Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 4 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Ὁ μὲν γὰρ δεσπότης κὺρ Θωμᾶς παρέπιπτε καὶ ἐπολιόρκει τὰ τοῦ αὐταδέλφου ἄστεα καὶ χώρας, ζαρνάταν λέγω καὶ τὰ ἕτερα τῆς ἐπιτροπικῆς τοῦ Μελισσηνοῦ20, τὴν Καλαμάταν καὶ ἄλλα ὅσα εἰς χεῖρας εἶχεν ὁ δεσπότης κὺρ Δημή τριος ἐν τῷ Μεσσηνιακῷ κόλπῳ20· καὶ συνεργὸν εὗρε πρωτο στράτορα τὸν ἄριστον φραγκόπουλον Νικόλαον, τὸν Εὐδαι μονοιωάννην Λέοντα, τὸν μεσάζοντα καὶ τὸν σύγγαμβρον τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ τὸν περιπόθητον γυναικοθεῖον, τὸν μᾶλλον Κυδωνί δην ἢ Τζαμπλάκωνα ὀνομαζόμενον. Ὁ δὲ δεσπότης κὺρ Δημήτριος πά λιν τὸ Λεοντάρι καὶ τὰ πέριξ αὐτοῦ ἐπολιόρκει καὶ τὴν Ἄκωβαν, ὃς εἰς συνεργοὺς εὗρε καὶ αὐτὸς Γεώργιον τὸν Παλαιολόγον καί τινα τούτου ἐξάδελφον καὶ τὸν γαμβρὸν αὐτοῦ Μπουχάλην Μανουήλ, ὃς ἐμέ σαζον κατὰ τοῦ δεσπότου κὺρ Θωμᾶ. Καὶ ὁ μὲν παρέλαβε τάχα τὴν Ζαρνάταν, ὁ δεσπότης κὺρ Θωμᾶς λέγω, καὶ τὸ Λεῦκτρον καὶ τὸ πολὺ τῆς Μάνης ζυγόν, ἔτι δὲ καὶ τὴν Καλαμάταν. Τοῦ δὲ δεσπότου κὺρ Δημητρίου ἐρχομένου ἐμβῆναι ἐν τῷ Λεοντάρει, καὶ μαθὼν τοῦτο ὁ ἀ δελφὸς αὐτοῦ, δραμὼν ἐπρόλαβε καὶ εἰσῆλθεν ἐν τῷδε τῷ ἄστει· καὶ οὕ τως ὁ δεσπότης κὺρ Δημήτριος ἀπέμεινεν ἄπρακτος. Τοῦ δὲ Παλαιολό γου Γεωργίου καὶ τῶν Μπουχαλέων φυγόντων μόνων καὶ ἀπελθόντων σὺν αὐτῷ ἐπαναστρέφοντι εἰς Σπάρτην. 5. Ἔτι δὲ τὸ κάκιστον καὶ ἀνωφελέστατον τῶν Ἀλβανιτῶν γένος εὐκαιρίαν εὑρόντες τῆς ὑπολήψεως καὶ ἁρπακτικῆς καὶ πλεονεκτικῆς καὶ ἀδίκου αὐτῶν γνώμης ἁρμόδιον, τί οὐκ ἔπραξαν ἢ τί οὐκ εἰργάσαντο κα κόν; Ἀπιστοῦντες γὰρ τρὶς τοῦ σαββάτου ἐκ τοῦ ἑνὸς αὐθέντου πρὸς τὸν ἄλλον ἀπήρχοντο· καὶ ἀντὶ τοῦ εἰπεῖν κώμας ἢ ἄστεα, κάστρας ἔλε γον κατὰ τὴν αὐτῶν γλῶσσαν τὴν βαρβαρίζουσαν καὶ εἰς κεφαλάτικα ἀπῄτουν· καὶ οὕτως ποτὲ μὲν πρὸς τὸν ἕνα τῶν δεσποτῶν ἀπήρχοντο, ποτὲ 532 δὲ ἄλλοι αὐτῶν πρὸς τὸν ἕτερον. Διὰ μέσου οὖν αὐτῶν πᾶν τι ἆρα εὑρί σκετο τῶν ἀθλίων τάχα Ῥωμαίων τε καὶ ἑτέρων Ἀλβανιτῶν καὶ συγγενῶν καὶ οἰκείων αὐτῶν πολλάκις διήρπαζον καὶ ἠφάνιζον πάντα. Ἐγένοντο τοιαῦτα καὶ τοσαῦτα, ὅτι τίς αὐτὰ οὐ θρνηνήσειεν; Ἀλλὰ δὴ καὶ αὐτοὶ οἱ Τοῦρκοι οἱ ἐν Κορίνθῳ καὶ ἐν Ἀμύκλῃ20 καὶ Πάτρᾳ εὑρισκόμε νοι, λαβόντες καιρὸν ἐπιτήδειον, τοὺς μὲν ᾐχμαλώτιζον, τοὺς δὲ ἀπέκτει νον, τοὺς δ' αὐθέντας καὶ τοὺς ἄρχοντας κατεγέλων, βλέποντες καθ' ἑαυ τῶν τὰ ξίφη ὠθοῦντας. 