Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 496 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
496.1
ἄνδρες μέλλουσιν ἀπολαύειν τῶν παρὰ θεοῦ τοιούτων ἀγαθῶν, αἱ δὲ γυναῖκες οὐδ' ὅλως; ἢ ἐπεὶ μία φύσις ἐστὶν ἀνδρὸς καὶ γυναικὸς καὶ εἷς ἄνθρωπός ἐστι πᾶς ἄνθρωπος, καὶ ὁμοίως μέλλουσι κριθῆναι οἱ πάντες καὶ ὁμοίως μέλλουσιν ἀπολαβεῖν, οἱ μὲν καλῶς πολιτευσάμενοι ἀγαθά, οἱ δὲ κακῶς ὀργὴν θεοῦ καὶ ἀποστροφὴν καὶ κόλασιν· πάν τως τοῦτο παντί που δῆλον, ὅτι πάντες ἄνθρωποι ὁμοίως μέλουσι κριθῆναι, ἄνδρες τε καὶ γυναῖκες, ἐπεὶ καὶ μία καὶ ἡ αὐτὴ φύσις ἐστί, καὶ ὁμοίως μέλλουσιν ἀπολαβεῖν, ὡς ἕκαστος αὐτῶν ἔπραξε, κακά τε καὶ ἀγαθά. Καὶ λοιπὸν τὸ αὐτὸ δίκαιόν ἐστι καὶ πρέπον, ἵνα λάβωσι καὶ αἱ γυναῖκες ὅπερ οἱ ἄνδρες· καὶ ὥσπερ δίδονται πρὸς τοὺς καλῶς πολιτευσαμένους ἑνὶ ἑκάστῳ πολλαὶ γυναῖκες ἀντιμισθία, καθὼς ὁ Μωάμεθ νο μοθετεῖ, διδόσθωσαν καὶ πρὸς τὰς καλῶς πολιτευσαμένας γυναῖκας μιᾷ ἑκάστῃ πολ λοὶ ἄνδρες. Εἰ δ' ὡς ἄτοπον παρεσιώπησεν αὐτό, τὴν αὐτὴν ἔννοιαν καὶ κρίσιν ἔπρε πεν, ἵνα ἀναλογίσηται καὶ κρίνῃ καὶ περὶ τῶν ἀνδρῶν. Ἔτι οἱ πολλοὶ ἄνδρες οἱ δο θησόμενοι μιᾷ γυναικὶ ὡς ἀποδοχῆς ἄξιοι μέλλουσι δοθῆναι διὰ τὸ καλῶς αὐτοὺς πολιτευθῆναι ἢ ὡς καταδίκης; καὶ εἰ μὲν ὡς καλῶς αὐτοὺς πολιτευσαμένους, διὰ τί οὐκ ἐδόθησαν αὐτοῖς ἑνὶ ἑκάστῳ πολλαὶ γυναῖκες εὐεργεσίας χάριν καὶ ἀντιμισθίας, ὡς λέγετε, ἀλλὰ μᾶλλον τοῖς πολλοῖς ἀνδράσι γυνὴ μία; Εἰ δ' ὡς κατακρίτοις, καὶ μὴν αἱ τοιαῦται εὐεργεσίαι ἀποδοχῆς καὶ ἀγαθῆς ἀντιμισθίας δυνατά εἰσιν, ὡς ὁ Μωάμεθ διαγορεύει. Τὸ αὐτὸ καὶ ἐπὶ τῶν πολλῶν γυναικῶν τῶν δοθησομένων ἑνὶ ἀνδρί, εἰ μὲν ὡς καταδίκης ἄξιαι, πῶς δίδονται πρὸς αὐτὰς εὐεργεσίαι; Εἰ δ' ἀποδοχῆς ἄξιαι, διὰ τί δίδονται πολλαὶ ἑνὶ ἀνδρί; Καὶ τί τῆς τοιαύτης συγχύσεως ἀτοπώτερόν τε καὶ ἀηδέ στερον; Βλέπεις πῶς ὁ παρατραπεὶς τῆς εὐθείας ὁδοῦ εἰς πόσα ἄτοπα παρεμπίπτει καὶ ἄκων; Ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· οὐ γάρ ἐστι τοῦ θεοῦ πρὸς τοὺς ἁγίους μι σθαποδοσία τροφαὶ καὶ πόσεις καὶ λουτρὰ καὶ γυναῖκες, ἅτινά εἰσιν ἁμαρτίας καὶ ὀρ γῆς ἀποτελέσματα, ὡς εἴρηται, ἀλλὰ ἁγιοσύνη καὶ καθαρότης καὶ ἀγγελικὴ πολιτεία χαρά τε καὶ εὐφροσύνη καὶ ἀγαλλίασις, ἣν ὀφθαλμὸς οὐκ εἶδε καὶ οὗς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ποτέ. Εἶδες τὸν καρπὸν τῆς νομοθεσίας τοῦ νομοθέ του; Γινώσκεται ἀπὸ τοῦ καρποῦ τῶν πράξεων ὁ τρόπος αὐτοῦ ἢ οὔ; Καὶ τὶς οὕτως τυφλὸς καὶ ἀνόητος καὶ ἐσκοτισμένος ὁ μὴ συνιεὶς τὰ λεγόμενα; Ὁ δὲ ταῦτα νομο θετῶν πῶς ἀπὸ θεοῦ; 13. Καὶ περὶ μὲν τούτου τίς χρεία λόγων πλεόνων; Περὶ δὲ τοῦ ἐγγεγραμμέ νου ὀνόματος τοῦ Μωάμεθ ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ θρόνου τοῦ θεοῦ, τίς χρεία ἀ πολογίας λόγων; Οἱ μὲν φρόνιμοι κρινέτωσαν φρονίμως, οἱ δέ γε ἀνόητοι καὶ μωροὶ ὡς βούλονται. Οὐχ ὡς ἐπιλαθόμενος τοῦ ἡμετέρου λόγου ἔγραψα περὶ τοῦ Μωάμεθ, ὅσον ἔ γραψα· εἶπον γάρ, ὅτι οὐκ ἔστιν ὁ προκείμενος σκοπὸς τῆς νῦν πρὸς σέ μου ἀπολο γίας, ἵνα ποιήσω καταδρομὴν κατὰ τῶν Μουσουλμάνων καὶ εἴπω, ἅπερ λέγουσι καὶ πράττουσιν ἄτοπα καὶ ὀλέθρια κακά, ἀλλ' ἵνα δείξω μόνον, ὄτι παραλόγως καὶ ἀδί κως κατηγοροῦνται παρὰ τῶν Μουσουλμάνων οἱ Χριστιανοί, ὃ καὶ πεποίηκα. Εἰ δὲ καί τινα εἴπομεν περὶ τοῦ Μωάμεθ, ἡ τοῦ πράγματος ὑπόθεσις ἠνάγκασεν εἰς τοῦτο, ἐπεί, εἴπερ εἴχομεν κατὰ σκοπὸν τοῦ γράψαι περὶ τῶν ἀτοπημάτων τῆς διδαχῆς αὐ τοῦ, πολλὰ εἴχομεν εἰπεῖν. 498 14. Ὅτι δὲ οὐκ εἶπεν ὁ Χριστὸς περὶ τοῦ Μωάμεθ λόγον τὸν τυχόντα, οὐδὲ ἐν τῷ εὐαγγελίῳ ἦν γεγραμμένον τὸ ὄνομα αὐτοῦ, εἴπομεν ἐν τοῖς ἔμπροσθεν, ὅσον δῆτα καὶ εἴπομεν· ὁ δὲ λόγος δηλώσει τοῦτο καὶ ἔτι σαφέστερον. Ἅπερ εἶδον οἱ ἀπό στολοι καὶ μαθηταὶ τοῦ Χριστοῦ καὶ ἅπερ ἀκηκόασιν ἐξ αὐτοῦ τοῦ στόματος τοῦ Χριστοῦ, ταῦτα καὶ ἔγραψαν καὶ ἐδίδαξαν. Ἐξ αὐτῶν γοῦν τῶν μαθητῶν τοῦ Χριστοῦ τέσσαρες συνεγράψαντο τὸ εὐαγγέλιον. Ὁ μὲν εἷς ὁ ὀνομαζόμενος Ματθαῖος Ἑβραϊ- κῶς δὲ ἐξέδωκε τοῦτο εἰς τὴν Παλαιστίνην, ἤτοι τὰ Ἱεροσόλυμα, καὶ τὰ μέρη τῆς Λιβύης. Ὁ δὲ ἕτερος Μάρκος Λατινικῶς δὲ εἰς τὴν Ἀχαΐαν καὶ ἐδόθη εἴς τε τὴνἸταλίαν καὶ τὴν Ῥώμην, ἀλλὰ δὴ καὶ κατὰ τὰ ἑσπέρια πάντα τὰ ἔθνη. Ὁ δὲ ἕτερος Λουκᾶς, Ἑλληνικῶς δέ· καὶ ἐδόθη εἰς τὴν Ἀσίαν καὶ Αἰθιοπίαν καὶ Περσίαν καὶἸνδίαν καὶ Ἀραβίαν. Ὁ δὲ ἕτερος Ἰωάννης καὶ αὐτὸς Ἑλληνικῶς, καὶ ἐδόθη εἰς τμέρη τῆς Εὐρώπης καὶ τὰς νήσους καὶ ἔνθα εὑρίσκονται οἱ Ἕλληνες. Καὶ οὕτως διε δόθη τὸ εὐαγγέλιον εἰς τὸν κόσμον ἅπαντα οὐ μετὰ βίας οὐδὲ μετ' ἀνάγκης οὐδὲ μετὰ ξίφους καὶ σπάθης, ἀλλ' ἐν ἀγάπῃ καὶ ἱλαρότητι καὶ ἐν ταπεινώσει εὑρίσκοντο δι δάσκοντες οἱ ἀπόστολοι τὸν λόγον τοῦ θεοῦ. Καὶ ἀντέστραπται τὰ πράγματα. Τῶν γὰρ ἀποστόλων τυπτομένων, κολαφιζομένων, λοιδορουμένων, διωκομένων διδασκόν των οὐ κατέπιπτε τὸ κήρυγμα, ἀλλ' ἡμέρᾳ τῇ ἡμέρᾳ ἐμεγαλύνετο καὶ ηὐξάνετο τὸ τοῦ Χριστοῦ εὐαγγέλιον. Καὶ ἐκεῖνοι οἱ πολλὰ σπουδάζοντες καὶ πολλὰ κεκοπιακότες κα λύψαι τὸ τοῦ Χριστοῦ ὄνομα, ἵνα μὴ ὁμολογήσῃ αὐτόν τις τῶν ἀνθρώπων θεόν, ὁ δὲ τοῦτο τολμήσων θανάτῳ ἀποθανεῖται, αὐτοὶ ἐκεῖνοι κατανοήσαντες τὴν ἀλήθειαν προ σέπεσον καὶ προσεκύνησαν οἱ μὲν τοῖς ἀποστόλοις, οἱ δὲ τοῖς ἐκείνων διαδόχοις καὶ μαθηταῖς καὶ ἐπίστευσαν, ὅτι αὐτός ἐστιν ὁ ἀληθινὸς θεός, ὁ Χριστός, αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ ζῶντος· καὶ ἐλυποῦντο καὶ ἔκλαιον τὰς παρελθούσας ἡμέρας, ἃς πε ριεπάτησαν ἐν τῇ σκοτίᾳ καὶ τῇ πλάνῃ τοῦ Σατανᾶ. Ὁ δὲ πανάγαθος θεὸς καὶ ἐλεή μων ἐδέξατο αὐτῶν τὴν μετάνοιαν καὶ αὐτοὺς τοὺς διώκοντας τὸ τοῦ Χριστοῦ ὄνομα κατέστησε ποιμένας καὶ διδασκάλους καὶ κήρυκας τοῦ εὐαγγελίου καὶ τοῦ ὀνόματος αὐτοῦ. Καὶ λαβόντες οἱ πάντες τὸ εὐαγγέλιον μετέγραψαν καὶ εἶχον αὐτὸ εἶς ἕκαστος καὶ ἀνεγίνωσκε καὶ ἐμάνθανε καὶ ἐδιδάσκετο καὶ προσεκύνει τὰ ἐν αὐτῷ γεγραμμένα. Καὶ οὕτω διεδόθη εἰς τὸν ἅπαντα κόσμον τὸ εὐαγγέλιον καὶ εἶχον αὐτὸ πάντες οἱ κατοικοῦντες τὴν γῆν. Ἀπὸ γοῦν τοῦ Χριστοῦ ἕως οὗ ἤρξατο διδάσκειν ὁ Μωάμεθ παρῆλθον χρόνοι ἐπέκεινα τῶν πεντακοσίων· μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ εὐαγγελίου τῶν πεντακοσίων χρόνων τίς ἔμελλε τολμήσειν ἐκβαλεῖν τὸ τοῦ Μωάμεθ ὄνομα ἀπὸ τοῦ εὐαγγελίου, εἴπερ εὑρίσκετο ἐν αὐτῷ γεγραμμένον; τὸ μέν, ὅτι μίαν καὶ μόνην λέ ξιν ὁ τολμήσας προσθήσειν ἢ ἐκβαλεῖν οὐ δύναται πλέον ἐκεῖνος ὀνομάζεσθαι χρι στιανός· τὸ δέ, ὅτι εἴπερ καί τις κακός, ὑποθώμεθα, ἐξέβαλέ τινα λέξιν ἀπὸ τοῦ εὐαγ γελίου, ὁ ἕτερος ἅπας κόσμος ἀκολουθήσειν ἔμελλε τῷ τοῦ ἑνὸς ἀτοπήματι; Πάντως οὐχί. Ἀπὸ γοῦν τούτου ἀναφαίνεται, ὅτι οὐκ ἦν γεγραμμένον τὸ ὄνομα τοῦ Μωάμεθ ἐν τῷ εὐαγγελίῳ. Ἢ ὡς καλὸν ἔμελλε μαρτυρήσειν ὁ Χριστὸς ἐκεῖνον ἢ ὡς κακόν· καὶ εἰ μὲν ὡς καλόν, ἔμελλον ἐκδέχεσθαι πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντες οἱ το πάρχαι, πάντες οἱ Χριστιανοὶ τὸν παρὰ Χριστοῦ μαρτυρηθέντα, ἵνα λάβωσι τὴν ἀπὸ τούτου ὠφέλειαν· εἰ δ' ὡς κακόν, πάλιν ἔμελλον ἔχειν τὰ ἐκείνου γνωρίσματα καὶ φυ 500 λάττεσθαι ἐξ αὐτοῦ, ἵνα μὴ βλαβῶσι. Καὶ εἴτε ὡς ἐκδεχόμενοι τὸν καλόν, εἴτε ὡς ἀποστρεφόμενοι τὸν κακόν, οὐδὲν ἔμελλον ἐκβαλεῖν ἅπας ὁ κόσμος ἐκ τοῦ εὐαγγε λίου τὸ τοῦ Μωάμεθ ὄνομα· καὶ ἀπὸ τούτου ἀναφαίνεται, ὅτι οὐκ ἦν γεγραμμένον ἐν τῷ εὐαγγελίῳ τὸ τούτου ὄνομα. Ἔτι οὐδείς ἐστιν ὁ φθονῶν ἑτέρῳ πρὶν τῆς γεν νήσεως αὐτοῦ· τίς γοῦν ἔμελλε φθονήσειν τῷ Μωάμεθ πρὸς τῆς αὐτοῦ γεννήσεως; Πάντως οὐδείς. Εἰ δ' ἴσως ἐφθόνησεν αὐτῷ τις μετὰ τὴν αὐτοῦ γέννησιν, πῶς ἔμελ λον ἀκολοθήσειν ἅπας ὁ κόσμος τῷ πρὸς τὸν Μωάμεθ ἑνὸς φθόνῳ; Καὶ τίς παρά φρων οὕτως, ὥστε λογίσασθαι τοῦτο τὸ ἀδύνατον; Καὶ ἀπὸ τούτου ἀναφαίνεται, ὅτι οὐκ ἦν καταγεγραμμένον τὸ τοῦ Μωάμεθ ὄνομα ἐν τῷ εὐαγγελίῳ. Ἔτι εἰ μὲν ἔλεγον οἱ Ἰσμαηλῖται, ὅτι μόνον ἐν τῷ εὐαγγελίῳ εὑρίσκετο γεγραμμένον τὸ τοῦ Μωάμεθ ὄνο μα καὶ ἐξέβαλον αὐτὸ οἱ Χριστιανοί, καὶ οὕτως ἀρκεταί εἰσιν αἱ ἀποδείξεις, ἃς λέ γομεν, ἵνα φανῇ τὸ ἀληθές, ὅτι οὐδὲν λέγουσιν ἀληθές· ἐπεὶ δὲ λέγουσιν, ὅτι ἐν τῇ Γενέσει τῇ συγγραφείσῃ παρὰ τοῦ Μωϋσέως εὑρίσκετο γεγραμμένον, πῶς ἐξέβαλον ἐκ τοῦ Παλαιοῦ οἱ Ἑβραῖοι; οὐδὲ γὰρ εὑρίσκεται ὅλως ἴχνος σημείου περὶ τοῦ Μωά μεθ. Καὶ ἰδοὺ ὡς οἱ Μουσουλμάνοι λέγουσι, φθονήσαντες οἱ Χριστιανοὶ ἐξέβαλον τὸ ὄνομα ἐκείνου· οἱ δὲ Ἑβραῖοι διὰ τί; Καίτοι γε εἴς τε τὴν περιτομὴν καὶ ἄλλα τι νά, εἰς τροφάς φημι καὶ ἕτερα ἔθιμα, συμφωνοῦσιν οἱ Μουσουλμάνοι μετὰ τῶν Ἑ βραίων. Ἰδοὺ γοῦν καὶ ἀπὸ τούτου ἀναφαίνεται, ὅτι οὔτε ἐν τῷ Παλαιῷ τῷ Μωσαϊκῷ εὑρίσκετο τὸ τοῦ Μωάμεθ ὄνομα οὔτε ἐν τῷ εὐαγγελίῳ. Καὶ ταῦτα μὲν οὕτως, ἵνα καὶ τὸν πάντῃ ἀγνώμονα ἀγάγωμεν εἰς τὴν τῆς ἀληθείας γνῶσιν. ῃ. Κατὰ τοῦ Μωάμεθ λόγος ἕτεροσ Ἀσεβὴς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονεῖ, φησὶν ὁ θαυμάσιος Σολομών. καὶ τίς ἀσεβέστερος τοῦ Μωάμεθ; Ποῖον δὲ βάθος κακῶν, μᾶλλον δὲ σκότος, εἰς ὃ οὐκ ἐνέπεσεν ὁ δύστηνος οὗτος; Καὶ γὰρ μετὰ τῶν ἄλλων πλασμάτων καὶ τεράτων ψευδῶν ἐπλάσατο καὶ τὴν παροῦσαν ἄθεσμον θεωρίαν ἔχουσαν ἐπὶ λέξεως οὕτως ἐν τῷ κεφαλαίῳ Ἰσραήλ· Αἶνος τῷ ποιήσαντι διελθεῖν τὸν δοῦλον αὐτοῦ ἐν μιᾷ νυκτὶ ἀπὸ τοῦ εὐκτηρίου, τοῦ Ἐλαράμ, ὅ ἐστιν οἶκος Μεκκέ, μέχρι τοῦ ποῤῥωτάτου εὐκτη ρίου ὅ ἐστιν οἶκος ἅγιος Ἱερουσαλήμ, ἣν εὐλογήσαμεν. Ὁ Μαχούμετ ἐν μιᾷ τῶν ἡμε- ρῶν, μετὰ τὸ ψάλλειν αὐτὸν τὴν ὥραν αὐτοῦ εἶπε τοῖς ἀνθρώποις· Ὦ ὑμεῖς ἄνθρω ποι, κατανοήσατε· χθὲς μετὰ τὸ διαστῆναί με ὑμῶν, ἦλθε πρός με ὁ Γαβριὴλ μετὰ τὴν ἐσχάτην ἑσπερινὴν ψαλμωδίαν καὶ εἶπέ μοι· Ὦ Μωάμεθ, ἐντέλλεταί σοι ὁ θεὸς ἐπισκέψασθαι αὐτόν· ᾧ εἶπον· καὶ ποῦ αὐτὸν ἐπισκέψομαι; Εἶπεν ὁ Γαβριήλ· ἐν τῷ τόπῳ ὅπου ἐστί· Καὶ ἤγαγέ μοι κτῆνος, μεῖζον μὲν ὄνου, ἔλαττον δὲ ἡμιόνου· καὶ τὸ ὄνομα αὐτοῦ Ἐμπαράκ. Καὶ εἶπέ μοι· Ἀνάβαινε τούτῳ καὶ ἔλαυνε μέχρι τοῦ οἴ- κου τοῦ ἁγίου. Καὶ ὡς ἐφρόντιζον ἀναβαίνειν, ἔφυγε τὸ κτῆνος. Καὶ εἶπεν αὐτῷ· 502 Ἵστασο ἀσφαλῶς· ὁ Μαχούμετ γάρ ἐστιν ὅ σε βουλόμενος ἀναβῆναι. Καὶ ἀπεκρίθη τὸ κτῆνος· Μὴ ὑπὲρ αὐτοῦ ἀπεστάλην; Ἀπεκρίθη ὁ Γαβριήλ· Ναί. Καὶ εἶπε τὸ κτῆνος· Οὐ συγχωρήσω αὐτῷ ἀναβῆναι, εἰ μὴ πρότερον ὑπὲρ ἐμοῦ τοῦ θεοῦ δεηθείη. Ἐγὼ δὲ ἐδεήθην τοῦ θεοῦ μου ὑπὲρ τοῦ κτήνους, ἐπέβην τε αὐτοῦ· καὶ περιεπάτει ἐπικαθημέ νου μου πορείᾳ λεπτῇ, ἐπιστήριζέ τε τὴν χηλὴν τοῦ ποδὸς ἐν τῷ ὁρίζοντι τῆς ὄψεως αὐτοῦ. Καὶ οὕτως ἦλθον εἰς τὸν οἶκον τὸν ἅγιον ἐλάττονι διαστήματι ἢ ὅσον λίθου βολὴ τελεσθείη. Ἦν δὲ καὶ ὁ Γαβριὴλ μετ' ἐμοῦ καὶ ἤγαγέ με εἰς ἀποῤῥῶγα ἐν τῷ οἴκῳ τῷ ἁγίῳ ἐν τῇ Ἱερουσαλήμ. Καὶ εἶπέ μοι ὁ Γαβριήλ· Κατάβηθι, ὅτι ἀπὸ τῆς πέτρας ταύτης ἀναβήσῃ εἰς τὸν οὐρανόν. Καὶ κατέβην καὶ ὁ Γαβριὴλ ἠσφαλίσατο μετὰ κύκλου πρὸς τὴν ἀποῤῥῶγα τὸ κτῆνος τὸ Ἐμπερὰκ καὶ ἐβάστασέ με ἐν τοῖς ὤμοις αὐτοῦ μέχρι τοῦ οὐρανοῦ. Καὶ ὅτε ἤλθομεν πρὸς τὸν οὐρανόν, ἔκρουσε τὴν θύραν ὁ Γαβριήλ· ἐῤῥήθη τε πρὸς αὐτόν. Τίς εἶ; Ἀπεκρίθη δέ. Ἐγώ εἰμι ὁ Γαβριήλ. Ἐῤῥεθη τε πάλιν αὐτῷ· Τίς ἐστι μετὰ σοῦ; Ἀπεκρίθη· Ὁ Μαχούμετ· Εἶπε δὲ ὁ θυρωρός· Μὴ ὑπὲρ τούτου ἦν ἡ ἀποστολή; Καὶ εἶπεν ὁ Γαβριήλ· Ναί. Καὶ ἤνοιξεν ἡμῖν τὴν πύλην καὶ εἶδον ἔθνος ἀγγέλων· καὶ δὶς κάμψας ὑπὲρ αὐτῶν τὰ γόνατα ἐξέχεον προ σευχήν. Καὶ μετὰ ταῦτα ἔλαβέ με ὁ Γαβριὴλ καὶ ἤγαγέ με πρὸς τὸν δεύτερον οὐρανόν· ἦν δὲ τὸ διάστημα τῶν δύο μέσων οὐρανῶν ὁδὸς πεντακοσίων ἐτῶν. Καὶ ὥσπερ πρῶτον ἔκοψε τὴν θύραν καὶ ἀπόκρισις