Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 492 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
492.1
δημήσωσιν αἱ ψυχαὶ ἀπὸ τῶν σωμάτων, εἰς τοὺς θεοὺς ἀπέρχονται καὶ μετὰ τῶν θεῶν εὑρίσκονται εἰς τὰς τῶν μακάρων νήσους καὶ μετ' αὐτῶν συναγάλλονται, τῶν δὲ κα κῶς ἐνθάδε βιωσάντων καὶ ἀκαθάρτων καὶ μεμολυσμένων ἀπελθόντων αἱ τούτων ψυ χαὶ εἰς ζοφώδεις καὶ σκοτεινοὺς ἀπέρχονται τόπους καὶ εἰς ποταμὸν τὸν Πυριφλεγέ θοντα. Καὶ εἰ μὲν εἰδωλολάτραι Ἕλληνες λέγουσι ταῦτα, ὁ δὲ Μωάμεθ, ὃς ὀνομάζει ἑαυτὸν ὀρθόδοξον καὶ πλησίον τοῦ θεοῦ εὑρισκόμενον, λέγει καὶ νομοθετεῖ τοιαῦτα ἀ τοπήματα αἰσχρὰ καὶ οὐκ ἔχει ἐνθύμησιν ὅλως, ὅτι ταῦτα πάντα ὀργῆς καὶ ἀποστρο φῆς ἔργα καὶ τῆς ἁμαρτίας ἀποτελέσματά εἰσι. Πρὸ γὰρ τῆς παραβάσεως καὶ ἁμαρ τίας τοῦ Ἀδὰμ ποῦ λουτρά, ποῦ ὅλως οἰκήματα, ποῦ αἱ πολλαὶ γυναῖκες; Ἀλλὰ με- τὰ τὴν ἁμαρτίαν καὶ τὴν κατάραν ἐπανέστη τὸ σῶμα ὥσπερ θηρίον κατὰ τῆς ψυχῆς μὴ ἐχούσης καθολικῶς τὴν τοῦ θεοῦ ἐπίσκεψιν. Ἴσχυσε τὸ σῶμα καὶ κατέσπασε τὴν ψυχὴν ἀπὸ τοῦ ὕψους τοῦ μεγάλου αὐτῆς καὶ κατήγαγεν εἰς τὰς παραλόγους καὶ μα ταίας σωματικὰς ἐπιθυμίας καὶ ἡδονᾶς· καὶ οἷον ὥσπερ ἀνδράποδον, οὕτω κατεδου λώθη ἡ ψυχὴ εἰς τὰς σωματικὰς ὀρέξεις. Εἰ γοῦν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν οὐ δὲν μέλλουσιν εὑρεῖν οἱ κατὰ ἀποδοχὴν τοῦ θεοῦ πολιτευσάμενοι ἄνθρωποι τὴν μα καρίαν ἐκείνην ζωήν, ἣν ὁ προπάτωρ εἶχεν Ἀδὰμ πρὸ τῆς παραβάσεως καὶ ἀπώλεσεν, ἀλλὰ πάλιν τὴν αὐτὴν ζωὴν μέλλουσιν εὑρεῖν, ἣν εἶχε μετὰ τὴν κατάραν, οὐαὶ τοῖς ἀνθρώποις ἐκείνοις. Καὶ τὸ δὴ χείριστον, ὅτι οὐδὲ μέχρι τῆς ταλαιπώρου ἐκείνης καὶ ἐπαράτου ζωῆς ἔστη ἡ τοῦ Μωάμεθ παραλογία, ἣν δῆθεν ἐπαγγέλλεται ὁ θεὸς δώσειν τοῖς δικαίοις, ἀλλὰ πολλῷ τῷ χείρονι διαφέρουσαν καὶ αἰσχράν. Ὁ γὰρ Ἀδὰμ μετὰ τὴν παράβασιν καὶ τὴν κατάραν καὶ τὴν ἐξορίαν τὴν ἀπὸ τοῦ παραδείσου ἔγνω τὴν Εὔαν, ἀλλὰ καὶ τοῦτο διὰ τὴν τεκνογονίαν καὶ ἐτεκνοποίησε, πρὸ δὲ τῆς παραβάσεως ἀγγελικῶς ἔζων. Ὅμως καὶ ὁ Ἀδὰμ εἴπερ ἔγνω τὴν Εὔαν, ἀλλὰ καὶ αὖθις μία καὶ μό- νη εὑρίσκετο γυνὴ καὶ οὐ πολλαί. Οὔτε γὰρ ἓν ἄρσεν ἐποίησεν ὁ θεὸς καὶ πολλὰ θήλεα, οὔτε πολλὰ ἄῤῥενα καὶ ἓν θῆλυ, ἀλλὰ ἓν ἄρσεν τὸν Ἀδὰμ καὶ ἓν θῆλυ τὴν Εὔαν. Πληθυνθέντος δὲ τοῦ γένους τῶν ἀνθρώπων καὶ πεσόντος εἰς ἀσελγεῖς καὶ ἀθε μίτους πράξεις ἐβαρύνθη ὁ θεὸς καὶ ὠργίσθη κατ' αὐτῶν, ὡς ὁ μακάριος Μωϋσῆς γράφων εὑρίσκεται ἐν τῷ βιβλίῳ τῆς Γενέσεως, ὅτι εἶπεν ὁ θεός· οὐ μὴ καταμεί νῃ τὸ πνεῦμά μου ἐπ' αὐτοὺς διὰ τὸ εἶναι αὐτοὺς σάρκας, ὡς δῆθεν ὅλως σαρκικοὺς γεγονότας παντελῶς ὡς γηΐνους, οὐκ ἔχοντας μνήμην τοῦ ἀγαθοῦ καὶ εἰς ἀσελγείας ἐμπεσόντας. 