Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 438 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
438.1
κυρίᾳ τῇ καὶ γυναικὶ ταῦτα λέγειν καὶ βεβαιώνειν καὶ παραινεῖν, ἵνα μὴ λυπῆται, ἀλλ' ἵνα χαίρηται. Ἡ δὲ γυνὴ ἐπίστευε τῷ ψευδαββᾷ πλεῖον ἢ τῷ ἀνδρί. Διὰ τοῦτο λέγουσι καὶ οἱ πάντες, ὅτι ὁ Μωάμεθ ὥρισε τοὺς μοναχοὺς πάντας ἀτελεῖς εἶναι καὶ ἀφορολο γήτους διὰ τὴν τοῦ ψευδαββᾶ Σεργίου φιλίαν· καὶ οὕτως παρήγγειλεν. Ἔλεγεν οὖν ταῖς γυναιξὶν αὕτη, ὅτι ὁ ἀνὴρ αὐτῆς προφήτης ἦν. Καὶ διὰ τῶν γυναικῶν εἰς τοὺς ἄνδρας αὐτῶν κηρυχθείς, καὶ οὕτως ἐν τῷ κόσμῳ παρὰ τῶν ἀφρόνων ψευδοπροφή της ὠνόμασται καὶ ἕως τοῦ νῦν τὸ αὐτὸ μέγα ψεῦδος παρὰ τῶν Ἰσμαηλιτῶν ᾄδεται. Ἀ- ποθανούσης δὲ τῆς γυναικὸς αὐτοῦ, κληρονόμος τοῦ βίου καὶ πλούτου τοῦ τοσούτου γενόμενος, ὡς φύλαρχος τῶν Ἰσμαηλιτῶν τῶν ἐκεῖ ἐχρημάτιζεν. 4. Εἶτα ἐρχομένου τοῦ βασιλέως Ἡρακλείου τῷ τότε καιρῷ ἐκ τῆς Περσίδος μετὰ νίκης μεγάλης καὶ θέλων περᾶσαι πλησίον ὡσεὶ ἡμερῶν τινων ὁδὸν ἐν ἐκείνοις τοῖς μέρεσιν, ἔνθα διέτριβε καὶ κατῴκει ὁ ἀλιτήριος, ὡς ἤκουσε τοῦτο ὁ πονηρός, πρόεισιν εἰς προσκύνησιν καὶ προϋπάντησιν τῷ βασιλεῖ μετὰ δώρων πολυτίμων πολλῶν ἀξίων βασιλεῦσι καί τινων οὐκ ὀλίγων ἐκ τῆς αὐτῆς φυλῆς. Ἐδέξατο οὖν αὐτὸν ὁ βασιλεὺς διὰ τὴν ὑποταγὴν καὶ μεγάλην δουλοσύνην, ἣν ἔδειξε· καὶ χώραν αἰτήσας τῷ βασιλεῖ εἰς κατοίκησιν, καὶ ἐδωρήσατο ὁ βασιλεὺς μετὰ γράμματος βασιλικοῦ. Ἀ ναζωσάμενος οὖν καὶ τὴν βασιλικὴν ἐξουσίαν καὶ εἰς τὴν φιλίαν θαῤῥῶν καὶ πλέον ἐπαρθεὶς τῇ διανοίᾳ, εὐθὺς ἔθετο καὶ προστάγματα· καὶ τοὺς μὲν λόγοις ἀπατῶν, τοῖς δὲ μὴ πειθομένοις εὐχερῶς τὸ ξίφος ἀνατεινόμενος καὶ ὑποκλίνεσθαι τούτους ἐκβιαζό μενος, ἄρχων τέλειος τῶν Σαρακηνῶν ἐγένετο. Καὶ μετ' ὀλίγον τινὰ καιρὸν εὐκαι ρίαν εὑρὼν διὰ τὸ τοὺς βασιλεῖς περισπωμένους ὑπάρχειν ἐν πολέμοις τῆς Ἰταλίας, τὴν