Chronicon Macario Melisseno
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
456.1
ἐπαγγελίας ἀμετρήτους ἐπηγγείλατο δοῦναι τῷ πατριάρχῃ. Ὡς δὲ ἤγγικεν ὁ καιρὸς τοῦ ἐξελθεῖν τὸν πατριάρχην ἐκ τοῦ παλατίου, ἐκβαλὼν ὁ ἀμηρᾶς δέδωκεν αὐτῷ δῶ ρον τὸ πολύτιμον ἐκεῖνο τὸ δεκανίκιον καὶ ἐπαρεκάλεσεν αὐτὸν δεχθῆναι τοῦτο. Καὶ κατῆλθε μετὰ πατριάρχου ἕως κάτωθεν τῆς αὐλῆς, θέλων καὶ μὴ θέλων ὁ πατριάρχης καὶ τὸν ἵππον εὐτρεπισμένον ἔχων ἀνεβίβασεν αὐτόν· καὶ προσέταξεν, ἵνα πάντες οἱ ἄρχοντες τῆς αὐλῆς αὐτοῦ ἐξέλθωσιν εἰς συνοδίαν τῷ πατριάρχῃ. Καὶ οὕτως ἄχρι τοῦ σεπτοῦ ἀποστολείου συνώδευσαν αὐτόν τινες προπορεύμενοι καί τινες ἑπόμενοι αὐτῷ· αὐτὸ γὰρ τὸ τῶν ἀποστόλων τέμενος δέδωκεν ὁ ἀμηρᾶς εἰς πατριαρχεῖον. 6. Τὸν δὲ περικαλλῆ καὶ θεῖον ναὸν τῆς Θεοῦ σοφίας, τὸ περιβόητον κειμή λιον, τὸν οὐρανὸν τὸν ἐπίγειον καὶ τὸ ξένον ἄκουσμα ἐποίησεν ὁ ἀλιτήριος ἴδιον αὑ τοῦ προσκύνημα. Ὁ δὲ ἐν Βλαχέρναις θαυματουργὸς ναὸς πυρπωλούμενος ἦν, ὡς προεγράφη. 7. Ποιήσας δὲ ὁ πατριάρχης ἐν τῷ σεπτῷ ἀποστολείῳ καιρὸν ὀλίγον, ἔπειτα θεωρῶν, ὅτι ἐν ἐκείνοις τοῖς μέρεσι τῆς πόλεως οὐδεὶς ταλαίπορος Χριστιανὸς ἐναπέ μεινε, καὶ φοβηθεὶς μή τι ἐναντίον συμβῇ διὰ τὴν ἐρημίαν, διότι ἐν μιᾷ τῶν ἡμερῶν εὑρέθη τις Ἀγαρηνὸς πεφονευμένος ἐν τῷ τοῦ ναοῦ περιαυλείου, καὶ διὰ ταύτας τὰς αἰ τίας, ὁ πατριάρχης ᾔτησε τὴν μονὴν τῆς Παμμακαρίστου καὶ ἐδωρήθη αὐτῷ τοῦ εἶναι εἰς κατοίκησιν. Ἐν ἐκείνοις γὰρ τοῖς μέρεσιν ἐναπέμεινάν τινες ὀλίγοι Χριστιανοί. Τὰς δὲ οὖσας μοναχὰς ἐν τῇ Παμμακαρίστῳ προσέταξεν ἀπελθεῖν ἐν τῇ μονῇ τοῦ ἁ γίου προφήτου προδρόμου τοῦ ἐν τῷ Τρούλλῳ, ὅπου ἐπὶ τῆς βασιλείας Ἰουστινιανοῦ τοῦ Ῥινοτμήτου ἡ πενθέκτη ἁγία σύνοδος συνηθροίσθη. Παλάτιον γὰρ τοῦτο, περι φανὲς τῷ τότε καιρῷ, ὑπῆρχεν ἐκεῖ ἐγγὺς τῆς Παμμακαρίστου κατὰ τὸ βόρειον μέ ρος. 8. Οὗτος οὖν ὁ παμμίαρος καὶ φθορεὺς τῶν Χριστιανῶν, πονηρὸς ὢν καὶ πο λύτροπος καὶ τῇ ἀλώπεκι ὑποκρινόμενος, ταῦτα οὐχ ὑπὲρ εὐλαβείας ἢ καλοκαγαθίας αὑτοῦ ἐποίει, ἀλλ' ἵνα οἱ Χριστιανοὶ ἀκούσωσι τὰς ἐπαγγελίας, συναχθῶσιν ἐν τῇ πόλει καὶ κατοικήσωσιν αὐτήν· ἣ ἐκ τοῦ καθημερινοῦ πολέμου ἠρημώθη γὰρ καὶ μάλιστα ἐν τῇ ἁλώσει. Καὶ οὕτως ἐγένετο· καί τινες Χριστιανοὶ συνήχθησαν. Μετ' ὀλίγον δὲ καί τινας ἀποίκους εἰσήνεγκε, κατ' ἐκείνην τὴν διάλεκτον λεγομένους σουρ γούνιδες, ἔκ τε τοῦ Καφᾶ καὶ Τραπεζοῦντος καὶ Σινωπίου καὶ Ἀσπροκάστρου· καὶ οὕτως τὴν πόλιν κατῴκισεν. 9. Ἔδωκε δὲ καὶ προστάγματα ἐγγράφως τῷ πατριάρχῃ μετὰ ἐξουσίας βασι λικῆς ὑπογεγραμμένα κάτωθεν, ἵνα μηδεὶς αὐτὸν ἐνοχλήσῃ ἢ ἀντιτείνῃ, ἀλλὰ εἶναι ἀναίτητον καὶ ἀφορολόγητον καὶ ἀδιάσειστόν τε ἀπὸ παντὸς ἐναντίου, καὶ τέλους καὶ δώσεως ἐλεύθερος ἔσηται αὐτὸς καὶ οἱ μετ' αὐτὸν πατριάρχαι εἰς τὸν αἰῶνα, ὁμοίως καὶ πάντες οἱ ὑποτεταγμένοι αὐτῷ ἀρχιερεῖς. 458 ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ ΑΡΧΟΜΕΝΟΝ ΜΕΤΑ ΤΗΝ ΑΛΩΣΙΝ ΤΗΣ ΒΑΣΙΛΕΥΟΥΣΗΣ ΤΩΝ ΠΟΛΕΩΝ, ΠΕΡΙΕΧΟΝ ΤΑΣ ΕΝ ΤΗ ΠΕΛΟΠΟΝΝΗΣΩ ΣΥΓΧΥΣΕΙΣ ΚΑΙ ΠΟΛΕΜΟΥΣ ΑΝΑΜΕΤΑΞΥ ΤΩΝ ΑΔΕΛΦΩΝ ΚΑΙ ΔΕΣΠΟΤΩΝ ΚΑΙ ΠΩΣ Ο ΑΜΗΡΑΣ ΕΔΙΩΞΕΝ ΑΥΤΟΥΣ, ΥΠΕΤΑΞΕ ΤΗΝΔΕ ΤΗΝ ΝΗΣΟΝ ΚΑΙ ΠΕΡΙ ΩΝ ΕΠΑΘΕΝ Ο ΣΥΓΓΡΑΦΕΥΣ ΚΑΙ ΑΛΛΑΣ ΤΙ ΝΑΣ ΥΠΟΘΕΣΕΙΣ, ΩΣ ΚΑΙ ΚΕΦΑΛΑΙΑ ΕΥΡΗΣΟΝΤΑΙ