ τῶν πτωμάτων τῶν ἐλεπόλεων ἔπεσε, διότι, ὡς ὑμεῖς θεωρεῖτε, κατὰ τὸ δυνατὸν ἐδιωρθώσαμεν πάλιν αὐτό. Ἡμεῖς πᾶσαν τὴν ἐλπίδα εἰς τὴν ἄμαχον δόξαν τοῦ Θεοῦ ἀναθέμεθα· οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις καὶ ἐν δυνάμει καὶ πλήθει, ἡμεῖς δὲ ἐν ὀνόματι τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν πεποίθαμεν, δεύτερον δὲ καὶ ἐν ταῖς ἡμετέραις χερσὶ καὶ ῥωμαλεότητι, ἣν ἐδωρήσατο ἡμῖν ἡ θεία δύναμις. 6. Γνωρίζω, ὅτι αὕτη ἡ μυριαρίθμητος ἀγέλη τῶν ἀσεβῶν κατὰ τὴν αὐτῶν συ νήθειαν ἐλεύσονται καθ' ἡμῶν μετὰ βαναύσου καὶ ἐπῃρμένης ὀφρύος καὶ θάρσους πολλοῦ καὶ βίας, ἵνα διὰ τὴν ὀλιγότητα ἡμῶν θλίψωσι καὶ ἐκ τοῦ κόπου στενοχω ρήσωσι· καὶ μετὰ φωνῶν μεγάλων καὶ ἀλαλαγμῶν ἀναριθμήτων βούλονται ἡμᾶς φοβῆ σαι. Τὰς τοιαύτας αὐτῶν φλυαρίας καλῶς οἴδατε καὶ οὐ χρὴ λέγειν περὶ τούτων. Καὶ ὥρᾳ οὐκ ὀλίγῃ ταῦτα ποιήσωσι καὶ ἀναριθμήτους πέτρας καὶ ἕτερα βέλη καὶ ἐλεβολί σκους ὡσεὶ ἄμμον θαλασσῶν ἄνωθεν ἡμῶν πτήσουσι. Δι' ὧν, ἐλπίζω γάρ, μὴ ἡμᾶς βλάψωσι, διότι μὲν θεωρῶ καὶ λίαν ἀγάλλομαι καὶ τοιαύταις ἐλπίσι τῷ λογισμῷ τρέ φομαι, ὅτι, εἰ καὶ ὀλίγοι πάνυ ἐσμέν, ἀλλὰ πάντες ἐπιδέξιοι καὶ ἐπιτήδειοι, ῥωμαλέοι τε καὶ ἰσχυροὶ καὶ μεγαλήτορες καὶ εὐπροπαρασκευασμένοι ὑπάρχετε. 417. Ταῖς ἀσπίσιν ὑμῶν καλῶς τὴν κεφαλὴν σκέπεσθε ἐπὶ τῇ συμπλοκῇ καὶ συῤ ῥάξει. Ἡ δεξιὰ ὑμῶν ἡ τὴν ῥομφαίαν ἔχουσα μακρὰ ἔστω πάντοτε. Αἱ περικεφαλαῖαι ὑμῶν καὶ οἱ θώρακες καὶ οἱ σιδηροῖ ἱματισμοὶ λίαν εἰσὶν ἱκανοὶ ἅμα καὶ τοῖς λοιποῖς ὅπλοις καὶ ἐν τῇ συμπλοκῇ ἔσονται πάντα ὠφέλιμα λίαν· Οἷς οἱ ἐναντίοι οὐ χρῶνται, ἀλλ' οὔτε κέκτηνται αὐτά. Καὶ ὑμεῖς ἔσωθεν τῶν τειχῶν ὑπάρχετε σκεπόμενοι, οἱ δὲ ἀσκεπεῖς μετὰ κόπου ἔρχονται. 8. Δίο, ὦ συστρατιῶται, γίνεσθε ἕτοιμοι καὶ στερεοὶ καὶ μεγαλόψυχοι διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ, μιμούμενοι τούς ποτε τῶν Καρχηδονίων ὀλίγους ἐλέφαντας, πῶς τοσοῦτον πλῆθος ἵππων Ῥωμαίων τῇ φωνῇ καὶ θέᾳ ἐδίωξαν· καὶ ἐὰν ξῶον ἄλογον ἄλογον ἐδίωξε, πόσον μᾶλλον ἡμεῖς οἱ τῶν ζώων καὶ ἀλόγων ὑπάρχοντες κύριοι καὶ οἱ καθ' ἡμῶν ἐρχόμενοι, ἵνα παράταξιν μεθ' ἡμῶν ποιήσωσιν, ὡς ζῶα ἄλογα καὶ χοίρων χείρονές εἰσίν. Αἱ πέλται ὑμῶν καὶ ῥομφαῖαι καὶ τὰ τόξα καὶ ἀκόντια πρὸς αὐτοὺς πεμπέσθωσαν παρ' ὑμῶν. Καὶ οὕτως λογίσθητε ὡς ἐπὶ ἀγρίων χοίρων πληθὺν κυνήγιον, ἵνα γνώσωσιν οἱ ἀσεβεῖς, ὅτι οὐ μετὰ ἀλόγων ζώων ὡς αὐτοὶ παρά ταξιν ἔχουσιν, ἀλλὰ μετὰ κυρίων καὶ αὐθέντων αὐτῶν καὶ ἀπογόνων Ἑλλήνων καὶ Ῥωμαίων. 9. Οἴδατε καλῶς, ὅτι ὁ δυσσεβὴς αὐτὸς ἀμηρᾶς καὶ ἐχθρὸς τῆς ἁγίας ἡμῶν πίστεως χωρὶς εὐλόγου αἰτίας τινὸς τὴν ἀγάπην, ἢν εἴχομεν, ἔλυσε καὶ τοὺς ὅρκους αὐτοῦ τοὺς πολλοὺς ἠθέτησεν ἀντ' οὐδενὸς λογιζόμενος· καὶ ἐλθὼν αἰφνιδίως φρού ριον ἐποίησεν ἐπὶ τὸ Στενὸν τοῦ Ἀσωμάτου, ἵνα καθ' ἑκάστην ἡμέραν δύνηται ἡμᾶς βλάπτειν. Τοὺς ἀγροὺς ἡμῶν καὶ κήπους καὶ παραδείσους καὶ οἴκους πυριαλώτους ἐποίησε· τοὺς ἀδελφοὺς ἡμῶν τοὺς χριστιανούς, ὅσους εὗρεν, ἐθανάτωσε καὶ ᾐχμαλώ τευσε, τὴν φιλίαν ἡμῶν ἔλυσε.