6. Ταύτας δὴ τὰς ἐργασίας ἐννοησάντων ἡμῶν ἐν τῇ Ἀρκαδίᾳ ὄν των, ἔνθα δὴ καὶ ἐπράττοντο τὰ αὐτῶν συμπεράσματα, σὺν ἡμῖν ἦν καὶ ὁ τῆς χρηστῆς ῥίζης καρπὸς Νικόλαος Μελισσηνὸς ὁ νέος καὶ ὀρφανός, ὅν ποτε ἔμελλον ὁ δυστυχὴς ἐγὼ γαμβρὸν ποιῆσαί μοι· ὃς ἀναμέσον τῶν δύο αὐθεντῶν καὶ δεσποτῶν κακῶς καὶ αὐτὸς καὶ πικρῶς διέκειτο· ὁ μὲν γὰρ δε σπότης κὺρ Δημήτριος ἔπεμπεν αὐτὸν πρὸς τὸν δεσπότην κὺρ Θωμᾶν, ὁ δὲ πάλιν ὁμοί ως ἐποίει, καὶ οὐκ ἔπαυον εἷς πρὸς τὸν ἕτερον πέμπειν αὐτὸν καὶ οὐκ ἂν τὸ ζῆν αὐ τῷ ἐδίδουν, ἀλλὰ συναλλήλως αὑτοῖς ἐκράτουν πάντα τὰ ἐκείνου, ἃ ἡ ἱστορία προε δήλωσε, τὰ ἐν τῇ Πελοποννήσῳ· καὶ μᾶλλον ἡ ζωὴ αὐτοῦ ἀναμέσον τῶν τοιούτων σκανδάλων ἐκινδύνευεν, ἡμῶν δὲ βλεπόντων τὰς τοσαύτας μεγάλας ἀκαταστασίας καὶ τὰ αὐτῶν συμπεράσματα σκοπήσαντες, πρὸ τοῦ ἐξελθεῖν κὺρ Θωμᾶν τὸν δε σπότην ἐκ τῆς Ἀρκαδίας, ἐξήλθομεν καὶ ἡμεῖς πλάσαντες αἰτίας τινὰς καὶ παρεγενόμεθα εἰς Πίδασον, ἣ νῦν Μεθώνη καλεῖται. Ἀλλὰ δὴ καὶ ὁ χρήσιμος ἄρχων γνώσει τε καὶ πράξει καὶ γένει Γεώργιος ὁ Ῥαούλ, ὁ ἐπὶ μητρὸς θεῖος τοῦ, ὃν ἡ ἱστορία ἐδήλωσεν, Νι κολάου τοῦ Μελισσηνοῦ τοῦ καὶ μελλογαμβροῦ μου, καὶ αὐτὸς ἀφεὶς τὴν αὐθεντίαν καὶ πᾶσαν τὴν αὑτοῦ κτῆσίν τε καὶ περιουσίαν παρεγένετο καὶ αὐτὸς μεθ' ἡμῶν ἐν τῇ Μεθώνῃ, περὶ τὸ τέλος τοῦ Δεκεμβρίου μηνὸς τοῦ αὐτοῦ ἔτους. 7. Καὶ καθήμενοι ἀμφότεροι ἐν τῷ λιμένι ἐκαραδοκοῦμεν καθο ρῶντες τὸ τῆς τοιαύτης τρικυμίας τέλος, εἰ καὶ ὁ θεὸς μακροθυμήσῃ, ἵνα οἱ ἀσύνετοί ποτε συνήσωσιν καὶ οἱ μωροί ποτε φρονήσωσι· καὶ ὁμό νοια καὶ εἰρήνη γενέσηται ἀναμέσον αὐτῶν καὶ τοῦ θεοῦ δεηθῶσι καὶ ἐλεήσῃ μὲν αὐτοὺς ὡς ἐλεήμων θεός, προστάξῃ δὲ καὶ τὸν δήμιον αὑτοῦ ἀμηρᾶν καὶ ἐάσῃ αὐτοὺς ζῆσαι πλείονα χρόνον. Τόπον γὰρ καὶ τάξιν ἔχει καὶ αὐτὸς πρὸς θεόν, οἵαν οἱ αὐτοῦ δήμιοι πρὸς αὐτόν, οἵτινες πλη ροῦσι μὲν τῷ προστάγματι καὶ τῇ προστάξει αὐτοῦ, εἰσὶ δὲ καὶ μισητοὶ καὶ ἀποτρόπαιοι. 8. Καὶ τούτων δὴ τῶν προῤῥηθέντων κακῶν κατὰ τῆς Πελοπον νήσου20 παντὸς ἀθλίου τόπου γενομένων, ἐλθόντος δὲ καὶ μέρους τῶν 534 Τουρκῶν στρατοῦ ἔξωθεν, κατέδραμον τὸν τόπον ἅπαντα, καὶ ἵνα, ἅπερ κακὰ παρέλιπον οἱ οἰκήτορες καὶ κύριοι καὶ αὐθένται καὶ ἄρχοντες, οὐ προαιρέσει, ἀλλ' ἀνδρείᾳ20, πράξωσιν αὐτοί, καὶ τοῦ μὲν ἑνὸς τῶν δεσποτῶν ἐχθροὶ ὄντες, τοῦ δ' ἄλλου τάχα φίλοι. Ὃν δὴ δεσπότην, τὸν καὶ ἐχθρὸν αὐτῶν κὺρ Θωμᾶν, εἰς τὰ περὶ τὸ Λεοντάριν ἐλθόντες εὖρον αὐτὸν καὶ κακῶς ἐδίωξαν καὶ ἀπέκλεισαν αὐτὸν ἐν τῷ ἄστει· καὶ πολλοὺς τῶν αὐτοῦ ἀπέκτειναν καὶ ᾐχμαλώτισαν. Ἔπειτα ἔστησαν τὰς σκηνὰς αὑτῶν πλησίον τοῦ Λεονταρίου καὶ μετ' ὀλίγον ἐξελθόντες ἀπῆλ θον εἰς τὰ περὶ τὴν Σπάρτην πρὸς τὸν ἑαυτῶν φίλον δεσπότην κὺρ Δημήτριον μετὰ νίκης καὶ πολλοῦ κέρδους ζώων τε καὶ ἀνθρώπων. 9. Μόλις οὖν ποτε ἐννοήσαντες οἱ αὐθένται καὶ ἀδελφοὶ τὸ κακὸν τῆς ἑαυτῶν μάχης καὶ συναχθέντες εἰς τὸ Καστρίτζιν ἐποίησαν τάχα ὅρ κους εἰρήνης, τοῦ τῆς Λακεδαιμονίας μητροπολίτου, ἤτοι τῆς Σπάρ τησ μετὰ τοῦ σάκκου αὐτοῦ ἱερουργήσαντος. Καὶ ὅτε ἐν τῇ θείᾳ ἱερουρ γίᾳ ἐδείκνυε τὰ ἅγια τῷ λαῷ λέγων μετὰ φόβου θεοῦ καὶ πίστεως προ σέλθατε, ἐν ἐκείνῳ τῷ καιρῷ προσῆλθον οἱ αὐθένται καὶ ἀδελφοὶ καὶ ὤμοσαν, ἵνα τὴν εἰρήνην φυλάξωσιν. Ἔμεινεν μέν, ὡς ἠκού σαμεν, ὁ δεσπότης κὺρ Δημήτριος ἐν τοῖς συμφωνημένοις μέχρι τινὸς καὶ πάλιν ὁ αὐτὸς εἰς οὐδὲν τοὺς ὅρκους ἐλογίσατο καὶ καινὰς μάχας καὶ σκάν δαλα ἐποίησεν. Ὢ τῆς ἀνοχῆς καὶ μακροθυμίας σου, Χριστὲ βασιλεῦ, καὶ εἰς αὐτὸν καὶ τοὺς αἰτίους! Καὶ ἤρξαντο ἔτι τὰ κακὰ πάλιν τῶν χθὲς τοιούτων φρικτῶν ὅρκων ἀθετησάντων· καὶ ἔπραττεν ἕκαστος αὐτῶν κατὰ τοῦ ἑτέρου, ὅση δύναμις, ἐλπίζοντες ὁ μὲν εἰς τὴν φιλίαν τοῦ ἀμηρᾶ καὶ βοήθειαν, καὶ τὴν ἀδικίαν ἐνθυμούμενοσ, ἣν ἠδικήθη ὑπὸ20 τῶν ὑποχειρίων αὑτοῦ, ὁ δὲ εἰς τὴν ἐπιορκίαν τοῦ ἄλλου καὶ εἰς τὸ κατὰ ἀσεβῶν τάχα μάχεσθαι. 