αἵρεσιν αὑτοῦ ἐπαῤῥησιάσατο, ἣν εἶχεν ὑποκεκρυμμένην χρονοὺς ἱκανούς, καὶ νο μοθέτης αὐτῶν καὶ διδάσκαλος ἐγένετο· καὶ τὰ ἐν τῷ κορᾶν, τουτέστι τοῦ ἐκτεθέντος νόμου, κεφάλαια ποιήσας καὶ ἐν τέσσαρσι λόγοις ταῦτα τὰ κεφάλαια διαμερίσας αὐτοῖς ἐπαρέδωκεν· ἅ εἰσι ταῦτα. Περὶ τῶν ἐν τῷ τοῦ Μωάμεθ κορᾶν κεφαλαίων καὶ τί ἐν αὐτοῖς περιέχει· πρῶτον μὲν ἐν τῷ πρώτῳ λόγῳ καὶ ἐν τῷ πρώτῳ κεφαλαίῳ. Ἐν τῷ πρώτῳ κεφαλαίῳ τοῦ πρώτου λόγου λέγει, ὅτι ὁ Μωάμεθ τῇ ὥρᾳ τῆς ἐπιληψίας, ἐν ᾗ ἐκυλίετο ἀφρίζων, τὸν ἀρχάγγελον Γαβριὴλ ἐρχόμενον πρὸς αὐτὸν ἔλε γεν ὁρᾶν, ὡς εἴρηται. Δεύτερον, ὅτι συνεγράψατο τὸ βιβλίον, ἀραβιστὶ κορᾶν ὀνομάσας, ὃ λέγεται ἑλληνιστὶ νόμος θεοῦ σωτήριος. Τρίτον, ὅτι προφήτην θεοῦ καὶ ἀπόστολον ἑαυτὸν ἐκάλεσεν. Τέταρτον ὅτι τὰ Μωσαϊκὰ πάντα, τό τε ψαλτήριον καὶ τὰ προφητικὰ δίκαια καὶ ἅγια καὶ ἀληθῆ ὠνόμασε· κατ' ἐξαίρετον δὲ τῶν ἄλλων τὸ εὐαγγέλιον ἅγιον καὶ δίκαιον καὶ εὐθὲς καὶ ἀληθινὸν καὶ τέλειον ἀπεφήνατο, ὥστε καὶ ἐν τῷ κεφαλαίῳ τοῦ Ἰωνᾶ θεοῦ ὑπομνήσεις ταῦτα ὠνόμασε. 440 Πέμπτον, ὅτι μὴ μόνον παρὰ τοῦ Μωάμεθ ἐξετέθη ὁ νόμος, ἀλλὰ καὶ παρ' ἑτέρων. Ἕκτον, ὅτι ὁ παρὰ τοῦ Μωάμεθ ἐκτεθεὶς νόμος στόματι πρὸς οὓς ἐξετέθη πα ρὰ τοῦ δαίμονος. Ἕβδομον, ὅτι εἷς χαλιφᾶς τὸ ἀξίωμα, τουτέστιν ἄκρον διδάσκαλος, ἐγένετο χρι στιανός. Ὄγδοον, ὅτι ὁ Μωάμεθ ἐντυχὼν αἱρετικοῖς τισι Νεστοριανοῖς καὶ Ἀρειανοῖς, ἀλλὰ δὲ καὶ Ἰουδαίοις τισί, τὴν τούτων κακίαν ἐσώρευσεν. Ἔννατον, ὅτι μεγαλοῤῥημονῶν περὶ αὑτοῦ ἔλεγεν, ὡς, εἰ πάντες ἄνθρωποι συνα χθεῖεν καὶ πάντα τὰ πνεύματα καὶ πάντες οἱ ἄγγελοι, οὐκ ἂν δύναιντο ποιῆσαι τοιοῦτο κορᾶν ὡς ἐγώ. Δέκατον, ὅτι ἐν τῷ ἀνωτέρῳ μέρει, ἤγουν ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ δεσποτι κοῦ θρόνου ἔστι γεγραμμένον τὸ τοῦ Μωάμεθ ὄνομα. Ἑνδέκατον, ὅτι οὐκ ἦλθε διὰ θαυμάτων, ἀλλὰ διὰ ξίφους