γέγονεν αὐτῷ Οὕτως καὶ μέχρις ἑβδόμου οὐρανοῦ κατὰ πάντα γέγονεν ὅμοια· ἐν ᾧ ἑβδόμῳ διαγράφει ἰδεῖν λαὸν ἀγγέλων, τὸ μῆκος ἑνὸς ἑκάστου πολλῷ χιλιοπλάσιον τοῦ κόσμου, ἀφ' ὧν τις εἶχεν ἑπτακοσίας χιλιάδας κεφαλὰς καὶ ἐν ἑκάστῃ κεφαλῇ ἑπτακοσίας μυριάδας στόματα καὶ ἐν ἑκάστῳ στόματι χιλίας ἑπτακοσίας γλώσσας αἰνούσας τὸν θεὸν ἑπτακοσίοις μυριάδων ἰδιώμασι. Καὶ προσέβλεψεν ἕνα τῶν ἀγγέλων θρηνοῦντα καὶ ἐζήτησε τὴν αἰτίαν τοῦ θρήνου αὐτοῦ· καὶ ἀπεκρίθη ἁμαρτίαν εἶναι. Αὐτὸς δὲ ἐδεήθη ὑπὲρ αὐτοῦ· οὕτω τέ φησιν ὁ Γαβριήλ, παρέθετο ἀγγέλῳ ἑτέρῳ καὶ ἄλλος ἄλλῳ καὶ οὕτως ἐφεξῆς μέχρις ἔστην ἐνώπιον τοῦ θεοῦ καὶ τοῦ βήματος αὐτοῦ. Καὶ ἥψατό μου ὁ θεὸς τῇ χειρὶ αὑτοῦ ἐν μέσῳ τῶν ὤμων, ἕως οὗ ἡ ψυχρότης τῆς χειρὸς αὐτοῦ διῆλθε μέχρι τοῦ μυελοῦ τῆς ῥάχεώς μου. Καὶ εἶπέ μοι ὁ θεός· Ἐπέθηκα σοὶ καὶ τῷ λαῷ σου εὐ χάς. Καταβάντι δέ μοι πρὸς τὸν τέταρτον οὐρανὸν συνεβούλευσεν ὁ Μωϋσῆς ἐπανελ θεῖν με πρὸς τὸ κουφίσαι τὸν λαὸν μὴ ὄντα δυνατὸν ἐξαρκεῖν τοσαύτῃ εὐχῇ. Καὶ τῇ πρώτῃ ἐπανόδῳ ἔλαβον ἄνεσιν ἀπὸ δέκα μέχρι καὶ τῆς τετάρτης ἐπανόδου· καὶ τῇ πέμπτῃ ἐπανόδῳ τοσοῦτον ἦλθεν εἰς τὸ ἔλαττον τῶν εὐχῶν ὡς ὀλίγας ἐναπομεῖναι. Εἰπόντος δὲ τοῦ Μωϋσέως μηδὲ τοσοῦτον δυνηθήσεσθαι τὸν λαόν, ἐγὼ αἰσχυνθεὶς ὡς τοσαυτάκις ἀναβὰς οὐκ ἀνέβην πλέον, ἀλλ' ἐλθὼν εἰς τὸν Ἐμπερὰκ ἤλαυνον ἐπα νιὼν εἰς τὸν οἶκον τοῦ Μεκκέ. Τούτων δὲ πάντων χρόνος ἐλάττων ἢ τὸ δέκατον μέ ρος τῆς νυκτός. Καὶ διηγησαμένου πρὸς τὸν λὸν τοῦ Μωάμεθ τὴν θεωρίαν ταύτην, ἀπέστησαν ἀπὸ τοῦ νόμου αὐτοῦ χιλιάδες ἀνθρώπων πολλαί, λέξαντες αὐτῷ· Ἀνά βηθι τῇ ἡμέρᾳ εἰς τὸν οὐρανὸν ὡρώντων ἡμῶν, ὡς ἂν ἴδωμεν τοὺς συναντήσαντάς 504 σοι ἀγγέλους· (οὐκ ἐπέγνως τὸ ἑαυτοῦ ψεῦδος). Καὶ εἶπεν ὁ Μωάμεθ· Αἴνεσις τῷ θεῷ μου, μὴ ἄλλο τί εἰμι ἐγὼ ἢ εἷς τῶν ἀνθρώπων καὶ ἀπόστολος. Οἱ πρὸ ὑμῶν οὐκ ἐπί στευον θαύμασιν, οὐδὲ ὑμεῖς πιστεύετε θαύμασιν, οὔτε πιστεύσετε εἰ μὴ διὰ ξίφους. 2. Καὶ τί δ' ἄν τις εἴποι περὶ τῆς τοιαύτης ψευδοῦς καὶ ἀδοξωτάτης θεωρίας; Ἐξ αὐτοῦ γὰρ τοῦ Μωάμεθ' ἔχει τὸν ἔλεγχον· αὐτὸς γάρ ἐστιν ὁ εἰπών, ὅτε ἐκυλίετο ἀφρίζων ὑπὸ τοῦ πάθους, ὅτι τοῦ Γαβριὴλ ἐρχομένου πρὸς αὐτὸν ἀπεσταλμένου παρὰ θεοῦ δῆθεν οὐκ ἠδύνατο φέρειν τὴν τοῦ ἀγγέλου ὅρασιν καὶ διὰ τοῦτο πίπτειν ὡσεὶ νεκρόν, τοὺς δὲ παρὰ τοῦ ἀγγέλου λόγους ἀκούειν ὥσπερ τινὰ κώδωνα χαλκοῦν ἠχοῦ ντα. Ὁ τοίνυν μὴ δυνηθεὶς φέρειν ἑνὸς ἀγγέλου ὀπτασίαν πῶς τοσούτων ἀγγέλων αὐ γὴν ἐδυνήθη θεάσασθαι, περιεργάσασθαί τε καὶ μετρῆσαι τὰς τοσαύτας κεφαλὰς τῶν ἀγγέλων, τὰς ἐντός τε τῶν στομάτων αὐτῶν γλώσσας, ἀλλὰ δὴ καὶ τὰς διαφόρους ἐναλ λαγὰς καὶ ἰδιότητας τῶν ὕμνων τοῦ θεοῦ; μὴ μόνον γὰρ τοῦ Γαβριὴλ μείζονα εἶναι λέγει ἑαυτόν, ἀλλὰ καὶ πάντων ἐκείνων, εἰς οὓς ὁ Γαβριὴλ οὐκ εἶχε παρείσδυσιν, ἀλλὰ τοσοῦτον ἦν ἀποδέων ἐκείνων, ὥστε τὸν Μωάμεθ αὐτὸν ἑτέρῳ ἀγγέλῳ παραδοῦναι, ὁ δ' αὖ ἑτέρῳ καὶ ἐφεξῆς ἄλλῳ καὶ οὕτως εἰσελθεῖν εἰς τὸν θεὸν καὶ συντυχεῖν ἀλλή λοις· ἔτι μὴ μόνον μείζονα πάντων ἐκείνων δεικνύει ἑαυτόν, ἀλλὰ καὶ ὑπὲρ ἐκείνων εὐχόμενος. Ἐῶ λέγειν περὶ τοῦ μεγάλου ἐκείνου καὶ θεόπτου Μωϋσέως, ὅν, ὥς φη σιν, εἶδεν ἐν τῷ τετάρτῳ οὐρανῷ· αὐτὸν δὲ ὑπεραναβῆναι καὶ τοῦ ἑβδόμου καὶ ἀπελ θεῖν μέχρι καὶ τοῦ θεοῦ, ὁμιλῆσαί τε αὐτῷ· μετὰ δὲ ταῦτα ἐξελθεῖν καὶ κατελθεῖν ἐν τῷ τετάρτῳ οὐρανῷ, ὡς εἴρηται, καὶ συντυχεῖν τῷ Μωϋσεῖ, συμβουλεῦσαί τε αὐ τὸν τούτῳ ἐπαναστραφέντα παρακαλέσαι τὸν θεὸν ὑπὲρ τοῦ λαοῦ καὶ γενέσθαι κου φοτέραν τὴν εὐχὴν ὡς ἀδυνάτως ἔχοντος πρὸς αὐτήν· καὶ δεξαμένου τούτου τὴν βου λὴν ἐπαναστραφῆναι πρὸς τὸν θεὸν καὶ ζητῆσαι τὸ περὶ τούτου καὶ προσδεχθῆναι τὴν ζήτησιν αὐτοῦ καὶ γενέσθαι ἐλαφροτέραν τὴν εὐχήν· καὶ αὖ τοῦ Μωϋσέως ἀναγ κάσαντος αὐτὸν αὖθις ἐπαναστραφῆναι ἕως πεντάκις πρὸς τὸν