10. Τούτων οὖν οὕτως κακῶς πραττομένων παρῆλθεν ὁ χειμὼν τοῦ# 22 ξη- ου ἔτους· καὶ ἰδοὺ τοῦ αὐτοῦ ἔτους μαΐῳ μηνὶ ὁ ἀμηρᾶς ἐξῆλθε κατ' ἀμφοτέρων. Καὶ παραγενομένου αὐτοῦ ἐξ ὀρθοῦ εἰς τὴν Σπάρτην, ἐπεὶ ἐκεῖ εὑρίσκετο ὁ δεσπότης κὺρ Δημήτριος διὰ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐχθρὸν εἶναι ἐν Καλαμάτᾳ, καὶ ἐπολιόρκει τὴν Μαντίνειαν καὶ πᾶν τι ἕτερον τῆς ἐπιτροπικῆς τοῦ Μελισσηνοῦ Νικο λάου, ὃ ἤρχετο παρὰ τοῦ δεσπότου κὺρ Δημητρίου ἐν τῇ περιοχῇ τοῦ Μεσσηνιακοῦ Κόλπου· καὶ μέγα κα κὸν ἦν. Τοῦ δὲ ἀμηρᾶ φθάσαντος ἐν τῇ Σπάρτῃ, κατῆλθε αὐτοθε λῶσ ὁ δεσπότης κὺρ Δημήτριος καὶ ἐδουλώθη αὐτῷ. Καὶ οὕτως ὁ ἀμη ρᾶς παρέλαβε καὶ αὐτὸν καὶ τὴν Σπάρτην καί, τῷ δεσπότῃ φυλακὴν πε ριθείς, εἶπεν αὐτῷ. Ὦ δέσποτα, ἐπεὶ οὕτως συνέβη σοι τὰ πράγματα, τὸν τόπον τοῦτον ἄρχεσθαι ὑπὸ σοῦ ἀδύνατον. Ὅμως ἐπεὶ πατέρα σε ἐστήσαμεν ἔχειν καὶ τὸ κοράσιόν σου λαβεῖν ἡμᾶς εἰς γυναῖκα, τὸν τό πον τοῦτον δὸς ἡμῖν, σὺ δὲ καὶ τὸ κοράσιόν σου ἔλθατε σὺν ἡμῖν· καὶ 536 χαρίσομεν ὑμῖν ἕτερον τόπον πρὸς σιτηρέσιον ὑμῶν καὶ ζωάρκειαν· ὅς γε στέρξας καὶ ἀκουσίως. 11. τελειώσας δὲ τὰ τοῦ γάμου καὶ τῶν ἑτέρων πραγμάτων, ὁ ἀμηρᾶς μετὰ τοῦ δεσπότου ὁμιλήσας τὰ παντοῖα διώρθωσεν, ὡς ἐβούλετο. Καὶ ἐξαπέστειλαν ἄρ χοντάς τινας Τούρκους καὶ Χριστιανοὺς ἐν τῇ Μονεμβασίᾳ, ἵνα τὴν σύ ζυγον καὶ βασίλισσαν καὶ τὴν τούτου θυγατέρα καὶ ἀμήρισσαν λάβω σιν, ἐκεῖσε γὰρ αὐταὶ ὑπῆρχον διὰ τὸ ἰσχυρὸν καὶ ἀδιάσει στον εἶναι τὸ φρούριον, ἀλλὰ δὴ καὶ τὸ φρούριον παραδώ σωσιν. Ὦν τὸ μὲν ἐγένετο, ἤγουν διὰ τὰς γυναῖκας, ἐξῆλθον γὰρ καὶ παρεγένοντο ἑκουσίως, ἔνθα ἦσαν ὅ τε ἀμηρᾶς καὶ ὁ δεσπότης· τὸ δὲ λαβεῖν τὸ ἄστυ, οἱ Μονεμβασιῶται, ὡς πάντοτε ἔκπαλαι ἦσαν τὰ αὐ τῶν κατορθώματα ἄξια διηγήσεως, οὕτω καὶ τότε ἐκ νέου ἐποίησαν καὶ οὐκ ἠνέσχον το παραδῶσαι αὐτό. Ὁμοίως καί, ὃς ἡγεμονεύων ἐκεῖσε εὑρίσκετο, Μανουὴλ Παλαιολόγος Συναινῶν τὰς καλὰς γνώμας τῶν πολιτῶν, οὐκ ἤθελον λοιπὸν ἀκοῦσαι, ὡς τὴν πατρίδα εἰς χεῖρας τῶν ἀσεβῶν παραδώσωσιν, ἀλλὰ τοὺς ἀποσταλθέντας ἄρχοντας τοῦ δεσπότου καὶ τοῦ ἀμηρᾶ καὶ τοὺς συνελθόντας αὐτοῖς ἑτέρους στρατιώτας τοῦ λαβεῖν τὸ φρούριον κακῶς ἀπεδιώξαν. Καὶ ταύτην τὴν ἀπολογίαν αὐτοῖς ἔδωσαν· Εἴπατε ταῦτα τῷ ἀμηρᾶ, ὅτι πᾶν ἄστυ καὶ φρούριον κτισθὲν μετὰ μηχανῆς καὶ τέχνης ἀνθρωπίνης καὶ διορθωθὲν καὶ ἀσφαλισθὲν, πάλιν μὲν οἱ ἄνθρωποι οἱ ἐντὸς αὐτοῦ ἐξουσίαν ἔχουσιν. Ἡ δὲ ἡμετέρα πατρὶς καὶ χώρα οὐχ οὕτως ὑπάρχει, ἀλλ' ἡ φύσις αὐτὴ ἐφιλοδώρησε καὶ ἐκ τοῦ θεοῦ καὶ τῆς τόπου κρημνότητος τὴν ἰσχὺν καὶ ἀσφάλειαν ἔχει. Καὶ ὅταν θέλησις καὶ βουλή ἐστι τῷ Κυρίῳ ἄνωθεν, τὸ θέλημα αὐτοῦ γίνεται καὶ οὐ δυνάμεθα ἀντιλέγειν τι καί, οἷς βούλεται, χαρίσηται· ἡμεῖς δὲ οὐδεμίαν ἐξουσίαν ἔχομεν τὰ πα ρὰ θεοῦ κτισθέντα ὁρίζειν καὶ χαρίζειν. Ἀπαγγειλαμένης οὖν τῆς τοιαύτης ἀπολο γίας τῷ ἀμηρᾷ καὶ ἀκούσας ἐκεῖνος, ἐθαύμασε καὶ τοὺς Μονεμβασιώτας πλεῖστα ὡς φρονίμους ἐπῄνεσε. Κρατήσαντες οὖν τὸ ἄστυ δεδώκασιν αὐτὸ τὸ δεσπότῃ κὺρ Θωμᾷ, μετὰ ταῦτα καὶ αὐτὸς τάχα τῷ πάπᾳ. 12. Διὸ οὐκ ἐγκαταλείψομεν τοῦ εἰπεῖν, ἐπεὶ ἔδοξέ μοι διηγηθῆναι τὰ ὅσα, τι μάς τε καὶ προνόμια μεγάλα, διὰ τὴν τοῦ ἄστεος καλλονὴν καὶ τῶν πολιτῶν ἀρετὰς οἱ βασιλεῖς κατὰ διαδοχὴν τὴν ἁγίαν ἐκκλησίαν αὐτῶν καὶ αὐτοὺς τοὺς πολίτας τοὺς τοῦ περιωνύμου φρουρίου ἐτίμησαν καὶ δωρεὰς μεγίστας ἐδωρήσαντο αὐτοῖς. Καὶ τοῦ μὲν ἄστεως τὸ ὄνομα ὄντως τὴν κλῆσιν εἶχεν, ὅτι τοῖς βουλομένοις εἰσελθεῖν ἀληθῶς μίαν παρέχει τὴν εἴσοδον, καὶ οὐ μετὰ μεχανῆς καὶ τέχνης ἀνθρωπίνης, ὡς εἴπομεν, ἀλλ' αὐτὴ ἡ φύσις τὸ ἄστυ ἐστόλισε. Καὶ ἀδύνατον ἦν εὑρεθῆναι κατὰ πᾶσαν τὴν ὑφήλιον ἕτερον φρούριον τοιούτως ἀδιάσειστον καὶ ἀπολέμητον· καὶ ἀνενόχλητον ἐκ πάσης μεχανῆς πολεμικῆς ὡς τοῦτο, εὑρεθῆναι ἀδύνατον. Καὶ τὰ μὲν τοῦ ἄστεως βρα χεολόγως εἰρήκαμεν, τῶν δὲ ἀρχόντων καὶ πολιτῶν καὶ τοῦ δήμου τὰς ἀρετὰς καὶ ἀν 538 δρείας διηγησώμεθα. Οἳ ἐν γῇ καὶ ἐν θαλάσσῃ εἰς πάντα ἀγαθοί εἰσι καὶ ἐπιτηδειό τατοι, ἐν τῇ θαλάσσῃ μὲν ἱκανόπλοιοί τε καὶ θαλαττουργοί, καὶ νῆας ἐμπορικὰς πλεί στας ἔχοντες, καὶ κυβερνῆται καὶ ναύκληροι ἄριστοι οὐ μόνον ἐν ταῖς ναυσὶν αὐτῶν, ἀλλὰ καὶ ἐπὶ τὸν στόλον τὸν βασιλικὸν κυβερνῆται οὐκ ὀλίγοι ἐξ αὐτῶν εἰσιν· ἐν δὲ τῇ χέρσῳ ὁμοίως ἐν τῷ ἱππεύειν καὶ ἀκοντίζειν στρατιῶται ἀγαθώτατοι καὶ πεζοὶ ἀν δρικώτατοι καὶ δοκιμώτατοι. Οἱ δὲ ἄρχοντες αὐτῶν πάλιν συνετοὶ καὶ σοφοὶ καὶ ἔν τιμοι, ξενίζοντες τοὺς τυχόντας καὶ παραμυθοῦντες. Καὶ πρὸ πάντων, τὴν πίστιν καὶ εὔνοιαν ἣν ἐφύλαττον ἐκπάλαι καὶ ἕως τοῦ νῦν εἰς θεὸν καὶ εἰς τὴν ἀρχὴν Ῥωμαίων, διὰ ταύτας μὲν