δοῦναι τὸν νόμον καὶ τοῖς μὴ πειθομένοις αὐτῷ θάνατος ἔσται ἡ τιμωρία ἢ φόρους διδόναι. Δωδέκατον, ὅτι ὁ Νῶε καὶ Ἁβραάμ, ἀλλὰ δὴ καὶ οἱ ἀπόστολοι τοῦ αὐτοῦ δόγ ματος, φησιν, ἦσαν, οὗπερ οὗτος ἔθετο ὕστερον. Τοῦ δευτέρου λόγου κεφάλαιά εἰσι ταῦτα Πρῶτον, ὅτι τὰ ἐν ταῖς μωσαϊκαῖς παραδόσεσι, τοῖς προφήταις τε καὶ τῷ ψαλ τηρίῳ καὶ τῷ εὐαγγελίῳ γεγραμμένα ἅγια καὶ δίκαια καὶ ἀπὸ θεοῦ δεδομένα καλεῖ, στέργει τε καὶ φυλάσσει αὐτά, καὶ οὐδ' ὅλως εἰσὶν οἱ τούτου ἀκόλουθοι, εἰ μὴ ταῦ τα πληρώσαιεν. Δεύτερον, ὅτι εἰς ἑβδομήκοντα πρὸς ταῖς τρισὶ μοίρας μέλλουσι σχισθῆναι οἱ τῷ νόμῳ αὐτοῦ ἀκολουθήσαντες καὶ ἡ μὲν μία καὶ μόνη ἐκ τούτων σωθήσεται, αἱ δὲ ἄλλαι τῷ πυρὶ παραδοθήσονται. Τρίτον, ὅτι εἰ μὴ παρὰ θεοῦ ἦν τὸ κορᾶν, πολλαὶ ἐναντιότητες εὑρίσκοντο ἐν αὐτῷ. Τέταρτον, ὅτι μετὰ τοῦ Γαβριὴλ ἀνελθεῖν, λέγει, εἰς τὸν οὐρανὸν καὶ ἐντυχεῖν ἀγγέλῳ μυριάκις μείζονι τοῦ κόσμου παντὸς θρηνοῦντι τὰς αὑτοῦ ἁμαρτίας καὶ τυ χεῖν παρὰ τοῦ θεοῦ συγγνώμης δι' αὐτοῦ. Πέμπτον, ὅτι τέλος καὶ σφραγὶς τῶν προφητῶν ἐστιν οὗτος. Ἕκτον, ὅτι ἁρπαγὰς καὶ φόνους κωλύει καὶ ἐπιορκίας καὶ πάλιν ταῦτα ἐνδίδωσιν. Ἕβδομον, ὅτι ὁ θεὸς ἐνέδωκε τούτῳ ἐπιορκῆσαι. Ὄγδοον, ὅτι διαλεγόμενος αὐτῷ ὁ θεὸς εἶπεν, ὡς παιδιᾶς χάριν ἐποίησε τὸν κόσμον. Ἔννατον, ὅτι ἐν τῷ κεφαλαίῳ τῷ λεγομένῳ Μπακαρᾶ, ὅπερ ἑρμηνεύεται δά μαλις, ὡς Ἰουδαῖοι καὶ Χριστιανοὶ σωθῆναι μέλλουσιν, ἐν δὲ τῷ κεφαλαίῳ τῷ Ἀμρὰμ αὖθίς φησιν, ὅτι οὐδεὶς δύναται σωθῆναι ἄνευ τῶν ἐν τῷ νόμῳ τῶν Ἰσμαηλιτῶν. 442 Δέκατον, ὅτι πρὸ αὐτοῦ οὐ δύναταί τις εἰσελθεῖν εἰς τὸν παράδεισον· καὶ αὖθίς φησιν, ὅτι ἔδειξεν αὐτῷ ὁ θεὸς γυναῖκάς τε καὶ ἄνδρας πολλοὺς εἰσελθόντας πρὸ αὐτοῦ εἰς τὸν παράδεισον. Ἑνδέκατον, ὅτι ὁ θεὸς μετὰ τὴν ἀνάστασιν οἴκους περικαλλεῖς καὶ λουτρὰ καὶ παραδείσους καὶ γυναῖκας ὅτι πολλὰς ὑπισχνεῖται δοῦναι τοῖς τοῦ Μωάμεθ νόμοις ἀκολουθοῦσιν. Δωδέκατον, ὅτι ἐν τῷ κεφαλαίῳ τῷ Σάδ φησιν, ὡς οἱ μὲν ἄγγελοι ἐκ πυρὸς ἐδημιουργήθησαν, οἱ δὲ ἄνθρωποι ἐκ χοός. Δέκατον τρίτον, ὅτι ἐν τῷ κεφαλαίῳ τῷ Νεμελί, ὅπερ ἑρμηνεύεται μυῖα, φησὶ περὶ τοῦ Σολομῶντος καὶ τῶν μυιῶν ψεῦδός τι εὔηθες, ὅπερ καί φησι. Δέκατον τέταρτον, ὅτι ἐν τῷ κεφαλαίῳ τῷ Ῥουβεπᾷ φησι περὶ τοῦ Σολομῶντος καὶ τοῦ σκώληκος ὁμοίως τῷ ἀνωτέρῳ ψεύδει. Δέκατον πέμπτον, ὅτι ἐν τῷ βιβλίῳ τῶν διηγήσεων ἀποδίδωσι τὴν αἰτίαν, δι' ἧς ὁ οἶνος κεκώλυται αὐτοῖς. Δέκατον ἕκτον, ὅτι ὁ κτιστὸς οὐρανὸς οὗτος γέγονεν ἐκ καπνοῦ, ἡ δὲ θάλασσα ἐξ ὄρους τινὸς Κὰφ ὀνομαζομένου. Δέκατον ἕβδομον, ὅτι τὸν ἥλιον καὶ τὴν σελήνην ἴσα φωτὸς καὶ δυνάμεώς φησι γενέσθαι. Δέκατον ὄγδοον, ὅτι προσκληθέντος τούτου παρὰ τοῦ Γαβριὴλ ἀνελθεῖν εἰς τὸν οὐρανὸν καὶ τοῦ θεοῦ θέντος τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτῷ καὶ τοσαύτης ψύξεως αἴσθε σιν λαβεῖν αὐτόν, ὡς διελθεῖν ταύτην μέχρι καὶ νωτιαίου μυελοῦ. Ἔννατον δέκατον, ὅτι ἐν τῷ κεφαλαίῳ Σάδ, ὡς ἄγγελοι ὄντες δαίμονες καὶ προ σταχθέντες παρὰ τοῦ θεοῦ προσκυνῆσαι τὸν Ἀδὰμ οὐκ ἠθέλησαν ποιῆσαι τοῦτο, κα θὼς καὶ πάντες οἱ ἄγγελοι προσεκύνησαν αὐτόν, καὶ διὰ τοῦτο ἐγένοντο δαίμονες. Εἰκοστόν, ὅτι ἀποδίδωσι τὴν αἰτίαν, δι' ἣν κεκώλυται αὐτοῖς ἐσθίειν τὰ ὕεια κρέα. Εἰκοστὸν πρῶτον, ὅτι πρὸς τῷ τέλει τοῦ κόσμου ἀποκτενεῖ ὁ θεὸς πᾶσαν τὴν φύσιν ἀγγέλων καὶ ἀνθρώπων. Εἰκοστὸν δεύτερον, ὅτι συνεγράψατο βιβλία δύο καὶ δέκα χιλιάδας λόγους ἔ χοντα θαυμαστοὺς καὶ ἀπὸ τούτων οἱ μὲν τρισχίλιοί εἰσιν ἀληθεῖς, οἱ δὲ ἕτεροι ψευδεῖς. Εἰκοστὸν τρίτον, ὅτι ἐν τῷ βιβλίῳ τῷ Κεραμάρ φησιν, ὡς ἔσχισε τὴν σελήνην εἰς δύο τμήματα· καὶ τὸ μὲν ἥμισυ ἀπὸ τούτων εἰσῆλθον εἰς τὸν χιτῶνα αὐτοῦ, τὸ δὲ ἕτερον ἥμισυ ἔπεσεν εἰς τὴν γῆν· καὶ αὖθις ἀποκατέστησεν αὐτὴν σῴαν. Εἰκοστὸν τέταρτον, ὅτι ὁ θεὸς καὶ οἱ ἄγγελοι εὔχονται ὑπὲρ τοῦ Μωάμεθ. Εἰκοστὸν πέμπτον, ὅτι ἐν τῷ κεφαλαίῳ τῷ Ἐλμαϊδᾶ, ὅπερ ἑρμηνεύεται τράπε ζα, μὴ εἶναι τοὺς Ἑβραίους καὶ τοὺς χριστιανοὺς υἱοὺς θεοῦ ἢ φίλους διὰ τὸ παι δεύεσθαι αὐτούς. Τὰ τοῦ τρίτου λόγου κεφαλαία εἰσι ταῦτα Πρῶτον, ὅτι οὐκ ἔστι δυνατὸν τὸν θεὸν υἱὸν ἄνευ γυναικὸς ἔχειν. Δεύτερον, ὅτι, εἰ υἱὸν εἶχεν ὁ θεός, σχίσματα ἂν ἐγένοντο μέσον αὐτῶν. 444 Τρίτον, ὅτι ἐν τῷ κεφαλαίῳ τῷ Ἐλνεσᾶ, ὅπερ ἑρμηνεύεται γυναῖκες, λόγον θεοῦ καὶ ψυχὴν θεοῦ καὶ πνοὴν θεοῦ λέγει εἶναι τὸν Χριστόν. Τετάρτον, ὅτι ἐκ τῆς παρθένου ὁμολογεῖ γεγεννῆσθαι τὸν Χριστὸν ἄνευ ἀν δρός. Πέμπτον, ὅτι ἀρνεῖται τὸ τὸν Χριστὸν εἶναι υἱὸν θεοῦ καὶ θεόν, ἀλλὰ καὶ τὴν τούτου σάρκωσιν· ψιλὸν δὲ μόνον ἄνθρωπον λέγει τοῦτον κατὰ Νεστόριον, ἅγιον δὲ καὶ ὑπὲρ πάντας ἀνθρώπους. Ἕκτον, ὅτι μὴ ἐσταυρῶσθαι τὸν Χριστόν, ἀλλ' ἕτερον ἀντ' ἐκείνου. Ἕβδομον, ὅτι ὁ θεὸς τὸν Χριστὸν πρὸς ἑαυτὸν προσεκαλέσατο εἰς τοὺς οὐρα νούς, περὶ δὲ τὰ τέλη τοῦ κόσμου μέλλει ἐλεύσεσθαι καὶ θανατώσειν τὸν ἀντίχριστον, μετὰ δὲ ταῦτα καὶ αὐτὸν τὸν Χριστὸν ἀποθανεῖν. Ὄγδοον, ὅτι θεοποιοῦνται οἱ Χριστιανοὶ τὴν θεοτόκον· καὶ ὅτι ἐστὶν ἀδελ φὴ τοῦ Μωϋσέως καὶ Ἀαρών. Τὰ τοῦ τετάρτου λόγου κεφάλαιά εἰσι ταῦτα Πρῶτον, ὅτι ἀναληφθεὶς εἰς τοὺς οὐρανοὺς ὁ Μωάμεθ ἔστη ἔμπροσθεν τοῦ θεοῦ καὶ ἀκήκοεν, ὅσα καὶ ἀκήκοε, καὶ αὖθις κατῆλθεν ἐν τῇ γῇ. Δεύτερον, ὅτι οἱ δαίμονες σωθῆναι μέλλουσι. Τρίτον, ὅτι τοῦ κορᾶν ἐξήγησιν οὐδεὶς τῶν ἀνθρώπων ἀναγινώσκει, οὐδ' αὐ τὸς ὁ Μωάμεθ, ἀλλ' ἢ μόνος ὁ θεός. 5. Ταῦτα οὖν ποιήσας καὶ αὐτοὺς τοὺς ἀθλίους καὶ ταλαιπώρους βαρβάρους διδάξας καὶ ἀμαθὴς καὶ ἄγροικος ὤν, διδάσκαλος ἐγεγόνει. Καὶ τὸ ῥητὸν ἐπληρώθη ἐν αὐτοῖς τὸ λέγον· Τυφλὸς τυφλὸν ὁδηγεῖ καὶ ἀμφότεροι εἰς βόθρον ἔπεσον. Καὶ ἕτερα τρία καὶ δέκα καὶ ἑκατὸν συνεγράψατο μυθάρια, ἑκάστῳ τούτων