θεὸν καὶ πάλιν γενέ σθαι πολλῷ ἐλάττω τὴν εὐχήν. Καὶ μὴ ἀρκεσθέντα τὸν Μωϋσῆν εἶπειν καὶ αὖθις, ἵνα ἐπαναστραφῇ πρὸς τὸν θεὸν καὶ αἰτήσῃ συγγνωμονεστέραν γενέσθαι τὴν εὐχήν, οὐ κατένευσεν ἀλλὰ κατελθεῖν εἰς τὸν Ἐμπερὰκ καὶ ἐλαύνειν, ἕως ἂν ἔλθῃ, ἔνθα ἦν πρό τερον. Σκόπει οὖν ψεῦδος πάσης ἀγνωσίας μεμεστώμενον. Τὸν θεόν, ὅντινα ὁμολογεῖ αὐτὸς ὁ Μωάμεθ ποιητὴν οὐρανοῦ καὶ γῆς, ἐν σώματι δεικνύει καὶ οὐκ ἀσώματον, τὸ γὰρ θεῖον ἀσώματον, ἄποσόν τε καὶ μὴ ἔχον μέγεθος, οὐδὲ ἐν εἴδει περιγραπτόν· τὸ δὲ οὕτως ἔχον ἐν τῇ ἰδίᾳ αὑτοῦ φύσει, πῶς ἂν ἐκ μερῶν; Εἰ γάρ τις δοίη τοῦτο ὑ πάρχειν, πῶς νοηθήσεται ἀσώματον; Τὸ γὰρ ἐν σχήματι ὄν, πάντως καὶ ἐν ποσῷ, τὸ δὲ ἐν ποσῷ, καὶ ἐν τόπῳ· ἐξ ἀνάγκης περιγραπτόν. Ταῦτα δὲ σωματικά· καὶ τὰ τοῦ σώματος ἴδια πως ἂν ἐπὶ τῆς μακαρίας ἐκείνης καὶ ἀσωμάτου φύσεως τοῦ θεοῦ λογί σηταί τις διανοίας μέτοχος ὤν; Καὶ ὁ μὲν πατριάρχης Ἁβραὰμ ἐν τῇ πάλαι θεοφα νείᾳ γῆν καὶ σποδὸν ἑαυτὸν ἐλογίσατο· τοῦ δὲ Δανιὴλ τοῦ τοιούτου καὶ τοσούτου ἄγ γελον ἰδόντος, ἐστράφη ἡ δόξα αὐτοῦ εἰς διαφθοράν, τουτέστι παρὰ βραχὺ ἀπεβάλετο 506 τὴν ἑαυτοῦ ζωήν· ὁ δὲ Δαβίδ φησιν· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. Ὁ δὲ Μωάμεθ τὰς ἀγγελικὰς πάσας ὑπεραναβὰς δυνάμεις ἀμέσως τῷ θεῷ προσωμίλησε καὶ ὑπὲρ ἀγγέλων καὶ παντὸς τοῦ κόσμου δεήσεις ἐποίησε καὶ τῆς εὐ χῆς οὐκ ἀπέτυχεν. Ἐγὼ δὲ ἀπορῶ, πῶς οὐκ ἔφη τολμήσας ὁ αὐθάδης οὗτος καὶ ἀλα ζῶν, ὅτι κατέλαβε τὴν τοῦ θεοῦ φύσιν, ὥσπερ αὐτὸς ὁ θεὸς οἶδεν αὐτήν. Ἀλλ' ὁ κατοι κῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτὸν καὶ τοὺς μετ' αὐτοῦ καὶ ὁ Κύριος ἐκμυκτηρεῖ αὐτούς. 3. Ἔτι οὐκ ἠδύνατο ὁ θεὸς γινώσκειν τὴν δύναμιν τοῦ λαοῦ, ἀλλ' ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτῶν νόμον ὃν οὐκ ἐδύναντο βαστάζειν· καὶ πῶς θεός, ὃς οὐ γινώ σκει τὰ ποιήματα αὑτοῦ, μηδὲ τὴν δύναμιν τοῦ ποιήματος αὑτοῦ; Εἰ δὲ θεὸς ὤν ἀλη θὴς καὶ τὰ πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν ἔδωκε νόμον μὲν ἀτελῆ τοῦ Μωϋσέως διὰ τὴν τῶν ἀνθρώπων ἀσθένειαν, τέλειον δὲ τὸν διὰ τοῦ εὐαγγελίου, πῶς τὸ τέλειον ὥσπερ ἀγνωῶν ἢ μεταμεληθεὶς εἰς τὸ ἀτελὲς πάλιν κατήγαγε; τὸ γὰρ τέλειον οὕτως ἐστὶ τέλειον, εἴπερ οὔτε ἐλλιπές ἐστιν, οὔτε περιττὸν καὶ παρέλκον, ὥσπερ τὸ εὐαγγέ λιον μαρτυρεῖ ἡ ἀλήθεια. Ἀλλὰ καὶ αὐτὸς ὁ Μωάμεθ τέλειον καὶ ἀληθὲς καὶ ἅγιον καὶ σωτηρίαν καὶ ὁδηγίαν ἀποκαλεῖ, οἱ δὲ τοῦτοι οἱ τοῦ Μωάμεθ ἀκόλουθοι, δικαιοῦν τες τὸν ἀσεβῆ, λέγουσιν, ὅτι ὁ μὲν Χριστὸς ἐδίδαξε μεγάλα καὶ ἀδύνατα· τίς γὰρ δύ ναται ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν καὶ τὸν θεὸν ἐξ ὅλης αὑτοῦ τῆς καρδίας; τίς δύ ναται ὑπὲρ τῶν διωκόντων καὶ συκωφαντούντων εὔχεσθαι; Τὶς δύναται ἀγαπᾶν τοὺς ἐχθροὺς αὑτοῦ; καὶ τὰ ἕτερα. Καὶ διὰ τοῦτο ἀπέστειλεν ὁ θεὸς τὸν Μωάμεθ καὶ τὸ κορᾶν, συγκαταβάσεως ἕνεκεν, ἵνα ῥαδίως πληρῶσιν οἱ ἄνθρωποι τὸν νόμον πρὸς τὴν αὑτῶν σωτηρίαν. Εἶπερ γοῦν οὐκ ἀνεφαίνετο ὁ Χριστὸς θεὸς καὶ θεοῦ υἱός, ἀλλ' οὕτως ἁπλῶς ἄνθρωπος ὡς Μωϋσῆς, ἐδεόμεθα ἄν τινων ἀποδείξεων εἰς τὴν τῆς ἀλη θείας φανέρωσιν· ἐπεὶ δὲ θεὸς ἀληθὴς τρανῶς ἀναφαίνεται, περισσὸν ἥγημαι δοῦναι ὅλως ἀπολογίαν περὶ τούτου, ὡς γὰρ θεὸς καὶ ποιητὴς οἶδε τὴν τοῦ ποιήματος αὑτοῦ δύναμιν. Ἀλλ' ὅμως ἴδωμεν καὶ ἐκ τῶν τοῦ Μωάμεθ λόγων τὸ ἄτοπον. Αὐτός ἐστιν ὁ μαρτυρῶν καὶ λέγων, ὅτι ὁ Χριστὸς λόγος θεοῦ ἐστι καὶ ψυχὴ θεοῦ ἐστι καὶ πνεῦμα θεοῦ· καὶ εἰ λόγος θεοῦ ἐστι, πῶς παραλόγως ὁ τὰ πάντα εἰδὼς ἐποίησεν; Ὁ γὰρ τοῦ θεοῦ λόγος οὐκ ἄν ποτε ἀγνοῶν εὑρίσκεται· οὔτε γὰρ ὡς υἱὸς τοῦ θεοῦ ἐστιν ἐλάτ των αὐτοῦ τοῦ θεοῦ καὶ πατρός, οὔτε ὡς λόγος αὐτοῦ. Καὶ εἰ ψυχὴ καὶ πνεῦμα θεοῦ ἐστι, πῶς εἶς τε τὰς ψυχὰς τῶν ἀνθρώπων καὶ τὰ πνεύματα βάρος ἐνέθηκε μὴ δυνάμενα