τὰς τοιαύτας χάριτας καὶ ἀρετὰς καὶ εἰς τοὺς βασιλεῖς εὔνοιαν καὶ πίστιν, ἐν διαφόροις καιροῖς διαφόρως οἱ κρατοῦντες ἄνακτες ἐτίμησαν καὶ εἰς μεγά λα προνόμια τὴν ἁγίαν ἐκκλησίαν αὐτῶν ἀνεβίβασαν. Καὶ πρῶτον μὲν τοῦτο τὸ πε ριώνυμον καὶ ὑπερνεφελὲς φρούριον, ἐπισκοπὴ οὖσα τῆς Κορίνθου μητροπόλεως καί, δι' ἃς εἴπομεν ἀρετὰς τῶν πολιτῶν καὶ χάριτας τοῦ ἄστεως, ὁ ἀείμνηστος βασιλεὺς καὶ μάρτυς Μαυρίκιος ὁ καὶ Τιβέριος εἰς μητρόπολιν ἀνεβίβασεν καὶ τριακοστὸν τέταρ τον θρόνον ἔταξεν ἐπὶ ἔτους,# 22 ρα- ου, ἰνδικτιῶνος δεκάτης πρώτης καὶ ἕτερα προνό μια περὶ ἐλευθερίας τῆς πόλεως ἐδωρήσατο. Ἐπακολουθῶν δὲ καὶ ὁ βασιλεὺς κὺρ Ἀλέξιος ὁ Κομνηνὸς καὶ ἕτεροι ταῦτα ἀνεβίβασαν καὶ ἐβεβαίωσαν. Ἔπειτα καὶ ὁ ἀεί- μνηστος βασιλεὺς ὁ γέρων Ἀνδρόνικος ὁ Παλαιολόγος ὕστερον ἐπὶ ἔτους# 22 ω- οῦ ἰνδι κτιῶνος πέμπτης διά τε τὴν ἀρετὴν καὶ σοφίαν τοῦ τῆς αὐτῆς ἐκκλησίας τότε προε δρεύοντος κὺρ Νικολάου, ζήλῳ θείῳ κινηθεὶς ὅδε ὁ βασιλεὺς ἕνεκεν τοῦ προεδρεύον τος καὶ τῆς τῶν πολιτῶν πίστεως καὶ εὐνοίας, ἣν εἶχον πρὸς αὐτόν, ἐκ τριακοστοῦ τετάρτου θρόνου εἰς δέκατον ἀνεβίβασεν οἰκείῳ αὐτοκρατορικῷ κελεύσματι καὶ ψή φῳ συνοδικῷ· καὶ ἕτερα πολλὰ προνόμια τῇ αὐτῇ ἁγίᾳ ἐκκλησίᾳ ἐχαρίσατο. Καὶ ταῦ τα πάντα τὰ ἴχνη τοῦ πάππου ἐπακολουθῶν καὶ βεβαιώνων ὁ βασιλεὺς καὶ αὐτοκρά τωρ ὁ νέος Ἀνδρόνικος τὸν κάτωθεν χρυσόβουλλον τῇ αὐτῇ πολιτείᾳ ἐχαρίσατο, ἀνα νεώνων μὲν καὶ βεβαιώνων τὰ παλαιὰ καὶ ἐκ νέου καὐτὸς τούτοις καὶ τῇ ἁγίᾳ ἐκκλη σίᾳ αὐτῶν ἐφιλοδώρησε. Καὶ ταῦτα πάντα μὲν ἐγὼ ἐν τῷ σεκρέτῳ τῷ βασιλικῷ εἶδον καὶ πολλάκις ἀνέγνωκα, τὸ δὲ παρὸν χρυσόβουλλον εἰς χεῖράς μοι μετὰ τὴν αἰχμαλω σίαν ἔτυχον ἔχειν. Τὰ νῦν δέ, ὡς προεῖπον, καλῶς μοι ἐφάνη ἐν τῷ ἡμετέρῳ βιβλίῳ καὶ ἔργῳ καὶ ταῦτα εὑρίσκεσθαι, ἵνα τὰς εὐεργεσίας γινώσκωμεν, ἃς οἱ Μονεμβασιῶ ται εἶχον παρὰ τῶν βασιλέων διὰ τὰς καλοκαγαθίας καὶ ἀρετὰς αὐτῶν, ἵνα οὐκ εἰς λή θην διὰ τὸν χρόνον γενήσωνται, ὅπως καὶ ἀκροαταὶ καὶ ἕτεροι μιμηταὶ καὶ ζηλωταὶ καλῶν ἔργων ἔσωνται. Τῆς πολιτείας Μονεμβασιωτῶν προνόμιον XVII. Ἐπεὶ οἱ Μονεμβασιῶται οἵ τε ἀπὸ τῆς θεοσώστου πόλεως Μονεμβασίας καὶ ἀπὸ τῶν Πηγῶν