Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 434 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
434.1
ὁ κὺρ Λουκᾶς ὁ Νοταρᾶς προσεκύνησεν αὐτὸν καὶ δείξας αὐτῷ θησαυρὸν πολύν, ὃν εἶχε κεκρυμμένον, καὶ λίθους καὶ μαργάρους καὶ ἕτερα λάφυρα ἄξια βασιλεῦσιν, ἃ ἰδὼν ὁ ἀμηρᾶς καὶ πᾶσα ἡ βουλὴ αὐτοῦ ἐθαύμασαν. Ὁ δὲ Νοταρᾶς εἶπε τῷ ἀμηρᾷ· Ταῦτα πάντα ἐφύλαττον διὰ τὴν βασιλείαν σου· καὶ ἰδοὺ τὰ νῦν χαρίζομαί σοι δῶ ρον καὶ δέμαι δέξαι τοῦ δούλου σου τὴν δέησιν καὶ παρακάλεσιν. Ἔλπιζεν οὖν οὗ τος δι' αὐτῶν ἐλευθερίας τυχεῖν μετὰ τοῦ οἴκου αὐτοῦ. Ἀπελογίσατο δὲ αὐτῷ ὁ ἀμη ρᾶς καὶ εἶπεν. Ὦ ἡμικύον καὶ ἀπάνθρωπε μηχανορράφε καὶ πολύτροπε, τοσοῦτον πλοῦτον εἶχες καὶ οὐκ ἐβοήθησας τῷ βασιλεῖ τῷ αὐθέντῃ σου καὶ τῇ πόλει τῇ πα τρίδι σου; Νῦν δὲ μετὰ τοιούτων πονηριῶν καὶ πανουργιῶν, ἃς οἶδας ποιεῖν καὶ πράτ τειν ἐκ νεότητος, βούλῃ ὑποσκελίσαι κἀμὲ καὶ φύγῃς τοῦ πρέποντός σοι; Εἰπέ μοι, ὦ ἀσεβές, τίς ὁ χαρίσας μοι τὸν πλοῦτον τὸν σὸν καὶ τὴν πόλιν ταύτην εἰς χεῖράς μου; Λέγει αὐτῷ ὁ Νοταρᾶς· Ὁ Θεός. Ὁ δὲ ἀμηρᾶς εἶπεν αὐτῷ· Ἐπεὶ ὁ Θεὸςταῦτά μοι ἐχαρίσατο, καὶ σὲ καὶ πάντας ὑπὸ τὰς χεῖράς μου δούλους ἔδωσε, τί σὺ λέ γεις, πονηρέ, καὶ φλυαρεῖς; Πῶς οὐκ ἔστειλάς μοι αὐτά, πρὶν τὴν μάχην κινήσω καθ' ὑμῶν ἢ πρὶν τὴν πόλιν νικήσω, ἵνα ὀφείλω σοι τὴν χάριν καὶ τὴν ἀνταμοιβήν; Νῦν οῦν οὐκ εἶ σὺ ὁ χαρίσας μοι ταῦτα, ἀλλὰ ὁ Θεός. Καὶ εὐθὺς ὥρισε τοῖς δημίοις, ἵνα εἰς φυλακὴν βάλωσιν αὐτὸν καὶ ἀσφαλῶς τηρῶσι. 4. Τῇ δὲ ἐπαύριον προστάξας ἤνεγκαν πάλιν αὐτὸν ἔμπροσθεν τοῦ βήματος αὐτοῦ· καὶ λέγει αὐτῷ· Ἐπεὶ οὐκ ἠθέλησας βοηθῆσαι τῷ βασιλεῖ καὶ τῇ πατρίδι σοῦ μετὰ τοσούτου θησαυροῦ ἀναριθμήτου, ὃν εἶχες, καὶ διὰ τί οὐκ ἐβούλευσας τὸν βα σιλέα, ὅτε ἐμήνυσα αὐτῷ, ἵνα μετ' εἰρήνης μοι δώσῃ τὴν πόλιν καὶ ἄλλον ἀντ' αὐ τῆς τόπον δώσω μετ' ἀγάπης καὶ φιλίας, ἵνα μὴ τοσοῦτοι φόνοι ἀνὰ μέσον ἡμῶν γε νήσωνται; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐγὼ ἀναίτιός εἰμι τῆς τοιαύτης