11. Τότε λέγει ὁ θεὸς τῷ Νῶε ὅτι σὲ εὕρηκα δίκαιον ἐν ταύτῃ τῇ γενεᾷ· ποίη σον κιβωτὸν μετὰ ξύλων τοιάνδε καὶ τοιάνδε. Καὶ ἐποίησε Νῶε τὴν κιβωτὸν κατὰ τὸ ῥῆμα Κυρίου. Καὶ εἰσῆλθε Νῶε εἰς τὴν κιβωτὸν καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ, Σήμ, Χὰμ καὶ Ἰάφεθ· καὶ εἰσῆλθεν ἡ γυνὴ τοῦ Νῶε εἰς τὴν κιβωτὸν καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν Νῶε. Ὁρᾷς πῶς ὁ Νῶε μὲν ἐμαρτυρήθη παρὰ τοῦ θεοῦ δίκαιος ὁ ἔχων μίαν γυναῖκα; ἀλλὰ δὴ καὶ οἱ υἱοὶ αὐτοῦ ἀνὰ μίαν καὶ μόνην γυναῖκα ἔχων ἕκαστος ἐσώθη ἀπὸ τῆς ὀργῆς τοῦ θεοῦ· Ἅπαν δὲ τὸ γένος τῶν ἀνθρώπων ἀπέθανεν ὑπὸ τοῦ κατακλυ σμοῦ τῶν ὑδάτων· Πάντως καὶ τὸν πάντῃ ἀνόητον τοῦτο διδάσκει, ὅτι μίαν καὶ μόνην γυναῖκά ἐστιν ἀπὸ δικαίου ἔχειν τὸν ἄνθρωπον καὶ ἕνα μόνον ἄνδρα τὴν γυναῖκα; Ἀλ λὰ καὶ τοῦτο μετὰ τὴν κατάραν ἐγένετο διὰ τὴν τεκνογονίαν, ὡς εἴρηται. Ὁ δὲ Μωά 494 μεθ διδάσκει ἀναφανδόν, ὅτι ἡ παρὰ τοῦ θεοῦ τοῖς δικαίοις ἀνταπόδοσις λουτρὰ καὶ γυναῖκες πολλαὶ ἑνὶ ἑκάστῳ καὶ οἶκοι περικαλλεῖς. Ὁ γοῦν ταῦτα νομοθετῶν, πῶς ἀπὸ θεοῦ; Μάταιος δὲ ὁ ταῦτα παραδεχόμενος καὶ πιστεύων, ὅτι τὸ γεγονὸς δι' ὀργὴν τῷ ἁμαρτήσαντι πολυπλασιάζεται ἐν τῷ καιρῷ τῆς μισθαποδοσίας τοῦ καλοῦ καὶ ἀγα θοῦ τοῖς ἁγίοις καὶ δικαίοις. Καὶ προσέξον τὰ γεγονότα· λέγει γὰρ ὁ Μωϋσῆς· Καὶ εἰσῆλθε Νῶε εἰς τὴν κιβωτὸν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἡ γυνὴ αὐτοῦ καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ. Καὶ εἰς μὲν τὴν εἰσέλευσιν λέγει· Εἰσῆλθε Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἡ γυνὴ αὐτοῦ καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ, εἰς δὲ τὴν ἐξέλευσιν οὐχ οὕτως, ἀλλ' ἐξῆλθε Νῶε καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐ τοῦ μετ' αὐτοῦ, πάντως οὐδὲν ἕτερον δηλοῦντος τοῦ λόγου, ἢ ὅτι κἂν καὶ μίαν μό νην γυναῖκά ἐστιν ἀπὸ δικαίου ἔχειν τὸν ἄνθρωπον, ἀλλ' ἔστιν ὅτε καὶ αὐτῆς ἀπέ χεσθαι πρέπον ἐστίν. Ἐν γὰρ τῷ εἰπεῖν ὅτι εἰσῆλθε Νῶε εἰς τὴν κιβωτὸν καὶ οἱ υἱοὶ αὐτοῦ, ἔδειξε τοὺς υἱοὺς αὐτοῦ, οἷόν τι διατείχισμα χωρίζον τὸν Νῶε ἀπὸ τῆς γυ ναικὸς αὐτοῦ· ἐν δὲ τῷ εἰπεῖν ὅτι ἐξῆλθε Νῶε καὶ ἡ γυνὴ αὐτοῦ, ἔδειξεν, ὅτι ἀπὸ τοῦ νῦν οὐδέν ἐστι τὸ κωλύον ἑνοῦσθαι τῇ αὑτοῦ γυναικί. Ὁ δὲ αὐτὸς λόγος ἐστὶ καὶ περὶ τῶν υἱῶν αὐτοῦ καὶ τῶν γυναικῶν αὐτῶν. Ἀλλὰ καὶ αὐτὸς ὁ Μωϋσῆς ἐπὶ τοῦ ὄρους τοῦ Σινᾶ ἀνερχόμενος οὑτωσί φησι τοῖς Ἰουδαίοις· Ἁγνίσατε ἑαυτοὺς ἕκα- στος ἕως τρίτης ἡμέρας, πλύναντες τὰ ἱμάτια· καὶ γυναικὸς μὴ ἅψησθε. Οὐ μὴν ἀλ λὰ καὶ αὐτὸς ὁ Ἀδὰμ τὴν Εὔαν θεασάμενος οὕτως εἴρηκεν· Αὕτη ἐστὶν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Καὶ πρόσχες ὅπως μετὰ τὸ ἐφάμαρτον καὶ τὸ εὔηθες κέκτηται ἡ πολυγαμία· ὁ γὰρ Ἀδὰμ οὐκ εἶπεν, ὅτι ἔσονται πολλαὶ γυναῖκες μετὰ τοῦ ἀνδρὸς εἰς σάρκα μίαν, ἀλλὰ δύο, τουτέστιν ὁ ἀνὴρ καὶ ἡ τούτου γυνή· μία δὲ καὶ πολαὶ οὐ ταὐτόν· Εἰ δ' ἴσως καὶ ὁ νομοθέτης Μωϋσῆς ἐνέδωκε τοῖς Ἰουδαίοις ἔχειν ἕνα ἕκαστον γυναῖκας, συγκαταβάσεως ἕνεκεν τοῦτο πεποίηκεν, ὥσπερ καὶ ἐπὶ τῆς τῶν ζώων θυσίας, ἵνα τῆς μιαρᾶς ἀπαλλάξῃ αὐτοὺς τῶν παίδων μιαφω νίας· ὁ δὲ Χριστὸς ἐλθών, ὥσπερ ἐκώλυσε τὴν τῶν ζώων θυσίαν, πληρῶν τὸν τοῦ νόμου σκοπόν, οὕτως καὶ τὴν πολυγαμίαν ἐκώλυσεν. Ὁ δὲ Μωάμεθ οὑτοσὶ ἀντὶ σωφροσύ νης ἀκολασίαν νενομοθέτηκε μὴ μόνον ἐν τῷ παρόντι αἰώνῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι ταῦτα παρὰ θεοῦ πολλαπλασιασθῆναι διδάξας. Καί ἐστιν ἰδεῖν ἐν αὐτῷ τὸ τοῦ Δαβὶδ λόγιον τὸ φάσκον ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὑτοῦ καὶ ὁ ἀδικῶν ἐνευλογεῖται· τουτέστιν ἐπαινεῖται καὶ ἐγκωμιάζεται παρὰ τῶν κολακευόν των αὐτὸν καὶ ἐρεθιζόντων αὐτοῦ τὴν κακίαν καὶ μηδὲ αἴσθησιν τῆς νόσου γοῦν διὰ σιωπῆς ἐμποιῆσαι ἀνεχομένων. Διὸ καὶ ἀνίατος ὁ τοιοῦτος εὑρίσκεται· τὸ γὰρ μηδὲ αἴσθησιν τοῦ πάθους ἔχον θεραπείαν οὔτε ζητεῖ, οὔτε προσίεται. Καὶ τοῦτό ἐστι τὸ πάντων δεινότατον, ὅταν ἡ κακία ἐπαινῆται καὶ μηδὲ κακίαν εἶναι νομίζεται· ὁ γὰρ δηλωθεὶς Μωάμεθ τὰ πρὸς χάριν καὶ τέρψιν τῶν ἀνθρώπων ἐσπούδασε καὶ ἐδί δαξεν, ἵνα διὰ τῆς ἡδονῆς ἐπισπάσηται τὸ πλῆθος τῶν ἀφρώνων. 12. Ἔτι περὶ τῶν ἀνδρῶν μόνον μέλει τῷ θεῷ ὡς πλασμάτων αὐτοῦ, περὶ δὲ τῶν γυναικῶν οὐδαμῶς, διὰ τὸ μὴ εἶναι αὐτὰς πλάσμα θεοῦ, καὶ διὰ τοῦτο οἱ μὲν

Intertext edge

Open linked passage

Note