φέρειν αὐτό; Ἔτι ὁ αὐτός φησι πρὸς τοὺς αὐτῷ ἀκολουθοῦντας, ὅτι οὐδέν εἰσιν, εἰ μὴ πληρώσαιεν τόν τε μωσαικὸν νόμον, τὸ εὐαγγέλιον καὶ τὸ κορᾶν. Καὶ εἰ μὲν βα ρέα καὶ δυσβάστακτα διδάσκει τὸ εὐαγγέλιον, πῶς ὁ διδάσκαλος ὑμῶν οὕτω παραγγέλ λει ὑμῖν, ὡς εἰ μὴ πληρώσητε τόν τε παλαιὸν νόμον καὶ τὸ εὐαγγέλιον, οὐδέν ἐστε, τουτέστιν οὐδεμία ὠφέλειά ἐστιν ἐν ὑμῖν; Εἰ δὲ τέλειόν ἐστι τὸ εὐαγγέλιον, ὥσπερ καὶ ἔστι, ματαίως ἄρα δικαιοῦτε τὸ κορᾶν, ὅτι συγκαταβάσεως χάριν ἐξεδόθη· καὶ ἀ ληθῶς καταψεύδεσθε τοῦ Χριστοῦ καὶ τοῦ εὐαγγελίου τέλειον εἶναι, δεόμενον διορθώ σεως. Ἔτι εἰ ὁ Γαβριὴλ ἀνελάβετο αὐτὸν ἐπὶ τοῦ ὤμου αὑτοῦ, τίς χρεία ζώου, ἵνα ἀπὸ τοῦ Μεκκὲ διακομίσῃ αὐτὸν ἕως Ἱερουσαλήμ; Ἔτι τίς μέτρησας τὸ τῆς ὁδοῦ μῆκος τὸ ἀπὸ πρώτου οὐρανοῦ μέχρι τοῦ δευτέρου καὶ εὑρὼν αὐτὸ πεντακοσίων ἐτῶν 508 διάστημα ἀνήγγειλε τῷ Μαχούμετ; Ἔτι εἰ μὲν διὰ βημάτων ποδὸς ἐμετρήθη τουτὶ τὸ διάστημα, πῶς περιεπάτησε σῶμα πάχος ἔχον τὰ ὑπεράνω τῶν οὐρανῶν, ὡς αὐτὸς τε ρατεύεται; Εἰ δὲ τοῦτο μὲν ἀδύνατον, ἄγγελοι δέ, αἱ ψυχαὶ ἀνέρχονται, πῶς τὰ ἀσώ ματα σωματικῷ βήματι μετροῦσι τὰ ὑπὲρ τὸν οὐρανόν, ἅτινα ἐν ἐλαχίστῳ χρόνῳ δύ νανται διελθεῖν τὰ ὑπὸ τῶν οὐρανῶν, ἀέρα λέγω καὶ αἰθέρα καὶ τὰ τούτοις οἵμοια; Ἕτι πῶς εἰς μὲν τὴν ἀνάβασιν ἐδεήθη ἀγγέλων ἀναβιβάσαι αὐτὸν εἰς τοὺς οὐρανούς, ἐν δὲ τῇ καταβάσει οὐδαμῶς, ἀλλὰ μόνον τοῦ Ἐμπαράκ, ἵνα καὶ πάλιν αὐτὸν εἰς τὸ Μεκκὲ διασώσηται; Καὶ τίς οὕτω παράφρων ὁ μὴ τοιούτων κατεγνωκώς; 4. Διὰ τοῦτο παντελῶς κωλύουσιν οἱ ἐκείνου ἀκόλουθοι μετά τινων διαλέγε σθαι, τὸν ἔλεγχον δειλιῶντες· οὐδὲ γὰρ ἀγνοοῦντές εἰσι τὴν τοῦ διδασκάλου αὑτῶν ματαιότητα. Ἀλλ' ὅμως κἀκεῖνοι ἀσύμφωνοι πρὸς ἀλλήλους ὑπάρχουσιν· οἱ μὲν γὰρ τῷ τοῦ θανάτου φόβῳ καὶ ἄκοντες ἕπονται, εἰ δ' ἴσως ἀφόβως καὶ ἐν ἐξουσίᾳ ἰδίᾳ ἐγέ νοντο, εὐθὺς Χριστιανοὶ ἐγένοντο ἄν· οἱ δὲ τῇ πλάνῃ συναπαχθέντες ὡς βέβαια καὶ ἀληθῆ καὶ ὡς ὡμολογημένα ἔχουσι τὰ τοῦ Μωάμεθ ψεύδη καὶ τερατεύματα· οἱ δὲ οὐ βούλονται ἀποστῆναι τῆς πατροπαραδότου πλάνης αὑτῶν αἰδοῖ τῶν γονέων, ἀλλ' ἐπ' ἐκείνοις τιθέασι τὴν αἰτίαν τῆς πρὸς θεοῦ ἀπολογίας· οἱ δὲ διὰ τὸ ἄνετον καὶ ἐλεύ θερον καὶ περὶ τὰς ἡδονὰς ἐνδόσιμον οὐ βούλονται ἀποστῆναι τῆς πλάνης, ἀλλὰ τὴν ἀκαθαρσίαν καὶ ματαίαν δίαιταν προαιροῦνται, γινώσκοντες μὲν ὅτι οὔκ εἰσιν ἀπὸ θεοῦ τὰ λεγόμενα, λέγουσι δ' ὅμως ἄντικρυς, ὡς προείρηται ὅτι ὁδὸν ἐντολῶν σου γνῶναι οὐ βούλομαι. Καὶ διὰ τοῦτο οὐδὲ παραχωροῦσιν ἀναγινώσκεσθαι τὴν θείαν γραφὴν παρ' ἐκείνοις, ἵνα μὴ τοῦ διδασκάλου αὐτῶν τὸ ψεῦδος εἰς ἔλεγχον ἔλθῃ. Ἐν γὰρ τῷ κεφαλαίῳ τοῦ Ἰωνᾶ οὕτω φησὶν ὅτι κἂν ὁ ποῖός ποτε φωραθείη ἀντιλέγων τῷ κορᾶν, θάνατος ἔστω ἡ τιμωρία, μηδὲ πιστεύειν ἕτερον πλὴν αὐτοῦ· ἐν δὲ τῷ κεφαλαίῳ τῷ Ἀμράμ φησι· Μὴ πιστεύετε ἕτερον πλὴν τοῦ ἑπομένου τῷ ἡμετέρῳ νόμῳ, καίτοι γε τὸ εὐαγγέλιον σωτερίαν εἶναι λέγων καὶ ὁδηγίαν καὶ μηδὲν εἶναι τοῖς Σαρακηνοῖς μὴ πληρώσασι τὸ εὐαγγέλιον καὶ τὸν νόμον. Πάλιν δὲ ὁ αὐτὸς ὥσπερ ἐπιλαθόμενος τῶν αὑτοῦ λόγων ἐν τῷ αὐτῷ κεφαλαίῳ φησίν, ὅτι ἐμοὶ ὁ ἐμὸς νόμος καὶ ὑμῖν ὁ ὑμέτερος· ὑμεῖς ἐλεύθεροί ἐστε ὧν ἐγὼ πράττω κἀγὼ ὧν ὑμεῖς. Τοῦτο γοῦν ἴδιόν ἐστι τοῦ παρα τετραμμένου καὶ πεπλανημένου νοός, τὸ μὴ μόνον μετὰ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἀσύμ φωνον εὑρίσκεσθαι τοῦτον, ἀλλὰ καὶ πρὸς αὑτὸν μηδὲ συμφωνεῖν, ὥσπερ καὶ ὁ πα ρὼν οὑτοσὶ Μωάμεθ ἐν ὅλῳ τοῦ αὐτοῦ συγγράμματι. Τὰ δὲ τῶν Χριστιανῶν οὐχ οὕ τως, ἀλλὰ πᾶσα ἡ θεία γραφή, ἥ τε παλαιὰ ἥ τε νέα, μία ἑκάστη πρὸς ἑαυτὴν κατὰ πᾶσαν ἀκρίβειαν συμφωνεῖ· καὶ αὖθις αἱ δύο ὁμοῦ κατὰ πάντα εὑρίσκονται τὰ αὐτὰ καὶ φρονοῦσαι καὶ λέγουσαι· Καὶ εἰκότως· ὁ γὰρ αὐτὸς θεός ἐστιν ὁ ποιητὴς καὶ νομο δότης τῆς νέας καὶ παλαιᾶς. Ἐγὼ δὲ τάχα ἂν μετὰ Ἡσαΐου καὶ Δαβὶδ τῶν προφητῶν εἶπον· Ἵνα τί, Κύριε, ὁδὸς ἀσεβῶν εὐοδοῦται; καὶ ὅτι ἐμοῦ παρὰ μικρὸν ἐσαλεύ θησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνό μοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν· ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν, ἐν κόποις ἀνθρώπων οὔκ εἰσι καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφάνεια εἰς τέλος· περιεβάλοντο 510 ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν. Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν· διήλθοσαν εἰς διάθεσιν καρδίας· διενοήθησαν καὶ ἐλάλησαν ἐν πορνείᾳ· ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν. Ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. Ἀλλὰ σὺν τῷ θεοπάτορι Δαβὶδ καὶ αὐτὸς κεκράξομαι ὅτι διὰ τὰς δολιότη τας αὐτῶν ἔθου αὐτοῖς κακά, Κύριε· κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Πῶς ἐγέ νοντο εἰς ἐρήμωσιν ἐξάπινα; Ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν, ὡσεὶ ἐνύ πνιον ἐξεγειρομένου. Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. 5. Ἔτι ἐν τῷ κεφαλαίῳ λέγει ὁ Μωάμεθ, ὅτι οἱ δαίμονες σωθῆναι μέλλουσιν, Ὠριγένει αἱρετικῷ ἀκολουθῶν· καὶ ὅτι μὲν ἐν ἑτέρῳ τόπῳ φησίν, ὅτι πολλοὶ τῶν δαι μόνων ἀκούσαντες τὸ τοῦ Μαχούμετ κορᾶν ἀναγινωσκόμενον ἐπῄνεσαν καὶ ἐθαύμα σαν καὶ πιστεύσαντες αὐτῷ ἐσώθησαν· ἀλλὰ νῦν οὐχ οὕτως, ἀλλὰ καθολικῶς λέγει καὶ ἀποφαίνεται, ὅτι σωθῆναι μέλλουσιν οἱ δαίμονες. Εἴπερ γοῦν δύναται σωθῆναι εἷς καὶ μόνος ἐκ τοῦ τάγματος αὐτῶν, δύνανται σωθῆναι καὶ πάντες. Ἀλλ' ὥσπερ πάν τοτε αὐτὸς ἑαυτῷ ἀντιλέγει καὶ ἐναντιοῦται, οὕτω κατὰ τὸ παρὸν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ κατὰ πάντα λέγουσι τὸ εὐαγγέλιον τέλειον καὶ ἅγιον καὶ σωτήριον ὡς τοῦ Χρι στοῦ λόγον, νῦν δ' ὡς καὶ πολλάκις ἐναντία τούτῳ καθόλου λέγουσιν. Ὁ γὰρ Χρι στὸς οὕτως εἴρηκε πρὸς τοὺς τῆς γεέννης ἀξίους· Πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηρα μένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Τοῦτο τοίνυν εἰπὼν οὐδένα τῶν δαιμόνων ἀφῆκεν ἐκτὸς τῆς κολάσεως. Καὶ εἰκότως· ὁ γὰρ σεσωσμένος, ἢ σὺν μετανοίᾳ τὸ κατὰ δύναμιν, καὶ αὐτὸς συμβάλλει διὰ πράξεως εἰς τὴν τῆς σωτηρίας ὁδόν. Ἐπὶ γὰρ τοῦ σώματος οὐ δύναται ὁ ἄνθρωπος ποιῆσαι τὸ κατὰ βούλησιν, ἤτοι τὸ μὴ ἐμπεσεῖν εἰς νόσον, ἢ ἐμπεσὼν ἔχει ἐπ' ἐξουσίας ἐπανελ θεῖν εἰς τὴν προτέραν ὑγίειαν· ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως, ἀλλὰ πᾶς ἄνθρωπος ἐπ' ἐξουσίας ἔχει, ἵνα μὴ ἁμάρτῃ, ὅπερ ἐστὶν ἀσθένεια ψυχῆς. Ἁμαρτὼν δὲ εἰς τὴν αὐτοῦ θέλησίν ἐστιν, ἵνα καὶ αὖθις ἀνακαλέσηται ἑαυτὸν καὶ μὴ μόνον εἰς τὴν προτέραν ὑγίειαν τῆς ψυχῆς ἐπανέλθοι, ἀλλὰ καὶ πολλῷ τῷ μέτρῳ ὑπερβῇ καί, ἢ σὺν τῇ με τανοίᾳ, ὡς εἴρηται, ποιήσῃ καὶ ἔργα ἀξιόχρεα, ἢ κατὰ δεύτερον, ὥς φασι, πλοῦν μό νον μετανοῶν εὑρίσκηται. Καὶ ὁ παναγαθὸς θεός, ὁ διὰ τὴν σωτηρίαν τῶν ἀνθρώπων κλίνας τοὺς οὐρανοὺς καὶ κατελθὼν καὶ γεγονὼς ἄνθρωπος, ἐκχέει τὸ ἔλεος αὑτοῦ, ὅπερ ἐστὶ μεῖζον πάσης πράξεως ἀγγέλων τε καὶ ἀνθρώπων καὶ ἀντὶ πασῶν ἀρετῶν τοῦτο λογίζεται· καὶ πρὸς ἑαυτὸν προσκαλεῖται αὐτοὺς καὶ φίλους αὐτοὺς καθίστησιν. Ἐπὶ δὲ τοῦ διαβόλου ποῦ μετάνοια, ποῦ ταπείνωσις; Ἡ γὰρ μετάνοια ἐκ ταπεινώσεως γίνεται· πρότερον γὰρ καταγινώσκει τις ἑαυτοῦ ὡς κακῶς πράξαντος, ἔπειτα μετα νοεῖ, ἐφ' οἷς ἥμαρτεν. Ὁ δὲ διάβολος τοὐναντίον στέργει μὲν τὴν ἁμαρτίαν, ἣν ἥμαρ τε, καὶ τὸ κατὰ δύναμιν πρόξενος καὶ συνεργὸς τῆς τῶν ἀνθρώπων ἀπωλείας εὑρίσκε ται. Τίς γοῦν κοινωνία θεῷ τε καὶ διαβόλῳ· Ἄρα ματαίως ἐλάλησεν ὁ Μωάμεθ, εἰπὼν ὅτι δύνανται σωθῆναι οἱ δαίμονες. 