ὑποθέσεως, ἀλλ' οἱ Ἑνετοὶ καὶ οἱ ἐν τῷ Γαλατᾷ, οἳ ἔτασσον τῷ βασιλεῖ, στεῖλαι εἰς βοήθειαν αὐτῷ στόλον καὶ στρατόν. Ὁ δὲ ἀμηρᾶς πολλὰ οἶδας, λέγει, ψεύδους ἐφευρήμα τα, τὰ νῦν δὲ καιρὸς ψεύδους οὐκ ἔστιν, ἵνα σοι βοηθήσωσι. Καὶ προστάξας ἐπὶ τὴν αὔριον ἐπὶ τοῦ Ξηροῦ Λόφου ἀγορὰν κατενώπιον αὐτοῦ θανατώσωσι τοὺς δύο υἱοὺς αὐτοῦ, οὕς ποτε ᾔτει τῷ βασιλεῖ, ἵνα τὸν ἕνα αὐτῶν τιμήσῃ τῷ τοῦ μεγάλου κοντοσταύλου ἀξιώματι καὶ τὸν ἕτερον τῷ τοῦ με γάλου λογοθέτου20, εἶτα καὶ αὐτὸν θανατώσωσιν, ὡς καὶ ἐγένετο· καὶ οὕτω τὰ τοῦ Λουκᾶ τοῦ Νοταρᾶ πέρας ἔλαβον. 5. Εἶτα προστάξας μετὰ ταῦτα ἐθανάτωσε πολλοὺς εὐγενεῖς ἄρχοντας, τῶν Ἑνε τῶν ἄγγαρον καὶ τὸν υἱὸν αὐτοῦ, τὸν ἀστάνδην τῆς Καταλονίας καὶ δύο υἱοὺς αὐτοῦ. Εἶτα ἤθελε θανατῶσαι καὶ τὸν Κονταρῖνον καὶ ἑτέρους εὐγενεῖς τῶν Ἑνετῶν, οἳ χρή- ματα αὐτῷ δώσαντες καὶ ἐπαγγειλάμενοι τῷ Σογᾶν πασίᾳ τοῦ ζῆν ἐχαρίσθησαν. Καὶ στείλας ἐν τῷ Γαλατᾷ καὶ πολλοὺς πιάσας ἐθανάτωσε· καὶ πᾶσα αὐτοῖς ἐπαγγελία, ἢν ὑπέσχετο, εἰς οὐδὲν ἐλογίσθη, ἀλλὰ καὶ αὐτοὺς ὑποτελεῖς ὥρισεν εἶναι. Τὸν δὲ Ἀλὶ 436 πασίαν στείλας ἀπέκλεισεν ἐν πύργῳ τινὶ καὶ μετὰ ὀλίγας ἡμέρας καὶ αὐτὸν ἐθανά τωσε δι' αἰτίαν, ἣν εἴπομεν, διὰ τὸ λέγειν αὐτὸν τοῦ μὴ ἐγεῖραι μάχην κατὰ τῆς Πό λεως, ἵνα μὴ τῶν ἑσπερίων αὐθένται συναχθῶσιν ἐπὶ τὸ αὐτὸ καὶ τῆς Εὐρώπης αὐτοὺς διώξωσι καὶ τὰ ἑξῆς, ὡς προγέγραπται· Καὶ ὁ θάνατος αὐτοῦ λύπην ἀμέτρητον παντὶ τῷ στρατῷ τοῦ ἀμηρᾷ ἐνέδωκε διὰ τὸ εἶναι αὐτὸν ὑπὸ πάντων φιλούμενον καὶ εἰς πάν τα καλῶς τὸν ἀμηρᾶν συμβουλεύοντα. Ἀρίθμησις τῶν ἐτῶν ἀπὸ Ἀδὰμ ἄχρι τῆς πόλεως τῆς ἁλώσεως καὶ ἄλλων τινῶν περὶ τοῦ Μωάμεθ XII. Απὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ γίνεται ἔτη, βσμβʹ, καὶ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιίας ἔτη φʹ. Καὶ ἀπὸ τῆς πυργοποιίας ἕως τῆς ἐλεύσεως τοῦ Ἁβραὰμ εἰς Χαναὰν γῆν, ἐξ ἧς καὶ τῶν Ἑλληνικῶν θεῶν λαμβάνουσι τὰ ὀνόματα, εἰσὶν ἔτη χι ʹ. Καὶ ἀπὸ τοῦ Ἁβραὰμ ἕως Ῥώμου καὶ Ῥωμύλου ἔτη,# 