εὑρισκόμενοι καὶ κατοικοῦντες ἀρτίως εἴς τε τὴν θεοδόξαστον καὶ θεοφύλακτον καὶ θεομεγάλυντον Κωνσταντινούπολιν, ἀλλὰ δὴ καὶ εἰς ἄλλας πόλεις καὶ χώρας τῆς βασιλείας μου εἰσὶν ἀποτεταγμένοι διὰ χρυσοβούλλων καὶ προσταγμά των τῶν ἁγίων καὶ ἀοιδίμων καὶ μακαρίων μου αὐθέντων καὶ βασιλέων, τοῦ τε πατρός, πάππου καὶ προπάππου τῆς βασιλείας μου, ἵνα, ἐφ' αἷς ἂν ποιῶσι πραγματείαις εἰς τὴν θεοδόξαστον Κωνσταντινούπολιν, τὴν Σηλυμβρίαν, τὴν Ἡρακλείαν, τὸ Ῥαιδεστόν, τὴν Καλλιούπολιν καὶ τὰς ἄλλας τῆς Μακεδονίας πόλεις, καὶ δίδωσι χάριν κομερκίου 540 εἰς ποσότητα νουμισμάτων ἑκατὸν νουμίσματα δύο, εἰς δὲ τοὺς λοιποὺς πάντας τό πους καὶ χώρας καὶ σκάλας τῆς βασιλείας μου διαμένωσιν ἀνώτεροι ἀπαιτήσεως κομερ κίου παντελῶς, διατηρῶνται δὲ καί, ἔνθα ἂν εὑρίσκωνται καὶ κατοικῶσιν ἀνενόχλητοι καὶ ἀπὸ πασῶν ἄλλων δώσεων καὶ ἀπαιτήσεων, παρεκάλεσαν δέ, ἵνα τύχωσι καὶ ἐκ νέου εὐεργεσίας ἰδίας παρὰ τῆς βασιλείας μου, δι' ἣν ἔχει αὔτη τῇ χάριτι ἔφεσιν καὶ ὄρεξιν τοῦ εὐεργετεῖν πάντας τοὺς εἰς αὐτὴν ἀναφερομένους πιστοὺς καὶ εὐυπολή πτους, προστάσσει καὶ διορίζεται ἤδη ἡ βασιλεία μου ἀπολύουσα τὸν παρόντα χρυσό βουλλον λόγον αὐτοῖς, ἵνα πάντες οἱ Μονεμβασιῶται, οἵ τε ἐν τῇ θεοσώστῳ πόλει Μο νεμβασίας κατοικοῦντες, ἀλλὰ δὴ ἐκ καὶ τῶν Πηγῶν κἂν ὅπου ἄρα εὑρίσκωνται καὶ κατοικῶσιν εἴς τε τὴν θεοδόξαστον Κωνσταντινούπολιν ἤ τε καὶ ἀλλαχοῦ, ἀπολαύωσι μὲν τῆς, ἧς εἶχον προτέρας ἐξουσίας καὶ δεφενδεύσεως διὰ τῶν ῥηθέντων χρυσοβούλ λων καὶ προσταγμάτων ὧν εἶχον οἱ ἀπὸ τῶν Πηγῶν ῥηθέντες Μονεμβασιῶται. Κατε πίκεινα δὲ τοιαύτης ἐξουσίας εὐεργετεῖ ἡ βασιλεία μου αὐτοὺς κοινῶς ὅλους τοὺς Μονεμβασιώτας, τούς τε ἐκ τῶν Πηγῶν καὶ τοὺς ἐκ Μονεμβασίας, ἵνα, ἐφ' αἷς ἂν ποιῶ σι πραγματείας, δίδωσιν εἰς τὸ κομμέρκιον τῆς θεοδοξάστου Κωνσταντινουπόλεως ὑπὲρ ἐκβολῆς ποσότητος νουμισμάτων ἑκατὸν νούμισμα ἓν καὶ ὑπὲρ ἐκβολῆς ἀγορᾶς ἑτέ ρας πραγματείας ποσότητος νουμισμάτων ἑκατὸν νούμισμα ἕν, εἴτε δηλονότι διὰ σί του ἐν τῷ προφορίῳ καὶ ἀλλαχοῦ, ἔνθα βούλονται, εἴτε διὰ οἴνου, ἐὰν ἐξ οἱασδήπο τε χώρας διακομίσωσι ταῦτα, ἢ διὰ προσφαγίων παστῶν ἢ τομαρίων ἢ πετζίων ἢ πα νίου ἢ λινοκόκκου ἢ τζοχαρικῆς ἢ τετραπόδων ἢ ἑτέρων εἰδῶν, ὧν ἂν βούλωνται, μηδ' ὅλως παρὰ μηδενὸς κωλυόμενοι ἐπὶ ταῖς διαπράσεσι τῶν τοιούτων πραγματειῶν αὐτῶν, ἢ καθελκόμενοι εἰς ἀπαιτήσεις καμπανιστικοῦ, μεσιτικοῦ, ζυγαστικοῦ, μετρητικοῦ, με τριατικοῦ, παχιατικοῦ, γομαριατικοῦ, ὀψωνίου, σκαλιατικοῦ, βιγλιατικοῦ, δεκατίας, ἁλιευτικῆς τετραμοιρίας, ξυλαχύρου, ὀρεινῆς τῆς ἐνιάδος (†) ὡς τὰς εἰς αὐτοὺς (†) περὶ αὐτὴν ἁπάσας σκάλας, ἀλλὰ δὴ καστροκτισίας, κατεργοκτισίας, μαγειρίας, ἀντιναύλου, ἐξωπρασίας, κοσμιατικοῦ, καπηλιατικοῦ, μηνυατικοῦ, ἐργαστηριατικοῦ, μεταξιατικοῦ, τῆς ἀπαιτήσεως τοῦ πανίου τοῦ ἐν τῷ φόρῳ πωλουμένου, ἔτι δὲ καὶ τοῦ κεφαλαίου τοῦ σιταρίου τοῦ εἰσαποταχθέντος ἀπαιτεῖσθαι ἀπὸ τῶν καραβίων ἢ ἑτέ ρου τινὸς κεφαλαίου τῶν νῦν ἐνεργουμένων ἢ καὶ εἰς τὸ ἑξῆς μελλόντων ἐπινοηθή σεσθαι, ἀλλὰ διατηρῶνται ἁπάντων τούτων ἀνενόχλητοι καὶ ἀδιάσειστοι παντελῶς. Ὡσαύτως οὐδὲ οἱ πωλοῦντες πρὸς αὐτοὺς ἢ ἐξωνούμενοι ἀπὸ τῶν πραγματειῶν αὐτῶν, εἴτε ζῶά εἰσιν εἴτε γεννηματικὰ εἴδη ἢ καὶ ἄλλο τι, ἢ ἐν τῇ θεοδοξάστῳ Κωνσταν τινουπόλει ἢ ἐν ἑτέροις τόποις τῆς βασιλείας μου ἀπαιτοῦνται χάριν κομμερκίου ἕνε κεν δηλονότι τῆς δεφενδεύσεως τῶν τοιούτων Μονεμβασιωτῶν. Ἔσται δέ, καὶ ὅταν διακομίζωσι διὰ καραβίων τὰς τούτων πραγματείας εἴτε ἀπὸ τῆς ἄνω θαλάσσης, εἴτε ἀπὸ τῆς κάτω εἴτε ἀπὸ τῆς θεομεγαλύντου Κωνσταντινουπόλεως κόλπων, εἴτε σῖτος ἔνι εἴτε οἶνος εἴτε ἔτερόν τι εἶδος, ἰσάζωνται μὲν οἱ δηλωθέντες Μονεμβασιῶται ἐν τῷ κομμερκίῳ τῆς θεοφυλάκτου Κωνσταντινουπόλεως καὶ ἵνα δίδωσιν, ὅσον ἀνωτέρω διορίζεται ἡ βασιλεία μου· οἱ δὲ ἔχοντες τὰ καράβια διαμένωσιν ἀνενόχλητοι χάριν τῶν τοιούτων πραγματειῶν αὐτῶν, μήτε τετραμοιρίαν ἢ ἄλλην ἀπαίτησίν τινα χάριν τῆς τοιούτων ἐξουσίας παρά τινος ἀπαιτούμενοι. Ἐὰν δὲ διέρχωνται μετὰ πραγμα τειῶν αὐτῶν, ἢ ἀπὸ δύσεως εἰς ἀνατολὴν ἢ ἀπὸ ἀνατολῆς εἰς δύσιν ἢ ἀπὸ μέρους τῆς Ζα γορᾶς διαβιβάζοντες ζῶα ἢ ἄλλο τι, εἴτε εἰς τὴν Σωζόπολιν ἢ εἰς τὴν Ἀγαθόπολιν ἢ εἰς τὴν Μιδίαν καὶ τὰς λοιπὰς χώρας τῆς βασιλείας μου, ὀφείλωσι διατηρεῖσθαι ἀνε

Intertext edge

Open linked passage

Note