ὄνομα ἐπι θεὶς ἄξιον τῆς ἀπαιδευσίας αὑτοῦ καὶ μωρολογίας, ὧν ἀπ' αὐτῶν τὴν ἀκαθαρσίαν καὶ πρόδηλον φλυαρίαν τὸ διηγησάσθαι αὐτὰ ἴσον ἐστὶ τὴν τοῦ Αὐγείου κόπρον ἐκκομί σαι κατὰ τὸν Ἡρακλέα. Καὶ τὸ ἔθνος ἅπαν κακῶς σοφισάμενος καὶ ὑφ' ἑαυτὸν ποιη σάμενος καὶ νομοθέτης αὐτῶν γεγονώς, εἶτα καὶ ἑαυτῷ συνήγαγεν δύναμιν ἱκανήν, τήν τε Συρίαν πᾶσαν κατέδραμε καὶ ἐληΐσατο καὶ πολλὰς χώρας Ῥωμαϊκὰς ἐκάκωσε καὶ ἠφάνισε. 6. Καὶ ἐν τῷ μέλλειν αὐτὸν τελευτᾶν καὶ πρὸς τὸν πατέρα αὑτοῦ τὸν Σατανᾶν ἀναχωρῆσαι, Ἀβουβάκαρ, τὸν αὐτοῦ ἀδελφιδόν, προεχειρίσατο ἀντ' αὐτοῦ. Ἀμηρεύ- σας δὲ οὗτος ἔτη δύο ἥμισυ καὶ τελευτᾶ καὶ ἀντ' αὐτοῦ κρατεῖ Οὔμαρος. Αὐτὸς τὴν Δαμασκὸν ἔλαβε καὶ τὰς χώρας πάσας τῆς Φοινίκης· καὶ κατοικοῦσιν ἐν αὐταῖς. Εἶτα λαμβάνει τὴν Αἴγυπτον καὶ εἰς αὐτὴν οἰκοῦσιν. Εἶτα ἔρχονται κατὰ Περσῶν καὶ νικᾶ 446 αὐτούς. Εἶτα παραλαμβάνει τὴν Βόστραν καὶ ἄλλας πολλὰς πόλεις καὶ ἔφθασε καὶ μέχρι τοῦ Γαβαθᾶ. Ἔπειτα στρατεύει κατὰ τῆς Παλαιστίνης καὶ λαμβάνει τὴν ἁγίαν πόλιν μετὰ συνηβάσεως. καὶ ἔκτοτε οὐκ ἐπαύσατο τὸ τῶν Ἰσμαηλι τῶν γένος τὴν Ῥωμαίων γῆν κατατρέχειν καὶ ληίζεσθαι ἕως τῆς σήμερον, ὅπου καὶ παντελῶς τὸ σκῆπτρον κατέλυσε καὶ τὴν βασιλείαν ἠφάνισεν. 7. Ὑπῆρχε δὲ καὶ ἕτερος Οὔμαρος νέος, ὅστις ἠνάγκαζε ῥυπαίνειν καὶ βεβη λοῦν οἱ Σαρακηνοὶ τοὺς Χριστιανοὺς καὶ τοὺς πειθομένους ἀτελεῖς ἐποίει. Ἔγραψε δὲ καὶ πρὸς τὸν βασιλέα Λέοντα τὸν Ἀρμένιον τοῦ βεβηλῶσαι αὐτόν, ὅταν ἀποκεκλει σμένην τὴν πόλιν εἶχε καὶ ἐπολιόρκει αὐτήν· καὶ λῦσαι τὴν πολιορκίαν αὐτὸς μόνος ἐθέσπισε, χριστιανοὺς κατὰ Τουρκῶν μὴ μαρτυρεῖν. 8. Ὀνομάζονται δὲ τρισσῶς, Σαρακηνοί, Ἰσμαηλῖται καὶ Ἀγαρηνοί· Σαρακηνοὶμέν, ὅτι ἡ Σάῤῥα ἐξαπέστειλε τὴν Ἄγαρ καὶ τὸν Ἰσμαὴλ κενοὺς κληρονομίας, Ἰσμαηλῖται δὲ ὡς ἐκ τοῦ Ἰσμαὴλ καταγόμενοι, Ἀγαρηνοὶ δὲ διὰ τὴν προμήτορα αὐτῶν Ἄγαρ. XIII. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἀπὸ δὲ Ἡρακλείουτοῦ μεγάλου καὶ τοῦ ψευδοπροφήτου Μωάμεθ ἕως τῆς βασιλείας Κωνσταντίνου τοῦ Παλαιολόγου. τοῦ ὀγδόου βασιλεύσαντος ἐκ τοῦ γένους τῶν Παλαιολόγων, ὃς ἐβασίλευσεν ἔτη δʹ καὶ μῆνας δʹ, εἰσὶν ἔτη ωνζʹ. 2. Ἐβασίλευσε δὲ τὸ τῶν Παλαιολόγων γένος ἐν τῇδε τῇ βασι λευούσῃ τῶν πόλεων ἔτη ρ δʹ καὶ μῆνας δέκα καὶ ἡμέρας τέσσαρας. Καὶ ὑπὸ Κωνσταντίνου Φλαβίου ἤρξατο ἡ βασιλεία ἐν Κωνσταντινοπόλει καὶ ἐπὶ Κωνσταντίνου τοῦ Παλαιολόγου πέρας ἔλαβεν. Ἐν τῇδε τῇ τριταλαίνᾳ πόλει ἐπεκράτησεν ἡ τῶν Ῥωμαίων βασιλεία ἔτη# 22αρμγʹ μῆνας ιʹ καὶ ἡμέρας δ. ʹ 3. Ποιήσας οὖν τῇ τρίτῃ ἡμέρᾳ τῆς ἁλώσεως ὁ ἀμηρᾶς θρίαμβον καὶ χαρὰν μεγάλην διὰ τὴν νίκην τὴν κατὰ τῆς πόλεως καὶ κελεύσας, ἵνα ἐξέλθωσι πάντες ἄν θρωποι, μικροί τε καὶ μεγάλοι, οἱ ὄντες κεκρυμμένοι ἔν τισι τόποις κρυφοῖς τῆς πό λεως, καὶ ἐλεύθεροι καὶ ἀνενόχλητοι ὦσιν, ὁμοίως καὶ πάντες, ὅσοι ἐκ τῆς πόλεως ἔφυγον, ὡς προείπομεν, διὰ τὸν φόβον τοῦ πολέμου, ἕκαστος αὐτῶν ἐπιστρέψῃ εἰς τὸν οἶκον αὑτοῦ καὶ βιῶναι ἕκαστος κατ' αὐτὴν τάξιν καὶ θρησκείαν αὑτοῦ, ὡς καὶ πρότερον ἦν, ὁμοίως προστάξας, ἵνα ποιῶσι καὶ πατριάρχην, ὡς σύνηθες καὶ τάξις αὑτῶν· ἦν γὰρ προαποθανὼν ὁ πατριάρχης, καὶ ἐκλέξαντες οἱ ἐντυχόντες ἀρχιερεῖς καὶ οἱ ὀλίγοι πάνυ ἕτεροι ἱερωμένοι καὶ λαϊκοὶ τὸν σοφώτατον καὶ λογιώτατον κὺρ Γεώρ γιον τὸν Σχολάριον, λαϊκὸν ἔτι ὄντα εἰς πατριάρχην ἐχειροτόνησαν, ὃν καὶ Γεννά διον ἐπωνόμασαν. 448 4. Προϋπῆρχε δὲ καὶ τάξις καὶ συνήθεια τοῖς βασιλεῦσι Χριστιανοῖς, ἵνα δω 448 ροποιῶσι τῷ χειροτονηθέντι πατριάρχῃ νεωστὶ δεκανίκιον χρυσοῦν μετὰ λίθων πο λυτίμων καὶ μαργάρων ἐγκεκοσμημένον καὶ ἵππον ἐκλεκτὸν ἐκ τῶν βασιλικῶν μετὰ ἐφιππίου καὶ ἐφεστρίδος βασιλικῆς ἐγκεκοσμημένον πολυτελῶς· καὶ μετὰ χασδίου λευ κοῦ καὶ χρυσοῦ σκεπόμενος ἦν ὁ ἵππος. Καὶ ἐκ τοῦ παλατίου τοῦ βασιλικοῦ μετὰ πάσης τῆς συγκλήτου ἐξερχόμενος ὁ πατριάρχης καὶ εὐφημούμενος ἐν τῷ πατριαρ χείῳ ἐπανέστρεφεν. Καὶ ἡ χειροτονεία ἐγένετο παρὰ τῶν ἀρχιερέων, ὡς τάξις καὶ νό μος ἦν. Ἐλάμβανε δὲ ὁ μέλλων γενέσθαι πατριάρχης ἐκ τῶν τοῦ βασιλέως χειρῶν τὸ δεκανίκιον τοιουτοτρόπως· καθεζομένου τοῦ βασιλέως ἐπὶ τοῦ βασιλικοῦ δίφρου καὶ πᾶσα ἡ σύγκλητος ἱστάμενοι ἀσκεπεῖς καὶ ὀρθοί, καὶ ὁ μέγας πρωτοπαπᾶς τοῦ παλατίου ἐποίει Εὐλογητόν, εἶτα καὶ μικρὰν ἐκτενήν· καὶ ὁ μέγας δομέστικος ἔψαλ λε τὸ ὅπου γὰρ βασιλέως παρουσία καὶ τὰ ἑξῆς, εἶτα τὸ δόξα ὁ λαμπαδάριος ἐκ τοῦ ἑτέρου χοροῦ καὶ νῦν τὸ ὁ βασιλεὺς τῶν οὐρανῶν καὶ τὰ ἑξῆς. Μετὰ δὲ τέ λος τοῦ τροπαρίου, ὁ βασιλεὺς ἀνιστάμενος, ἔχων ἐπὶ τὴν δεξιὰν τὸ δεκανίκιον, ὁ δὲ ὑποψήφιος ἐρχόμενος καὶ ἐκ τοῦ ἑνὸς μέρους αὐτοῦ ὁ Καισαρείας, ἐκ δὲ τοῦ δευτέ ρου ὁ Ἡρακλείας μητροπολίτης, καὶ ποιεῖ πρὸς πάντας μετανοίας τρεῖς, εἶτα προ σέρχεται τῷ βασιλεῖ καὶ ἐνώπιον τούτου ποιεῖ τὴν προσήκουσαν αὐτῷ προσκύνησιν. Καὶ ὁ βασιλεὺς τὸ δεκανίκιον ὀλίγον ὑψῶν ἔλεγεν· Ἡ ἁγία τριὰς ἡ τὴν ἐμοὶ βασιλείαν δωρησαμένη προχειρίζεταί σε εἰς πατριάρχην νέας Ῥώμης. Καὶ οὕτως ἐκ τῶν βασιλικῶν χειρῶν ὁ πατριάρχης ἐλάμβανε τὴν ἐξουσίαν καὶ τὴν εὐχαριστίαν τῷ βα σιλεῖ ἐδίδου. Εἶτα οἱ χοροὶ ἔψαλλον τὸ εἰς πολλὰ ἔτη δέσποτα ἐκ τρίτου καὶ ἀπό λυσιν. Καὶ ὁ πατριάρχης κατερχόμενος μετὰ λαμπάδων ἐπὶ τὰ διβάβουλα, εὑρίσκων τὸν ἵππον ἡτοιμασμένον ἀνέβαινεν ἐπ' αὐτόν. 5. Οὕτως δὲ καὶ αὐτὸς ὁ ἀλιτήριος θέλων ποιῆσαι ὡς βασιλεὺς τῆς πόλεως καθὼς ἐποίουν καὶ οἱ χριστιανοὶ βασιλεῖς, τὸν πατριάρχην προσεκαλέσατο, ἵνα συγ καθίσῃ μετ' αὐτοῦ τοῦ ἀριστῆσαι καὶ ὁμιλῆσαι. Καὶ ἐλθόντος τοῦ πατριάρχου, ἐδέ ξατο αὐτὸν ὁ τύραννος μετὰ μεγάλης τιμῆς· καὶ πολλὰ ὁμιλήσαντες ἀναμεταξύ, καὶ

Intertext edge

Open linked passage

Note