22ατμβʹ, καὶ ἀπὸτοῦ Ῥώμου καὶ Ῥωμύλου ἕως Αὐγούστου Καίσαρος ἔτη# 22ψκεʹ. Καὶ ἀπὸ Αὐγούστου Καίσαρος ἕως τοῦ μεγάλου Κωνσταντίνου Φλαβίου τοῦ τρισολβίου καὶ ἀοιδίμου τε καὶ ἀειμνήστου τοῦ μεταθέσαντος τὰ βασίλεια ἀπὸ τῆς παλαιᾶς Ῥώμης εἰς Κωνσταν τινούπολιν τήν ποτε Βυζάντιον, ἣν αὐτὸς ἀνῳκοδόμησε καὶ νέαν Ῥώμην ὠνόμασεν, εἰσὶν ἔτη τλβʹ. Καὶ ἀποῦ Κωνσταντίνου Φλαβίου τοῦ Χλωροῦ ἕως Ἡρακλείου τοῦ μεγάλου ἔτη τεʹ. 2. Ἐν οἷς χρόνοις ἦν καὶ ὁ τρισκατάρατος καὶ ψευδοπροφήτης Μωάμεθ, ὁ ἀπό γονος τοῦ Ἰσμαήλ, ὃς ὑπῆρχεν ἐκ τῆς Κηδὰρ τῆς φυλῆς τοῦ πρωτοτόκου υἱοῦ Ἰσμαήλ. Νίζαρος γὰρ ὁ τοῦ Κηδὰρ ἀπόγονος ἐγέννησεν υἱοὺς δύο, Μούδαρον καὶ Ῥαβίαν, ὁ δὲ Μούδαρος Κούσαρον καὶ Κάϊτον καὶ Θεμίνην καὶ Ἄσαδον, ὁ δὲ Κούσαρος τὸν Ἀβεδουλᾶν, ὁ δὲ Ἀβεδουλᾶς τὸν ψευδοπροφήτην καὶ ἀντίχριστον Μωάμεθ. Γεννη- θεὶς δὲ καὶ ἀνατραφεὶς πενίᾳ συζῶν καὶ κτηνοτρόφος ὢν καὶ μάλιστα σεληνιαζόμε νος, φωτισθεὶς τὰ τοῦ σκότους παρὰ τοῦ πατρὸς αὐτοῦ τοῦ Σατανᾶ, ἐκατώρθωσεν ἃ ἕτεροι πολλὰ συνέγραψαν, περὶ ὧν οὐκ ἔστιν ἡμῖν ἀναγκαῖον διηγεῖσθαι. Πλὴν ὀλίγων τινῶν ἐκ τῶν αὐτοῦ μιαρῶν ἔργων καὶ πονηρῶν μνείαν ποιήσωμεν· Οὗτος ὁ παμμίαρος ἐκ τῶν Ἐθρίβου ὄρεων ὥρμητο, καὶ πρῶτον μὲν δοῦλος ὑπάρχων τινὶ γυναικὶ χήρᾳ καὶ ὁμοφύλῳ αὐτοῦ πλουσίᾳ πάνυ, ὀνόματι Χαδιχᾶ· ὃς μετὰ τῆς πονη ρίας καὶ πανουργίας αὑτοῦ τὴν ἑαυτοῦ κυρίαν εἰς γυναῖκα ἔλαβεν καί, δαιμόνια ἔχων καὶ πίπτων καὶ τρέμων καὶ ἀφρίζων, αὐτὸς τὸ πάθος μετεσχημάτιζεν, ὅπως μὴ αἰσχύ νηται ἡ γυνὴ καὶ κυρία αὐτοῦ, μεμφομένη αὐτόν, πῶς συνεζεύχθη τοιούτῳ πένητι καὶ δαιμονήτῃ, τὸν ἄγγελον Γαβριὴλ ἔλεγεν, ὅτι ἑώρα λέγοντα, αὐτῷ τὰ μέλλοντα συμβαί νειν ἐν τῷ κόσμῳ καὶ ἀποκαλύπτοντα, ὡς ἔθος ἐστὶ πᾶσι τοῖς μοναχοῖς καὶ προφή ταις. Διὰ τοῦτο ἐκ τοῦ φόβου ἐξίστατο καὶ ἐδειλία. 3. Ἦν δέ τις ψευδαββᾶς ὀνόματι Σέργιος διὰ κακοπιστίαν ἐκ τῆς Κωνσταντι νουπόλεως ἐξόριστος καὶ φίλος ὢν τῷ Μωάμεθ· ὃν ὁ Μωάμεθ ἐπαρεκάλει τῇ αὐτοῦ

Intertext edge

Open linked passage

Note