6. Ἔτι ὁ αὐτὸς Μωάμεθ φησὶ περὶ τοῦ κορᾶν, ὅτι οὐδεὶς τῶν ἀνθρώπων, οὐδ' αὐτὸς ὁ Μωάμεθ, γινώσκει τὴν τούτου ἐξήγησιν, ἀλλ' ἢ μόνος ὁ θεός. Καὶ εἰ τοῦτό ἐστιν ἀλήθεια, ποία ἐστὶν ἡ τοῦ κορᾶν ὠφέλεια; Ἴσως γὰρ οὕτως ἠδύνατο ὠφέλεια; Ἴσως γὰρ οὕτως ἠδύνατο ὠφελῆσαι, εἴπερ ἐγίνωσκον τὰ παρὰ θεοῦ λεγόμενα· ἐπεὶ δ' αὐτὸς ὁ Μωάμεθ εὑρίσκεται μαρτυρῶν, ὅτι οὐδεὶς τῶν ἀνθρώπων γινώσκει τὰ ἐν τῷ 512 κορᾶν λεγόμενα, τίς ἡ τούτου ὠφέλεια; Πάντως οὐδεμία. Καί τις μείζων ἄλλη ἀπό δειξις, ὅτι οὐκ ἐστιν ἀπὸ θεοῦ ὁ παρὰ τοῦ Μωάμεθ δοθεὶς νόμος; Οὐ γὰρ δὴ ματαίως νομοθετεῖ ὁ θεός. Ἰδοὺ τοίνυν καταφανές ἐστι τὸ κορᾶν, ὅτι οὐκ ἔστιν ἀπὸ θεοῦ, ἀλ λὰ καὶ ἀνάπλασμά ἐστι διανοίας αὐτοῦ τοῦ κακοδαίμονος. Καὶ πρόδηλον ἐξ αὐτοῦ τοῦ κορᾶν, ὅτι οὔτε τῇ παλαιᾶ γραφῇ συμφωνεῖ, οὕτε τῇ νέᾳ διαθήκῃ, καίτοι γε ὁμο λογοῦντος τοῦ Μωάμεθ, ὅτι ἅγιαι καὶ καλαί εἰσιν αἱ γραφαὶ καὶ ὅτι οὐδέν εἰσιν οἱ ἐκείνου ἀκόλουθοι, εἰ μὴ πληρώσαιεν τόν τε νόμον καὶ τὸ εὐαγγέλιον. Ἔτι σχεδὸν δι' ὅλου αὐτὸς ἑαυτῷ ἐστιν ἀντιλέγων· ἔτι οὐδὲν θαῦμα ἐποίησεν εἰς πίστωσιν τῶν λεγομένων· ἔτι ὁμολογούμενα ψεύδη περιέχει, ὅπερ ἐστὶ τοῦ θεοῦ ἀλλότριον πάντῃ· ἔτι βίαιόν ἐστι καὶ καταλύει τὸ αὐτεξούσιον, ὅπερ οὐδέποτε ὁ θεὸς ἀνέτρεψεν· ἔτι παντελῶς ἐστιν ἄτακτον, καὶ τὸ ἄτακτον μακράν ἐστι τοῦ θεοῦ· οὐ γάρ ἐστιν ὁ θεὸς ἀταξίας θεός· ἔτι πονηρὸν ἀναφαίνεται· καὶ πῶς ἀπὸ τοῦ θεοῦ τοῦ πάσης ἐπέκεινα εὐθύτητος καὶ ἁπλότητος; Ἔτι πεπλασμένας καὶ τερατώδεις θεωρίας περιέχει· καὶ πῶς τοῦτο ἀπὸ θεοῦ τοῦ ποιητοῦ καὶ δοτῆρος τῆς ἀληθείας; Τὸ δὲ πάντων τῶν κακῶν ἔσχα τον καὶ πρῶτον, ὅτι παρὰ δαίμονος ἐξεδόθη τὸ τοιοῦτον κορᾶν, κἂν καὶ τὸν θεὸν διαβάλλοντες λέγουσιν, ὅτι ἀπὸ θεοῦ ἐδόθη. 7. Θαυμάζω γὰρ ἔγωγε καὶ λίαν ἐκπλήττομαι, πῶς τὸν Χριστὸν ἀφέντες οἱ τά λανες ἠκολούθησαν τῷ Μωάμεθ. Αὐτὸς καὶ γὰρ ὁ τοῦ Μωάμεθ νόμος, τουτέστι τὸ κορᾶν, αὐτὸ τοῦτό φησιν, ὅτι δι' ἀγγέλου εὐηγγελίσθη τῷ μητρὶ τοῦ Ἰησοῦ καὶ διὰ πνεύματος ἁγίου ἡγιάσθη καὶ τῇ δυνάμει τοῦ θεοῦ συνελήφθη, ἀλλ' οὐ φύσεως ἐνερ γείᾳ, καὶ ἐκ παρθένου ἁγιωτάτης καὶ ὑπὲρ πάσας ἄλλας γυναῖκας καθαρὰς γεννηθῆ ναι· ἐν γὰρ τῷ κεφαλαίῳ τῷ Αἰνεσάν φησιν· Ὦ ἑταιρία τῆς βίβλου, τουτέστιν οἱ πιστοί, μὴ λέγετε περὶ τοῦ θεοῦ πλὴν τῆς ἀληθείας, ὅτι ὁ Χριστὸς Ἰησοῦς υἱός ἐστι τῆς Μαρίας καὶ ἀπόστολος θεοῦ, ὃν ἐν αὐτῇ ἔθηκε διὰ πνεύματος ἁγίου. Ἰδοὺ γοῦν θεὸν ὀνομάσας καὶ λόγον θεοῦ καὶ πνεῦμα ἅγιον, τὴν τρισυπόστατον, ὁ ἄθλιος οὐκ ἤνοιξε τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς ἰδεῖν τὸ φῶς τῆς τριάδος. Καὶ εἰκότως· ὥσπερ γὰρ τὰ ἐν τῇ κοιλίᾳ τῆς μητρὸς εὑρισκόμενα ἔμβρυα, πρὸ τῆς γεννήσεως αὐτῶν ζωὴν μὲν ἔχουσιν, ἀνωφελῆ δὲ καὶ ἀνόητον καὶ ψυχὴν μὴ δυναμένην διακρῖναι τὸ κρεῖττον τοῦ χείρονος, ἢ παρὰ καιρὸν γεννηθέντα οὔκ εἰσιν ἄνθρωποι, ἀλλ' ἐκτρώματα καὶ ἀμβλώ ματα, οὕτω καὶ πᾶς ἀσεβῆς ὁ μὴ γεννηθεὶς δι' ὕδατος καὶ πνεύματος, τουτέστι διὰ τοῦ ἁγίου βαπτίσματος, οὐ δύναται ἰδεῖν τὸ οὐράνιον φῶς καὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν, καὶ διὰ τοῦτο μύσας τοὺς τῆς ψυχῆς αὑτοῦ ὀφθαλμοὺς ὁ μάταιος σκοτεινὸς ἐναπε λείφθη ὡς ὁ πατὴρ αὐτοῦ ὁ διάβολος. Περὶ γὰρ τοῦ ἁγίου πνεύματος συνεχῶς ἐν τῷ κορᾶν μέμνηται· φησὶ γὰρ ἐν τῷ κεφαλαίῳ τῷ Ἐμπιᾷ ὡς ἐκ προσώπου τοῦ θεοῦ ὅτι περὶ τῆς Μαρίας ἐνεφυσήσαμεν αὐτῇ ἐκ τοῦ πνεύματος τοῦ ἁγίου. Καὶ πάντως οὐ δύναται εἰπεῖν, ὅτι περὶ ἀγγέλου εἶπε τοῦτο ὁ θεὸς καὶ περὶ μὲν τοῦ Χριστοῦ τοιαῦ τα, περὶ δὲ τοῦ Μωάμεθ οὐδὲν τοιοῦτό φησιν, ἀλλ' ὅτι ἦν ὀρφανὸς καὶ πλανήτης ὑπὸ θεοῦ συναχθείς. Ἔτι τὸν Χριστὸν λόγον θεοῦ ὀνομάζει, ὡς εἴρηται, καὶ ψυχὴν θεοῦ καὶ προφήτην πάντων τῶν προφητῶν μέγιστον, τὸν δὲ Μαχούμετ οὕτω μόνον προ φήτην ἁπλῶς. Ἔτι τὸν Χριστὸν ἐκ τοῦ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ὁμολογοῦσιν

Intertext edge

Open linked passage

Note